Short URL for this page:
bit.ly/GloriaAtheniensium
mail:
Bill Thayer |
English |
Help |
Up |
Εἴσοδος |
|
|
(345c) 1 . . .1 Ταῦτ’ ὀρθῶς μὲν ἐκεῖνος εἶπε πρὸς τοὺς μεθ’ ἑαυτὸν στραηγούς, οἷς πάροδον ἐπὶ τὰς ὕστερον πράξεις ἔδωκεν ἐξελάσας τὸν βάρβαρον καὶ τὴν Ἑλλάδ’ ἐλευθερώσας· ὀρθῶς δ’ εἰρήσεται καὶ πρὸς τοὺς ἐπὶ τοῖς λόγοις μέγα φρονοῦντας· ἂν γὰρ ἀνέλῃς τοὺς πράττοντας, οὐχ ἕξεις τοὺς γράφοντας. ἄνελε τὴν Περικλέους πολιτείαν καὶ τὰ ναύμαχα πρὸς Ῥίῳ Φορμίωνος τρόπαια Dκαὶ τὰς περὶ Κύθηρα καὶ Μέγαρα καὶ Κόρινθον ἀνδραγαθίας Νικίου καὶ τὴν Δημοσθένους Πύλον καὶ τοὺς Κλέωνος τετρακοσίους αἰχμαλώτους καὶ Τολμίδαν2 Πελοπόννησον περιπλέοντα καὶ Μυρωνίδην νικῶντα Βοιωτοὺς ἐν Οἰνοφύτοις, καὶ Θουκυδίδης σοι διαγέγραπται. ἄνελε τὰ περὶ Ἑλλήσποντον Ἀλκιβιάδου νεανιεύματα καὶ τὰ πρὸς Λέσβῳ3 Θρασύλλου καὶ τὴν ὑπὸ Θηραμένους τῆς ὀλιγαρχίας κατάλυσιν καὶ Θρασύβουλον καὶ Ἀρχῖνον4 καὶ τοὺς ἀπὸ Φυλῆς ἑβδομήκοντα κατὰ τῆς Σπαρτιατῶν ἡγεμονίας ἀνισταμένους καὶ Κόνωνα πάλιν ἐμβιβάζοντα p494 τὰς Ἀθήνας εἰς τὴν θάλατταν, Eκαὶ Κράτιππος ἀνῄρηται.
Ξενοφῶν μὲν γὰρ αὐτὸς ἑαυτοῦ γέγονεν ἱστορία, γράψας ἃ ἐστρατήγησε καὶ κατώρθωσε καὶ Θεμιστογένη περὶ τούτων συντετάχθαι τὸν Συρακόσιον, ἵνα πιστότερος ᾖ διηγούμενος ἑαυτὸν ὡς ἄλλον, ἑτέρῳ τὴν τῶν λόγων δόξαν χαριζόμενος. οἱ δ’ ἄλλοι πάντες ἱστορικοί, Κλειτόδημοι5 Δίυλλοι Φιλόχοροι Φύλαρχοι,6 ἀλλοτρίων γεγόνασιν ἔργων7 ὥσπερ δραμάτων ὑποκριταί, τὰς τῶν στρατηγῶν καὶ βασιλέων πράξεις διατιθέμενοι καὶ ταῖς ἐκείνων ὑποδυόμενοι μνήμαις ἵν’ ὡς αὐγῆς τινος καὶ φωτὸς μετάσχωσιν. Fἀνακλᾶται γὰρ ἀπὸ τῶν πραττόντων ἐπὶ τοὺς γράφοντας καὶ ἀναλάμπει δόξης εἴδωλον ἀλλοτρίας, ἐμφαινομένης διὰ τῶν λόγων τῆς πράξεως ὡς ἐν ἐσόπτρῳ.
2 Πολλῶν μὲν δὴ καὶ ἄλλων ἡ πόλις ἥδε μήτηρ καὶ τροφὸς εὐμενὴς τεχνῶν γέγονε, τὰς μὲν εὑραμένη καὶ ἀναφήνασα πρώτη, ταῖς δὲ δύναμιν προσθεῖσα καὶ τιμὴν καὶ αὔξησιν· οὐχ ἥκιστα δ’ ὑπ’ αὐτῆς ζῳγραφία προῆκται καὶ κεκόσμηται. 346καὶ γὰρ Ἀπολλόδωρος ὁ ζῳγράφος, ἀνθρώπων πρῶτος ἐξευρὼν φθορὰν καὶ ἀπόχρωσιν σκιᾶς, Ἀθηναῖος ἦν· οὗ τοῖς ἔργοις ἐπιγέγραπται
μωμήσεταί τις μᾶλλον ἢ μιμήσεται. |
p496 καὶ Εὐφράνωρ καὶ Νικίας καὶ Ἀσκληπιόδωρος καὶ Πάναινος8 ὁ Φειδίου ἀδελφός, οἱ μὲν στρατηγοὺς ἔγραψαν νικῶντας, οἱ δὲ μάχας, οἱ δ’ ἥρωας· ὥσπερ Εὐφράνωρ τὸν Θησέα τὸν ἑαυτοῦ τῷ Παρασίου παρέβαλε, λέγων τὸν μὲν ἐκείνου ῥόδα βεβρωκέναι, τὸν δ’ ἑαυτοῦ κρέα βόεια. τῷ γὰρ ὄντι γλαφυρῶς ὁ Παρρασίου γέγραπται καὶ πεποίκιλται καί τι9 προσέοικε· τὸν δ’ Εὐφράνορος ἰδών τις εἶπεν οὐκ ἀφυῶς10
Bδῆμον Ἐρεχθῆος μεγαλήτορος, ὅν ποτ’ Ἀθήνη θρέψε Διὸς θυγάτηρ. |
Γέγραψε δὲ καὶ τὴν ἐν Μαντινείᾳ πρὸς Ἐπαμεινώνδαν ἱππομαχίαν οὐκ ἀνενθουσιάστως Εὐφράνωρ. τὸ δ’ ἔργον ἔσχεν οὕτως· Ἐπαμεινώνδας Θηβαῖος ἀπὸ11 τῆς ἐν Λεύκτροις μάχης ἀρθεὶς μέγας ἐπεμβῆναι τῇ Σπάρτῃ πεσούσῃ καὶ πατῆσαι τὸ φρόνημα καὶ τὸ ἀξίωμα τῆς πόλεως ἠθέλησε. καὶ πρῶτα μὲν ἐμβαλὼν ἑπτὰ μυριάσι στρατοῦ διεπόρθησε τὴν χώραν καὶ τοὺς περιοίκους ἀπέστησεν αὐτῶν· ἔπειτα περὶ Μαντίνειαν ἀντιτεταγμένους εἰς μάχην προυκαλεῖτο· Cμὴ βουλομένων δὲ μηδὲ τολμώντων, ἀλλᾶ τὴν Ἀθήνηθεν ἐπικουρίαν ἐκδεχομένων, νυκτὸς ἄρας καὶ λαθὼν ἅπαντας εἰς τὴν Λακωνικὴν κατέβη, καὶ μικροῦ ἔφθη τὴν πόλιν ἔρημον ἐξ p498 ἐφόδου λαβεῖν καὶ κατασχεῖν. αἰσθομένων δὲ τῶν συμμάχων καὶ βοηθείας ταχείας12 πρὸς τὴν πόλιν γενομένης, ὑπεῖξε13 μὲν ὡς αὖθις ἐπὶ λεηλασίαν καὶ φθορὰν τῆς χώρας τρεψόμενος· ἐξαπατήσας δὲ καὶ κατακοιμίσας οὕτω τοὺς πολεμίους ἀνέζευξε νυκτὸς ἐκ τῆς Λακωνικῆς· καὶ διαδραμὼν τὴν14 μεταξὺ χώραν ἐπεφαίνετο τοῖς Μαντινεῦσιν ἀπροσδόκητος διαβουλευομένοις καὶ15 αὐτοῖς ἀκμὴν τοῦ πέμπειν τὴν εἰς Λακεδαίμονα βοήθειαν καὶ16 Dεὐθέως ὁπλίζεσθαι προσέταξε τοῖς Θηβαίοις. οἱ μὲν οὖν Θηβαῖοι μέγα φρονοῦντες ἐν τοῖς ὅπλοις ἐπεφέροντο καὶ περιελάμβανον κύκλῳ τὰ τείχη. τῶν δὲ Μαντινέων ἔκπληξις ἦν καὶ ἀλαλαγμὸς καὶ διαδρομή, ὡς ῥεῦμα τὴν δύναμιν ἀθρόαν ἐμπίπτουσαν ὤσασθαι μὴ δυναμένων μηδ’ ἐπινοούντων βοήθειαν. ἐν τούτῳ δὲ καιροῦ καὶ τύχης Ἀθηναῖοι κατέβαινον ἀπὸ τῶν ἄκρων εἰς τὴν Μαντινικὴν οὐκ εἰδότες τὴν ῥοπὴν οὐδὲ τὴν ὀξύτητα τοῦ ἀγῶνος, ἀλλ’ ὁδῷ πορευόμενοι καθ’ ἡσυχίαν· ὡς δέ τις ἀστῶν17 ἐκδραμὼν ἀπήγγειλε τὸν κίνδυνον, Eὀλίγοι μὲν ὄντες ὡς πρὸς τὸ πλῆθος τῶν πολεμίων, ἐξ ὁδοῦ δὲ κεκμηκότες, οὐδενὸς δὲ τῶν ἄλλων συμμάχων παρόντος, ὅμως εὐθὺς εἰς τάξιν καθίσταντο τοῖς πλείστοις·18 οἱ δ’ ἱππεῖς διακευσάμενοι καὶ p500 προεξελάσαντες,19 ὑπὸ τὰς πύλας αὐτὰς καὶ τὸ τεῖχος ἔθεντο καρτερὰν ἱππομαχίαν· καὶ κρατήσαντες ἐκ τῶν χειρῶν τοῦ Ἐπαμεινώνδα ἀφείλοντο τὴν Μαντίνειαν.
Τοῦτο τὸ ἔργον Εὐφράνωρ ἔγραψε, καὶ πάρεστιν ὁρᾶν ἐν εἰκόνι τῆς μάχης τὸ σύρρηγμα20 καὶ τὴν ἀντέρεισιν ἀλκῆς καὶ θυμοῦ καὶ πνεύματος γέμουσαν. Fἀλλ’ οὐκ ἂν οἶμαι τῷ ζῳγράφῳ21 κρίσιν προθείητε22 πρὸς τὸν στρατηγὸν οὐδ’ ἀνάσχσοισθε τῶν προτιμώντν τὸν πίνακα τοῦ τροπαίου καὶ τὸ μίμημα τῆς ἀληθείας.
3 Πλὴν ὁ Σιμωνίδης τὴν μὲν ζῳγραφίαν ποίησιν σιωπῶσαν προσαγορεύει,23 τὴν δὲ ποίησιν ζῳγραφίαν λαλοῦσαν. 347ἃς γὰρ οἱ ζῳγράφοι πράξεις ὡς γιγωνομένας δεικνύουσι, ταύτας οἱ λόγοι γεγενημένας διηγοῦνται καὶ συγγράφουσιν. εἰ δ’ οἱ μὲν χρώμασι καὶ σχήμασιν, οἱ δ’ ὀνόμασι καὶ λέξεσι ταῦτὰ24 δηλοῦσιν, ὕλῃ καὶ τρόποις μιμήσεως διαφέρουσι, τέλος δ’ ἀμφοτέροις ἓν ὑπόκειται, καὶ τῶν ἱστορικῶν κράτιστος ὁ τὴν διήγησιν ὥσπερ γραφὴν πάθεσι καὶ προσώποις εἰδωλοσποιήσας. ὁ δ’ οὖν25 Θουκυδίδης ἀεὶ τῷ λόγῳ πρὸς ταύτην ἁμιλλᾶται τὴν ἐνάργειαν, οἷον θεατὴν ποιῆσαι τὸν ἀκροατὴν καὶ τὰ γιγνόμενα περὶ τοὺς ὁρῶντας ἐκπληκτικὰ καὶ ταρακτικὰ πάθη τοῖς ἀναγιγνώσκουσιν ἐνεργάσασθαι λιχνευόμενος. Bὁ γὰρ παρὰ τὴν ῥαχίαν p502 αὐτὴν26 τῆς Πύλου παρατάττων τοὺς Ἀθηναίους Δημοσθένης, καὶ ὁ τὸν κυβερνήτην ἐπισπέρχων Βρασίδας ἐξοκέλλειν καὶ χωρῶν ἐπὶ τὴν ἀποβάθραν27 καὶ τραυματιζόμενος καὶ λιποψυχῶν28 καὶ ἀποκλίνων εἰς τὴν παρεξειρεσίαν, καὶ οἱ πεζομαχοῦντες μὲν ἐκ θαλάττης Λακεδαιμόνιοι, ναυμαχοῦντες δ’ ἀπὸ τῆς Ἀθηναῖοι· καὶ πάλιν "ὁ" ἐν τοῖς Σικελικοῖς "ἐκ τῆς γῆς πεζὸς ἀμφοτέρων, ἰσορρόπου τῆς ναυμαχίας καθεστηκυίας, ἄληκτον29 ἀγῶνα καὶ ξύντασιν30 τῆς γνώμης ἔχων" διὰ τὰς συντάξεις, καὶ31 "διὰ τὸ ἀκρίτως32 συνεχὲς τῆς ἁμίλλης Cκαὶ τοῖς σώμασιν αὐτοῖς ἴσα τῇ δόξῃ περιδεῶς συναπονεύων"33 τῇ διαθέσει καὶ τῇ διατυπώσει τῶν γιγνομένων γραφικῆς ἐναργείας ἐστίν.34 ὥστ’ εἰ τοὺς ζῳγραφοῦντας οὐκ ἄξιον παραβάλλειν τοῖς στρατηγοῖς, μηδὲ τοὺς ἱστοροῦντας παραβάλλωμεν.
Τὴν τοίνυν ἐν Μαραθῶνι μάχην ἀπήγγειλεν, ὡς μὲν Ἡρακλείδης ὁ Ποντικὸς ἱστορεῖ, Θέρσιππος ὁ Ἐροιεύς·35 οἱ δὲ πλεῖστοι λέγουσιν Εὐκλέα, δραμόντα σὺν τοῖς ὅπλοις36 θερμὸν ἀπὸ τῆς μάχης καὶ ταῖς θύραις ἐμπεσόντα τῶν πρώτων,37 τοσοῦτο μόνον εἰπεῖν, "χαίρετε· νικῶμεν,"38 εἶτ’ εὐθὺς p504 ἐκπνεῦσαι. πλὴν οὗτος μὲν αὐτάγγελος ἧκε τῆς μάχης ἀγωνιστὴς γενόμενος. Dφέρε δ’ εἴ τις ὑπὲρ λόφου τινὸς ἢ σκοπῆς αἰπόλων ἢ βοτήρων τοῦ ἀγῶνος ἄπωθεν γενόμενος θεατής, καὶ κατιδὼν τὸ μέγα καὶ παντὸς λόγου μεῖζον ἐκεῖνο ἔργον ἧκεν εἰς τὴν πόλιν ἄτρωτος ἄγγελος καὶ ἀναίμακτος, εἶτ’ ἠξίου τιμὰς ἔχειν ἃς Κυνέγειρος39 ἔσχεν, ἃς Καλλίμαχος, ἃς Πολύζηλος, ὅτι τὰς τούτων ἀριστείας καὶ τραύματα καὶ θανάτους ἀπήγγειλεν· ἆρ’ οὐκ ἂν ἐδόκει πᾶσαν ὑπερβάλλειν ἀναίδειαν; ὅπου γε Λακεδαιμονίους φασὶ τῷ τὴν ἐν Μαντινείᾳ φράσαντι νίκην, ἣν Θουκυδίδης ἱστόρηκεν, εὐαγγέλιον ἐκ φιδιτίου κρέας ἀποστεῖλαι.40 καὶ μὴν οἱ συγγράφοντες ἐξάγγελοί τινές εἰσι τῶν πράξεων εὔφωνοι καὶ τῷ λόγῳ διὰ τὸ κάλλος καὶ τὴν δύναμιν ἐξικνούμενοι, Eοἷς εὐαγγέλιον ὀφείλουσιν οἱ πρώτως ἐντυγχάνοντες καὶ ἱστοροῦντες. ἀμέλει δὲ καὶ ἐγκωμιάζονται μνημονευόμενοι καὶ ἀναγιγνωσκόμενοι διὰ τοὺς κατορθώσαντας· οὐ γὰρ οἱ λόγοι ποιοῦσι τὰς πράξεις ἀλλὰ διὰ τὰς πράξεις41 καὶ ἀκοῆς ἀξιοῦνται.
4 Καὶ γὰρ ἡ ποιητικὴ χάριν ἔσχε καὶ τιμὴν τῷ42 τοῖς πεπραγμένοις ἐοικότα λέγειν, ὡς Ὅμηρος ἔφη
ἴσκε43 ψεύδεα πολλὰ λέγων ἐτύμοισιν ὁμοῖα. |
p506 λέγεται δὲ καὶ Μενάνδρῳ τῶν συνήθων τις εἰπεῖν, "ἐγγὺς οὖν, Μένανδρε, τὰ Διιονύσια, καὶ σὺ τὴν κωμῳδίαν οὐ πεποίηκας;" τὸν δ’ ἀποκρίνασθαι, "νὴ τοὺς θεοὺς ἔγωγε πεποίηκα τὴν κωμῳδίαν· ᾠκονόμηται γὰρ ἡ διάθεσις· Fδεῖ δ’ αὐτῇ τὰ στιχίδια ἐπᾷσαι," ὅτι καὶ αὐτοὶ τὰ πράγματα τῶν λόγων ἀναγκαιότερα καὶ κυριώτερα νομίζουσιν.
Ἡ δὲ Κόριννα τὸν Πίνδαρον, ὄντα νέον ἔτι καὶ τῇ λογιότητι σοβαρῶς χρώμενον, ἐνουθέτησεν ὡς ἄμουσον ὄντα καὶ44 μὴ ποιοῦντα μύθους, ὃ τῆς ποιητικῆς ἔργον εἶναι συμβέβηκε, γλώττας45 δὲ καὶ καταχρέσεις καὶ μεταφράσεις46 καὶ μέλη καὶ ῥυθμοὺς ἡδύσματα τοῖς πράγμασιν ὑποτιθέντα.47 348σφόδρ’ οὖν ὁ Πίνδαρος ἐπιστήσας τοῖς λεγομένοις ἐποίησεν ἐκεῖνο τὸ μέλος
δειξαμένου δὲ τῇ Κορίννῃ γελάσασα ἐκείνη τῇ χειρὶ δεῖν ἔφη σπείρειν, ἀλλὰ μὴ ὅλῳ τῷ θυλάκῳ. τῷ γὰρ ὄντι συνγκεράσας καὶ συμφορήσας πανσπερμίαν τινὰ μύθων ὁ Πίνδαρος εἰς τὸ μέλος ἐξέχεεν. ἀλλ’ ὅτι μὲν ἡ ποιητικὴ περὶ μυθοποιίαν ἐστὶ καὶ Πλάτων εἴρηκεν. ὁ δὲ μῦθος εἶναι βούλεται λόγος p508 ψευδὴς ἐοικὼς ἀληθινῷ· διὸ καὶ πολὺ τῶν ἔργων ἀφέστηκεν, Bεἰ λόγος μὲν ἔργου, καὶ λόγου δὲ μῦθος εἰκὼν καὶ εἴδωλόν ἐστι. καὶ τοσοῦτον τῶν ἱστορούντων οἱ πλάττοντες τὰς πράξεις ὑστεροῦσιν, ὅσον ἀπολείπονται τῶν πραττόντων οἱ λέγοντες.
5 Ἐπικῆς50 μὲν οὖν ποιήσεως ἡ πόλις οὐκ ἔσχηκεν ἔνδοξον δημιουργὸν οὐδὲ μελικῆς. ὁ γὰρ Κινησίας ἀργαλέος ἔοικε ποιητὴς γεγονέναι διθυράμβων· καὶ αὐτὸς μὲν ἄγονος καὶ ἀκλεὴς γέγονε, σκωπτόμενος δὲ καὶ χλευαζόμενος ὑπὸ τῶν κωμῳδιοποιῶν οὐκ εὐτυχοῦς δόξης μετέσθηκε. τῶν δὲ δραματοποιῶν τὴν μὲν κωμῳδιοποιίαν οὕτως ἄσεμνον ἡγοῦντο καὶ φορτικόν, ὥστε νόμος ἦν μηδένα ποιεῖν κωμῳδίας Ἀρεοπαγίτην. Cἤνθησε δ’ ἡ τραγῳδία καὶ διεβοήθη, θαυμαστὸν ἀκρόαμα καὶ θέαμα τῶν τότ’ ἀνθρώπων γενομένη καὶ παρασχοῦσα τοῖς μύθοις καὶ τοῖς πάθεσιν ἀπάτην, ὡς Γοργίας φησίν, ἣν51 ὅ τ’ ἀπατήσας δικαιότερος τοῦ μὴ ἀπατηθέντος. ὁ μὲν γὰρ ἀπατήσας δικαιότερος, ὅτι τοῦθ’ ὑποσχόμενος πεποίηκεν· ὁ δ’ ἀπατηθεὶς σοφώτερος· εὐάλωτον γὰρ ὑφ’ ἡδονῆς λόγων τὸ μὴ ἀναίσθητον.
Τίν’ οὖν αἱ καλαὶ τραγῳδίαι ταῖς Ἀθήναις ὄνησιν ἤνεγκαν ὡς ἡ Θεμιστοκλέως δεινότης ἐτείχισε τὴν p510 πόλιν, ὡς ἡ Περικλέους ἐπιμέλεια τὴν ἄκραν52 ἐκόσμησεν, Dὡς Μιλτιάδης ἠλευθέρωσεν, ὡς Κίμων προῆγεν εἰς τὴν ἡγεμονίαν; εἰ οὕτως ἡ Εὐριπίδου σοφία καὶ ἡ Σοφοκλέους λογιότης καὶ τὸ Αἰσχύλου στόμα τι τῶν δυσχερῶν ἀπήλλαξεν ἤ τι τῶν λαμπρῶν περιεποίησεν, ἄξιόν γε τὰ δράματα τοῖς τροπαίοις ἀντιπαραθεῖναι καὶ τῷ στρατηγίῳ τὸ θέατρον ἀνταναστῆσαι καὶ ταῖς ἀριστείαις τὰς διδασκαλίας ἀντιπαραβαλεῖν.
6 Βούλεσθε τοὺς ἄνδρας εἰσάγωμεν αὐτοὺς τὰ σύμβολα καὶ τὰ παράσημα τῶν ἔργων κομίζοντας, ἰδίαν ἑκατέρῳ πάροδον ἀποδόντες; ἔνθεν μὲν δὴ προσίτωσαν ὑπ’ αὐλοῖς καὶ λύραις ποιηταὶ λέγοντες καὶ ᾄδοντες,
καὶ σκευὰς καὶ προσωπεῖα καὶ βωμοὺς καὶ μηχανὰς ἀπὸ σκηνῆς καὶ56 περιάκτους καὶ τρίποδας ἐπινικίους κομίζοντες·57 τραγικοὶ58 δ’ αὐτοῖς ὑποκριταὶ καὶ Νικόστρατοι καὶ Καλλιππίδαι καὶ Μυννίσκοι59 p512 καὶ Θεόδωροι καὶ Πῶλοι60 συνίτωσαν, ὥσπερ γυναικὸς πολυτελοῦς τῆς τραγῳδίας κομμωταὶ καὶ διφροφόροι, μᾶλλον δ’ ὡς ἀγαλμάτων ἐγκαυταὶ61 καὶ χρυσωταὶ καὶ βαφεῖς παρακολουθοῦντες· Fσκευῶν δὲ καὶ προσώπων καὶ ξυστίδων ἁλουργῶν καὶ μηχανῶν ἀπὸ σκηνῆς καὶ χοροποιῶν καὶ δορυφόρων δυσπραγμάτευτος λαὸς καὶ χορηγία πολυτελὴς παρασκευαζέσθω. πρὸς ἃ Λάκων ἀνὴρ ἀποβλέψας οὐ κακῶς εἶπεν ὡς ἁμαρτάνουσιν Ἀθηναῖοι μεγάλα τὴν σπουδὴν εἰς τὴν παιδιὰν καταναλίσκοντες, τουτέστι μεγάλων ἀποστόλων δαπάνας καὶ στρατευμάτων ἐφόδια καταχορηγοῦντες εἰς τὸ θέατρον. 349ἂν γὰρ ἐκλογισθῇ τῶν δραμάτων ἕκαστον ὅσου κατέστη, πλέον ἀνηλωκὼς φανεῖται ὁ δῆμος εἰς Βάκχας καὶ Φοινίσσας καὶ Οἰδίποδας καὶ Ἀντιγόνας62 καὶ τὰ Μηδείας κακὰ καὶ Ἠλέκτρας, ὧν ὑπὲρ τῆς ἡγεμονίας καὶ τῆς ἐλευθερίας πολεμῶν τοῦς βαρβάρους63 ἀνάλωσεν. οἱ μὲν γὰρ στρατηγοὶ πολλάκις παραγγείλαντες ἄπυρα σιτία κομίζειν ἐξῆγον ἐπὶ τὰς μάχας τοὺς ἄνδρας· καὶ νὴ Δί’ οἱ τριήραρχοι τοῖς ἐλαύνουσιν ἄλφιτα παρασκευάσαντες, ὄψον δὲ κρόμμυα καὶ64 τυρόν, ἐνεβίβαζον εἰς τὰς τριήρεις· οἱ δὲ χορηγοὶ τοῖς χορευταῖς ἐγχέλεια καὶ θριδάκια καὶ σκελίδας65 καὶ μυελὸν παρατιθέντες, εὐώχουν ἐπὶ πολὺν χρόνον φωνασκουμένους καὶ τρυφῶντας. Bκαὶ τούτων τοῖς μὲν ἡττηθεῖσι περιῆν p514 προσυβρίσθαι καὶ γεγονέναι καταγελάστους· τοῖς δὲ νικήσασιν τρίπους66 ὑπῆρχεν, οὐκ ἀνάθημα τῆς νίκης, ὡς Δημήτριος φησιν, ἀλλ’ ἐπίσπεισμα τῶν ἐκκεχυμένων βίων67 καὶ τῶν ἐκλελοιπότων κενοτάφιον οἴκων.68 τοιαῦτα γὰρ τὰ ποιητικῆς τέλη καὶ λαμπρότερον οὐδὲν ἐξ αὐτῶν.
7 Τοὺς δὲ στρατηγοὺς αὖ πάλιν ἐνθένδε παριόντας σκοπῶμεν, ὧν παρερχομένων ὡς ἀληθῶς "εὐφημεῖν χρὴ κἀξίστασθαι" τοὺς ἀπράκτους καὶ ἀστρατεύτους, "ὅστις" ἄτολμος69 πρὸς ἔργα τοιαῦτα "καὶ γνώμην70 μὴ καθαρεύει," Cμηδὲ Μιλτιάδου τοῦ μηδοφόνου μηδὲ τοῦ περσοκτόνου Θεμιστοκλέους χειρὸς "βακχεῖ’ ἐτελέσθη." Ἀρήιος ὁ κῶμος οὗτος ἐκ γῆς ἅμα φάλαγξι καὶ στόλοις ἐκ θαλάττης καὶ μεμειγμένοις71 σκύλοις καὶ τροπαίοις βεβριθώς.
ὡς ὁ Θηβαῖος Ἐπαμεινώνδας εἶπεν, ὑπὲρ πατρίδος καὶ τάφων καὶ ἱερῶν ἐπιδιδόντες ἑαυτοῦς τοῖς καλλίστοις καὶ λαμπροτάτοις ἀγῶσιν. ὧν τὰς νίκας ὁρᾶν μοι δοκῶ προσερχομένας, οὐ βοῦν p516 ἔπαθλον ἑλκούσας ἢ τράγον, οὐδ’ ἀνεστεμμένας κιττῷ καὶ Διονυσιακῆς τρυγὸς ὀδωδυίας· ἀλλ’ ὅλαι μὲν πόλεις αὐτῶν εἰσι καὶ νῆσοι καὶ ἤπειροι, καὶ ναοὶ χιλιοτάλαντοι76 Dκαὶ δήμων ἀποικισμοὶ μυρίανδροι, τροπαίοις δὲ παντοδαποῖς ἀναστέφονται77 καὶ λαφύροις· ὧν ἀγάλματα καὶ σύμβολα παρθενῶνες ἑκατόμπεδοι, νότια τείχη, νεώσοικοι,78 προπύλαια, Χερρόνησος, Ἀμφίπολις. Μαραθὼν τῆν Μιλτιάδου νίκην προπέμπει, καὶ Σαλαμὶς τὴν Θεμιστοκλέους, χιλίων σκαφῶν ναυαγίοις ἐπιβεβηκυῖαν. φέρει δ’ ἡ μὲν Κίμωνος τριήρεις ἑκατὸν Φοινίσσας ἀπ’ Εὐρυμέδοντος, ἡ δὲ Δημοσθένους καὶ Κλέωνος ἀπὸ Σφακτηρίας τὴν Βρασίδου ἀσπίδ’ αἰχμάλωτον καὶ δεδεμένους στρατιώτας.79 τειχίζει δὲ τὴν πόλιν ἡ Κόνωνος, ἡ δὲ Θρασυβούλου κατάγει τὸν δήμον ἀπὸ Φυλῆς ἐλεύθερον, Eαἱ80 δ’ Ἀλκιβιάδου περὶ Σικελίαν ὀλισθοῦσαν τὴν πόλιν ἐγείρουσιν· ἐκ δὲ τῶν Νείλεω81 καὶ Ἀνδρόκλου περὶ Λυδίαν καὶ Καρίαν ἀγώνων Ἰωνίαν ἀνισταμένην82 ἐπεῖδεν ἡ Ἑλλάς. τῶν δ’ ἄλλων ἑκάστης ἂν πύθῃ τί τῇ πόλει γέγονεν ἐξ αὐτῆς ἀγαθόν, ἡ μὲν ἐρεῖ Λέσβον, ἡ δὲ Σάμον, ἡ δὲ Κύπρον, ἡ δὲ Πόντον Εὔξεινον, ἡ δὲ πεντακοσίας τριήρεις, ἡ δὲ μύρια τάλαντα, προῖκα τῆς δόξης καὶ τῶν τροπαίων. ταῦθ’ ἡ πόλις ἑορτάζει καὶ ὑπὲρ p518 τούτων θύει τοῖς θεοῖς, οὐκ ἐπὶ ταῖς Αἰσχύλου νίκαις ἢ Σοφοκλέους· οὐδ’ ὅτε Καρκίνος Ἀερόπῃ εὐτύχει83 ἢ Ἕκτορι Ἀστυδάμας, ἀλλ’ ἕκτῃ μὲν ἱσταμένου84 Βοηδρομιῶνος ἐσέτι νῦν τὴν ἐν Μαραθώνι νίκην ἡ πόλις ἑορτάζει· Fἕκτῃ δ’ ἐπὶ δέκα τοῦ85 μηνὸς οἰνοχοεῖται τῆς Χαβρίου περὶ Νάξον ἐπινίκια ναυμαχίας· τῇ δὲ δωδεκάτῃ χαριστήρια ἔθυον ἐλευθερίας· ἐν ἐκείνῃ γὰρ οἱ ἀπὸ Φυλῆς κατῆλθον. τρίτῃ δ’ ἱσταμένου τὴν ἐν Πλαταιαῖς μάχην ἐνίκων. τὴν δ’ ἕκτην ἐπὶ δέκα τοῦ Μουνιχιῶνος Ἀρτέμιδι καθιέρωσαν, ἐν ᾗ τοῖς Ἕλλησι περὶ Σαλαμῖνα νικῶσιν ἐπέλαμψεν ἡ θεὸς πανσέληνος. 350τὴν δὲ δωδεκάτην τοῦ Σκιρροφοριῶνος ἱερωτέραν ἐποίησεν ὁ Μαντινειακὸς ἀγών, ἐν ᾧ τῶν ἄλλων συμμάχων ἐκβιασθέντων καὶ τραπέντων, μόνοι τὸ καθ’ ἑαυτοὺς νικήσαντες ἔστησαν τρόπαιον ἀπὸ τῶν νικώντων πολεμίων. ταῦτα τὴν πόλιν ἦρεν86 εἰς δόξαν, ταῦτ’ εἰς μέγεθος· ἐπὶ87 τούτοις Πίνδαρος
ἔρεισμα τῆς Ἑλλάδος |
προσεῖπε τὰς Ἀθήνας, οὐχ ὅτι ταῖς Φρυνίχου p520 τραγῳδίαις καὶ Θέσπιδος ὤρθουν88 τοὺς Ἕλληνας, ἀλλ’ ὅτι πρῶτον, ὥς φησιν αὐτός, ἐπ’ Ἀρτεμισίῳ
Bἐπί τε Σαλαμῖνι καὶ Μυκάλῃ καὶ Πλαταιαῖς ὥσπερ ἀδαμαντίνως91 στηρίξαντες τὴν ἐλευθερίαν τῆς Ἑλλάδος παρέδοσαν τοῖς ἄλλοις ἀνθρώποις.
8 Ἀλλὰ νὴ Δία παιδιὰ τὰ τῶν ποιητῶν· οἱ δὲ ῥήτορες ἔχουσι τι παραβαλλόμενοι πρὸς τοὺς στρατηγούς, ἐξ ὧν εἰκότως92 Αἰσχίνης σκώπτων τὸν Δημοσθένην λέγειν φησὶν ὅτι γράψεται93 τῷ βήματι διαδικασίαν πρὸς τὸ στρατήγιον.94 ἆρ’ οὖν ἄξιον προκρῖναι τὸν Ὑπερείδου Πλαταϊκὸν τῆς Ἀριστείδου Πλαταιᾶσι95 νίκης; ἢ τὸν Λυσίου κατὰ τῶν τριάκοντα τῆς Θρασυβούλου καὶ Ἀρχίνου96 τυραννοκτονίας; ἢ τὸν Αἰσχίνου κατὰ Τιμάρχου ἑταιρήσεως Cτῆς Φωκίωνος εἰς Βυζάντιον βοηθείας, δι’ ἧς ἐκώλυσε τοὺς τῶν συμμάχων υἱοὺς ἐνύβρισμά τε καὶ παροίνημα γενέσθαι Μακεδόνων; ἢ τοῖς κοινοῖς97 στεφάνοις, οὓς τὴν Ἑλλάδα ἐλευθερώσας p522 ἔλαβεν ὁ δῆμος,98 τὸν Δημοσθένους περὶ τοῦ στεφάνου παραβάλωμεν, ἐν ᾧ τοῦτο λαμπρότατον καὶ λογιώτατον ὁ ῥήτωρ πεποίηκεν, ὀμόσας "τοὺς ἐν Μαραθώνι προκινδυνεύσαντας τῶν προγόνων," οὐ99 τοὺς ἐν ταῖς σχολαῖς τὰ μειράκια προδιδάσκοντας.
Ἐφ’ οἷς οὐ100 τοὺς Ἰσοκράτεις καὶ Ἀντιφῶντας καὶ Ἰσαίους, ἀλλὰ τούτους ἡ πόλις δημοσίαις ταφᾶις ἔθαψεν, Dὑποδεξαμένη τὰ λείψανα τῶν σωμάτων, καὶ τούτους ἀπεθέωσε τοῖς ὅρκοις101 ὁ ῥήτωρ ὀμνύων οὓς ἐμιμεῖτο. Ἰσοκράτης δὲ τοὺς ἐν Μαραθῶνι προκινδυνεύσαντας ὥσπερ ἀλλοτρίαις ψυχαῖς φήσας ἐναγωνίσασθαι καὶ καθυμνήσας τὴν τόλμαν αὐτῶν καὶ τὴν ὑπεροψίαν τοῦ ζῆν, αὐτός, ὥς φασιν, ἤδη γέρων γεγονὼς πρὸς τὸν πυθόμενον πῶς διάγει, "οὕτως," εἶπεν, "ὡς ἄνθρωπος ὑπὲρ ἐνενήκοντα ἔτη γεγονὼς καὶ μέγιστον ἡγούμενος τῶν κακῶν τὸν θάνατον." οὐ γὰρ ἀκονῶν ξίφος οὐδὲ λόγχην χαράττων οὐδὲ λαμπρύνων κράνος οὐδὲ στρατευόμενος οὐδ’ ἐρέττων, ἀλλ’ ἀντίθετα καὶ πάρισα καὶ ὁμοιόπτωτα κολλῶν καὶ συντιθείς, Eμονονοὺ κολαπτῆρσι καὶ ξυστῆρσι τὰς περιόδους ἀπολεαίνων καὶ ῥυθμίζων ἐγήρασε. πῶς οὖν οὐκ ἔμελλεν ἄνθρωπος ψόφον ὅπλων φοβεῖσθαι καὶ σύρρηγμα φαλάγγων102 ὁ φοβούμενος φωνῆεν φωνήεντι συγκροῦσαι καὶ συλλαβῇ τὸ p524 ἰσόκωλον ἐνδεὲς ἐξενεγκεῖν; Μιλτιάδης μὲν γὰρ ἄρας103 ἐς Μαραθῶνα τῇ ὑστεραίᾳ τὴν μάχην συνάψας ἧκεν εἰς ἄστυ μετὰ τῆς στρατιᾶς νενικηκώς, καὶ Περικλῆς ἐννέα μησὶ Σαμίους καταστρεψάμενος ἐφρόνει τοῦ Ἀγαμέμνονος μεῖζον ἔτει δεκάτῳ τὴν Τροίαν ἑλόντος· Ἰσοκράτης δὲ μικροῦ τρεῖς ὀλυμπιάδας ἀνήλωσεν, ἵνα γράψῃ τὸν πανηγυρικὸν λόγον, Fοὐ στρατευσάμενος ἐν τούτοις τοῖς χρόνοις οὐδὲ πρεσβεύσας οὐδὲ πόλιν κτίσας οὐδὲ ναύαρχος ἐκπεμφθεὶς, καίτοι μυρίους τοῦ τότε χρόνου πολέμους ἐνέγκαντος· ἀλλ’ ἐν ᾧ Τιμόθεος Εὔβοιαν ἠλευθέρου καὶ Χαβρίας περὶ Νάξον ἐναυμάχει καὶ περὶ Λέχαιον Ἰφικράτης κατέκοπτε τὴν Λακεδαιμονίων μόραν,104 καὶ πᾶσαν ἐλευθερώσας πόλιν ὁ δῆμος ἰσόψηφον αὑτοῖς105 351τὴν Ἑλλάδα κατέστησεν, οἴκοι καθῆστο βιβλίον ἀναπλάττων τοῖς ὀνόμασιν, ὅσῳ χρόνῳ τὰ προπύλαια Περικλῆς ἀνέστησε καὶ τοὺς ἑκατομπέδους. καίτοι καὶ τοῦτον ὡς βραδέως ἀνύοντα τοῖς ἔργοις ἐπισκώπτων Κρατῖνος οὕτω πως λέγει περὶ τοῦ διὰ μέσου106 τείχους,
λόγοισι γὰρ αὐτὸ107 προάγει Περικλέης, ἔργοισι δ’ οὐδὲ κινεῖ. |
σκόπει δὲ σοφιστικὴν μικροφροσύνην, τὸ ἔνατον p526 μέρος τοῦ βίου εἰς ἕνα λόγον καταναλίσκουσαν. ἀλλὰ δὴ μέγα108 τοὺς Δημοσθένους τοῦ ῥήτορος λόγους ἄξιόν ἐστι τοῖς τοῦ στρατηγοῦ ἔργοις109 παραβάλλειν; τὸν κατὰ Κόνωνος αἰκίας110 τοῖς περὶ Πύλον τροπαίοις ἐκείνου;111 Bτὸν112 πρὸς Ἀρεθούσιον113 περὶ ἀνδραπόδων τοῖς ἐξανδραποδισθεῖσιν ὑπ’ ἐκείνου Σπαρτιάταις; ᾗ ἡλικίᾳ114 τοὺς ἐπιτροπικοὺς115 ἔγραψε, ταύτην Ἀλκιβιάδης ἔχων Μαντινεῖς καὶ Ἠλείους ἐπὶ τὴν Λακεδαίμονα συνέστησε. καὶ μὴν οἵ γε116 δημόσιοι λόγοι τοῦτ’ ἔχουσι θαυμαστόν, ὅτι τοῖς Φιλιππικοῖς ἐπὶ πράξεις προτρέπεται καὶ τὴν Λεπτίνου πρᾶξιν ἐπαινεῖ.
1 Xylander was the first to suggest a lacuna at the beginning.
2 Τολμίδαν Xylander: Τολμίαν.
3 Λέσβῳ F. C. B.: Λέσβον.
4 Ἀρχῖνον Taylor, from 835F: ἄρχιππον.
5 Κλειτόδημοι Wyttenbach: κλεινόδημοι.
6 Φιλόχοροι Φύλαρχοι F. C. B. (Φύλαρχος Reiske): φιλόχορος φίλαρχος.
7 ἔργων Aldine ed., confirmed by one MS.: ἐρώτων.
8 Πάναινος O. Müller: Πλεισταίνετος.
9 πεποίκιλται καί τι F. C. B.: πεποίηται καί τι.
10 ἀφυῶς Reiske: ἀφυῶς τις.
11 ἀπὸ] ὑπὸ Abresch.
12 ταχείας F. C. B.; ταχέως Wyttenbach; διὰ τάχους may also be read, and the MS. reading τάχος (often found in poetry) may be right after all.
13 ὑπεῖξε Wilamowitz-Möllendorff: ὑπέδειξε.
14 τὴν Reiske: εἰς τὴν.
15 διαβουλευομένοις καὶ Helmbold: καὶ διαβουλευομένοις (‑ος).
16 καὶ added by Helmbold, after Pohlenz.
17 ἀστῶν F. C. B.: αὐτῶν.
18 πλείστοις] ὁπλίταις Wyttenbach.
19 προεξελάσαντες Reiske: προσεξελάσαντες.
20 σύρρηγμα Meziriacus: σύγγραμμα.
21 τῷ ζῳγράφῳ Wyttenbach: τὴν ζωγράφου.
22 προθείητε Wyttenbach: προσθείητε.
23 προσαγορεύει] προσαγορεύων all MSS. except E.
24 ταὐτὰ Wyttenbach: ταῦτὰ.
25 δ’ οὖν Helmbold: γοῦν.
26 αὐτῆν Reiske from Thucydides, IV.10: αὐτῆς.
27 ἀποβάθραν Bernardakis from Thucydides, IV.12: βάθραν.
28 λιποψυχῶν Dübner (as in Thucydides, IV.12): λειποψυχῶν.
29 ἄληκτον F. C. B.: πολὺν τὸν Thucydides, VII.71; ἄπλετον S. A. Naber; θαυμαστὸν H. Richards: ἄλαστον.
30 ξύντασιν Reiske: σύνταξιν.
31 καὶ added by F. C. B.
32 διὰ τὸ ἀκρίτως added from Thucydides, VII.71: ὡς.
33 συναπονεύων Madvig, adapted from συναπονεύοντες ibid.: συμπνέων.
34 ἐστίν added by F. C. B.
35 Ἐροιεύς Xylander; Ἐροιάδης Kirchner, Prosopogr. Attica; Ἐρχιεύς Wilamowitz-Möllendorff: ἐρωεύς.
36 ὅπλοις Leonicus: ὁπλίταις.
37 πρώτων] πρυτάνεων Cobet.
38 νικῶμεν Cobet, from Lucian, Pro lapsu inter salutandum, 3: καὶ χαίρομεν.
39 Κυνέγειρος Bernardakis and van Herwerden: κυναίγειρος.
40 ἀποστεῖλαι Xylander: ἀπέστειλαν. In the Life of Agesilaüs, chap. xxxiii, ἄλλο δ’ οὐδέν is added at the end.
41 ἀλλὰ διὰ τὰς πράξεις added by Madvig; Pohlenz would add ἀλλ’ αὐτοὶ γίνονται διὰ τὰς πράξεις.
42 τῷ added by Reiske and Wyttenbach.
43 ἴσκε Homer, Od. XIX.203: ἴσχε or ἔσχε.
44 Bernardakis would omit καὶ.
45 γλώσσας Meziriacus: γλῶσσαι, γλῶσσα, or γλῶσσαν.
46 μεταφράσεις] μεταφορὰς Michael.
47 ὑποτιθέντα Pohlenz: ὑποτίθεται.
48 πάνυ] πάντολμον Lucian (Demosth. Encom. c. 19).
49 ἢ τὰν Διωνύσου πολυγαθέα τιμάν Ibid.: ἡττᾶν.
50 ἐπικῆς Reiske: τῆς.
51 ἣν Stephanus: ἦν.
52 ἄκραν] ἀκρόπολιν Cobet.
53 χοροῖσιν Turnebus from Aristophanes (not in MSS. of Plutarch).
54 γνώμην (or γνώμῃ) Aristophanes and 349B, infra: γλώσσῃ.
55 ᾗσεν] εἶδεν Aristophanes.
56 καὶ added by Pantazides.
57 κομίζοντες] κομίζοντας all MSS. but one.
58 τραγικοὶ Meziriacus: τράγοι.
59 Μυννίσκοι I. G. II2 2318.119 (cf. Aristotle, Poetics, XXVI (1461 B34)): μηνίσκοι.
60 Πῶλοι Stephanus: πολλοὶ.
61 ἐγκαυταὶ Hatzidakis: ἐγκαυσταί.
62 Ἀντιγόνας Helmbold: ἀντιγόνην.
63 τοὺς βαρβάρους] τοῖς βαρβάροις Meziriacus, but see Wyttenbach's note.
64 καὶ added by Turnebus.
65 σκελίδας Reiske: σκελλίδας.
66 τρίπους E. Capps: οὐ τρίπους.
67 ἐπίσπεισμα τῶν ἐκκεχυμένων βίων Reiske: ἐπὶ πεισμάτων ἐκκεχυμένον βίον.
68 οἴκων Reiske: οἶκον.
69 ἄτολμος Turnebus: εὐτόλμως.
70 γνώμην probably the preferable reading in Aristophanes: γνώμη.
71 μεμειγμένοις] ᾑμαγμένοις Reiske.
72 κλῦθ’ 483D: κλῦθι.
73 Ἀλαλὰ Xylander from 483D: ἄννα *** γὼ.
74 ἇ θύεται Haupt from scholium on Aesch. Pers. 49: ἀμφύετε.
75 ἱρόθυτον Haupt: ἱερόθυτον.
76 ναοὶ χιλιοτάλαντοι Bryan: νηχοτάλαντοι. Cf. Life of Pericles, chap. xii.
77 ἀναστέφονται] ἀναστρέφονται most MSS.
78 νεώσοικοι nez: νεῶν οἶκοι.
79 στρατιώτας] Σπαρτιάτας Wyttenbach.
80 αἱ Meziriacus: ἡ or οἱ.
81 Νείλεω (cf. 253F and 603B) Hatzidakis: Νειλέου.
82 ἀνισταμένην] συνισταμένην Madvig.
83 εὐτύχει F. C. B.: περιῆν Emperius; ἐνίκα H. Valesius; εὐημέρει Porson and Wyttenbach: συνῆν.
84 ἱσταμένου] ἱσταμένη most MSS.
85 ἐπὶ δέκα τοῦ [αὐτοῦ] added by Xylander from the Life of Phocion, chap. vi.
86 ἧρεν S. A. Naber: ἤγειρεν.
87 ἐπὶ Emperius: ἐν.
88 ὤρθουν Reiske: ὤρθου.
89 Ἀθαναίων Boeckh: ἀθηναίων.
90 φαεννὰν Life of Themistocles, chap. viii: φαεινὴν.
91 ἀδαμαντίνως E. Harrison, cf. Plato, Republic, 618E (‑οις ἅλοις Hartung; κίοσι Schroeder; στήλαις van Herwerden): ἀδαμάντινοι.
92 εἰκότως Madvig: εἰκὸς ὡς (ὡς εἰκὸς ἐξ ὧν Emperius; εἰκός, ὡς δῆλον ἐξ ὧν Pohlenz).
93 γράψεται Pohlenz from Aeschines, Adv. Ctesiph. 146: γράφεται.
94 τὸ στρατήγιον Reiske: τὴν στρατηγίαν.
95 Πλαταιᾶσι Cobet: παραγγελίας.
96 Ἀρχίνου Reiske: ἀρχίου.
97 κοινοῖς] Κόνωνος Madvig; Κονωνείοις Bernardakis.
98 ὁ δῆμος, added by Helmbold, may have become absorbed in Δημοσ-θένης.
99 οὐ Stephanus: ἢ.
100 οὐ added by Stephanus.
101 τοῖς ὅρκοις Meziriacus: τοὺς ὅρκους.
102 φαλάγγων Abresch: φάλαγγος.
103 ἄρας Emperius: αὐτὸς.
104 μόραν Meziriacus: μοῖραν.
105 αὑτοῖς Helmbold: αὐτοῖς.
106 μέσου Wyttenbach: μέσον.
107 λόγοισι γὰρ αὐτὸ] πάλαι γὰρ αὐτὸ λόγοισι Life of Pericles, chap. xviii; cf. Kock, I p100.
αὐτὸ Reiske: αὐτὸν.
108 δὴ μέγα F. C. B.: νὴ Δία Madvig: μὰ τὸν Δία Wyttenbach: δὴ μετὰ.
109 τοῖς τοῦ στρατηγοῦ ἔργοις Wyttenbach: τοῖς στρατηγοῖς.
110 αἰκίας Xylander: ἀνοίας.
111 ἐκείνου Leonicus: ἔχειν.
112 τὸν added by Papabasileios.
113 Ἀρεθούσιον Cobet: ἀμαθούσιον.
114 ᾗ ἡλικίᾳ F. C. B.: ἢ ὅτι (ἢ ὅτι ὄτε τοὺς ἐπιτροπικοὺς ἔγραψε, τὴν ἡλικίαν ταύτην Bernardakis; alii alia).
115 ἐπιτροπικοὺς Bernardakis: ἐποίκους.
116 γε van Herwerden: τε.
Images with borders lead to more information.
|
||||||
ΑΝΩ· |
Πλούταρχος |
Κλασικά Κείμενα |
ΛακουσΚούρτιος |
Εἴσοδος |
||
A page or image on this site is in the public domain ONLY if its URL has a total of one *asterisk. If the URL has two **asterisks, the item is copyright someone else, and used by permission or fair use. If the URL has none the item is © Bill Thayer. See my copyright page for details and contact information. |
Page updated: 11 Mar 18