[image ALT: Much of my site will be useless to you if you've got the images turned off!]
mail:
Bill Thayer

[image ALT: Click here for an English translation of this page.]
English

[image ALT: Faire clic ici pour une page en français.]
Français

[image ALT: Cliccare qui per una pagina di aiuto in Italiano.]
Italiano

[Link to a series of help pages]
Help
[Link to the next level up]
Up
[Link to my homepage]
Εἴσοδος

This webpage reproduces the essay
On the Principle of Cold

by
Plutarch

as published in Vol. XII
of the Loeb Classical Library edition, 1957

The text is in the public domain.

This page has been carefully proofread
and I believe it to be free of errors.
If you find a mistake though, please
let me know!

(Vol. XII) Πλούταρχος
Ἠθικὰ

 p230  ΠΕΡΙ ΤΟΥ ΠΡΩΤΩΣ​1 ΨΥΧΡΟΥ

1 (945F) [link to English translation] Ἔστι τις ἄρα τοῦ ψυχροῦ δύναμις, ὦ Φαβωρῖνε, πρώτη καὶ οὐσία, καθάπερ τοῦ θερμοῦ τὸ πῦρ, ἧς παρουσίᾳ τινὶ καὶ μετοχῇ γίνεται τῶν ἄλλων ἕκαστον ψυχρόν· ἢ μᾶλλον ἡ ψυχρότης στέρησίς ἐστι θερμότητος, ὥσπερ τοῦ φωτὸς τὸ σκότος λέγουσι καὶ τῆς κινήσεως τὴν στάσιν; 946ἐπεὶ καὶ τὸ ψυχρὸν ἔοικε στάσιμον εἶναι, κινητικὸν δὲ τὸ θερμόν· αἵ τε τῶν θερμῶν καταψύξεις οὐδεμιᾶς παρουσίᾳ γίνονται δυνάμεως, ἀλλ’ ἐκστάσει θερμότητος· ἅμα γὰρ ἀπιοῦσ’ ὅλη​2 φαίνεται καὶ ψύχεται τὸ ὑπολειπόμενον· ὁ γὰρ ἀτμός, ὃν τὰ ζέοντα τῶν ὑδάτων μεθίησιν, ἀπίοντι τῷ θερμῷ συνεκπίπτει· διὸ καὶ μειοῖ τὸ πλῆθος ἡ περίψυξις ἐκκρίνουσα τὸ θερμόν, ἑτέρου μηδενὸς ἐπεισιόντος.

2 [link to English translation] Ἢ πρῶτον μὲν ἄν τις ὑπίδοιτο τοῦ λόγου τούτου τὸ πολλὰς τῶν ἐμφανῶν ἀναιρεῖν δυνάμεων, ὡς οὐ ποιότητας οὐδ’ ἕξεις, ἕξεων δὲ καὶ ποιοτήτων στερήσεις οὔσας,​3 βαρύτητα μὲν κουφότητος καὶ σκληρότητα μαλακότητος, τὸ μέλαν δὲ τοῦ λευκοῦ καὶ τὸ πικρὸν τοῦ γλυκέος, Bκαὶ ὧν ἕκαστον ἑκάστῳ πέφυκεν ἀντικεῖσθαι κατὰ δύναμιν, οὐχ ὡς ἕξει στέρησις· ἔπειθ’ ὅτι πᾶσα στέρησις ἀργόν ἐστι καὶ  p232 ἄπρακτον, ὡς τυφλότης καὶ κωφότης καὶ σιωπὴ καὶ θάνατος; ἐκστάσεις γάρ εἰσιν εἰδῶν καὶ ἀναιρέσεις οὐσιῶν, οὐ φύσεις τινὲς οὐδ’ οὐσίαι καθ’ ἑαυτάς· ἡ δὲ ψυχρότης οὐκ ἐλάττονα τῆς θερμότητος ἐγγινομένη τοῖς σώμασι πάθη καὶ μεταβολὰς ἐνεργάζεσθαι πέφυκε· καὶ γὰρ πήγνυται πολλὰ τῷ ψυχρῷ καὶ συγκρίνεται καὶ πυκνοῦται· καὶ τὸ στάσιμον αὐτῷ καὶ δυσκίνητον οὐκ ἀργόν ἐστιν, Cἀλλ’ ἐμβριθὲς καὶ βέβαιον, ὑπὸ ῥώμης συνερειστικὸν καὶ συνεκτικὸν ἐχούσης τόνον. ὅθεν ἡ μὲν στέρησις ἔκλειψις γίνεται καὶ ὑποχώρησις τῆς ἀντικειμένης δυνάμεοως, ψύχεται δὲ πολλὰ πολλῆς αὐτοῖς θερμότητος ἐνυπαρχούσης· ἔνια δὲ καὶ μᾶλλον ἡ ψυχρότητς, ἂν λάβῃ θερμότερα, πήγνυσι καὶ συνάγει, καθάπερ τὸν βαπτόμενον σίδηρον· οἱ δὲ Στωικοὶ καὶ τὸ πνεῦμα λέγουσιν ἐν τοῖς σώμασι τῶν βρεφῶν τῇ περιψύξει στομοῦσθαι καὶ μεταβάλλον ἐκ φύσεως​4 γίνεσθαι ψυχήν· ἀλλὰ τοῦτο μὲν ἀμφισβητήσιμον, ἑτέρων δὲ πολλῶν τὴν ψυχρότητα φαινομένην δημιουργὸν οὐκ ἄξιον ἡγεῖσθαι στέρησιν.

3 [link to English translation] DἜτι στέρησις μὲν οὐδεμία δέχεται τὸ μᾶλλον καὶ τὸ ἧττον, οὐδ’ ἂν εἴποι τις ἕτερον ἑτέρου μᾶλλον πεπηρῶσθαι τῶν μὴ βλεπόντων ἢ σιωπᾶν τῶν μὴ φθεγγομένων ἢ τεθνάναι τῶν μὴ ζώντων. ἐν δὲ τοῖς ψυχροῖς πολὺ τὸ μᾶλλον καὶ τὸ ἧττον ἔνεστι καὶ τὸ λίαν καὶ τὸ μὴ λίαν καὶ ὅλως ἐπιτάσεις καὶ  p234 ἀνέσεις, ὥσπερ ἐν τοῖς θερμοῖς, διὰ τὸ​5 τὴν ὕλην πῇ μὲν σφόδρα πῇ δ’ ἠρέμα πάσχουσαν ὑπὸ τῶν ἐναντίων δυνάμεων ἕτερα μᾶλλον ἑτέρων καὶ θερμότερα καὶ ψυχρότερα παρέχειν ἐξ ἑαυτῆς. καὶ γὰρ ἕξεως μὲν οὐκ ἔστι μῖξις πρὸς στέρησιν οὐδ’ ἀναδέχεται δύναμις οὐδεμία τὴν ἀντικειμένην αὐτῇ στέρησιν ἐπιοῦσαν​6 Eοὐδὲ ποιεῖ κοινωνὸν ἀλλ’ ἀντεξίσταται· θερμὰ δ’ ἐστὶν ἄχρι οὗ κεραννύμενα ψυχροῖς ὑπομένει, καθάπερ μέλανα λευκοῖς καὶ βαρέσιν ὀξέα καὶ γλυκέσιν αὐστηρά, παρέχοντα τῇ κοινωνίᾳ ταύτῃ καὶ ἁρμονίᾳ χρωμάτων τε καὶ φθόγγων καὶ φαρμάκων καὶ ὄψων προσφιλεῖς πολλὰς καὶ φιλανθρώπους γενέσεις.

Ἡ μὲν γὰρ κατὰ στέρησιν καὶ ἕξιν ἀντίθεσις πολεμικὴ καὶ ἀσύμβατός ἐστιν, οὐσίαν θατέρου τὴν θατέρου φθορὰν ἔχοντος· τῇ δὲ κατὰ τὰς ἐναντίας δυνάμεις καιροῦ τυχούσῃ Fπολλὰ μὲν αἱ τέχναι χρῶνται, πλεῖστα δ’ ἡ φύσις ἔν τε ταῖς ἄλλαις γενέσεσι καὶ ταῖς περὶ τὸν ἀέρα τροπαῖς, καὶ ὅσα διακοσμῶν καὶ βραβεύων ὁ θεὸς ἁρμονικὸς καλεῖται καὶ μουσικός, οὐ βαρύτητας συναρμόττων καὶ ὀξύτητας οὐδὲ λευκὰ καὶ μέλανα συμφώνως ὁμιλοῦντα παρέχων ἀλλήλοις, ἀλλὰ τὴν τῆς θερμότητος καὶ ψυχρότητος ἐν κόσμῳ κοινωνίαν καὶ διαφοράν, ὅπως συνοίσονταί τε μετρίως καὶ διοίσονται πάλιν, ἐπιτροπεύων καὶ τὸ ἄγαν ἑκατέρας ἀφαιρῶν εἰς τὸ δέον ἀμφοτέρας καθίστησι.

4 [link to English translation] 947Καὶ μὴν ψυχροῦ μὲν αἴσθησις ἔστιν, ὥσπερ  p236 καὶ θερμοῦ· στέρησις δ’ οὔθ’ ὁρατὸν οὔτ’ ἀκουστὸν οὔθ’ ἁπτὸν οὔτε ταῖς ἄλλαις αἰσθήσεσι γνωστόν. οὐσίας γάρ τινος αἴσθησις ἦν· ὅπου δ’ οὐσία μὴ φαίνεται, νοεῖται στέρησις, οὐσίας ἀπόφασις οὖσα, καθάπερ ὄψεως τυφλότης καὶ φωνῆς σιωπὴ καὶ σώματος ἐρημία καὶ κενόν. οὔτε γὰρ κενοῦ δι’ ἁφῆς αἴσθησις ἔστιν, ἀλλ’ ὅπου μὴ γίνεται σώματος ἀφή, κἂν μηδενὸς ἀκούωμεν, σιγὴν νοοῦμεν· ὡς δ’ αὔτως καὶ τυφλῶν καὶ γυμνῶν​7 οὐκ αἴσθησις ἔστιν ἀλλ’ αἰσθήσεως ἀποφάσει​8 νόησις. Bἔδει τοίνυν μὴ γίνεσθαι ψυχρῶν αἴσθησιν, ἀλλ’ ὅπου τὸ θερμὸν ἐπιλείπει νοεῖσθαι τὸ ψυχρόν, εἴπερ ἦν θερμοῦ στέρησις· εἰ δ’, ὥσπερ τὸ θερμὸν ἀλέᾳ καὶ διακρίσει τῆς σαρκός, οὕτω συγκρίσει καὶ πυκνώσει τὸ ψυχρὸν αἰσθητόν ἐστι, δῆλον ὅτι καὶ ψυχρότητος ἰδία τις ἔστιν ἀρχὴ καὶ πηγὴ καθάπερ θερμότητος.

5 [link to English translation] Ἔτι τοίνυν ἕν τι καὶ ἁπλοῦν ἡ περὶ ἕκαστον εἶδος στέρησις, αἱ δ’ οὐσίαι πλείονας διαφορὰς καὶ δυνάμεις ἔχουσι· μονοειδὲς γὰρ ἡ σιωπὴ ποικίλον δ’ ἡ φωνή, νῦν μὲν ἐνοχλοῦσα νῦν δὲ τέρπουσα τὴν αἴσθησιν. Cἔχει δὲ τοιαύτας καὶ τὰ χρώματα καὶ τὰ σχήματα διαφοράς, ἐν αἷς ἄλλοτ’ ἄλλως τὸν προστυγχάνοντα διατίθησι· τὸ δ’ ἀναφὲς καὶ ἄχρωστον καὶ ὅλως ἄποιον οὐκ ἔχει διαφοράν, ἀλλ’ ὅμοιόν ἐστιν.

6 [link to English translation] Ἆρ’ οὖν ἔοικε τοῖς στερητικοῖς τούτοις τὸ  p238 ψυχρόν, ὥστε μὴ ποιεῖν ἐν τοῖς πάθεσι διαφοράν; ἢ τοὐναντίον ἡδοναί τε μεγάλαι καὶ ὠφέλιμοι τοῖς σώμασιν ἀπὸ ψυχρῶν ὑπάρχουσι καὶ βλάβαι πάλιν νεανικαὶ καὶ πόνοι καὶ βαρύτητες, ὑφ’ ὧν οὐκ ἀεὶ φεύγει καὶ ἀπολείπει τὸ θερμὸν ἀλλὰ πολλάκις ἐγκαταλαμβανόμενον ἀνθίσταται καὶ μάχεται, τῇ μάχῃ δ’ αὐτῶν ὄνομα φρίκη καὶ τρόμος, Dἡττωμένῳ δὲ τῷ θερμῷ τὸ πήγνυσθαι καὶ ναρκᾶν ἐπιγίνεται, κρατοῦν δὲ τοῦ ψυχροῦ διάχυσιν παρέχει καὶ ἀλέαν τῷ σώματι μεθ’ ἡδονῆς, ὅπερ Ὅμηρος "ἰαίνεσθαι" κέκληκεν; ἀλλὰ ταῦτά γε παντὶ δῆλα· καὶ τούτοις οὐχ ἥκιστα τοῖς πάθεσιν ἐνδείκνυται τὸ ψυχρόν, ὅτι πρὸς τὸ θερμὸν ὡς οὐσία πρὸς οὐσίαν ἢ πάθος πρὸς πάθος οὐχ ὡς ἀπόφασις ἀντίκειται καὶ στέρησις, οὐδὲ φθορά τίς ἐστι τοῦ θερμοῦ καὶ ἀναίρεσις ἀλλ’ ὑπαρκτὴ​9 φύσις καὶ δύναμις. ἢ καὶ τὸν χειμῶνα τῶν ὡρῶν καὶ τὰ βόρεια τῶν πνευμάτων ἐξέλωμεν, ὡς στερήσεις ὄντα τῶν θερμῶν καὶ νοτίων, Eἰδίαν δ’ ἀρχὴν οὐκ ἔχοντα.

7 [link to English translation] Καὶ μὴν τεττάρων γε τῶν πρώτων ὄντων ἐν τῷ παντὶ σωμάτων, ἃ διὰ πλῆθος καὶ ἁπλότητα καὶ δύναμιν οἱ πλεῖστοι στοιχεῖα τῶν ἄλλων ὑποτίθενται καὶ ἀρχάς, πυρὸς καὶ ὕδατος καὶ ἀέρος καὶ γῆς, ἀναγκαῖόν ἐστι καὶ ποιότητας εἶναι τὰς πρώτας καὶ ἁπλᾶς τοσαῦτας. τίνες οὖν εἰσιν αὗται πλῆν θερμότης καὶ ψυχρότης καὶ ξηρότης  p240 καὶ ὑγρότης, αἷς​10 τὰ στοιχεῖα πάσχειν ἅπαντα καὶ ποιεῖν πέφυκεν; ὡς δὲ τῶν ἐν γραμματικῇ στοιχείων βραχύτητές εἰσι καὶ μακρότητες, τῶν δ’ ἐν μουσικῇ βαρύτητες καὶ ὀξύτητες, Fοὐ θάτερα τῶν ἑτέρων στέρησις, οὕτως ἐν τοῖς φυσικοῖς σώμασιν ἀντιστοιχίαν​11 ὑποληπτέον ὑγρῶν πρὸς ξηρὰ καὶ ψυχρῶν πρὸς θερμά, τὸ κατὰ λόγον ἅμα καὶ τὰ φαινόμενα διαφυλάττοντας· ἤ, καθάπερ Ἀναξιμένης ὁ παλαιὸς ᾤετο, μήτε τὸ ψυχρὸν ἐν οὐσίᾳ μήτε τὸ θερμὸν ἀπολείπωμεν, ἀλλὰ πάθη κοινὰ τῆς ὕλης ἐπιγινόμενα ταὶς μεταβολαῖς; τὸ γὰρ συστελλόμενον αὐτῆς καὶ πυκνούμενον ψυχρὸν εἶναί φησι, τὸ δ’ ἀραιὸν καὶ τὸ χαλαρόν (οὕτω πως ὀνομάσας​12 τῷ ῥήματι), θερμόν. ὅθεν οὐκ ἀπεικότως λέγεσθαι τὸ καὶ θερμὰ τὸν ἄνθρωπον ἐκ τοῦ στόματος καὶ ψυχρὰ μεθιέναι· ψύχεται γὰρ ἡ πνοὴ πιεσθεῖσα καὶ πυκνωθεῖσα τοῖς χείλεσιν, 948ἀνειμένου δὲ τοῦ στόματος ἐκπίπτουσα γίνεται θερμόν ὑπὸ μανότητος. τοῦτο μὲν οὖν ἀγνόημα ποιεῖται τοῦ ἀνδρὸς ὁ Ἀριστοτέλης· ἀνειμένου γὰρ τοῦ στόματος ἐκπνεῖσθαι τὸ θερμὸν ἐξ ἡμῶν αὐτῶν, ὅταν δὲ συστρέψαντες τὰ χείλη φυσήσωμεν, οὐ τὸν ἐξ ἡμῶν, ἀλλὰ τὸν ἀέρα τὸν πρὸ τοῦ στόματος ὠθεῖσθαι ψυχρὸν ὄντα καὶ προσεμπίπτειν.

 p242  8 [link to English translation] Εἰ δ’ ἀπολειπτέον οὐσίαν ψυχροῦ καὶ θερμοῦ, προάγωμεν ἐπὶ τὸ ἑξῆς τὸν λόγον, ἥτις ἐστὶν οὐσία καὶ ἀρχὴ καὶ φύσις ψυχρότητος, ζητοῦντες·B οἱ μὲν οὖν, τῶν σκαληνῶν καὶ τριγωνοειδῶν σχηματισμῶν ἐν τοῖς σώμασι κειμένων,​13 τὸ ῥιγοῦν καὶ τρέμειν καὶ φρίττειν καὶ ὅσα συγγενῆ τοῖς πάθεσι τούτοις ὑπὸ τραχύτητος ἐγγίνεσθαι λέγοντες, εἰ καὶ τοῖς κατὰ μέρος διαμαρτάνουσι, τὴν γοῦν ἀρχὴν ὅθεν δεῖ λαμβανοῦσι· δεῖ γὰρ ὥσπερ ἀφ’ ἑστίας τῆς τῶν ὅλων οὐσίας ἄρχεσθαι τὴν ζήτησιν. ᾧ καὶ μάλιστα δόξειεν ἂν ἰατροῦ καὶ γεωργοῦ καὶ αὐλητοῦ διαφέρειν ὁ φιλόσοφος. ἐκείνοις μὲν γὰρ ἐξαρκεῖ τὰ ἔσχατα τῶν αἰτίων θεωρῆσαι· τὸ γὰρ ἐγγυτάτω τοῦ πάθοῦς αἴτιον ἂν συνοφθῇ, πυρετοῦ μὲν ἔντασις​14 ἢ παρέμπτωσις, Cἐρυσίβης δ’ ἥλιοι πυριφλεγεῖς ἐπ’ ὄμβρῳ, βαρύτητος δὲ κλίσις αὐλῶν καὶ συναγωγὴ πρὸς ἀλλήλους, ἱκανόν ἔστι τῷ τεχνίτῃ πρὸς τὸ οἰκεῖον ἔργον. τῷ δὲ φυσικῷ θεωρίας ἕνεκα μετιόντι τἀληθὲς ἡ τῶν ἐσχάτων γνῶσις οὐ τέλος ἐστὶν ἀλλ’ ἀρχῆ τῆς ἐπὶ τὰ πρῶτα καὶ ἀνωτάτω πορείας. διὸ καὶ Πλάτων ὀρθῶς καὶ Δημόκριτος​15 αἰτίαν θερμότητος καὶ βαρύτητος ζητοῦντες οὐ κατέπαυσαν ἐν γῇ καὶ πυρὶ τὸν λόγον ἀλλ’ ἐπὶ τὰς  p244 νοητὰς ἀναφέροντες ἀρχὰς τὰ αἰσθητὰ μέχρι τῶν ἐλαχίστων ὥσπερ σπερμάτων προῆλθον.

9 [link to English translation] Οὐ μὴν ἀλλὰ καὶ τὰ αἰσθητὰ ταυτὶ προανακινῆσαι βέλτιόν ἐστιν, ἐν οἷς Ἐμπεδοκλῆς Dτε καὶ Στράτων καὶ οἱ Στωικοὶ τὰς οὐσίας τίθενται τῶν δυνάμεων, οἱ μὲν Στωικοὶ τῷ ἀέρι τὸ πρώτως ψυχρὸν ἀποδιδόντες, Ἐμπεδοκλῆς δὲ καὶ Στράτων τῷ ὕδατι· τὴν δὲ γῆν ἴσως ἂν ἕτερος φανείη ψυχρότητος οὐσίαν ὑποτιθέμενος. πρότερον δὲ τὰ ἐκείνων σκοπῶμεν.

Ἐπεὶ τὸ πῦρ θερμὸν ἅμα καὶ λαμπρόν ἐστι, δεῖ τὴν ἀντικειμένην τῷ πυρὶ φύσιν ψυχράν τ’ εἶναι καὶ σκοτεινήν· ἀντίκειται γὰρ ὡς τῷ λαμπρῷ τὸ ζοφερόν, οὕτω τῷ θερμῷ τὸ ψυχρόν· ἔστι γὰρ ὡς ὄψεως τὸ σκοτεινόν, οὕτω τὸ ψυχρὸν ἁφῆς συγχυτικόν· ἡ δὲ θερμότης διαχεῖ τὴν αἴσθησιν τοῦ ἁπτομένου καθάπερ ἡ λαμπρότης τοῦ ὁρῶντος. Eτὸ ἄρα πρώτως σκοτεινὸν ἐν τῇ φύσει πρώτως καὶ ψυχρόν ἐστιν. ὅτι δ’ ἀὴρ τὸ πρώτως σκοτεινόν ἐστιν, οὐδὲ τοὺς ποιητὰς λέληθεν· ἀέρα γὰρ τὸ σκότος καλοῦσιν·

"ἀὴρ γὰρ παρὰ νηυσὶ βαθὺς​16 ἦν, οὐδὲ σελήνη οὐρανόθεν προύφαινε."

καὶ πάλιν

"ἠέρα ἑσσάμενοι πᾶσαν φοιτῶσιν ἐπ’ αἶαν."​17

 p246  καὶ πάλιν

"αὐτίκα δ’ ἠέρα μὲν σκέδασεν καὶ ἀπῶσεν ὁμίχλην,

ἠέλιος δ’ ἐπέλαμψε, μάχη δ’ ἐπὶ πᾶσα φαάνθη.῾

καὶ γὰρ "κνέφας" τὸν ἀφώτιστον ἀέρα καλοῦσι, κενόν, ὡς ἔοικε, φάους ὄντα· καὶ "νέφος" ὁ συμπεσὼν καὶ πυκνωθεὶς ἀὴρ ἀποφάσει φωτὸς κέκληται· Fκνηκὶς​18 δὲ καὶ ἀχλὺς καὶ ὁμίχλη καὶ ὅσα τοῦ φωτὸς οὐ παρέχει τῇ αἰσθήσει δίοψιν ἀέρος εἰσὶ διαφοραὶ· καὶ τὸ ἀειδὲς αὐτοῦ καὶ ἄχρωστον Ἅιδης καὶ Ἀχέρων ἐπίκλησιν ἔσχεν. ὥσπερ οὖν αὐγῆς ἐπιλιπούσης σκοτεινὸς ἀήρ, οὕτω θερμοῦ μεταστάντος τὸ ἀπολειπόμενον ἀὴρ ψυχρὸς ἄλλο δ’ οὐδέν ἐστι· διὸ καὶ Τάρταρος οὕτως​19 ὑπὸ ψυχρότητος κέκληται· δηλοῖ δὲ καὶ Ἡσίοδος εἰπὼν "Τάρταρον​20 ἠερόεντα"· καὶ τὸ ῥιγοῦντα πάλλεσθαι καὶ τρέμειν "ταρταρίζειν." ταῦτα μὲν οὖν τοιοῦτον ἔχει λόγον.

10 [link to English translation] 949Ἐπεὶ δ’ ἡ φθορὰ μεταβολή τίς ἐστι τῶν φθειρομένων εἰς τοὐναντίον ἑκάστῳ, σκοπῶμεν εἰ καλῶς εἴρηται τὸ "πυρὸς θάνατος ἀέρος γένεσις." θνῄσκει γὰρ καὶ πῦρ ὥσπερ ζῷον, ἢ βίᾳ σβεννύμενον ὴ δι’ αὑτοῦ μαραινόμενον. ἡ μὲν οὖν σβέσις ἐμφανεστέρον ποιεῖ τὴν εἰς ἀέρα μεταβολὴν αὐτοῦ·  p248 καὶ γὰρ ὁ καπνὸς ἀέρος ἐστὶν εἶδος καὶ ἡ κατὰ Πίνδαρον "ἀέρα​21 κνισᾶντι λακτίζοισα καπνῷ" λιγνὺς καὶ ἀναθυμίασις. οὐ μὴν ἀλλὰ καὶ φθινούσης ἀτροφίᾳ φλογὸς ἰδεῖν ἔστιν, ὥσπερ ἐπὶ τῶν λύχνων, τὸ ἄκρον εἰς ἀέρα γνοφώδη​22 καὶ ζοφερὸν ἀποχεόμενον.​23 ἱκανῶς δὲ καὶ ὁ τῶν μετὰ λουτρὸν ἢ πυρίαν περιχεαμένων​24 ψυχρὸν ἀνιὼν ἀτμὸς ἐνδείκνυται τὴν εἰς ἀέρα τοῦ θερμοῦ φθειρομένου μεταβολήν, ὡς φύσει πρὸς τὸ πῦρ ἀντικείμενον· Bᾧ τὸ πρώτως τὸν ἀέρα σκοτεινὸν εἶναι καὶ ψυχρὸν ἠκολούθει.

11 [link to English translation] Καὶ μὴν ἁπάντων γε τῶν γινομέμων ὑπὸ ψυχρότητος ἐν τοῖς σώμασι σφοδρότατον καὶ βιαιότατον ἡ πῆξις οὖσα, πάθος μέν ἐστιν ὕδατος, ἔργον δ’ ἀέρος· αὐτὸ μὲν γὰρ καθ’ ἑαυτὸ τὸ ὕδωρ εὐδιάχυτον καὶ ἀπαγὲς καὶ ἀσύστατόν ἐστιν, ἐντείνεται δὲ καὶ συνάγεται τῷ ἀέρι σφιγγόμενον ὑπὸ ψυχρότητος· διὸ καὶ λέλεκται

"εἰ δὲ νότος βορέην προκαλέσσεται, αὐτίκα νίψει."

τοῦ γὰρ νότου καθάπερ ὕλην τὴν ὑγρότητα παρασκευάσαντος, ὁ βόρειος ἀὴρ ὑπολαβὼν ἔπηξε. Cκαὶ δῆλόν ἐστι μάλιστα περὶ τὰς χιόνας· ἀέρα γὰρ μεθεῖσαι καὶ προαναπνεύσασαι λεπτὸν καὶ ψυχρὸν οὕτω ῥέουσιν. Ἀριστοτέλης δὲ καὶ τὰς ἀκόνας τοῦ μολίβδου τήκεσθαί φησι καὶ ῥεῖν ὑπὸ κρύους καὶ  p250 χειμῶνος, ὕδατος μὲν οὐ​25 πλησιάζοντος αὐταῖς· ὁ δ’ ἀήρ, ὡς ἔοικε, συνελαύνων τὰ σώματα τῇ ψυχρότητι καταθραύει καὶ ῥήγνυσιν.

12 [link to English translation] Ἔτι τοίνυν τὰ μὲν ἀποστασθέντα τῆς πηγῆς ὕδατα μᾶλλον πήγνυται· μᾶλλον γὰρ ὁ ἀὴρ ἐπικρατεῖ τοῦ ἐλάττονος. ἂν δέ τις ψυχρόν ἐκ φρέατος ὕδωρ λαβὼν ἐν ἀγγείῳ καὶ καθεὶς αὖθις εἰς τὸ φρέαρ ὥστε μὴ ψαύειν τοῦ ὕδατος τὸ ἀγγεῖον ἀλλ’ ἐν τῷ ἀέρι κρέμασθαι, Dπεριμείνῃ χρόνον οὐ πολύν, ἔσται ψυχρότερον τὸ ὕδωρ· ᾧ μάλιστα δηλοῦται τὸ μὴ τοῦ ὕδατος εἶναι τὴν πρώτην αἰτίαν τῆς ψυχρότητος ἀλλὰ τοῦ ἀέρος. τῶν γε μὴν μεγάλων ποταμῶν οὐδεὶς πήγνυται διὰ βάθους· οὐ γὰρ καθίησιν εἰς ὅλον ὁ ἀήρ, ἀλλ’ ὅσα τῇ ψυχρότητι περιλαμβάνει ψαύων καὶ πλησιάζων, ταῦθ’ ἵστησιν· ὅθεν οἱ βάρβαροι διαβαίνουσι πεζῇ, προβαλόντες ἀλώπεκας· ἂν γὰρ μὴ πολὺς ἀλλ’ ἐπιπόλαιος ὁ πάγος ᾖ, αἰσθανόμεναι τῷ ψόφῳ τοῦ ὑπορρέοντος ἀναστρέφουσιν. ἔνιοι δὲ καὶ θηρεύουσιν ἰχθῦς, ὕδατι θερμῷ τοῦ πάγου Eπαραλύοντες καὶ χαλῶντες τό γε τὴν ὁρμιὰν δεξόμενον.​26 οὕτως οὐδὲν ὑπὸ τοῦ ψυχροῦ τὸ ἐν βάθει πέπονθε. καίτοι τῶν ἄνω τοσαύτη γίνεται μεταβολὴ διὰ τὴν πῆξιν, ὥστε συντρίβειν τὰ πλοῖα τὸ ὕδωρ ἀποβιαζόμενον εἰς ἑαυτὸ καὶ συνθλιβόμεον, ὡς ἱστοροῦσιν οἱ νῦν  p252 μετὰ τοῦ Καίσαρος ἐπὶ τοῦ Ἴστρου διαχειμάσαντες. οὐ μὴν ἀλλὰ καὶ τὸ περὶ ἡμᾶς συμβαῖνον ἱκανῆν μαρτυρίαν δίδωσι· μετὰ γὰρ τὰ λουτρὰ καὶ τὰς ἐξιδρώσεις περιψυχόμεθα μᾶλλον, τοῖς σώμασιν ἀνειμένοις καὶ διακεχυμένοις πολλὴν ψυχρότητα μετὰ τοῦ ἀέρος καταδεχόμενοι. τὸ δ’ αὐτὸ τοῦτο καὶ τὸ ὕδωρ πάσχει· ψύχεται γάρ, ἂν προθερμανθῇ, μᾶλλον, εὐπαθέστερον τῷ ἀέρι γενόμενον· Fοἵ τε​27 τὰ ζέοντα τῶν ὑδάτων ἀναρύτοντες​28 καὶ μετεωρίζοντες οὐδὲν ἄλλο δήπου ποιοῦσιν ἢ πρὸς ἀέρα πολὺν ἀνακεραννύουσιν. ὁ μὲν οὖν τῷ ἀέρι τὴν πρώτην ἀποιδιοὺς τῆς ψυχρότητος δύναμιν, ὦ Φαβωρῖνε, λόγος ἐν τοιαύταις ἐστὶ πιθανότησιν.

13 [link to English translation] Ὁ δὲ τῷ ὕδατι λαμβάνει μὲν καὶ αὐτὸς ἀρχὰς ὁμοίως, οὕτω πως τοῦ Ἐμπεδοκλέους λέγοντος

"ἠέλιον μὲν λαμπρὸν​29 ὅρα​30 καὶ θερμὸν ἁπάντῃ,

ὄμβρον δ’ ἐν πᾶσι δνοφόεντά τε ῥιγαλέον τε"·

τῷ γὰρ θερμῷ τὸ ψυχρὸν ὡς τῷ λαμπρῷ τὸ μέλαν ἀντιτάξας συλλογίσασθαι δέδωκεν, ὅτι τῆς αὐτῆς οὐσίας ἐστὶ τὸ μέλαν καὶ τὸ ψυχρόν, ὡς τῆς αὐτῆς τὸ λαμπρὸν καὶ τὸ θερμόν. 950ὅτι δ’ οὐ τοῦ ἀέρος τὸ μέλαν ἀλλὰ τοῦ ὕδατος ἐστιν, ἡ αἴσθησις ἐπιμαρτυρεῖ, τῷ μὲν ἀέρι μηδενὸς ὡς ἁπλῶς εἰπεῖν μελαινομένου τῷ δ’ ὕδατι πάντων. ἂν γὰρ τὸ λευκότατον ἐμβάλῃς ἔριον εἰς ὕδωρ ἢ ἱμάτιον, ἀναφαίνεται  p254 μέλαν καὶ διαμένει, μέχρι ἂν ὑπὸ θερμότητος ἐξικμασθῇ τὸ ὑγρὸν ἢ τισι στρέβλαις καὶ βάρεσιν ἐκπιεσθῇ· τῆς τε γῆς ὕδατι ῥαινομέμης, διαμελαίνουσιν οἱ καταλαμβανόμενοι ταῖς σταγόσι τόποι, τῶν ἄλλων ὁμοίων μενόντων. αὐτοῦ μὲν οὖν τοῦ ὕδατος σκοτεινότατον ὑπὸ πλήθους φαίνεται τὸ βαθύτατον, Bοἷς δ’ ἀὴρ πλησιάζει, ταῦτα περιλάμπεται καὶ διαγελᾷ. τῶν δ’ ἄλλων ὑγρῶν διαφανὲς μάλιστα τοὔλαιόν ἐστι, πλείστῳ χρώμενον ἀέρι· τούτου δὲ τεκμήριον ἡ κουφότης, δι’ ἣν ἐπιπολάζει πᾶσιν ὑπὸ τοῦ ἀέρος ἀναφερόμενον. ποιεῖ δὲ καὶ​31 γαλήνην ἐν τῇ θαλάττῃ τοῖς κύμασιν ἐπιρραινόμενον, οὐ διὰ τὴν λειότητα τῶν ἀνέμων ἀπολισθανόντων, ὡς Ἀριστοτέλης ἔλεγεν· ἀλλὰ παντὶ μὲν ὑγρῷ τὸ κῦμα διαχεῖται πληττόμενον, ἰδίως δὲ τοὔλαιον αὐγὴν καὶ καταφάνειαν ἐν βυθῷ παρέχει, διαστελλομένων τῷ ἀέρι τῶν ὑγρῶν· οὐ γὰρ μόνον ἐπιπολής τοῖς​32 διανυκστερεύουσιν Cἀλλὰ καὶ κάτω τοῖς σπογγοθήραις διαφυσώμενον ἐκ τοῦ στόματος ἐν τῇ θαλάττῃ φέγγος ἐνδίδωσιν. οὐ μᾶλλον οὖν τῷ ἀέρι τοῦ μέλανος ἢ τῷ ὕδατι μέτεστιν, ἧττον δὲ τοῦ ψυχροῦ. τὸ γοῦν ἔλαιον, ἀέρος πλείστου τῶν ὑγρῶν μετέχον, ἥκιστα ψυχρόν ἐστι καὶ πήγνυται μαλακῶς· ὁ γὰρ ἀὴρ ἐγκεκραμένος οὐκ ἐᾷ σκληρὰν γενέσθαι τὴν πῆξιν· βελόνας δὲ καὶ πόρπας σιδηρᾶς καὶ τὰ λεπτὰ​33 τῶν ἔργων οὐχ ὕδατι βάπτουσιν ἀλλ’ ἐλαίῳ, τὴν ἄγαν ψυχρότητα φοβούμενοι τοῦ  p256 ὕδατος ὡς διαστρέφουσαν. ἀπὸ τούτων γὰρ δικαιότερόν ἐστιν ἐξετάζεσθαι τὸν λόγον οὐκ ἀπὸ τῶν χρωμάτων· ἐπεὶ καὶ χιὼν καὶ χάλαζα καὶ κρύσταλλος ἅμα λαμπρότατα γίνεται καὶ ψυχρότατα· Dκαὶ πάλιν πίττα θερμότερόν ἐστι μέλιτος καὶ σκοτωδέστερον.

14 [link to English translation] Ὅμως δὲ θαυμάζω τῶν ἀξιούντων τὸν ἀέρα ψυχρὸν εἶναι διὰ τὸ καὶ σκοτεινόν, εἰ μὴ συνορῶσιν ἑτέρους ἀξιοῦντας θερμὸν εἶναι διὰ τὸ καὶ κοῦφον. οὐ γὰρ οὕτω τῷ ψυχρῷ τὸ σκοτεινὸν ὡς τὸ βαρὺ καὶ στάσιμον οἰκεῖόν ἐστι καὶ συγγενές· πολλὰ γὰρ ἄμοιρα θερμότητος ὄντα μετέχει λαμπηδόνος, ἐλαφρὸν δὲ καὶ κοῦφον καὶ ἀνωφερὲς οὐδέν ἐστι τῶν ψυχρῶν. ἀλλὰ καὶ τὰ νέφη, μέχρι μὲν ἀέρος οὐσίᾳ μᾶλλον προσήκει, μετεωρίζεται· Eμεταβαλόντα δ’ εἰς ὑγρὸν εὐθὺς ὀλισθάνει καὶ τὸ κοῦφον οὐχ ἧττον ἢ τὸ θερμὸν ἀποβάλλει, ψυχρότητος ἐγγινομένης· καὶ τοὐναντίον ὅταν θερμότης ἐπέλθῃ, πάλιν ἀναστρέφει τὴν κίνησιν, ἅμα τῷ μεταβαλεῖν εἰς ἀέρα τῆς οὐσίας ἄνω φερομένης.

Καὶ μὴν οὐδὲ τὸ τῆς φθορᾶς ἀληθές ἐστιν· οὐ γὰρ εἰς τοὐναντίον ἀλλ’ ὑπὸ τοῦ ἐναντίου φθείρεται τῶν ἀπολλυμένων ἕκαστων, ὥσπερ τὸ πῦρ ὑπὸ τοῦ ὕδατος εἰς τὸν ἀέρα. τὸ γὰρ ὕδωρ ὁ μὲν Αἰσχύλος εἰ καὶ τραγικῶς ἀλλ’ ἀληθῶς εἶπε

"παύσυβριν​34 δίκην πυρός"·

Ὅμηρος δὲ τῷ ποταμῷ τὸν Ἥφαιστον καὶ τῷ Ποσειδῶνι τὸν Ἀπόλλωνα κατὰ τὴν μάχην φυσικῶς μᾶλλον ἢ μυθικῶς ἀντέταξεν. Fὁ δ’ Ἀρχίλοχος  p258 ἐπὶ τῆς τἀναντία φρονούσης οὐ κακῶς εἶπε

"τῇ μὲν ὕδωρ ἐφόρει

δολοφρονέουσα χειρί, τἠτέρῃ δὲ πῦρ."

ἐν δὲ Πέρσαις τῶν ἱκετευμάτων μέγιστον ἧν καὶ ἀπαραίτητον, εἰ πῦρ λαβῶν ὁ ἱκετεύων καὶ ἐν ποταμῷ βεβηκὼς ἀπειλοίη μὴ τυχὼν τὸ πῦρ εἰς τὸ ὕδωρ ἀφήσειν· ἐτύγχανε μὲν γὰρ ὧν ἐδεῖτο, τυχὼν δ’ ἐκολάζετο διὰ τὴν ἀπειλὴν ὡς παρὰ νόμον καὶ κατὰ τῆς φύσεως γενομένην. καὶ τοῦτο δὴ τὸ πρόχειρον ἅπασι "πῦρ ὕδατι μιγνύναι" τὸ παροιμιαζόμενον ἐν​35 τοῖς ἀδυνάτοις, μαρτυρεῖν ἔοικεν ὅτι τῷ πυρὶ τὸ ὕδωρ πολέμιόν ἐστι καὶ ὑπὸ τούτου φθείρεται καὶ κολάζεται σβεννύμενον, 951οὐχ ὑπὸ τοῦ ἀέρος ὃς τοὐναντίον​36 ὑπολαμβάνει τὴν οὐσίαν αὐτοῦ καὶ δέχεται μεταβάλλοντος. εἰ γὰρ ἅπαν​37 εἰς ὃ μεταβάλλει τὸ φθειρόμενον ἐναντίον ἐστί, τί μᾶλλον τῷ ἀέρι τὸ πῦρ ἢ τὸ ὕδωρ ἐναντίον φανεῖται; μεταβάλλει γὰρ εἰς ὕδωρ συνιστάμενος εἰς δὲ πῦρ διακρινόμενος· ὥσπερ αὖ πάλιν τὸ ὕδωρ διακρίσει μὲν εἰς ἀέρα φθείρεται συγκρίσει δ’ εἰς γῆν, ὡς μὲν ἐγὼ νομίζω δι’ οἰκειότητα τὴν πρὸς ἀμφότερα καὶ συγγένειαν, οὐχ ὡς ἐναντίον ἑκατέρῳ καὶ πολέμιον. ἐκεῖνοι δέ, ὁποτέρως ἂν εἴπωσι, τὸ ἐπιχείρημα δισφθείρουσι. Bπήγνυσθαί γε μὴν ὑπὸ τοῦ  p260 ἀέρος φάναι τὸ​38 ὕδωρ ἀλογώτατόν ἐστιν, αὐτὸν τὸν ἀέρα μηδαμοῦ πηγνύμενον ὁρῶντας. νέφη γὰρ καὶ ὀμίχλαι καὶ κνηκίδες οὐ πήξεις εἰσὶν ἀλλὰ συστάσεις καὶ παχύτητες ἀέρος διεροῦ καὶ ἀτμώδους· ὁ δ’ ἄνικμος καὶ ξηρὸς οὐδ’ ἄχρι ταύτης τὴν κατάψυξιν ἐνδέχεται τῆς μεταβολῆς. ἔστι γὰρ ἃ τῶν ὀρῶν οὐ λαμβάνει νέφος οὐδὲ δρόσον οὐδ’ ὀμίχλην, εἰς καθαρὸν ἀέρα καὶ ἄμοιρον ὑγρότητος ἐξικνούμενα τοῖς ἄκροις· ᾧ μάλιστα δῆλόν ἐστιν ὡς ἡ κάτως πύκνωσις καὶ σύστασις τῷ ἀέρι συμμεμειγμένον ὑγρὸν καὶ ψυχρὸν ἐνδίδωσι.

15 [link to English translation] Τὰ δὲ κάτω τῶν μεγάλων ποταμῶν οὐ πήγνυται κατὰ λόγον. τὰ γὰρ ἄνω παγέντα τὴν ἀναθυμίασιν οὐ διίησιν,​39 ἀλλ’ ἐγκαθειργνυμένη καὶ ἀποστρεφομένη Cθερμότητα παρέχει τοῖς διὰ βάθους ὑγροῖς· ἀπόδειξις δὲ τούτου τὸ λυομένου τοῦ πάγου πάλιν ἀτμὸν πολὺν ἐκ τῶν ὑγρῶν ἀναγέρεσθαι. διὸ καὶ τὰ τῶν ζῴων σώματα χειμῶνός ἐστι θερμότερα τῷ συνέχειν τὸ θερμὸν ἐν ἑαυτοῖς ὑπὸ τῆς ἔξωθεν ψυχρότητος εἴσω συνελαυνόμενον.

Αἱ δ’ ἀναρύσεις καὶ μετεωρίσεις οὐ μόνον τὸ θερμὸν ἐξαιροῦσι τῶν ὑδάτων ἀλλὰ καὶ τὸ ψυχρόν· ὅθεν ἥκιστα τὰς χίονας καὶ τὸ συνθλιβόμενον ὑγρὸν ἀπ’ αὐτῶν οἱ σφόδρα ψυχροῦ δεόμενοι κινοῦσιν· ἐκστατικὸν γὰρ ἀμφοῖν ἡ κίνησις.

Ὅτι δ’ οὐκ ἀέρος ἐστὶν ἀλλ’ ὕδατος ἡ τοιαύτη δύναμις, οὕτως ἄν τις ἐξ ὑπαρχῆς ἐπέλθοι. πρῶτον  p262 μὲν οὐκ εἰκός ἐστιν ἀέρα, Dτῷ αἰθέρι γειτνιῶντα καὶ ψαύοντα τῆς περιφορᾶς καὶ ψαυόμενον οὐσίας​40 πυρώδους, τὴν ἐναντίαν ἔχειν δύναμιν· οὔτε γὰρ ἄλλως δύνατον ἁπτόμενα καὶ συνεχῆ τοῖς πέρασιν ὄντα δύο σώματα μὴ πάσχειν ὑπ’ ἀλλήλων, εἰ δὲ πάσχειν, μὴ ἀναπίμπλασθαι τῆς τοῦ κρείττονος δυνάμεως τὸ ἧττον·​41 οὔτε τὴν φύσιν ἔχει λόγον ἐφεξῆς τῷ φθείροντι τάξαι τὸ φθειρόμενον, ὥσπερ οὐ κοινωνίας οὖσαν οὐδ’ ἁρμονίας ἀλλὰ πολέμου καὶ μάχης δημιουργόν. χρῆται μὲν γὰρ ἐναντίοις εἰς τὰ ὅλα πράγμασι·​42 χρῆται δ’ οὐκ ἀκράτοις οὐδ’ ἀντιτύποις, ἀλλ’ ἐναλλάξ τινα θέσιν καὶ τάξιν οὐκ ἀναιρετικὴν ἀλλὰ κοινωνικὴν δι’ ἑτέρων καὶ συνεργὸν ἐν μέσῳ παραπλεκομένην​43 ἔχουσι· καὶ ταύτην εἴληφεν ὁ ἀήρ, ὑποκεχυμένος τῷ πυρὶ πρὸ τοῦ ὕδατος καὶ διαδιδοὺς ἐπ’ ἀμφότερα καὶ συνάγων, Eοὔτε θερμὸς ὢν αὐτὸς οὔτε ψυχρὸς ἀλλὰ ψυχροῦ καὶ θερμοῦ μετακέρασμα καὶ κοινώνημα, μειγνυμένων ἐν αὐτῷ μῖξιν ἀβλαβῆ καὶ μαλακῶς ἀνιεῖσαν​44 καὶ δεχομένην τὰς ἐναντίας ἀκρότητας.

16 [link to English translation] Ἔπειτα πανταχοῦ μὲν ἐστιν ἀὴρ ἴσος, οὐ πανταχοῦ δὲ χειμὼν ὅμοιος οὐδὲ ψῦχος. ἀλλὰ ταῦτα μὲν τὰ μέρη ψυχρὰ καὶ κάθυγρα, ταῦτα δὲ ξηρὰ καὶ θερμὰ τῆς οἰκουμένης οὐ κατὰ τύχην, ἀλλὰ τῷ μίαν οὐσίαν ψυχρότητος καὶ ὑγρότητος  p264 εἶναι. FΛιβύης μὲν γὰρ ἔνθερμος ἡ πολλὴ καὶ ἄνυδρος, Σκυθίαν δὲ καὶ Θρᾴκην καὶ Πόντον οἱ πεπλανημένοι λίμνας τε μεγάλας ἔχειν καὶ ποταμοῖς διαρρεῖσθαι βαθέσι καὶ πολλοῖς ἱστοροῦσιν· αὐτῶν τε τῶν ἐν μέσῳ τόπων τὰ παράλιμνα καὶ ἑλώδη ψῦχος ἔχει μάλιστα διὰ τὰς ἀπὸ τῶν ὑγρῶν ἀναθυμιάσεις· Ποσειδώνιος δὲ τῆς ψυχρότητος αἰτίαν εἰπὼν τὸ πρόσφατον εἶναι τὸν ἕλειον ἀέρα καὶ νοτερὸν οὐκ ἔλυσε τὸ πιθανόν, ἀλλὰ πιθανώτερον ἐποίησεν· οὐ γὰρ ἂν ἐφαίνετο τοῦ ἀέρος ὁ πρόσφατος ἀεὶ ψυχρότερος, εἰ μὴ τὸ ψυχρὸν ἐν τοῖς ὑγροῖς τὴν γένεσιν εἶχε. βέλτιον οὖν Ὅμηρος

952"αὔρη δ’ ἐκ ποταμοῦ ψυχρὴ πνέει ἠῶθι​45 πρό,"

τὴν πηγὴν τῆς ψυχρότητος ἔδειξεν.

Ἔτι τοίνυν ἡ μὲν αἴσθησις πολλάκις ἡμᾶς ἐξαπατᾷ, ὅταν ἱματίων ἢ ἐρίων ψυχρῶν θιγγάνωμεν, οἰομένους ὑγρῶν θιγγάνειν διὰ τὸ κοινὴν ἀμφοτέροις οὐσίαν ὑπάρχειν καὶ τὰς φύσεις συγγενεῖς​46 εἶναι καὶ οἰκείας. ἐν δὲ τοῖς δυσχειμέροις κλίμασι πολλὰ ῥηγνύει τὸ ψῦχος ἀγγεῖα καὶ χαλκᾶ καὶ κεραμεᾶ· κενὸν δ’ οὐδὲν ἀλλὰ πάντα​47 πλήρη, βιαζομένου τῇ ψυχρότητι τοῦ ὕδατος. καίτοι φησὶ Θεόφραστος τὸν ἀέρα ῥηγνύναι τὰ ἀγγεῖα τῷ ὑγρῷ καθάπερ ἥλῳ​48 χρώμενον· Bὅρα δὲ μὴ τοῦτο κομψῶς μᾶλλον  p266 ἢ ἀληθῶς εἰρημένον ᾖ· ἔδει γὰρ τὰ πίττης γέμοντα μᾶλλον ῥήγνυσθαι ὑπὸ τοῦ ἀέρος καὶ τὰ γάλακτος.

Ἀλλ’ ἔοικε τὸ ὕδωρ ἐξ ἑαυτοῦ ψυχρὸν εἶναι καὶ πρώτως· ἀντίκειται γὰρ τῇ ψυχρότητι πρὸς τὴν θερμότητα τοῦ πύρος, ὥσπερ τῇ ὑγρότητι πρὸς τὴν ξηρότητα καὶ τῇ βαρύτητι πρὸς τὴν κουφότητα. καὶ ὅλως τὸ μὲν πῦρ διαστατικόν ἐστι καὶ διαιρετικόν, τὸ δ’ ὕδωρ κολλητικὸν καὶ σχετικόν, τῇ ὑγρότητι συνέχον καὶ πῆττον· ᾗ καὶ παρέσχεν Ἐμπεδοκλῆς ὑπόνοιαν, ὡς τὸ μὲν πῦρ "νεῖκος οὐλόμενον," "σχεδύνην" δὲ "φιλότητα" τὸ ὑγρὸν ἑκάστοτε προσαγορεύων· Cἐπεὶ τροφὴ μὲν πυρὸς τὸ μεταβάλλον εἰς πῦρ, μεταβάλλει δὲ τὸ συγγενὲς καὶ οἰκεῖον, τὸ δ’ ἐναντίον δυσμετάβλητον, ὡς τὸ ὕδωρ· καὶ αὐτὸ μὲν ὡς ἔπος εἰπεῖν ἄκαυστόν ἐστιν, ὕλην δὲ καὶ πόαν νοτερὰν καὶ ξύλα βεβρεγμένα δυσκαῆ παρέχει, καὶ φλόγα ζοφερὰν καὶ ἀμβλεῖαν ὑπὸ χλωρότητος ἀναδίδωσι τῷ ψυχρῷ μαχόμενον πρὸς τὸ θερμὸν ὡς φύσει πολέμιον.

17 [link to English translation] Σκόπει δὴ καὶ ταῦτα παραβάλλων ἐκείνοις. ἐπειδὴ γὰρ​49 Χρύσιππος οἰόμενος τὸν ἀέρα πρώτως ψυχρὸν εἶναι, διότι καὶ σκοτεινόν, ἐμνήσθη μόνον τῶν πλέον ἀφεστάναι τὸ ὕδωρ τοῦ αἰθέρος ἢ τὸν ἀέρα λεγόντων, καὶ πρὸς αὐτούς τι βουλόμενος εἰπεῖν, "οὕτω μὲν ἄν," ἔφη, "καὶ τὴν γῆν ψυχρᾶν εἶναι πρώτως λέγομεν, ὅτι τοῦ αἰθέρος ἀφέστηκε  p268 πλεῖστον," Dὡς ἀδόκιμόν τινα παντελῶς τοῦτον καὶ ἄτοπον ἀπορρίψας τὸν λόγον, ἐγώ μοι δοκῶ μηδὲ τὴν γῆν ἄμοιρον εἰκότων καὶ πιθανῶν ἀποφαίνειν,​50 ποιηνσάμενος ἀρχὴν ᾧ μάλιστα Χρύσιππος ὑπὲρ τοῦ ἀέρος κέχρηται. τί δὲ τοῦτ’ ἐστί; τὸ σκοτεινὸν ὄντα πρώτως εἶναι καὶ ψυχρὸν πρώτως.​51 εἰ γὰρ δύο λαβὼν οὗτος ἀντιθέσεις δυνάμεων οἴεται τῇ ἑτέρᾳ καὶ τὴν ἑτέραν ἐξ ἀνάγκης ἕπεσθαι, μυρίαι δήπουθέν εἰσιν ἀντιτάξεις καὶ ἀντιπάθειαι πρὸς τὸν αἰθέρα​52 τῆς γῆς, αἷς καὶ ταύτην ἄν τις ἀκολουθεῖν ἀξιώσειεν. Eοὐ γὰρ ὡς βαρεῖα πρὸς κοῦφον καὶ καταρρεπὴς πρὸς ἀνωφερὲς ἀντίκειται μόνον, οὐδ’ ὡς πυκνὴ πρὸς ἀραιὸν οὐδ’ ὡς βραδεῖα καὶ στάσιμος πρὸς ὀξύρροπον καὶ κινητικόν, ἀλλ’ ὡς βαρυτάτη πρὸς κουφότατον καὶ πυκνοτάτη πρὸς ἀραιότατον, καὶ τέλος ὡς ἀκίνητος ἐξ ἑαυτῆς πρὸς αὐτοκίνητον καὶ τὴν μέσην χώραν ἐπέχουσα πρὸς ἀεὶ κυκλοφορούμενον. οὐκ ἄτοπον οὖν τηλικαύταις καὶ τοσαύταις ἀντιτάξεσι καὶ τὴν τῆς ψυχρότητος καὶ θερμότητος ἕπεσθαι. ναί, ἀλλὰ τὸ πῦρ λαμπρόν ἐστιν. οὔτι μὴν​53 σκοτεινὸν ἡ γῆ; σκοτεινότατον μὲν οὖν ἁπάντων καὶ ἀφεγγέστατον. Fἀέρι μέν γε​54 μετοχὴ φωτός ἐστι πρώτῳ, καὶ τάχιστα τρέπεται καὶ ἀναπλησθεὶς διανέμει πανταχοῦ τὴν λαμπρότητα, σῶμα παρέχων τῆς αὐγῆς ἑαυτόν· ὁ γὰρ ἥλιος ἀνίσχων, ὥς τις εἶπε τῶν διθυραμβοποιῶν,

"εὐθὺς ἀνέπλησεν ἀεροβατᾶν μέγαν οἶκον ἀνέμων"·

 p270  ἐκ τούτου δὲ καὶ λίμνῃ καὶ θαλάττῃ μοῖραν αὐγῆς κατιὼν ἐνίησι καὶ βυθοὶ ποταμῶν διαγελῶσιν, ὅσον ἀέρος ἐξικνεῖται πρὸς αὐτούς. μόνη δ’ ἡ γῆ τῶν σωμάτων ἀεὶ ἀφώτιστός ἐστι καὶ ἄτρωτος ὑφ’ ἡλίου καὶ σελήνης τῷ φωτίζοντι, θάλπεται δ’ ὑπ’ αὐτῶν καὶ παρέχει χλιαίνειν ἐπ’ ὀλίγον βάθος​55 ἐνδυομένῳ τῷ θερμῷ· 953τὸ δὲ λαμπρὸν οὐ παρίησιν ὑπὸ στερεότητος ἀλλ’ ἐπιπολῆς περιφωτίζεται, τὰ δ’ ἐντὸς ὄρφνη καὶ χάος καὶ Ἀίδης ὀνομάζεται· καὶ τὸ ἔρεβος τοῦτ’ ἦν ἄρα, τὸ χθόνιον καὶ ἔγγαιον σκότος. τὴν δὲ νύκτα ποιηταὶ μὲν ἐκ γῆς γεγονέναι μυθολογοῦσι, μαθηματικοὶ δὲ σκίαν γῆς οὖσαν ἀποδεικνύουσιν ἀντιφραττούσης πρὸς τὸν ἥλιον· ὁ γὰρ ἀὴρ ἀναπίμπλαται σκότους ὑπὸ γῆς ὡς φωτὸς ὑφ’ ἡλίου· καὶ τὸ ἀφώτιστον αὐτοῦ μῆκός ἐστι νυκτός, ὅσον ἡ σκιὰ τῆς γῆς ἐπινέμεται. διὸ τῷ μὲν ἐκτὸς ἀέρι καὶ νυκτὸς οὔσης ἄνθρωποί τε χρῶνται καὶ θηρία πολλὰ νομὰς ποιούμενα διὰ σκότους, Bἁμωσγέπως ἴχνη φωτὸς καὶ ἀπορροὰς αὐγῆς ἐνδιεσπαρμένας ἔχοντος· ὁ δ’ οἰκουρὸς καὶ ὑπωρόφιος, ἅτε δὴ τῆς γῆς πανταχόθεν περιεχούσης, κομιδῇ τυφλός κέρατα ζῴων ὅλα μὲν οὐ διίησιν αὐγὴν ὑπὸ στερεότητος, ὅταν δὲ πρισθῇ καὶ καταξεσθῇ, γίνεται διαφανῆ, παραμιχθέντος αὐτοῖς τοῦ ἀέρος. οἶμαι δὲ  p272 καὶ μέλαιναν ἑκάστοτε τὴν γῆν ὑπὸ τῶν ποιητῶν καλεῖσθαι διὰ τὸ σκοτῶδες καὶ τὸ ἀφώτιστον· ὥστε καὶ τὴν πολυτίμητον ἀντίθεσιν τοῦ σκοτεινοῦ πρὸς τὸ λαμπρὸν ἐπὶ τῆς γῆς μᾶλλον ἢ τοῦ ἀέρος ὑπάρχειν.

18 [link to English translation] CἈλλ’ αὕτη μὲν ἀπήρτηται τοῦ ζητουμένου· πολλὰ γὰρ δέδεικται ψυχρὰ τῶν λαμπρῶν ὄντα καὶ θερμὰ τῶν ἀμαυρῶν καὶ σκοτεινῶν. ἐκεῖναι δὲ συγγενέστεραι δυνάμεις ψυχρότητος εἰσι, τὸ ἐμβριθὲς τὸ μόνιμον τὸ πυκνὸν τὸ ἀμετάβλητον· ὧν ἀέρι μὲν οὐδεμιᾶς, γῇ δὲ μᾶλλον ἢ ὕδατι πασῶν μέτεστι. καὶ μὴν ἐν τοῖς μάλιστα τὸ ψυχρὸν αἰσθητῶς σκληρόν ἐστι καὶ σκληροποιὸν καὶ ἀντίτυπον. ἰχθῦς μὲν γὰρ ἱστορεῖ Θεόφραστος ὑπὸ ῥίγους πεπηγότας, ἂν ἀφεθῶσιν ἐπὶ τὴν γῆν, κατάγνυσθαι καὶ συντρίβεσθαι δίκην ὑελῶν​56 ἢ κεραμεῶν σωμάτων. Dἐν δὲ Δελφοῖς αὐτὸς ἤκουες ὅτι τῶν εἰς τὸν Παρνασὸν ἀναβάντων βοηθῆσαι ταῖς Θυιάσιν,​57 ἀπειλημμέναις ὑπὸ πνεύματος χαλεποῦ καὶ χιόνος, οὕτως ἐγένοντο διὰ τὸν πάγον σκληραὶ καὶ ξυλώδεις αἱ χλαμύδες, ὡς καὶ θραύεσθαι διατεινομένας καὶ ῥήγνυσθαι. ποιεῖ δὲ καὶ νεῦρα δυσκαμπῆ καὶ γλῶτταν ἄναυδον ἀκινησίᾳ καὶ σκληρότητι τὸ ἄγαν ψῦχος, ἐκπηγνύον τὰ​58 ὑγρὰ καὶ μαλακὰ τοῦ σώματος.

 p274  19 [link to English translation] Ὧν βλεπομένων, σκόπει τὸ γινόμενον οὕτω. πᾶσα δήπου δύναμις, ἂν περιγένηται, πέφυκε μεταβάλλειν καὶ τρέπειν εἰς ἑαυτὴν τὸ νικώμενον· τὸ μὲν γὰρ ὑπὸ θερμοῦ κρατηθὲν ἐκπυροῦται, τὸ δ’ ὑπὸ πνεύματος ἐξαεροῦται, τὸ δ’ εἰς ὕδωρ ἐμπεσόν, Eἂν μὴ διαφύγῃ, καθυγραίνεται συνδιαχεόμενον. ἀνάγκη δὴ καὶ τὰ ψυχόμενα κομιδῇ μεταβάλλειν εἰς τὸ πρώτως ψυχρόν· ἔστι δ’ ὑπερβολὴ ψύξεως πῆξις, πῆξις δ’ εἰς ἀλλοίωσιν τελευτᾷ καὶ λίθωσιν, ὅταν, παντάπασι τοῦ ψυχροῦ κρατήσαντος, ἐκπαγῇ μὲν τὸ ὑγρὸν ἐκθλιβῇ δὲ τὸ θερμόν. ὅθεν ἡ μὲν ἐν βάθει γῆ πάγος ἐστὶν ὡς εἰπεῖν καὶ κρύσταλλος ἅπασα· τὸ γὰρ ψυχρὸν ἄκρατον οἰκουρεῖ καὶ ἀμάλακτον ἀπεωσμένον ἐκεῖ τοῦ αἰθέρος ἀπωτάτω· ταυτὶ δὲ τὰ ἐμφανῆ, κρημνοὺς καὶ σκοπέλους καὶ πέτρας, Ἐμπεδοκλῆς μὲν ὑπὸ τοῦ πῦρος οἴεται τοῦ ἐν βάθει τῆς γῆς ἑστάναι καὶ ἀνέχεσθαι διερειδόμενα φλεγμαίνοντος· Fἐμφαίνεται δὲ μᾶλλον, ὅσων τὸ θερμὸν ἐξεθλίβη καὶ διέπτατο, πάντα ταῦτα παντάπασιν ὑπὸ τῆς ψυχρότητος παγῆναι· διὸ καὶ πάγοι καλοῦνται. καὶ τὰ ἄκρα πολλῶν ἐπιμελανθέντα,​59 ᾗ τὸ θερμὸν ἐξέπεσε, πυρικραύστοις ἰδεῖν προσέοικε· πήγνυσι γὰρ τὸ ψυχρὸν τὰ μὲν μᾶλλον τὰ δ’ ἧττον, μάλιστα δ’ οἷς πρώτως ἐνυπάρχειν πέφυκεν. 954ὥσπερ  p276 γάρ, εἰ θερμοῦ τὸ κουφίζειν, θερμότατόν ἐστι τὸ κουφότατον· εἰ δ’ ὑγροῦ τὸ μαλάσσειν, ὑγρότατον τὸ μαλακώτατον· οὕτως, εἰ καὶ ψυχροῦ τὸ πηγνύειν, ἀνάγκη καὶ ψυχρότατον εἶναι τὸ μάλιστα πεπηγός, οἷον ἡ γῆ· τὸ δὲ ψυχρότατον φύσει δήπου καὶ πρώτως ψυχρόν· ὥστε πρώτως καὶ φύσει ψυχρὸν ἡ γῆ. τοῦτο δ’ ἀμέλει καὶ τῇ αἰσθήσει δῆλόν ἐστι· καὶ γὰρ πηλὸς ὕδατος ψυχρότερον καὶ τὸ πῦρ γῆν ἐπιφοροῦντες ἀφανίζουσιν· οἱ δὲ χαλκεῖς τῷ πυρουμένῳ καὶ ἀνατηκομένῳ σιδήρῳ μάρμαρον καὶ λατύπην παραπάσσουσι,​60 Bτὴν πολλὴν ῥύσιν ἐφιστάντες καὶ καταψύχοντες· ψύχει δὲ καὶ τὰ τῶν ἀθλητῶν ἡ κόνις σώματα καὶ κατασβέννυσι τοὺς ἱδρῶτας.

20 [link to English translation] Ἡ δὲ καθ’ ἕκαστον ἐνιαυτὸν ἡμᾶς μετάγουσα καὶ μετοικίζουσα χρεία τί βούλεται, χειμῶνος μὲν ἀπωτάτω φεύγουσα τῆς γῆς εἰς μετέωρα καὶ ἀπόγεια, θέρους δὲ πάλιν ἀντεχομένη τῶν κάτω καὶ ὑποδυομένη καὶ διώκουσα προσφόρους​61 καταφυγάς, τιθεμένη δίαιταν ἐν ἀγκάλαις γῆς ἀγαπητῶς; ἆρ’ οὐχὶ ταῦτα ποιοῦμεν ἐπὶ τὴν γῆν ὑπὸ ψυχρότητος ὁδηγούμενοι τῇ αἰσθήσει καὶ τὸ πρώτως φύσει ψυχρὸν ἐπιγινώσκοντες; αἱ γοῦν παράλιοι χειμῶνος δίαιται τρόπον τινὰ γῆς φυγαί εἰσιν, Cὡς ἀνυστὸν ἀπολειπόντων διὰ κρύος αὐτήν, τὸν δ’ ἔναλον ἀέρα καὶ πελάγιον θερμὸν ὄντα περιβαλλομένων·​62 εἶτ’ αὖθις ἐν θέρει τὸν γηγενῆ καὶ χερσαῖον ὑπὸ καύματος ποθοῦμεν, οὐκ αὐτὸν ὄντα  p278 ψυχρὸν ἀλλὰ τοῦ φύσει ψυχροῦ καὶ πρώτως ἀποβλαστάνοντα καὶ βεβαμμένον ὑπὸ τῆς ἐν γῇ δυνάμεως ὥσπερ βαφῇ σίδηρον. καὶ γὰρ τῶν ῥυτῶν ὑδάτων τὰ πετραῖα καὶ ὀρεινὰ ψυχρότατα καὶ τῶν φρεατιαίων τὰ κοιλότατα· τούτοις μὲν γὰρ οὐκέτι μείγνυται διὰ βάθους ἔξωθεν ὁ ἀήρ, ἐκεῖνα δ’ ἐκπίπτει διὰ τῆς γῆς ἀμίκτου καὶ καθαρᾶς, ὡς τὸ περὶ Ταίναρον,​63 Dὃ δὴ Στυγὸς ὕδωρ καλοῦσιν, ἐκ πέτρας γλίσχρως συλλειβόμενον οὕτω ψυχρόν, ὥστε μηδὲν ἀγγεῖον ἄλλο μόνην δ’ ὁπλὴν ὄνου στέγειν· τὰ δ’ ἄλλα διακόπτει καὶ ῥήγνυσιν.

21 [link to English translation] Ἔτι γε μὴν τῶν ἰατρῶν ἀκούομεν, ὡς πᾶσα γῆ τῷ γένει στύφειν καὶ ψύχειν πέφυκε· καὶ πολλὰ τῶν μεταλλευομένων καταριθμοῦσι στυπτικὴν αὐτοῖς παρέχοντα καὶ σχετικὴν εἰς τὰς φαρμακείας δύναμιν· καὶ γὰρ τὸ στοιχεῖον αὐτῆς οὐ τμητικὸν οὐδὲ κινητικὸν οὐδὲ λεπτὸν​64 οὐδ’ ἔχον ὀξύτητας οὐδὲ μαλθακὸν οὐδ’ εὐπερίχυτον γέγονεν, ἀλλ’ ἑδραῖον ὡς ὁ κύβος καὶ συνερειστικόν. Eὅθεν αὐτή τε βρῖθος ἔσχε, καὶ τὸ ψυχρόν, ὅπερ ἦν δύναμις αὐτῆς, τῷ πυκνοῦν καὶ συνωθεῖν καὶ ἀποθλίβειν τὰ ὑγρὰ φρίκας καὶ τρόμους διὰ τὴν ἀνωμαλίαν ἐνεργάζεται τοῖς σώμασιν· ἂν δ’ ἐπικρατήσῃ παντάπασι, τοῦ θερμοῦ φυγόντος ἢ σβεσθέντος, ἔστησε τὴν ἕξιν ἐκπαγεῖσαν καὶ νεκρωθεῖσαν. ὅθεν οὐδὲ καίεται γῆ τὸ παράπαν ἢ καίεται γλίσχροως καὶ  p280 μόγις. ἀὴρ μὲν γὰρ ἐξ ἑαυτοῦ πολλάκις φλόγας ἀναδίδωσι καὶ ῥεῖ​65 καὶ διαστράπτει πυρούμενος·​66 τῷ δ’ ὑγρῷ τροφῇ χρῆται τὸ θερμόν· οὐ γὰρ τὸ στερεὸν ἀλλὰ τὸ νοτερὸν τοῦ ξύλου καυστόν ἐστιν· ἐξικμασθέντος​67 δὲ τούτου, Fτὸ στερεὸν καὶ ξηρὸν ἀπολείπεται τέφρα γενόμενον. οἱ δὲ καὶ τοῦτο φιλοτιμούμενοι μεταβάλλον ἀποδεῖξαι καὶ καταναλισκόμενον ἀναδεύοντες πολλάκις ἐλαίῳ καὶ στέατι φύροντες οὐδὲν περαίνουσιν, ἀλλ’ ὅταν ἐκκαῇ τὸ λιπαρόν, περίεστι πάντως καὶ διαμένει τὸ γεῶδες· ὅθεν οὐ κατὰ χώραν μόνον ἐξ ἕδρας ἀκίνητον οὖσαν αὐτὴν ἀλλὰ καὶ κατ’ οὐσίαν ἀμετάβλητον, Ἑστίαν, ἅτε δὴ​68 "μένουσαν ἐν θεῶν οἴκῳ," κάλλιστα​69 προσηγόρευσαν οἱ παλαιοί, διὰ τὴν στάσιν καὶ πῆξιν· ἧς ἡ ψυχρότης δεσμός ἐστιν, ὡς Ἀρχέλαος ὁ φυσικὸς εἶπεν, οὐδενὸς χαλῶντος αὐτὴν οὐδὲ μαλάττοντος, ἅτε θερομένην καὶ ἀλεαινομένην οὐσίαν.70

955Οἱ δὲ πνεύματος μὲν αἰσθάνεσθαι ψυχροῦ καὶ ὕδατος, γῆς δ’ ἧττον οἰόμενοι, τὴν ἔγγιστα γῆν ὁρῶσιν ἀέρων καὶ ὑδάτων καὶ ἡλίου καὶ θερμότητος ἀναπλέων σύμμιγμα καὶ συμφόρημα γεγενημένην· καὶ οὐδὲν διαφέρουσι τῶν μὴ τὸν αἰθέρα  p282 φύσει καὶ πρώτως θερμὸν ἀλλὰ τὸ ζέον ὕδωρ ἢ τὸν διάπυρον σίδηρον ἀποφαινομένων, ὅτι τούτων μὲν ἅπτονται καὶ προσθιγγάνουσι,​71 τοῦ δὲ πρώτου καθαροῦ καὶ οὐρανίου πυρὸς αἴσθησιν δι’ ἁφῆς οὐ λαμβάνουσιν, ὥσπερ οὐδ’ οὗτοι τῆς ἐν βάθει γῆς, ἣν μάλιστα γῆν ἄν τις νοήσειεν αὐτὴν καθ’ αὑτὴν ἀποκεκριμένην τῶν ἄλλων. Bδεῖγμα δ’ αὐτῆς ἐστι κἀνταῦθα περὶ τὰς πέτρας· πολὺ γὰρ ἐκ βάθους καὶ οὐ ῥᾴδιον ἀνασχέσθαι προσβάλλουσι​72 κρύος. οἱ δὲ ψυχροτέρου ποτοῦ δεόμενοι χάλικας ἐμβάλλουσιν εἰς τὸ ὕδωρ· γίνεται γὰρ οὐλότερον καὶ στομοῦται παρὰ τὴν ἀπὸ τῶν λίθων ψυχρότητα, πρόσφατον καὶ ἄκρατον ἀναφερομένην.

22 [link to English translation] Τοὺς οὖν πάλαι σοφοὺς καὶ λογίους ἄμικτα θέσθαι τὰ ἐπίγεια καὶ τὰ οὐράνια χρὴ νομίζειν, οὐ τοῖς τόποις ὥσπερ ἐπὶ ζυγοῦ πρὸς τὰ κάτω καὶ ἄνω βλέποντας, ἀλλὰ τῇ διαφορᾷ τῶν δυνάμεων τὰ μὲν θερμὰ καὶ λαμπρὰ καὶ ταχέα καὶ κοῦφα τῇ ἀθανάτῳ καὶ ἀιδίῳ φύσει προσνέμοντας, τὰ δὲ σκοτεινὰ καὶ ψυχρὰ καὶ βραδέα φθιτῶν καὶ ἐνέρων οὐκ εὐδαίμονα κλῆρον ἀποφαίνοντας.​73 ἐπεὶ καὶ τὸ σῶμα τοῦ ζῴου, Cμέχρι μὲν ἔμπνουν ἐστὶ καὶ θαλερόν, ὡς οἱ ποιηταὶ λέγουσι, θερμότητι χρῆται καὶ ζωῇ· γενόμενον δὲ τούτων ἔρημον καὶ ἀπολειφθὲν ἐν μόνῃ τῇ τῆς γῆς μοίρᾳ ψυχρότης εὐθὺς ἴσχει καὶ  p284 κρύος, ὡς ἐν παντὶ μᾶλλον ἢ τῷ γεώδει κατὰ φύσιν θερμότητος ἐνυπαρχούσης.

23 [link to English translation] Ταῦτ’, ὦ Φαβωρῖνε, τοῖς εἰρημένοις ὑφ’ ἑτέρων παράβαλλε· κἂν μήτε λείπηται τῇ πιθανότητι μήθ’ ὑπερέχῃ πολύ, χαίρειν ἔα τὰς δόξας, τὸ ἐπέχειν ἐν τοῖς ἀδήλοις τοῦ συγκατατίθεσθαι φιλοσοφώτερον ἡγούμενος.


Apparatus Criticus:

1 πρώτως Meziriacus: πρώτου.

2 ὅλη Meziriacus: πολλὴ: Wyttenbach writes ἅμα γὰρ ἀπιούσῃ πολλῇ.

3 οὔσας added by Hartman.

4 φύσεως] ψύξεως van Herwerden from Mor. 1052F.

5 τὸ added by Meziriacus.

6 ἐπιοῦσαν Madvig: ἐμποιοῦσαν.

7 After γυμνῶν the MSS. add ἀνόπλων; deleted by W. C. H.

8 ἀποφάσει Xylander: ἀπόφασις.

9 ὑπαρκτὴ W. C. H. after Madvig: φθαρτικὴ.

10 αἷς] ἃς Post, deleting καὶ after ἅπαντα.

11 ἀντιστοιχίαν Meziriacus: ἀντιστοιχείων.

12 καὶ after ὀνομάσας deleted by Hartman.

13 κειμένων] σειομένων Sandbach.

14 ἔντασις] ἔνστασις Turnebus from Galen.

15 Δημόκριτος] Ξενοκράτης Wyttenbach.

16 MSS. of Homer have περὶ and βαθεῖ’.

17 καὶ πάλιν . . . αἶαν are omitted by most MSS. and are unknown to Wyttenbach.

18 κνηκὶς Meziriacus from 951B: καλεῖται.

19 οὕτως Emperius: οὗτος.

20 τάρταρον] MSS. of Hesiod have Τάρταρά τ’.

21 Plutarch's MSS. have ἀέρος κνίσσ’ ἀντιλακτίζουσα. MSS. of Pindar read αἰθέρα.

22 γνοφῶδες? W. C. H.; Kronenberg deleted the preceding καὶ.

23 ἀποχεόμενον the Basel edition of 1525: ἀποχεομένων: ἀπερχόμενον Kronenberg.

24 περιχεαμένων] other MSS. have περιεχομένων and περιχεομένων.

25 μὲν οὐ Post: μόνου.

26 τό γε . . . δεξόμενον Wyttenbach; τότε . . . δεξαμένων.

27 οἵ τε Wyttenbach: ὁπότε.

28 ἀναρύτοντες Turnebus: ἀνορύττοντες.

29 λαμπρὸν] λευκὸν Aristotle.

30 ὅρα] ὁρᾶν Aristotle and Simplicius.

31 τὴν after καὶ deleted by Dübner.

32 τοῖς] missing in nearly all MSS.

33 λεπτὰ Madvig: λοιπὰ.

34 παύσυβριν Bernardakis: παῦε ὕδωρ.

35 ἐν] ἐπὶ van Herwerden; Hartman would delete τὸ παροιμιαζόμενον ἐν τοῖς ἀδυνάτοις.

36 ὃς τοὐναντίον Post: τίον ὡς, τεῖνον ὡς or a lacuna in the MSS.

37 ἅπαν Bernardakis: αἰτία.

38 τὸ added by Benseler.

39 διίησιν Wyttenbach: διίεσιν.

40 οὐσίας Xylander: οὔσης.

41 δύο . . . ἧττον are omitted in most MSS.

42 χρῆται μὲν . . . πράγμασι are omitted in most MSS., in B also, but not in E.

43 παραπλεκομένην E and most MSS.: παραπεπλεγμένην.

44 ἀνιεῖσαν Turnebus: ἐνιεῖσαν.

45 πνέει ἠῶθι] omitted in most MSS., which also write πρός.

46 συγγενεῖς Kronenberg: σύνεγγυς.

47 πάντα] omitted in most MSS.

48 ἥλῳ Turnebus: ἡλίῳ.

49 ἐπειδὴ γὰρ Wyttenbach: ἐπεὶ δὲ καὶ.

50 ἀποφανεῖν Hatzidakis.

51 εἶναι καὶ ψυχρὸν πρώτως added by Patzig.

52 αἰθέρα Leonicus: ἀέρα.

53 οὔτι μὴν] the text is that of E: B and other MSS. have several lacunae.

54 γε] γὰρ Meziriacus.

55 βάθος Wyttenbach: κάρος or φάρος.

56 ὑελῶν van Herwerden: ὑέλων.

57 Θυιάσιν Bernardakis: θυάσιν.

58 τὰ] most MSS. have καὶ.

59 ἐπιμελανθέντα Emperius: ἐπιμελανθέντων.

60 περιπάσσουσι van Herwerden.

61 προσφόρους] προσγείους Patzig.

62 περιβαλλομένων Wyttenbach: περιβάλλομεν.

63 τὸ περὶ Ταίναρον Wyttenbach: περιττοτέρων or περὶ τὸ Ταίναρον (τὸ περὶ Νώνακριν Emperius).

64 λεπτὸν Turnebus: λεῖπον or λίπον.

65 ῥει] ζεῖ Emperius.

66 διαστράπτει πυρούμενος Bernardakis: διαστραπτόμενος or ἀστράπτει πυρούμενος.

67 ἐξικμασθέντος Turnebus: ἰκμασθέντος.

68 Ἑστίαν, ἅτε δὴ Turnebus: ἔστιν ὅτε δὲ.

69 κάλλιστα Post (who also suggests ἰσαίτατα): κλίτα; δικαιότατα W. C. H.

70 οὐσίαν Post and Sandbach: οὖσαν (deleted by Wyttenbach; ἠρεμοῦσαν Crönert).

71 προσθιγγάνουσι Meziriacus: προστυγχάνουσι.

72 προσβάλλουσι Turnebus: προβάλλουσι.

73 ἀποφαίνοντας B, as Kronenberg had conjectured: ἀποφήναντας.


[image ALT: Valid HTML 4.01.]

Page updated: 20 Feb 09