Short URL for this page:
bit.ly/psPlutErotica


[image ALT: Much of my site will be useless to you if you've got the images turned off!]
mail:
Bill Thayer

[image ALT: Click here for an English translation of this page.]
English

[image ALT: Cliccare qui per una pagina di aiuto in Italiano.]
Italiano

[Link to a series of help pages]
Help
[Link to the next level up]
Up
[Link to my homepage]
Εἴσοδος

This webpage reproduces the
Love Stories

by
[ps‑]Plutarch

as published in Vol. X
of the Loeb Classical Library edition, 1936

The text is in the public domain.

This page has been carefully proofread
and I believe it to be free of errors.
If you find a mistake though, please
let me know!

(Vol. X) Πλούταρχος
Ἠθικὰ

 p4  ΕΡΩΤΙΚΑΙ ΔΙΗΓΗΣΕΙΣ

[link to English translation] Α

771e Ἐν Ἁλιάρτῳ τῆς Βοιωτίας κόρη τις γίνεται κάλλει διαπρέπουσα ὄνομα Ἀριστόκλεια· θύγάτηρ δ’ ἦν Θεοφάνους. ταύτην μνῶνται Στράτων Ὀρχομένιος καὶ Καλλισθένης Ἁλιάρτιος.​1 Fπλουσιώτερος δ’ ἦν Στράτων καὶ μᾶλλόν τι τῆς παρθένου ἡττημένος· ἐτύγχανε γὰρ ἰδὼν αὐτῆν ἐν Λεβαδείᾳ λουομένην ἐπὶ τῇ κρήνῃ τῇ Ἑρκύνῃ· ἔμελλε γὰρ τῷ Διὶ τῷ βασιλεῖ κανηφορεῖν. 772ἀλλ’ ὁ Καλλισθένης γε πλέον ἐφέρετο· ἦν γὰρ καὶ γένει προσήκων τῇ κόρῃ. ἀπορῶν δὲ τῷ πράγματι ὁ Θεοφάνης, ἐδεδίει γὰρ τὸν Στράτωνα πλούτῳ τε καὶ γένει σχεδὸν ἁπάντων διαφέροντα τῶν Βοιωτῶν, τὴν αἵρεσιν ἐβούλετο τῷ Τροφωνίῳ ἐπιτρέψαι· καὶ ὁ Στράτων, ἀνεπέπειστο γὰρ ὑπὸ τῶν τῆς παρθένου οἰκετῶν, ὡς πρὸς αὐτὸν μᾶλλον ἐκείνη ῥέποι, ἠξίου ἐπ’ αὐτῇ ποιεῖσθαι τῇ γαμουμένῃ τὴν ἐκλογήν. ὡς δὲ τῆς παιδὸς ὁ Θεοφάνης ἐπυνθάνετο ἐν ὄψει πάντων, ἡ δὲ τὸν Καλλισθένην προύκρινεν, Bεὐθὺς μὲν ὁ Στράτων δῆλος ἦν βαρέως φέρων τὴν  p6 ἀτιμίαν· ἡμέρας δὲ διαλιπὼν δύο προσῆλθε τῷ Θεοφάνει καὶ τῷ Καλλισθένει, ἀξιῶν τὴν φιλίαν αὐτῷ πρὸς αὐτοὺς διαφυλάττεσθαι, εἰ καὶ τοῦ γάμου ἐφθονήθη ὑπὸ δαιμονίου τινός. οἱ δ’ ἐπῄνουν τὰ λεγόμενα, ὥστε καὶ ἐπὶ τὴν ἑστίασιν τῶν γάμων παρεκάλουν αὐτόν. ὁ δὲ​2 παρεσκευασμένος ἑταίρων ὄχλον, καὶ πλῆθος οὐκ ὀλίγον θεραπόντων, διεσπαρμένους παρὰ τούτοις καὶ λανθάνοντας, ἕως ἡ κόρη κατὰ τὰ πάτρια ἐπὶ τὴν Κισσόεσσαν καλουμένην κρήνην κατῄει ταῖς Νύμφαις τὰ προτέλεια θύσουσα, Cτότε δὴ συνδραμόντες πάντες οἱ λοχώντες ἐκείνῳ συνελάμβανον αὐτήν. καὶ ὁ Στράτων γ’ εἴχετο τὴν παρθένου· ἀντελαμβάνετο δ’ ὡς εἰκὸς ὁ Καλλισθένης ἐν μέρει καὶ οἱ σὺν αὐτῷ, ἕως ἔλθεν ἡ παῖς ἐν χερσὶ τῶν ἀνθελκόντων διαφθαρεῖσα. ὁ Καλλισθένης μὲν οὖν παραχρῆμα ἀφανὴς ἐγένετο, εἴτε διαχρησάμενος ἑαυτὸν εἴτε φυγὰς ἀπελθὼν ἐκ τῆς Βοιωτίας· οὐκ εἶχε δ’ οὖν τις εἰπεῖν ὅ τι καὶ πεπόνθοι. ὁ δὲ Στράτων φανερῶς ἐπικατέσφαξεν ἑαυτὸν τῇ παρθένῳ.

[link to English translation] Β

DΦείδων τις τῶν Πελοποννησίων ἐπιτιθέμενος ἀρχῇ, τὴν Ἀργείων πόλιν, τὴν πατρίδα τὴν ἑαυτοῦ, ἡγεμονεύειν τῶν λοιπῶν βουλόμενος, πρῶτον ἐπεβούλευσε Κορινθίοις· πέμψας γὰρ ᾔτει παρ’ αὐτῶν νεανίας χιλίους τοὺς ἀκμῇ διαφέροντας καὶ ἀνδρείᾳ· οἱ δὲ πέμπουσι τοὺς χιλίους, στρατηγὸν αὐτῶν  p8 ἀποδείξαντες Δέξανδρον. ἐν νῷ δ’ ἔχων ὁ Φείδων ἐπίθεσθαι τούτοις, ἵν’ ἔχοι Κόρινθον ἀτονωτέραν καὶ τῇ πόλει χρήσαιτο, προτείχιμα γὰρ τοῦτο ἐπικαιρότατον ἔσεσθαι τῆς ὅλης Πελοποννήσου, τὴν πρᾶξιν ἀνέθετο τῶν ἑταίρων τισίν. Eἦν δὲ καὶ Ἅβρων ἐν αὐτοῖς· οὗτος δὲ ξένος ὢν τοῦ Δεξάνδρου ἔφρασεν αὐτῷ τὴν ἐπιβουλήν. καὶ οὕτως οἱ μὲν χίλιοι​3 πρὸ τῆς ἐπιθέσεως εἰς τὴν Κόρινθον ἐσώθησαν, Φείδων δ’ ἀνευρεῖν ἐπειρᾶτο τὸν προδόντα καὶ ἐπιμελῶς ἐζήτει. δείσας δ’ ὁ Ἅβρων φεύγει εἰς Κόρινθον, ἀναλαβὼν τὴν γυναῖκα καὶ τοὺς οἰκέτας, ἐν Μελίσσῳ, κώμῃ τινὶ τῆς Κορινθίων χώρας· ἔνθα καὶ παῖδα γεννήσας Μέλισσον προσηγόρευσεν, ἀπὸ τοῦ τόποῦ θέμενος τοὔνομα αὐτῷ. τούτου δὴ τοῦ Μελίσσου υἱὸς Ἀκταίων γίνεται, κάλλιστος καὶ σωφρονέστατος τῶν ὁμηλίκων, οὗ πλεῖστοι μὲν ἐγένοντο ἐρασταί, διαφερόντως δ’ Ἀρχίας, γένους μὲν ὢν τοῦ τῶν Ἡρακλειδῶν, πλούτῳ δὲ καὶ τῇ ἄλλῃ δυνάμει λαμπρότατος Κορινθίων. Fἐπεὶ δὲ πείθειν οὐκ ἠδύνατο τὸν παῖδα, ἔγνω βιάσασθαι καὶ συναρπάσαι​4 τὸ μειράκιον· ἐπεκώμασεν οὖν​5 ἐπὶ τὴν οἰκίαν τοῦ Μελίσσου, πλῆθος ἐπαγόμενος καὶ φίλων καὶ οἰκετῶν, καὶ ἀπάγειν τὸν παῖδα ἐπειρᾶτο. ἀντιποιουμένου δὲ τοῦ πατρὸς καὶ τῶν φίλων, ἐπεκδραμόντων δὲ καὶ τῶν γειτόνων καὶ ἀνθελκόντων, 773ἀνθελκόμενος ὁ Ἀκταίων διεφθάρη· καὶ οἱ μὲν οὗτως ἀπεχώρουν. Μέλισσος δὲ τὸν νεκρὸν τοῦ παιδὸς εἰς τὴν ἀγορὰν τῶν Κορινθίων παρακομίσας ἐπεδείκνυε, δίκην ἀπαιτῶν παρὰ τῶν ταῦτα πραξάντων· οἱ δὲ πλέον οὐδὲν ἢ τὸν ἄνδρα  p10 ἠλέουν. ἄπρακτος δ’ ἀναχωρήσας παρεφύλασσε τὴν πανήγυριν τῶν Ἰσθμίων, ἀναβάς τ’ ἐπὶ τὸν τοῦ Ποσειδῶνος νεὼν κατεβόα τῶν Βακχιαδῶν καὶ τὴν τοῦ πατρὸς Ἅβρωνος εὐεργεσίαν ὑπερμίμνησκε, τούς τε θεοὺς ἐπικαλεσάμενος ῥίπτει ἑαυτὸν κατὰ τῶν πετρῶν. μετ’ οὐ πολὺ δ’ αὐχμὸς καὶ λοιμὸς κατελάμβανε τὴν πόλιν· Bκαὶ τῶν Κορινθίων περὶ ἀπαλλγῆς χρωμένων, ὁ θεὸς ἀνεῖλε μῆνιν εἶναι Ποσειδῶνος οὐκ ἀνήσοντος, ἕως ἂν τὸν Ἀκταίωνος θάνατον μετέλθοιεν. ταῦτα πυθόμενος Ἀρχίας, αὐτὸς γὰρ θεωρὸς ἦν, εἰς μὲν τὴν Κόρινθον ἑκὼν οὐκ ἐπανῆλθε, πλεύσας δ’ εἰς τὴν Σικελίαν Συρακούσας ἔκτισε. πατὴρ δὲ γενόμενος ἐνταῦθα θυγατέρων δυεῖν, Ὀρτυγίας τε καὶ Συρακούσης, ὑπὸ τοῦ Τηλέφου δολοφονεῖται, ὃς ἐγεγόνει μὲν αὐτοῦ παιδικά, νεὼς δ’ ἀφηγούμενος συνέπλευσεν εἰς Σικελίαν.

[link to English translation] Γ

Ἀνὴρ πένης Σκέδασος τοὔνομα κατῴκει Λεῦκτρα· ἔστι δὲ κώμιον τῆς τῶν Θεσπιέων χώρας. τούτῳ θυγατέρες γίνονται δύο· Cἐκαλοῦντο δ’ Ἱππὼ καὶ Μιλητία, ἤ, ὥς τινες, Θεανὼ καὶ Εὐξίππη. ἦν δὲ χρηστὸς ὁ Σκέδασος καὶ τοῖς ξένοις ἐπιτήδειος, καίπερ οὐ πολλὰ κεκτημένος. ἀφικομένους οὖν πρὸς αὐτὸν δύο Σπαρτιάτας νεανίας ὑπεδέξατο προθύμως· οἱ δὲ τῶν παρθένων ἡττώμενοι διεκωλύοντο πρὸς τὴν τόλμαν ὑπὸ τῆς τοῦ  p12 Σκεδάσου χρηστότητος. τῇ δ’ ὑστεραίᾳ Πυθώδε ἀπῄεσαν· αὕτη γὰρ αὐτοῖς προύκειτο ἡ ὁδός· καὶ τῷ θεῷ χρησάμενοι περὶ ὧν ἐδέοντο, πάλιν ἐπανῄεσαν οἴκαδε, καὶ χωροῦντες διὰ τῆς τῆς Βοιωτίας ἐπέστησαν πάλιν τῇ τοῦ Σκεδάσου οἰκίᾳ. Dὁ δ’ ἐτύγχανεν οὐκ ἐπιδημῶν τοῖς Λεὐκτροις, ἀλλ’ αἱ θυγατέρες αὐτοῦ ὑπὸ τῆς συνήθους ἀγωγῆς τοὺς ξένους ὑπεδέξαντο. οἱ δὲ καταλαβόντες ἐρήμους τὰς κόρας βιάζονται· ὁρῶντες δ’ αὐτὰς καθ’ ὑπερβολὴν τῇ ὕβρει χαλεπαινούσας ἀπέκτειναν, καὶ ἐμβαλόντες ἔς τι φρέαρ ἀπηλλάγησαν. ἐπανελθῶν δ’ ὁ Σκέδασος τὰς μὲν κόρας οὐχ ἕώρα, πάντα δὲ τὰ καταλειφθέντα εὑρίσκει σῷα καὶ τῷ πράγματι ἠπόρει, ἕως τῆς κυνὸς κνυζωμένης καὶ πολλάκις μὲν προστρεχούσης πρὸς αὐτὸν ἀπὸ δ’ αὐτοῦ εἰς τὸ φρέαρ ἐπανιούσης, εἴκασεν ὅπερ ἦν, καὶ τῶν θυγατέρων τὰ νεκρὰ οὕτως ἀνιμήσατο. πυθόμενος δὲ παρὰ τῶν γειτόνων, Eὅτι ἴδοιεν τῇ χθὲς ἡμέρᾳ τοὺς καὶ πρῴην καταχθέντας ἐπ’ αὐτοὺς Λακεδαιμονίους εἰσίοντας, συνεβάλετο τὴν πρᾶξιν ἐκείνων, ὅτι καὶ πρῴην συνεχῶς ἐπῄνουν τὰς κόρας, μακαρίζοντες τοὺς γαμήσοντας.

Ἀπῄει εἰς Λακεδαίμονα, τοῖς ἐφόροις ἐντευξόμενος· γενόμενος δ’ ἐν τῇ Ἀργολικῇ, νυκτὸς καταλαμβανούσης, εἰς πανδοκεῖόν τι κατήχθη· κατὰ​6 τὸ αὐτὸ δὲ καὶ πρεσβύτης τις ἕτερος τὸ γένος ἐξ Ὠρεοῦ πόλεως τῆς Ἑστιαιάτιδος· Fοὗ στενάξαντος καὶ κατὰ Λακεδαιμονίων ἀρὰς ποιουμένου ἀκούσας ὁ Σκέδασος ἐπυνθάνετο τί κακὸν ὑπὸ Λακεδαιμονίων πεπονθὼς εἴη. ὁ δὲ διηγεῖτο, ὡς ὑπήκοος  p14 μέν ἐστι τῆς Σπάρτης, πεμφθεὶς δ’ εἰς Ὠρεὸν Ἀριστόδημος ἁρμοστὴς παρὰ Λακεδαιμονίων ὠμότητα καὶ παρανομίαν ἐπιδείξαιτο πολλήν. "ἐρασθεὶς γάρ," ἔφη, "τοῦ ἐμοῦ παιδός, ἐπειδὴ πείθειν ἀδύνατος ἦν, ἐπεχείρει βιάσασθαι καὶ ἀπάγειν αὐτὸν τῆς παλαίστρας· κωλύοντος δὲ τοῦ παιδοτρίβου καὶ νεανίσκων πολλῶν ἐκβοηθούντων, παραχρῆμα ὁ Ἀριστόδημος ἀπεχώρησε· τῇ δ’ ὑστεραίᾳ πληρώσας τριήρη συνήρπαρσε τὸ μειράκιον, καὶ ἐξ Ὠρεὸν διαπλεύσας εἰς τὴν περαίαν ἐπεχείρει ὑβρίσαι, οὐ συγχωροῦντα δ’ αὐτὸν ἀπέσφαξεν. ἐπανελθὼν δ’ εἰς τὴν Ὠρεὸν εὐωχεῖτο. 774ἐγὼ δ’," ἔφη,​7 "τὸ πραχθὲν πυθόμενος καὶ τὸ σῶμα κηδεύσας παρεγενόμην εἰς τὴν Σπάρτην καὶ τοῖς ἐφόροις ἐνετύγχανον· οἱ δὲ λόγον οὐκ ἐποιοῦντο." Σκέδασος δὲ ταῦτα ἀκούων ἀθύμως διέκειτο, ὑπολαμβάνων ὅτι οὐδ’ αὐτοῦ λόγον τινὰ ποιήσονται οἱ Σπαρτιᾶται· ἐν μέρει τε τὴν οἰκείαν διηγήσατο συμφορὰν τῷ ξένῷ· ὁ δὲ παρεκάλει αὐτὸν μηδ’ ἐντυχεῖν τοῖς ἐφόροις, ἀλλ’ ὑποστρέψαντα εἰς τὴν Βοιωτίαν κτίσαι τῶν θυγατέρων τὸν τάφον. οὐκ ἐπείθετο δ’ ὅμως ὁ Σκέδασος, ἀλλ’ εἰς τὴν Σπάρτην ἀφικόμενος τοῖς ἐφόροις ἐντυγχάνει· Bὧν μηδὲν προσεχόντων, ἐπὶ τοὺς βασιλέας ἵεται καὶ ἀπὸ τούτων ἑκάστῳ τῶν δημοτῶν προσιὼν ὠδύρετο. μηδὲν δὲ πλέον ἀνύων ἔθει διὰ μέσης τῆς πόλεως, ἀνατείνων πρὸς ἥλιον τὼ χεῖρε, αὖθις δὲ τὴν γῆν τύπτων ἀνεκαλεῖτο τὰς Ἐρινύας καὶ τέλος αὑτὸν τοῦ ζῆν μετέστησεν.

Ὑστέρῳ γε μὴν χρόνῳ δίκας ἔδοσαν οἱ Λακεδαιμόνιοι·  p16 ἐπιδὴ γὰρ τῶν Ἑλλήνον ἁπάντων ἦρχον καὶ τὰς πόλεις φρουραῖς κατειλήφεσαν, Ἐπαμεινώνδας ὁ Θηβαῖος πρῶτον μὲν τὴν παρ’ αὑτῷ​8 φρουρὰν ἀπέσφαξε Λακεδαιμονίων· Cτῶν δ’ ἐπὶ τοὐτῳ πόλεμον ἐξενεγκάντων, ἀπήντων οἱ Θηβαῖοι ἐπὶ τὰ Λεῦκτρα, αἰσιούμενοι τὸ χωρίον, ὅτι καὶ πρότερον ἐνταῦθα ἠλευθερώθησαν, ὅτε Ἀμφικτύων​9 ὑπὸ Σθενέλου φυγὰς ἐλαθεὶς εἰς τὴν Θηβαίων ἀφίκετο πόλιν καὶ Χαλκιδεῦσιν ὑποφόρους λαβὼν ἔπαυσε τὸν δασμόν, Χαλκώδοντα τὸν βασιλέα τῶν Εὐβοέων ἀποκτείνας. συνέβη δὲ Λακεδαιμονίων ἧτταν παντελῆ γενέσθαι περὶ αὐτὸ τὸ μνῆμα τῶν Σκεδάσου θυγατέρων. φασὶ δὲ πρὸ τῆς μάχης Πελοπίδᾳ,​10 ἑνὶ τῶν στρατηγῶν τοῦ Θηβαϊκοῦ στρατεύματος, Dἐπὶ σημείοις τισὶν οὐ καλοῖς​11 κρινομένοις θορυβουμένῳ Σκέδασον ἐπιστῆναι κατὰ τοὺς ὕπνους, θαρρεῖν κελεύοντα· παραγίνεσθαι γὰρ εἰς Λεῦκτρα Λακεδαιμονίους, αὑτῷ τε καὶ ταῖς θυγατράσι δώσοντας δίκας· πρὸ μιᾶς δ’ ἡμέρας ἢ συμβαλεῖν τοῖς Λακεδαιμονίοις, πῶλον ἐκέλευεν ἵππου λευκὸν ἕτοιμον παρὰ τῷ τάφῷ τῶν παρθένων σφαγιάσασθαι. τὸν δὲ Πελοπίδαν, ἔτι τῶν Λακεδαιμονίων στρατευομέμων ἐν Τεγέᾳ, εἰς Λεῦκτρα πέμψαι τοὺς ἐξετάσοντας περὶ τοῦ τάφου τούτου, καὶ πυθόμενον παρὰ τῶν ἐγχωρίων θαρροῦντα τὴν στρατιὰν ἐξαγαγεῖν καὶ νικῆσαι.

 p18  [link to English translation] Δ

EΦῶκος Βοιώτιος μὲν ἦν τῷ γένει, ἦν γὰρ ἐκ Γλίσαντος,​12 πατὴρ δὲ Καλλιρρόης κάλλει τε καὶ σωφροσύνῃ διαφερούσης. ταύτην ἐμνηστεύοντο νεανίαι τριάκοντα εὐδοκιμώτατοι ἐν Βοιωτίᾳ· ὁ δὲ Φῶκος ἄλλας ἐξ ἄλλων ἀναβολὰς τῶν γάμων ἐποιεῖτο, φοβούμενος μὴ βιασθείη, τέλος δὲ λιπαρούντων ἐκείνων, ἠξίου ἐπὶ τῷ Πυθίῳ ποιήσασθαι τὴν αἵρεσιν. οἱ δὲ πρὸς τὸν λόγον ἐχαλέπηναν καὶ ὁρμήσαντες ἀπέκτειναν τὸν Φῶκον· ἐν δὲ τῷ θορύβῳ ἡ κόρη φυγοῦσα ἵετο διὰ τῆς χώρας· ἐδίωκον δ’ αὐτῆν οἱ νεανίαι. Fἡ δ’ ἐντυχοῦσα γεωργοῖς ἄλω συντιθεῖσι σωτηρίας ἔτυχε παρ’ αὐτῶν· ἀπέκρυψαν γὰρ αὐτὴν οἱ γεωργοὶ ἐν τῷ σίτῳ. καὶ οὕτω παρῇξαν μὲν οἱ διώκοντες· ἡ δὲ διασωθεῖσα ἐφύλαξε τὴν τῶν Παμβοιωτίων ἑορτήν, καὶ τότε εἰς Κορώνειαν ἐλθοῦσα ἱκέτις καθέζεται ἐπὶ τῷ βωμῷ τῆς Ἰτωνίας Ἀθηνᾶς καὶ τῶν μνηστήρων τὴν παρανομίαν διηγεῖτο, τό τε ἑκάστου ὄνομα καὶ τὴν πατρίδα σημαίνουσα. ἠλέουν οὖν οἱ Βοιωτοὶ τὴν παῖδα καὶ τοῖς νεανίαις ἠγανάκτουν· οἱ δὲ ταῦτα πυθόμενοι εἰς Ὀρχομενὸν καταφεύγουσιν. οὐ δεξαμένων δ’ αὐτοὺς τῶν Ὀρχομενίων πρὸς Ἱππότας εἰσώρμησαν· 775κώμη δ’ ἦν παρὰ τῷ Ἑλικῶνι κειμένη μεταξὺ Θίσβης καὶ Κορωνείας· οἱ δ’ ὑποδέχονται αὐτούς. εἶτα πέμπουσι Θηβαῖοι ἐξαιτοῦντες τοὺς Φώκου φονεῖς· τῶν δ’ οὐ διδόντων, ἐστράτευσαν μὲν μετὰ τῶν  p20 ἄλλων Βοιωτῶν, στρατηγοῦντος Φοίδου, ὃς τότε τὴν ἀρχὴν τῶν Θηβαίων διεῖπε· πολιορκήσαντες δὲ τὴν κώμην ὀχυρὰν οὖσαν, δίψει δὲ τῶν ἔνδον κρατηθέντων, τοὺς μὲν φονεῖς ληφθέντας κατέλευσαν, τοὺς δ’ ἐν τῇ κώμῃ ἐξηνδραποδίσαντο· κατασκάψαντες δὲ τὰ τείχη καὶ τὰς οἰκίας Bδιένειμαν τὴν χώραν Θισβεῦσί​13 τε καὶ Κορωνεῦσι. φασὶ δὲ νυκτὸς, πρὸ τῆς ἁλώσεως τῶν Ἱπποτῶν, φωνὴν ἐκ τοῦ Ἑλικῶνος πολλάκις ἀκουσθῆναι λέγοντός τινος "πάρειμι"· τοὺς δὲ μνηστῆρας τοὺς τριάκοντα τόδε τὸ φώνημα γνωρίζειν, ὅτι Φώκου εἴη. ᾗ δ’ ἡμέρᾳ κατελεύσθησαν, τὸ ἐν Γλίσαντι​14 μνῆμα τοῦ γέροντος κρόκῳ φασὶ ῥεῦσαι· Φοίδῳ δέ, τῷ Θηβαίων ἄρχοντι καὶ στρατηγῷ, ἐκ τῆς μάχης ἐπανιόντι ἀγγελθῆναι θυγατέρα γεγενημένην, ἣν​15 αἰσιούμενον προσαγορεῦσαι Νικοστράτην.

[link to English translation] Ε

CἌλκιππος τὸ μὲν γένος Λακεδαιμόνιος ἦν· γήμας δὲ Δαμοκρίταν πατὴρ θυγατέρων γίνεται δύο· συμβουλεύων τε τῇ πόλει κράτιστά τε καὶ πράττων ὅτου δέοιντο Λακεδαιμόνιοι, ἐφθονήθη ὑπὸ τῶν ἀντιπολιτευομένων, οἳ τοὺς ἐφόρους ψευδέσι λόγοις παραγαγόντες, ὡς τοῦ Ἀλκίππου βουλομένου τοὺς νόμους καταλῦσαι, φυγῇ περιέβαλον τὸν ἄνδρα. καὶ ὁ μὲν ὑπεξῆλθε τῆς Σπάρτης, Δαμοκρίταν δὲ τὴν γυναῖκα μετὰ τῶν θυγατέρων  p22 βουλομένην ἕπεσθαι τἀνδρὶ ἐκώλυον, ἀλλὰ καὶ τὴν οὐσίαν αὐτοῦ ἐδήμευσαν, ἵνα μὴ εὐπορῶσι προικὸς αἱ παρθένοι. Dἐπεὶ δὲ καὶ ὣς ἐμνηστεύοντό τινες τὰς παῖδας διὰ τὴν τοῦ πατρὸς ἀρετῆν, ἐκώλσαν οἱ ἐχθροὶ διὰ ψηφίσματος μνηστεύεσθαί τινας τὰς κόρας, λέγοντες ὡς ἡ μήτηρ αὐτῶν Δαμοκρίτα πολλάκις εὔξατο τὰς θυγατέρας ταχέως γεννῆσαι παῖδας τιμωροὺς τῷ πατρὶ γενησομένους. πανταχόθεν δ’ ἡ Δαμοκρίτα περιελαυνομένη ἐτήρησέ τινα πάνδημον ἑορτήν, ἐν ᾗ γυναῖκες ἅμα παρθένοις καὶ οἰκείοις καὶ νηπίοις ἑώρταζον, αἱ δὲ τῶν ἐν τέλει καθ’ ἑαυτὰς ἐν ἀνδρῶνι μεγάλῳ διεπαννύχιζον· ξίφος τε ὑποζωσαμένη καὶ τὰς κόρας λαβοῦσα νυκτὸς ἦλθεν εἰς τὸ ἱερόν Eκαιρὸν παραφυλάξασα, ἐν ᾧ πᾶσαι τὸ μυστήριον ἐπετέλουν ἐν τῷ ἀνδρῶνι· καὶ κεκλεισμένων τῶν εἰσόδων, ξύλα ταῖς θύραις πολλὰ προσνήσασα (ταῦτα δ’ ἦν εἰς τὴν τῆς ἑορτῆς θυσίαν ὑπ’ ἐκείνων παρεσκευασμένα), πῦρ ἐνῆκε. συνθεόντων δὲ τῶν ἀνδρῶν ἐπὶ τὴν βοήθειαν, ἡ Δαμοκρίτα τὰς θυγατέρας ἀπέσφαξε καὶ ἐπ’ ἐκείναις ἑαυτήν. οὐκ ἔχοντες δ’ οἱ Λακεδαιμόνιοι, ὅπη τὸν θυμὸν ἀπερείσωνται,​16 ἐκτὸς ὅρων ἔρριψαν τῆς τε Δαμοκρίτας καὶ τῶν θυγατέρων τὰ σώματα. ἐφ’ ᾧ μηνίσαντος τοῦ θεοῦ τὸν μέγαν ἱστοροῦσι Λακεδαιμονίοις σεισμὸν ἐπιγενέσθαι.


The Loeb Editor's Notes:

1 Ἁλιάρτιος Wyttenbach: ἀλιάρτῳ.

2 ὁ δὲ] Wyttenbach would add ἧκε.

3 χίλιοι Meziriacus after Amyot: Φλιάσιοι.

4 συναρπάσαι Leonicus: συναρπάσας.

5 οὖν added by Xylander.

6 κατὰ added by Hirschig.

7 ἔφη Bernardakis: ἔφθην (ἔφηνº Urb.)

8 αὑτῷ Bernardakis: αὐτῷ.

9 Ἀμφικτύων] Ἀμφιτρύων Ricardus, cf. Paus. IX.19.3.

10 Πελοπίδᾳ Bernardakis: Πελοπίδῃ.

11 καλοῖς Bryan: καλῶς.

12 Γλίσαντος Xylander: κλείσαντος.

13 Θισβεῦσι Bernardakis: Θηβεῦσι.

14 ἐν Γλίσαντι Bernardakis: ἐγγίσαντι.

15 ἣν added by Wyttenbach.

16 ἀπερείσωνται Bernardakis: ἀπερείσονται.


[image ALT: Valid HTML 4.01.]

Page updated: 14 Jun 09