[image ALT: Much of my site will be useless to you if you've got the images turned off!]
mail:
Bill Thayer

[image ALT: Click here for an English translation of this page.]
English

[image ALT: Cliccare qui per una pagina di aiuto in Italiano.]
Italiano

[Link to a series of help pages]
Help
[Link to the next level up]
Up
[Link to my homepage]
Home

This webpage reproduces the essay
On Chance

by
Plutarch

as published in Vol. II
of the Loeb Classical Library edition, 1928

The text is in the public domain.

This page has been carefully proofread
and I believe it to be free of errors.
If you find a mistake though, please let me know!

(Vol. II) Πλούταρχος
Ἠθικὰ

p74 ΠΕΡΙ ΤΥΧΗΣ

1 (97) [link to English translation] Τύχη τὰ θνητῶν πράγματ᾽, οὐκ εὐβουλία.

πότερον οὐδὲ δικαιοσύνη τὰ θνητῶν πράγματα οὐδ᾽ ἰσότης οὐδὲ σωφροσύνη οὐδὲ κοσμιότης, ἀλλ᾽ ἐκ τύχης μὲν καὶ διὰ τύχην Ἀριστείδης ἐνεκαρτέρησε τῇ πενίᾳ, dπολλῶν χρημάτων κύριος γενέσθαι δυνάμενος, καὶ Σκιπίων Καρχηδόνα ἑλὼν οὐδὲν οὔτ᾽ ἔλαβεν οὔτ᾽ εἶδε τῶν λαφύρων, ἐκ τύχης δὲ καὶ διὰ τύχην Φιλοκράτης λαβὼν χρυσίον παρὰ Φιλίππου "πόρνας καὶ ἰχθῦς ἠγόραζε," καὶ Λασθένης καὶ Εὐθυκράτης ἀπώλεσαν Ὄλυνθον, "τῇ γαστρὶ μετροῦντες καὶ τοῖς αἰσχίστοις τὴν εὐδαιμονίαν"; ἀπὸ τύχης δ᾽ ὁ μὲν Φιλίππου Ἀλέξανδρος αὐτός τε τῶν αἰχμαλώτων ἀπείχετο γυναικῶν καὶ τοὺς ὑβρίζοντας ἐκόλαζεν, ὁ δὲ Πριάμου δαίμονι κακῷ καὶ τύχῃ χρησάμενος συνεκοιμᾶτο τῇ τοῦ ξένου γυναικί, eκαὶ λαβὼν αὐτὴν ἐνέπλησε πολέμου καὶ κακῶν τὰς δύο ἠπείρους; εἰ γὰρ ταῦτα γίγνεται διὰ τύχην, τί κωλύει p76καὶ τὰς γαλᾶς καὶ τοὺς τράγους καὶ τοὺς πιθήκους συνέχεσθαι φάναι διὰ τύχην ταῖς λιχνείαις καὶ ταῖς ἀκρασίαις καὶ ταῖς βωμολοχίαις;

2 [link to English translation] Εἰ δ᾽ ἔστι σωφροσύνη καὶ δικαιοσύνη καὶ ἀνδρεία, πῶς λόγον ἔχει μὴ εἶναι φρόνησιν, εἰ δὲ φρόνησις, πῶς οὐ καὶ εὐβουλίαν; ἡ γὰρ σωφροσύνη φρόνησις τίς ἔστιν ὥς φασι, καὶ ἡ δικαιοσύνη τῆς φρονήσεως δεῖται παρούσης· μᾶλλον δὲ τὴν εὐβουλίαν γέ τοι καὶ φρόνησιν ἐν μὲν ἡδοναῖς ἀγαθοὺς παρεχομένην ἐγκράτειαν καὶ σωφροσύνην καλοῦμεν, ἐν δὲ κινδύνοις καὶ πόνοις καρτερίαν καὶ ἀνδραγαθίαν, ἐν δὲ κοινωνήμασι καὶ πολιτείαις εὐνομίαν καὶ δικαιοσύνην. fὅθεν εἰ τὰ τῆς εὐβουλίας ἔργα τῆς τύχης δικαιοῦμεν εἶναι, ἔστω τύχης καὶ τὰ τῆς δικαιοσύνης καὶ τὰ τῆς σωφροσύνης, καὶ νὴ Δία τὸ κλέπτειν τύχης ἔστω καὶ τὸ βαλλαντιοτομεῖν καὶ τὸ ἀκολασταίνειν, καὶ μεθέμενοι τῶν οἰκείων λογισμῶν εἰς τὴν τύχην ἑαυτοὺς ἀφῶμεν ὥσπερ ὑπὸ πνεύματος πολλοῦ κονιορτὸν ἢ συρφετὸν ἐλαυνομένους καὶ1 διαφερομένους. εὐβουλίας τοίνυν μὴ οὔσης οὐδὲ βουλὴν εἰκὸς εἶναι περὶ πραγμάτων οὐδὲ σκέψιν οὐδὲ ζήτησιν τοῦ συμφέροντος, ἀλλ᾽ ἐλήρησεν εἰπὼν ὁ Σοφοκλῆς ὅτι

98 πᾶν τὸ ζητούμενον

ἁλωτόν, ἐκφεύγει δὲ τἀμελούμενον

[link to English translation] καὶ πάλιν αὖ τὰ πράγματα διαιρῶν

τὰ μὲν διδακτὰ μανθάνω, τὰ δ᾽ εὑρετὰ

ζητῶ, τὰ δ᾽ εὐκτὰ παρὰ θεῶν ᾐτησάμην.

p78 [link to English translation] τί γὰρ εὑρητὸν ἢ τί μαθητόν ἐστιν ἀνθρώποις, εἰ πάντα περαίνεται κατὰ τύχην; ποῖον δ᾽ οὐκ ἀναιρεῖται βουλευτήριον πόλεως ἢ ποῖον οὐ καταλύεται συνέδριον βασιλέως, εἰ ὑπὸ τῇ τύχῃ πάντ᾽ ἐστίν, ἣν τυφλὴν λοιδοροῦμεν, ὡς τυφλοὶ περιπίπτοντες αὐτῇ; bτί δ᾽ οὐ μέλλομεν, ὅταν ὥσπερ ὄμματα τὴν εὐβουλίαν ἐκκόψαντες αὑτῶν τοῦ βίου τυφλὴν χειραγωγὸν λαμβάνωμεν;

3 [link to English translation] Καίτοι φέρε λέγειν τινὰ ἡμῶν ὡς τύχη τὰ τῶν βλεπόντων πράγματα, οὐκ ὄψις οὐδ᾽ "ὄμματα φωσφόρα," φησὶ Πλάτων, καὶ τύχη τὰ τῶν ἀκουόντων, οὐ δύναμις ἀντιληπτικὴ πληγῆς ἀέρος δι᾽ ὠτὸς καὶ ἐγκεφάλου προσφερομένης· καλὸν ἦν, ὡς ἔοικεν, εὐλαβεῖσθαι τὴν αἴσθησιν. ἀλλὰ μὴν τὴν ὄψιν καὶ ἀκοὴν καὶ γεῦσιν καὶ ὄσφρησιν καὶ τὰ λοιπὰ μέρη τοῦ σώματος τάς τε δυνάμεις2 αὐτῶν ὑπηρεσίαν εὐβουλίας καὶ φρονήσεως ἡ φύσις cἤνεγκεν ἡμῖν, καὶ

"νοῦς ὁρῇ καὶ νοῦς ἀκούει, τἄλλα" δὲ "κωφὰ καὶ τυφλά."

[link to English translation] καὶ ὥσπερ ἡλίου μὴ ὄντος ἕνεκα τῶν ἄλλων ἄστρων εὐφρόνην ἂν ἤγομεν, ὥς φησιν Ἡράκλειτος, οὕτως ἕνεκα τῶν αἰσθήσεων, εἰ μὴ νοῦν μηδὲ λόγον ὁ ἄνθρωπος ἔσχεν, οὐδὲν ἂν διέφερε τῷ βίῳ τῶν θηρίων. νῦν δ᾽ οὐκ ἀπὸ τύχης οὐδ᾽ p80αὐτομάτως περίεσμεν αὐτῶν καὶ κρατοῦμεν, ἀλλ᾽ ὁ Προμηθεύς, τουτέστιν ὁ λογισμός, αἴτιος

ἵππων ὄνων τ᾽ ὀχεῖα καὶ ταύρων γονὰς

δοὺς ἀντίδουλα3 καὶ πόνων ἐκδέκτορα

d [link to English translation] κατ᾽ Αἰσχύλον. ἐπεὶ τύχῃ γε καὶ φύσει γενέσεως ἀμείνονι τὰ πλεῖστα τῶν ἀλόγων κέχρηται. τὰ μὲν γὰρ ὥπλισται κέρασι καὶ ὀδοῦσι καὶ κέντροις,

"αὐτὰρ ἐχίνοις,"4 φησὶν Ἐμπεδοκλῆς,

"ὀξυβελεῖς χαῖται νώτοις ἐπιπεφρίκασι,"

[link to English translation] τὰ δ᾽ ὑποδέδεται καὶ ἠμφίεσται φολίσι καὶ λάχναις καὶ χηλαῖς καὶ ὁπλαῖς ἀποκρότοις· μόνος δ᾽ ὁ ἄνθρωπος κατὰ τὸν Πλάτωνα "γυμνὸς καὶ ἄνοπλος καὶ ἀνυπόδετος5 καὶ ἄστρωτος" ὑπὸ τῆς φύσεως ἀπολέλειπται.

ἀλλ᾽ ἓν διδοῦσα πάντα μαλθάσσει τάδε,

e [link to English translation] τὸν λογισμὸν καὶ τὴν ἐπιμέλειαν καὶ τὴν πρόνοιαν.

ἦ βραχὺ μὲν σθένος ἀνέρος· ἀλλὰ

ποικιλίᾳ πραπίδων

δεινὰ μὲν φῦλα6 πόντου

χθονίων τ᾽ ἀερίων τε

δάμναται βουλεύματα.

[link to English translation] κουφότατον ἵπποι καὶ ὠκύτατον, ἀνθρώπῳ δὲ θέουσι· μάχιμον κύων καὶ θυμοειδές, ἀλλ᾽ ἄνθρωπον p82φυλάττει· ἡδύτατον ἰχθὺς καὶ πολύσαρκον ὗς, ἀνθρώπῳ7 δὲ τροφὴ καὶ ὄψον ἐστί. τί μεῖζον ἐλέφαντος ἢ φοβερώτερον ἰδεῖν; ἀλλὰ καὶ τοῦτο παίγνιον γέγονεν ἀνθρώπου καὶ θέαμα πανηγυρικόν, ὀρχήσεις τε μανθάνει καὶ χορείας καὶ προσκυνήσεις, οὐκ ἀχρήστως τῶν τοιούτων παρεισαγομένων, fἀλλ᾽ ἵνα μανθάνωμεν ποῦ τὸν ἄνθρωπον ἡ φρόνησις αἴρει καὶ τίνων ὑπεράνω ποιεῖ, καὶ πῶς8 κρατεῖ πάντων καὶ περίεστιν.

οὐ γὰρ πυγμάχοι εἰμὲν ἀμύμονες οὐδὲ παλαισταί,

οὐδὲ9 ποσὶ κραιπνῶς θέομεν,

[link to English translation] ἀλλ᾽ ἐν πᾶσι τούτοις ἀτυχέστεροι τῶν θηρίων ἐσμέν· ἐμπειρίᾳ δὲ καὶ μνήμῃ καὶ σοφίᾳ καὶ τέχνῃ κατ᾽ Ἀναξαγόραν σφῶν10 τ᾽ αὐτῶν χρώμεθα καὶ βλίττομεν καὶ ἀμέλγομεν καὶ φέρομεν καὶ ἄγομεν συλλαμβάνοντες· ὥστ᾽ ἐνταῦθα μηδὲν τῆς τύχης ἀλλὰ πάντα τῆς εὐβουλίας εἶναι καὶ τῆς προνοίας.

4 99 [link to English translation] Ἀλλὰ μὴν καὶ τὰ τεκτόνων δήπου "πράγματα θηντῶν" ἐστι, καὶ τὰ χαλκοτύπων καὶ οἰκοδόμων καὶ ἀνδριαντοποιῶν, ἐν οἷς οὐδὲν αὐτομάτως οὐδ᾽ ὡς ἔτυχε κατορθούμενον ὁρῶμεν. ὅτι γὰρ τούτοις11 βραχεῖά τις παρεμπίπτει τύχη, p84τὰ δὲ πλεῖστα καὶ μέγιστα τῶν ἔργων αἱ τέχναι συντελοῦσι δι᾽ αὑτῶν, καὶ οὗτος ὑποδεδήλωκε

βᾶτ᾽ εἰς ὁδὸν δὴ πᾶς ὁ χειρῶναξ λεώς,

οἳ τὴν Διὸς γοργῶπιν Ἐργάνην στατοῖς

λίκνοισι προστρέπεσθε.

b [link to English translation] τὴν γὰρ Ἐργάνην καὶ τὴν Ἀθηνᾶν αἱ τέχναι πάρεδρον οὐ τὴν Τύχην ἔχουσι. ἕνα12 μέντοι φασὶν ἵππον ζωγραφοῦντα τοῖς μὲν ἄλλοις κατορθοῦν εἴδεσι καὶ χρώμασι, τοῦ δ᾽ ἀφροῦ τὴν περὶ τῷ χαλινῷ κοπτομένην χαυνότητα καὶ τὸ συνεκπῖπτον ἆσθμα μὴ κατορθοῦντα φράφειν τε πολλάκις καὶ ἐξαλείφειν, τέλος δ᾽ ὑπ᾽ ὀργῆς προσβαλεῖν τῷ πίνακι τὸν σπόγγον ὥσπερ εἶχε τῶν φαρμάκων ἀναπλέων, τὸν δὲ προσπεσόντα θαυμαστῶς ἐναπομάξαι καὶ ποιῆσαι τὸ δέον. τοῦτ᾽ ἔντεχνον τύχης μόνον ἱστορεῖται. κανόσι καὶ σταθμαῖς καὶ μέτροις καὶ ἀριθμοῖς πανταχοῦ χρῶνται, ἵνα μηδαμοῦ τὸ εἰκῆ καὶ ὡς ἔτυχε τοῖς ἔργοις ἐγγένηται. cκαὶ μὴν αἱ τέχναι μικραί τινες εἶναι λέγονται φρονήσεις, μᾶλλον δ᾽ ἀπόρροιαι φρονήσεως καὶ ἀποτρίμματα ἐνδιεσπαρμένα ταῖς χρείαις περὶ τὸν βίον, ὥσπερ αἰνίττεται τὸ πῦρ ὑπὸ τοῦ Προμηθέως μερισθὲν ἄλλο ἄλλῃ διασπαρῆναι. καὶ γὰρ τῆς φρονήσεως μόρια καὶ σπάσματα μικρὰ θραυομένης καὶ κατακερματιζομένης εἰς τάξεις13 κεχώρηκε.

p86 5 [link to English translation] Θαυμαστὸν οὖν ἐστι πῶς αἱ μὲν τέχναι τῆς τύχης οὐ δέονται πρὸς τὸ οἰκεῖον τέλος, ἡ δὲ πασῶν μεγίστη καὶ τελειοτάτη τέχνη καὶ τὸ κεφάλαιον τῆς ἀνθρωπίνης εὐφημίας καὶ δικαιώσεως οὐδέν ἐστιν. ἀλλ᾽ ἐν ἐπιτάσει μὲν χορδῶν καὶ ἀνέσει εὐβουλία τίς ἐστιν ἣν μουσικὴν καλοῦσι, καὶ περὶ ἄρτυσιν ὄψων ἣν μαγειρικὴν ὀνομάζομεν, καὶ περὶ πλύσιν ἱματίων ἣν γναφικήν· dτοὺς δὲ παῖδας καὶ ὑποδεῖσθαι καὶ περιβάλλεσθαι διδάσκομεν καὶ τῇ δεξιᾷ λαμβάνειν τοῦ ὄψου τῇ δ᾽ ἀριστερᾷ κρατεῖν τὸν ἄρτον, ὡς οὐδὲ τούτων γιγνομένων ἀπὸ τύχης ἀλλ᾽ ἐπιστάσεως καὶ προσοχῆς δεομένων· τὰ δὲ μέγιστα καὶ κυριώτατα πρὸς εὐδαιμονίαν οὐ παρακαλεῖ τὴν φρόνησιν, οὐδὲ μετέχει τοῦ κατὰ λόγον καὶ πρόνοιαν; ἀλλὰ γῆν μὲν οὐδεὶς ὕδατι δεύσας ἀφῆκεν, ὡς ἀπὸ τύχης καὶ αὐτομάτως πλίνθων ἐσομένων, οὐδ᾽ ἔρια καὶ σκύτη κτησάμενος κάθηται τῇ τύχῃ προσευχόμενος ἱμάτιον αὐτῷ καὶ ὑποδήματα γενέσθαι· χρυσίον δὲ πολὺ συμφορήσας καὶ ἀργύριον καὶ πλῆθος ἀνδραπόδων καὶ πολυθύρους αὐλὰς περιβαλόμενος eκαὶ κλίνας προσθέμενος πολυτελεῖς καὶ τραπέζας οἴεται ταῦτα φρονήσεως αὐτῷ μὴ παραγενομένης εὐδαιμονίαν ἔσεσθαι καὶ βίον ἄλυπον καὶ μακάριον καὶ ἀμετάβλητον;

[link to English translation] Ἠρώτα τις Ἰφικράτην τὸν στρατηγόν, ὥσπερ ἐξελέγχον, τίς ἐστιν; "οὔτε γὰρ ὁπλίτης οὔτε τοξότης οὔτε πελταστής." κἀκεῖνος "ὁ τούτοις," p88ἔφη, "πᾶσιν ἐπιτάττων καὶ χρώμενος." 6 fοὐ χρυσίον ἡ φρόνησίς ἐστιν οὐδ᾽ ἀργύριον οὐδὲ δόξα οὐδὲ πλοῦτος οὐδ᾽ ὑγίεια οὐδ᾽ ἰσχὺς οὐδὲ κάλλος. τί οὖν ἐστι; τὸ πᾶσι τούτοις καλῶς χρῆσθαι δυνάμενον καὶ δι᾽ ὃ τούτων ἕκαστον ἡδὺ γίγνεται καὶ ἔνδοξον καὶ ὠφέλιμον· ἄνευ δὲ τούτου δύσχρηστα καὶ ἄκαρτα καὶ βλαβερά, καὶ βαρύνει καὶ καταισχύνει τὸν κεκτημένον. ἦ που καλῶς ὁ Ἡσίοδου Προμηθεὺς τῷ Ἐπιμηθεῖ παρακελεύεται

μὴ ποτε δῶρα

δέξασθαι πὰρ Ζηνὸς Ὀλυμπίου ἀλλ᾽ ἀποπέμπειν,

100 [link to English translation] τὰ τυχηρὰ λέγων καὶ τὰ ἐκτός, ὡς εἰ παρεκελεύετο μὴ συρίζειν14 ἄμουσον ὄντα μηδ᾽ ἀναγιγνώσκειν ἀγράμματον μηδ᾽ ἱππεύειν ἄνιππον, οὕτω παρακελευόμενος αὐτῷ μὴ ἄρχειν ἀνόητον ὄντα μηδὲ πλουτεῖν ἀνελεύθερον μηδὲ γαμεῖν κρατούμενον ὑπὸ γυναικός. οὐ γὰρ μόνον "τὸ εὖ πράττειν παρὰ τὴν ἀξίαν ἀφορμὴ τοῦ κακῶς φρονεῖν τοῖς ἀνοήτοις γίγνεται," ὡς Δημοσθένης εἶπεν, ἀλλὰ τὸ εὐτυχεῖν παρὰ τὴν ἀξίαν ἀφορμὴ τοῦ κακῶς πράττειν τοῖς μὴ φρονοῦσιν.


The Loeb Editor's Notes:

1 καὶ Wyttenbach following Xylander and Amyot: .

2 τάς τε δυνάμεις Wyttenbach and one MS. correction: δυνάμεως.

3 ἀντίδουλα from Moralia, 964F: ἀντίδωρα.

4 ἐχίνοις Stephanus and possibly one MS.: ἐχῖνος.

5 ἄνοπλος καὶ ἀνυπόδετος] ἄοπλος καὶ ἀνυπόδητος Plato MSS., which also have the words in different order.

6 φῦλα added from Moralia, 959D; not in MSS.

7 ἀνθρώπῳ Hercher: ἀνθρώποις.

8 πῶς] πλείω most MSS., perhaps corrupted from τί ἀεί.

9 ἀλλὰ Homeric MSS.

10 σφῶν] ἔργῳ Sauppe: ἐρίῳ Bernardakis; but as most MSS. read τι for τ᾽, a dative in ‑οντι (or ‑ωντι) would be in better keeping: σαρξίτ᾽ S. A. Naber.

11 τούτοις] most MSS. have σοφῷ, following Epicurus as quoted by Diogenes Laertius, X.144.

12 ἕνα] Νεάλκη Madvig.

13 τάξεις] τὰς πράξεις Nikitin and Larsen.

14 συρίζειν] λυρίζειν Hercher.


[image ALT: Valid HTML 4.01.]

Page updated: 26 Jun 08