Short URL for this page:
bit.ly/deMonarchia


[image ALT: Much of my site will be useless to you if you've got the images turned off!]
mail:
Bill Thayer

[image ALT: Click here for an English translation of this page.]
English

[image ALT: Cliccare qui per una pagina di aiuto in Italiano.]
Italiano

[Link to a series of help pages]
Help
[Link to the next level up]
Up
[Link to my homepage]
Εἴσοδος

This webpage reproduces the essay
On Monarchy, Democracy, and Oligarchy

by
(ps‑)Plutarch

as published in Vol. X
of the Loeb Classical Library edition, 1936

The text is in the public domain.

This page has been carefully proofread
and I believe it to be free of errors.
If you find a mistake though, please
let me know!

(Vol. X) Πλούταρχος
Ἠθικὰ

 p304  ΠΕΡΙ ΜΟΝΑΡΧΙΑΣ ΚΑΙ ΔΗΜΟΚΡΑΤΙΑΣ ΚΑΙ ΟΛΙΓΑΡΧΙΑΣ

1 (826a) [link to English translation] Εἰς​1 τοῦτο δὴ τὸ δικαστήριον καὶ αὐτὸς εἰσάγων τὴν γενομένην μοι πρὸς ὑμᾶς διάλεξιν ἐχθές, ᾤμην τῆς πολιτικῆς ἀρετῆς ὕπαρ οὐκ​2 ὄναρ ἀκοῦσαι λεγούσης

κεκρότηται χρυσέα κρηπὶς ἱεραῖσιν ἀοιδαῖς,

ὁ​3 προτρεπόμενος καὶ​4 διαίρων​5 ἐπὶ πολιτείαν βέβληται λόγος· "εἶα τειχίζωμεν​6 ἤδη" τὴν ὀφειλομένην ἐποικοδομοῦντες τῇ προτροπῇ διδασκαλίαν, ὀφείλεται δὲ τῷ παραδεδεγμένῳ τὴν ἐπὶ τὸ πράττειν τὰ κοινὰ προτροπὴν καὶ ὁρμὴν ἑξῆς ἀκοῦσαι καὶ λαβεῖν παραγγέλματα πολιτείας, οἷς χρώμενος, ὡς ἀνυστόν ἐστιν ἀνθρώπῳ, δημωφελὴς ἔσται, μετ’ ἀσφαλείας ἅμα καὶ τιμῆς δικαίας εὖ τιθέμενος τὸ οἰκεῖον. ὃ δὲ προὔργου μέν ἐστιν εἰς τὰ μέλλοντα τοῖς δὲ προλελεγμένοις ἕπεται, σκεπτέον ἥτις ἀρίστη πολιτεία. καθάπερ γὰρ ἀνθρώπου βίοι πλείονες,7  p306 ἔστι καὶ δήμου ἡ​8 πολιτεία βίος· ὥστε λαβεῖν τὴν ἀρίστην ἀναγκαῖον· ἢ γὰρ ἐκ πασῶν αἱρήσεται ταύτην ὁ πολιτικὸς ἢ τῶν λοιπῶν τὴν ὁμοιοτάτην, εἰ ταύτην ἀδύνατον.

2 [link to English translation] Λέγεται μὲν δὴ πολιτεία καὶ μετάληψις τῶν ἐν πόλει δικαίων· ὥς φαμεν Ἀλεχάνδρῳ πολιτείαν Μεγαρεῖς ψηφίσασθαι· τοῦ δ’ εἰς γέλωτα θεμένου τὴν σπουδὴν αὐτῶν, εἰπεῖν ἐκείνους ὅτι μόνῳ πρότερον τὴν πολιτείαν Ἡρακλεῖ καὶ μετ’ ἐκεῖνον αὐτῷ φψφίσαιντο· τὸν δὲ θαυμάσαντα δέξασθαι τὸ τίμιον ἐν τῷ σπανίῳ τιθέμενον. λέγεται δὲ καὶ βίος ἀνδρὸς πολιτικοῦ καὶ τὰ κοινὰ πράττοντος πολιτεία· καθὸ τὴν Περικλέους πολιτείαν ἐπαινοῦμεν καὶ τὴν Βίαντος, ψέγομεν δὲ τὴν Ὑπερβόλου καὶ Κλέωνος. ἔνιοι δὲ καὶ μίαν πρᾶξιν εὔστοχον εἰς τὰ κοινὰ καὶ λαμπρὰν πολιτείαν προσαγορεύουσιν, οἷον χρημάτων ἐπίδοσιν, διάλυσιν πολέμου, ψηφίσματος εἰσήγησιν· καθὸ καὶ πολιτεύσασθαι τὸν δεῖνα σήμερον λέγομεν, εἰ τύχοι τι διαπραξάμενος ἐν κοινῷ τῶν δεόντων.

3 [link to English translation] Παρὰ πάντα ταῦτα λέγεται πολιτεία τάξις καὶ κατάστασις πόλεως διοικοῦσα τὰς πράξεις· καθά φασι τρεῖς εἶναι πολιτείας, μοναρχίαν καὶ ὀλιγαρχίαν καὶ δημοκρατίαν, ὧν καὶ Ἡρόδοτος ἐν τῇ τρίτῃ σύγκρισιν πεποίηται· καὶ δοκοῦσι γενικώταται εἶναι. τὰς γὰρ ἄλλας, ὥσπερ ἐν τοῖς μουσικοῖς διαγράμμασι τῶν πρώτων τρόπων ἀνιεμένων ἢ ἐπιτεινομένων, συμβέβηκε παρακρούσεις καὶ  p308 διαφθορὰς κατ’ ἔλλειψιν καὶ ὑπερβολὴν εἶναι. ταύτας δὲ καὶ πλεῖστον καὶ μέγιστον ἐν ἡγεμονίαις δυνηθείσας τῶν ἐθνῶν ἀπεκληρώσαντο τὰς πολιτείας, Πέρσαι μὲν αὐτοκρατῆ βασιλείαν καὶ ἀνυπεύθυνον, Σπαρτιᾶται δ’ ἀριστοκρατικὴν ὀλιγαρχίαν καὶ αὐθέκαστον, Ἀθηναῖοι δ’ αὐτόνομον καὶ ἄκρατον δημοκρατίαν. ὧν ἁμαρτανομένων παρατροπαὶ καὶ ὑπερχύσεις εἰσὶν αἱ λεγόμεναι τυραννίδες καὶ δυναστεῖαι καὶ ὀχλοκρατίαι· ὅταν βασιιλεία μὲν ὕβριν ἐντέκῃ καὶ τὸ​9 ἀνυπεύθνον· ὀλιγαρχία δ’ ὑπερφροσύνην καὶ τὸ αὔθαδες· δημοκρατία δ’ ἀναρχίαν, ἰσότης δ’​10 ἀμετρίαν, πᾶσαι δὲ τὸ ἀνόητον.

4 [link to English translation] Ὥσπερ οὖν ὁ ἁρμονικὸς καὶ μουσικὸς ἀνὴρ παντὶ μὲν ὀργάνῳ χρήσεται προσῳδῷ τεχνικῶς ἁρμοσάμενος καὶ λόγῳ κρούων ἕκαστον, ὡς πέφυκεν ἐμμελὲς ὑπηχεῖν· ἤδη μέντοι συμβούλῳ Πλάτωνι χρησάμενος, πηκτίδας, σαμβύκας καὶ ψαλτήρια πολύφθογγα καὶ βαρβίτους καὶ τρίγωνα​11 παραπέμψας, τὴν λύραν καὶ τὴν κιθάραν προτιμήσει· τὸν αὐτὸν τρόπον ὁ πολιτικὸς ἀνὴρ εὖ μὲν ὀλιγαρχίαν Λακωνικὴν καὶ Λυκούργειον μεταχειριεῖται, συναρμοσάμενος αὑτῷ τοὺς ἰσοκρατεῖς καὶ ὁμοτίμους ἄνδρας, ἡσυχῇ προσβιαζόμενος· εὖ δὲ πολυφθόγγῳ καὶ πολυχόρδῳ συνοίσεται δημοκρατίᾳ, τὰ μὲν ἀνιεὶς τὰ δ’ ἐπιτείνων τῆς πολιτείας, χαλάσας τ’ ἐν καιρῷ καὶ καρτερῶς αὖθις ἐμφύς, ἀντιβῆναι καὶ ἀντισχεῖν ἐπιστάμενος· εἰ δ’ αἵρεσις αὐτῷ δοθείη, καθάπερ  p310 ὀργάνων, τῶν πολιτειῶν, οὐκ ἂν ἄλλην ἕλοιτο πλὴν τὴν μοναρχίαν, Πλάτωνι πειθόμενος, τὴν μόνην δυναμένην τὸν ἐντελῆ καὶ ὄρθιον ἐκεῖνον ὡς ἀληθῶς τῆς ἀρετῆς τόνον ἀνασχέσθαι καὶ μήτε πρὸς ἀνάγκην μήτε πρὸς χάριν ἁρμόσαι​12 τοῦ συμφέροντος. αἱ μὲν γὰρ ἄλλαι πολιτείαι τρόπον τινὰ κρατούμεναι κρατοῦσι καὶ φερόμεναι φέρουσι τὸν πολιτικόν, οὐκ ἔχοντα τὴν ἰσχὺν βέβαιον ἐπὶ τούτους,​13 παρ’ ὧν ἔχει τὸ ἰσχῦον, ἀλλὰ πολλάκις ἀναγκαζόμενον τὸ Αἰσχύλειον ἀναφωνεῖν, ᾧ πρὸς τὴν τύχην ἐχρῆτο Δημήτριος ὁ πολιορκητὴς ἀποβαλὼν τὴν ἡγεμονίαν

σύ τοί με φυσᾷς,​14 σύ με καταίθειν μοι​15 δοκεῖς.​16


The Loeb Editor's Notes:

1 Wyttenbach assumes that the beginning is lost.

2 οὐκ Xylander: .

3  added by Wyttenbach.

4 καὶ] δὲ καὶ codex E.

5 διαίρων Salmasius: διαιρῶν.

6 εἶα τειχίζωμεν H. N. F. from Pindar, Frag. 194 (206), p465 ed. Schroeder; ἐκτίνωμεν Wyttenbach; αἱ ἀττικῷ μὲν.

7 πλείονες Bernardakis: πλέονες.

8 added by Reiske.

9 καὶ τὸ added by Patzig.

10 δ’ added by Reiske.

11 τρίγωνα Xylander from Plato: τρίβωνα.

12 ἁρμόσαι] ἁρμόσαι ἄνευ Wyttenbach; ἁρμόσαι τι Hutton; ἁρμόσαι ἀπὸ?

13 τούτους Meziriacus: τούτου.

14 με φυσᾷς frequently changed to μ’ ἔφυσας, but needlessly.

15 καταίθεν μοι Ziegler with some MSS. in Life of Demetrius, chap. xxxv: καταίθειν.

16 Wyttenbach, followed by Dübner and others, indicates a break at this point.


[image ALT: Valid HTML 4.01.]

Page updated: 11 Jun 09