Short URL for this page:
bit.ly/DeEsuCarnium1


[image ALT: Much of my site will be useless to you if you've got the images turned off!]
mail:
Bill Thayer

[image ALT: Click here for an English translation of this page.]
English

[image ALT: Faire clic ici pour une page en français.]
Français

[image ALT: Cliccare qui per una pagina di aiuto in Italiano.]
Italiano

[Link to a series of help pages]
Help
[Link to the next level up]
Up
[Link to my homepage]
Εἴσοδος

This webpage reproduces the essay
De esu carnium (I)

by
Plutarch

as published in Vol. XII
of the Loeb Classical Library edition, 1957

The text is in the public domain.

This page has been carefully proofread
and I believe it to be free of errors.
If you find a mistake though, please
let me know!

(Vol. XII) Πλούταρχος
Ἠθικὰ

 p540  ΠΕΡΙ ΣΑΡΚΟΦΑΓΙΑΣ
ΛΟΓΟΣ Α´

(993) 1 [link to English translation] Ἀλλὰ σὺ μὲν ἐρῶτᾷς τίνι λόγῳ Πυθαγόρας ἀπείχετο σαρκοφαγίας; ἐγὼ δὲ θαυμάζω καὶ τίνι πάθει καὶ ποίᾳ ψυχῇ ἢ λόγῳ Bὁ πρῶτος ἄνθρωπος ἥψατο φόνου στόματι καὶ τεθνηκότος ζῴου χείλεσι προσήψατο σαρκὸς καὶ νεκρῶν σωμάτων καὶ ἐώλων​1 προθέμενος τραπέζας ὄψα καὶ τροφὰς​2 προσεῖπεν​3 τὰ μικρὸν ἔμπροσθεν βρυχώμενα μέρη καὶ φθεγγόμενα καὶ κινούμενα καὶ βλέποντα. πῶς ἡ ὄψις ὑπέμεινε τὸν φόνον σφαζομένων δερομένων διαμελιζομένων, πῶς ἡ ὄσφρησις ἤνεγκε τὴν ἀποφοράν, πῶς τὴν γεῦσιν οὐκ ἀπέτρεψεν ὁ μολυσμὸς ἑλκῶν ψαύουσαν ἀλλοτρίων καὶ τραυμάτων θανασίμων χυμοὺς καὶ ἰχῶρας ἀπολαμβάνουσαν;4

Cεἷρπον μὲν ῥινοί, κρέα δ’ ἀμφ’ ὀβελοῖς ἐμεμύκει

ὀπταλέα τε καὶ ὠμά, βοῶν δ’ ὡς γίγνετο φωνή·

τοῦτο μὲν​5 πλάσμα καὶ μῦθός ἐστι, τὸ δέ γε δεῖπνον ἀληθῶς τερατῶδες, πεινῆν τινα τῶν μυκωμένων  p542 ἔτι​6 διδάσκοντα ὑφ’ ὧν δεῖ τρέφεσθαι ζώντων ἔτι καὶ λαλούντων καὶ​7 διαταττόμενον ἀρτύσεις τινὰς καὶ ὀπτήσεις καὶ παραθέσεις· τούτων​8 ἔδει ζητεῖν τὸν πρῶτον ἀρξάμενον οὐ τὸν ὀψὲ παυσάμενον.

2 [link to English translation] Ἢ τοῖς μὲν πρώτοις ἐκείνοις ἐπιχειρήσασι σαρκοφαγεῖν τὴν αἰτίαν εἴποι πᾶς ἂν τὴν χρείαν​9 καὶ τὴν ἀπορίαν; οὐ γὰρ ἐπιθυμίαις ἀνόμοις συνδιάγοντες Dοὐδ’ ἐν περιουσίᾳ τῶν​10 ἀναγκαίων ὑβρίσαντες εἰς ἡδονὰς παρὰ φύσιν ἀσυμφύλους ἐπὶ ταῦτ’ ἦλθον· ἀλλ’ εἴποιεν ἂν αἴσθησιν ἐν τῷ παρόντι καὶ φωνὴν λαβόντες· "ὦ μακάριοι καὶ θεοφιλεῖς οἱ νῦν ὄντες ὑμεῖς, οἷον βίου λαχόντες αἰῶνα καρποῦσθε καὶ νέμεσθε κλῆρον ἀγαθῶν ἄφθονον· ὅσα φύεται ὑμῖν, ὅσα τρυγᾶται, ὅσον πλοῦτον ἐκ πεδίων, ὅσας ἀπὸ φυτῶν ἡδονὰς​11 δρέπεσθαι πάρεστιν. ἔξεστιν ὑμῖν καὶ τρυφᾶν μὴ μιαινομένοις. ἡμᾶς δὲ σκυθρωπότατον καὶ φοβερώτατον ἐδέξατο βίου καὶ χρόνου μέρος, εἰς πολλὴν καὶ ἀμήχανον ἐκπεσόντας ὑπὸ τῆς πρώτης γενέσεως ἀπορίαν· ἔτι μὲν οὐρανὸν ἔκρυπτεν ἀὴρ καὶ ἄστρα Eθολερῷ καὶ δυσδιαστατοῦντι​12 πεφυρμένος​13 ὑγρῷ καὶ πυρὶ καὶ ζάλαις ἀνέμων·  p544 οὔπω δ’ ἥλιος ἵδρυτο ἀπλανῆ καὶ βέβαιον

ἔχων δρόμον, ἠῶ

καὶ δύσιν ἔκρινεν, περὶ δ’ ἤγανεν αὖθις ὀπίσσω

καρποφόροισιν ἐπιστέψας καλυκοστεφάνοισιν​14

ὥραις· γῆ δ’ ὕβριστο

ποταμῶν ἐκβολαῖς ἀτάκτοις, καὶ τὰ πολλὰ​15 "λίμναισιν ἄμορφα" καὶ πηλοῖς βαθέσι καὶ λόχμαις ἀφόροις καὶ ὕλαις ἐξηγρίωτο· φορὰ δ’ ἡμέρων καρπῶν καὶ τέχηνς ὄργανον οὐδὲν ἦν​16 οὐδὲ μηνχανὴ σοφίας· ὁ δὲ λιμὸς οὐκ ἐδίδου χρόνον οὐδ’ ὥρας ἐτησίους σπόρος πυρῶν​17 τότ’ ἀνέμενε. τί θαυμαστὸν εἰ ζῴων ἐχρησάμεθα σαρξὶ παρὰ φύσιν, ὅτ’ ἰλὺς​18 ἠσθίετο καὶ φλοιὸς ἐβρώθη ξύλου, Fκαὶ ἄγρωστιν εὑρεῖν βλαστάνουσαν ἢ φλεώ​19 τινα ῥίζαν εὐτυχὲς ἦν; βαλάνου δὲ γευσάμενοι καὶ φαγόντες ἐχορεύσαμεν​20 ὑφ’ ἡδονῆς περὶ δρῦν τινα καὶ φηγὸν, ζείδωρον καὶ μητέρα καὶ τροφὸν ἀποκαλοῦντες· 994ἐκείνην μόνην​21 ὁ τότε βίος ἑορτὴν ἔγνω, τὰ δ’ ἄλλα φλεγμονῆς ἦν ἅπαντα μεστὰ καὶ στυγνότητος. ὑμᾶς δὲ τοὺς​22 νῦν τις λύσσα καὶ τίς οἶστρος ἄγει πρὸς μιαιφονίαν, οἷς τοσαῦτα περίεστι τῶν ἀναγκαίων; τί καταψεύδεσθε τῆς γῆς ὡς τρέφειν μὴ δυναμένης; τί τὴν θεσμοφόρον ἀσεβεῖτε Δήμητρα καὶ τὸν  p546 ἡμερίδην καὶ μειλίχιον αἰσχύνετε Διόνυσον, ὡς οὐχ ἱκανὰ παρὰ τούτων λαμβάνοντες; οὐκ αἰδεῖσθε τοὺς ἡμέρους καρποὺς αἵματι καὶ φόνῳ μιγνύοντες; ἀλλὰ δράκοντας ἀγρίους καλεῖτε καὶ παρδάλεις καὶ λέοντας, αὐτοὶ δὲ μιαιφονεῖτε εἰς ὠμότητα καταλιπόντες ἐκείνοις οὐδέν· Bἐκείνοις μὲν γὰρ ὁ φόνος τροφή, ὑμῖν δ’ ὄψον ἐστίν;"

3 [link to English translation] Οὐ γὰρ δὴ λέοντάς γ’ ἀμυνόμενοι καὶ λύκους ἐσθίομεν· ἀλλὰ ταῦτα μὲν ἐῶμεν, τὰ δ’ ἀβλαβῆ καὶ χειροήθη καὶ ἄκεντρα καὶ νωδὰ πρὸς τὸ δακεῖν συλλαμβάνοντες ἀποκτιννύομεν, ἃ νὴ Δία καὶ κάλλους ἕνεκα καὶ χάριτος ἡ φύσις ἔοικεν ἐξενεγκεῖν . . .


[image ALT: A very young lamb in a field, staring straight at the photographer.]

[Ὅμοιον ὡς εἴ τις τὸν Νεῖλον ὁρῶν πλημμυροῦντα καὶ τὴν χώραν ἐμπιπλάντα​23 γονίμου καὶ καρποφόρου ῥεύματος μὴ τοῦτο θαυμάζοι τοῦ φερομένου, τὸ φυτάλμιον καὶ εὔκαρπον τῶν ἡμερωτάτων καὶ βιωφελεστάτων καρπῶν, ἀλλ’ ἰδών που καὶ κροκόδειλον ἐννηχόμενον καὶ ἀσπίδα κατασυρομένην καὶ μυρία​24 ἄγρια ζῷα,​25 Cταύτας λέγοι τὰς αἰτίας τῆς μέμψεως καὶ τῆς τοῦ πράγματος ἀνάγκης· ἢ νὴ Δία τὴν γῆν ταύτην καὶ τὴν ἄρουραν ἀποβλέψας ἐμπεπλησμένην ἡμέραν καρπῶν καὶ βρίθουσαν ἀσταχύων, ἔπειθ’ ὑποβλέψας​26 που τοῖς ληίοις τούτοις  p548 καί πού τινος αἴρας στάχυν ἰδὼν καὶ ὀροβάγχην,​27 εἶτ’ ἀφεὶς ἐκεῖνα καρποῦσθαι καὶ ληίζεσθαι μέμψαιτο​28 περὶ τούτων. τοιοῦτόν τι, καὶ λόγον ῥήτορος ὁρῶν ἐν δίκῃ τινὶ καὶ συνηγορίᾳ πληθύοντα καὶ φερόμενον ἐπὶ βοηθείᾳ κινδύνων, ἢ νὴ Δί’ ἐλέγχῳ καὶ κατηγορίᾳ τολμημάτων καὶ ἀποδείξεων, Dῥέοντα δὲ καὶ φερόμενον οὐχ ἁπλῶς οὐδὲ λιτῶς, ἀλλ’ ὁμοῦ πάθεσι πολλοῖς μᾶλλον δὲ παντοδαποῖς, εἰς ψυχὰς ὁμοίως πολλὰς καὶ ποικίλας καὶ διαφόρους τῶν ἀκροωμένων ἢ τῶν δικαζόντων, ἃς δεῖ τρέψαι καὶ μεταβαλεῖν ἢ νὴ Δία πραῧναι καὶ ἡμερῶσαι καὶ καταστῆσαι· εἶτα παρεὶς τοῦτο τοῦ πράγματος ὁρᾶν καὶ μετρεῖν τὸ κεφάλαιον καταγώνισμα,​29 παραρρήσεις ἐκλέγων, ἃς κατιὼν ὁ λόγος συγκατήνεγκε τῇ ῥύμῃ τῆς φορᾶς, συνεκπεσούσας καὶ παρολισθούσας τῷ λοιπῷ τοῦ λόγου. καὶ δημηγόρου τινὸς ὁρῶν. . . .]

4 [link to English translation] Ἀλλ’ οὐδὲν ἡμᾶς δυσωπεῖ, οὐ χρόας ἀνθηρὸν εἶδος, οὐ φωνῆς ἐμμελοῦς πιθανότης, Eοὐ​30 τὸ καθάριον ἐν διαίτῃ καὶ περιττὸν ἐν συνέσει τῶν ἀθλίων, ἀλλὰ σαρκιδίου μικροῦ χάριν ἀφαιρούμεθα ψυχῆς ἥλιον, φῶς, τὸν τοῦ βίου χρόνον, ἐφ’ ᾧ​31 γέγονε καὶ πέφυκεν. εἶθ’ ἃς φθέγγεται καὶ διατρίζει​32 φωνὰς ἀνάρθρους εἶναι δοκοῦμεν, οὐ παραιτήσεις καὶ δεήσεις καὶ δικαιολογίας ἑκάστου λέγοντος "οὐ  p550 παραιτοῦμαί σου τὴν ἀνάγκην ἀλλὰ τὴν ὕβριν· ἵνα φάγῃς ἀπόκτεινον, ἵνα δ’ ἥδιον φάγῃς μή μ’ ἀναίρει." ὢ τῆς ὠμότητος· δεινὸν μὲν ἐστι καὶ τιθεμένην ἰδεῖν τράπεζαν ἀνθρώπων πλουσίων ὡς​33 νεκροκόμοις​34 Fχρωμένων μαγείροις καὶ ὀψοποιοῖς, δεινότερον δ’ ἀποκομιζομένην· πλείονα γὰρ τὰ λειπόμενα τῶν βεβρωμένων ἐστίν. οὐκοῦν ταῦτα μάτην ἀπέθανεν. ἕτεροι​35 δὲ φειδόμενοι τῶν παρατεθέντων οὐκ ἐῶσι τέμνειν οὐδὲ κατακόπτειν, παραιτούμενοι νεκρά,​36 ζώντων δ’ οὐκ ἐφείσαντο.

5 [link to English translation] Ἄλογον γὰρ εἶναί φαμεν​37 ἐκείνους λέγειν τοὺς ἄνδρας ἀρχὴν ἔχειν τὴν φύσιν· ὅτι γὰρ οὐκ ἔστιν ἀνθρώπῳ κατὰ φύσιν τὸ σαρκοφαγεῖν, πρῶτον μὲν ἀπὸ τῶν σωμάτων δηλοῦται τῆς κατασκευῆς. οὐδενὶ γὰρ ἔοικε τὸ ἀνθρώπου σῶμα τῶν ἐπὶ σαρκοφαγίᾳ γεγονότων, οὐ γρυπότης χείλους, οὐκ ὀξύτης ὄνυχος, οὐ τραχύτης ὀδόντος πρόσεστιν, 995οὐ κοιλίας εὐτονία καὶ πνεύματος θερμότης, πέψαι​38 καὶ κατεργάσασθαι δυνατὴ τὸ βαρὺ καὶ κρεῶδες· ἀλλ’ αὐτόθεν ἡ φύσις τῇ λειότητι τῶν ὀδόντων καὶ τῇ σμικρότητι τοῦ στόματος καὶ τῇ μαλακότητι τῆς γλώσσης καὶ τῇ πρὸς πέψιν ἀμβλύτητι τοῦ πνεύματος ἐξόμνυται τὴν σαρκοφαγίαν. εἰ δὲ λέγειςº πεφυκέναι σεαυτὸν ἐπὶ τοιαύτην ἐδωδήν, ὃγε βούλει φαγεῖν πρῶτον αὐτὸς ἀπόκτεινον. ἀλλ’ αὐτὸς  p552 διὰ σεαυτοῦ, μὴ χρησάμενος κοπίδι μηδὲ τυμπάνῳ​39 τινὶ μηδὲ πελέκει· ἀλλά, ὡς λύκοι καὶ ἄρκτοι καὶ λέοντες αὐτοὶ ὅσα​40 ἐσθίουσι φονεύουσιν, Bἄνελε δήγματι βοῦν ἢ στόματι σῦν, ἢ ἄρνα ἢ λαγωὸν διάρρηξον καὶ φάγε προσπεσὼν ἔτι ζῶντος, ὡς ἐκεῖνα. εἰ δ’ ἀναμένεις νεκρὸν γενέσθαι τὸ ἐσθιόμενον​41 καὶ δυσωπεῖ σε παροῦσα ψυχὴ ἀπολαύειν​42 τῆς σαρκός, τί παρὰ φύσιν ἐσθίεις τὸ ἔμψυχον; ἀλλ’ οὐδ’ ἄψυχον ἄν τις φάγοι καὶ νεκρὸν οἷόν ἐστιν, ἀλλ’ ἕψουσιν ὀπτῶσι μεταβάλλουσι διὰ πυρὸς καὶ φαρμάκων, ἀλλοιοῦντες καὶ τρέποντες καὶ σβεννύοντες ἡδύσμασι μυρίοις τὸν φόνον, ἵν’ ἡ γεῦσις ἐξαπατηθεῖσα προσδέξηται τἀλλότριον.

Καίτοι χάριέν γε τὸ τοῦ Λάκωνος, ὃς ἰχθύδιον ἐν πανδοκείῳ πριάμενος Cτῷ πανδοκεῖ σκευάσαι παρέδωκεν· αἰτοῦντος δ’ ἐκείνου τυρὸν καὶ ὄξος καὶ ἔλαιον, "ἀλλ’ εἰ ταῦτ’ εἶχον," εἶπεν, "οὐκ ἂν ἰχθὺν ἐπριάμην." ἡμεῖς δ’ οὕτως ἐν τῷ μιαιφόνῳ τρυφῶμεν, ὥστ’ ὄψον τὸ κρέας προσαγορεύομεν, εἶτ’ ὄψων πρὸς αὐτὸ μέλι γάρον ὄξος ἡδύσμασι Συριακοῖς Ἀραβικοῖς, ὡσπὲρ ὄντως νεκρὸν ἐνταφιάζοντες.  p554 καὶ γὰρ οὕτως αὐτῶν διαλυθέντων καὶ μαλαχθέντων καὶ τρόπον τινὰ προσαπέντων​43 ἔργον ἐστὶ τὴν πέψιν κρατῆσαι, καὶ διακρατηθείσης δεινὰς​44 βαρύτητας ἐμποιεῖ καὶ νοσώδεις ἀπεψίας.

6 [link to English translation] Διογένης δ’ ὠμὸν φαγεῖν πολύπουν ἐτόλμησεν, Dἵνα τὴν διὰ τοῦ πυρὸς ἐκβάλῃ κατεργασίαν τῶν κρεῶν·​45 καὶ πολλῶν περιεστώτων αὐτὸν​46 ἀνθρώπων, ἐγκαλυψάμενος τῷ τρίβωνι καὶ τῷ στόματι προσφέρων τὸ κρέας, "ὑπὲρ ὑμῶν," φησίν, "ἐγὼ παραβάλλομαι καὶ προκινδυνεύω." καλόν, ὦ Ζεῦ, κίνδυνον· οὐ γὰρ, ὡς Πελοπίδας ὑπὲρ τῆς Θηβαίων​47 ἐλευθερίας ἢ ὡς Ἀρμόδιος καὶ Ἀριστογείτων ὑπὲρ τῆς​48 Ἀθηναίων, προεκινδύνευσεν ὁ φιλόσοφος ὠμῷ πολύποδι διαμαχόμενος, ἵνα τὸν βίον ἀποθηριώσῃ;

Οὐ τοίνυν μόνον αἱ κρεοφαγίαι τοῖς σώμασι γίνονται παρὰ φύσιν, Eἀλλὰ καὶ τὰς ψυχὰς ὑπὸ πλησμονῆς καὶ κόρου παχύνουσιν· "οἶνος γὰρ καὶ σαρκῶν ἐμφορήσιες σῶμα μὴ ἰσχυρὸν ποιέουσι καὶ ῥωμαλέον, ψυχὴν δὲ ἀσθενέα." καὶ ἵνα μὴ τοῖς ἀθληταῖς ἀπεχθάνωμαι, συγγενέσι χρῶμαι παραδείγμασι· τοὺς γὰρ Βοιωτοὺς ἡμᾶς οἱ Ἀττικοὶ καὶ παχεῖς καὶ ἀναισθήτους καὶ ἠλιθίους, μάλιστα διὰ τὰς ἀδηφαγίας προσηγόρευον· "οὗτοι δ’ αὗ  p556 σῦς . . ." καὶ ὁ Μένανδρος "οἳ​49 γνάθους ἔχουσι" καὶ ὁ Πίνδαρος "γνῶναί τ’ ἔπειτα . . ." "αὔη δὲ​50 ψυχὴ σοφωτάτη" κατὰ τὸν Ἡράκλειτον· οἱ κενοὶ πίθοι​51 κρουσθέντες ἠχοῦσι, γενόμενοι δὲ πλήρεις οὐχ ὑπακούουσι ταῖς πληγαῖς· Fτῶν χαλκωμάτων τὰ λεπτὰ τοὺς ψόφους ἐν κύκλῳ διαδίδωσιν, ἄχρις οὗ ἐμφράξῃ καὶ τυφλώσῃ τις​52 τῇ χειρὶ τῆς πληγῆς περιφερομένης ἐπιλαμβανόμενος· ὀφθαλμὸς ὑγροῦ πλεονάσαντος ἀναπλησθεὶς μαραυγεῖ καὶ ἀτονεῖ πρὸς τὸ οἰκεῖον ἔργον· τὸν ἥλιον δι’ ἀέρος ὑγροῦ καὶ ἀναθυμιάσεων πλήθους ἀπέπτων ἀθρήσαντες οὐ καθαρὸν οὐδὲ λαμπρὸν ἀλλὰ βύθιον καὶ ἀχλυώδη καὶ ὀλισθάνοντα ταῖς αὐγαῖς ὁρῶμεν. οὕτω δὴ καὶ διὰ σώματος θολεροῦ καὶ διακόρου καὶ βαρυνομένου τροφαῖς ἀσυμφύλοις πᾶσ’ ἀνάγκη τὸ γάνωμα τῆς ψυχῆς καὶ τὸ φέγγος ἀμβλύτητα καὶ σύγχυσιν ἔχειν καὶ πλανᾶσθαι καὶ φύρεσθαι,​53 πρὸς τὰ λεπτὰ καὶ δυσθεώρητα τέλη τῶν πραγμάτων αὐγὴν καὶ τόνον οὐκ ἐχούσης.

7 [link to English translation] Χωρὶς δὲ τούτων ὁ πρὸς φιλανθρωπίαν ἐθισμὸς οὐ δοκεῖ θαυμαστὸν εἶναι; τίς γὰρ ἂν ἀδικήσειεν ἄνθρωπον, 996οὔτω πρὸς ἀλλότρια καὶ ἀσύμφυλα  p558 διακείμενος καὶ πράως καὶ φιλανθρώπως; ἐμνήσθην δὲ τρίτην ἡμέραν διαλεγόμενος τὸ τοῦ Χενοκράτους ὅτι​54 Ἀθηναῖοι τῷ ζῶντα τὸν κριὸν ἐκδείραντι δίκην ἐπέθηκαν· οὐκ ἔστι δ’, οἶμαι, χείρων ὁ ζῶντα βασανίζον Bτοῦ παραιρουμένου τὸ ζῆν καὶ φονεύοντος· ἀλλὰ μᾶλλον, ὡς ἔοικε, τῶν παρὰ συνήθειαν ἢ τῶν παρὰ φύσιν αἰσθανόμεθα. καὶ ταῦτα μὲν ἐκεῖ κοινότερον ἔλεγον· τὴν δὲ μεγάλην καὶ μυστηριώδη καὶ ἄπιστον ἀνδράσι δεινοῖς,​55 ᾗ φησιν ὁ Πλάτων, καὶ θνητὰ φρονοῦσιν ἀρχὴν τοῦ δόγματος ὀκνῶ μὲν ἔτι​56 τῷ λόγῳ κινεῖν, ὡσπὲρ ναῦν ἐν χειμῶνι ναύκληρος ἢ μηχανὴν αἴρειν​57 ποιητικὸς ἀνὴρ ἐν θεάτρῳ σκηνῆς περιφερομένης. οὐ χεῖρον δ’ ἴσως καὶ προανακρούσασθαι καὶ προαναφωνῆσαι τὰ τοῦ Ἐμπεδοκλέους· . . . ἀλληγορεῖ γὰρ ἐνταῦθα τὰς ψυχάς, ὅτι φόνων καὶ βρώσεως σαρκῶν καὶ ἀλληλοφαγίας δίκην τίνουσαι σώμασι θνῆτοῖς ἐνδέδενται. Cκαίτοι δοκεῖ παλαιότερος οὗτος ὁ λόγος εἶναι· τὰ γὰρ δὴ περὶ τὸν Διόνυσον μεμυθευμένα πάθη τοῦ διαμελισμοῦ καὶ τὰ Τιτάνων ἐπ’ αὐτὸν τολμήματα, κολάσεις τε τούτων καὶ κεραυνώσεις γευσαμένων τοῦ φόνου, ᾐνιγμένος​58 ἐστὶ εἰς τὴν παλιγγενεσίαν·  p560 τὸ γὰρ ἐν ἡμῖν ἄλογον καὶ ἄτακτον καὶ βίαιον οὐ θεῖον ἀλλὰ δαιμονικὸν ὂν​59 οἱ παλαιοὶ Τιτᾶνας ὠνόμασαν, καὶ τοῦτ’ ἐστι κολαζομένους καὶ δίκην διδόντας.​60 . . .


Apparatus Criticus:

1 ἐώλων van Herwerden: εἰδώλων.

2 τρυφὰς] MSS. and early editions have also τροφὴν, τρυφὰς, and τρυφὴν (see Sandbach, Class. Quart. XXV (1941), p114).

3 προσεῖπεν Kronenberg (cf. 995C): καὶ προσέτι εἰπεῖν.

4 ἀναλαμβάνουσαν Wyttenbach.

5 μὲν added by Reiske.

6 ἔτι Stephanus: ἔτι καὶ.

7 καὶ added by Stephanus.

8 τούτων Turnebus: τοῦτον.

9 εἴποι πᾶς ἂν τὴν χρείαν Sandbach, after Amyot: ἂν εἴποι πᾶσαν.

10 τῶν Diels: τινὶ.

11 ἡδονὰς Stephanus: ἡδονὰς ἃς.

12 δυσδιαστατοῦντι Xylander: δυστατοῦντι.

13 πεφυρμένος Wilamowitz: πεφυρμένα.

14 καλυκοστεφάνοισιν Jacobs: κάλυκος στεφάνοισιν.

15 τὰ πολλὰ Bernardakis: πολλὰ.

16 ἦν added by Wilamowitz.

17 πυρῶν Diels: ὢν.

18 ἰλὺς] δρῦς Bernardakis.

19 φλεώ Stephanus: φλοιοῦ.

20 ἐχορεύσαμεν Sieveking: ἐχόρευσαν.

21 μόνην Xylander: ἣν.

22 τοὺς Stephanus: πῶς.

23 ἐμπιπλάντα van Herwerden: ἐμπιπλῶντα.

24 μυρία Wilamowitz: μύας or μυίας.

25 ζῷα Wilamowitz: ζῷα καὶ μιαρὰ.

26 ἐπιβλέψας van Herwerden.

27 ὀροβάγχην Xylander: ὀριβάχην and the like.

28 μέμψαιτο W. C. H.: μέμψοιτο.

29 κεφάλαιον καταγώνισμα Post after Turnebus: φύλαιον καὶ ἀγώνισμα (φιλότιμον Sandbach).

30 οὐ] in the MSS. the words οὐ πανουργία ψυχῆς precede; deleted by W. C. H.

31 ἐφ’ ἃ Reiske.

32 διατρίζει van Herwerden: διέτρεσε.

33 ὡς added by W. C. H.

34 νεκροκόμοις Stuart Jones: νεκροκόσμοις.

35 ἕτεροι] ἑτέρως ? (ἕτερα Wilamowitz).

36 νεκρὰ Wyttenbach: κρέα.

37 ἄλογον γὰρ εἶναί φαμεν Bernardakis: ἀλλ’ ἄγε παρειλήφαμεν.

38 πέψαι Cobet: τρέψαι.

39 τυμπάνῳ] τυπάνῳ Salmasius; τυκάνῃ Meziriacus; τυπάδι Bernardakis.

40 ὅσα Reiske: ὡς.

41 ἐσθιόμενον Stephanus: αἰσθόμενον.

42 παροῦσα ψυχὴ ἀπολαύειν Emperius: παροῦσαν ψυχὴν ἀπελαύνειν.

43 προσαπέντων Emperius: κρεοσαπέντων.

44 δεινὰς Post: δὲ δεινὰς.

45 τῶν κρεῶν van Herwerden: τῶν δ’ ἱερέων.

46 αὐτὸν] should perhaps be deleted.

47 Θηβαίων Bernardakis: Θηβῶν.

48 ὑπὲρ τῆς Bernardakis: ὑπὲρ.

49 οἳ] ὑῶν or ὄνων Meineke.

50 αὔη δὲ W. C. H. after Hatzidakis: αὐγὴ ζηρὴ.

51 οἱ κενοὶ πίθοι Reiske: ἔοικεν. οἱ πίθοι.

52 τις added by Stephanus.

53 φύρεσθαι Reiske: φέρεσθαι.

54 ὅτι Pohlenz: καὶ ὅτι.

55 δεινοῖς Bernardakis: δειλοῖς.

56 ἔτι Reiske: ἐπὶ.

57 αἴρειν Turnebus: ἐρεῖ.

58 ᾐνιγμένος Reiske: ἀνηγμένος.

59 ὂν added by Reiske.

60 κολαζομένους καὶ δίκην διδόντας Wyttenbach: κολαζομένου καὶ δίκην διδόντος.


[image ALT: Valid HTML 4.01.]

Page updated: 7 Feb 11