[image ALT: Much of my site will be useless to you if you've got the images turned off!]
mail:
Bill Thayer

[image ALT: Click here for an English translation of this page.]
English

[image ALT: Cliccare qui per una pagina di aiuto in Italiano.]
Italiano

[Link to a series of help pages]
Help
[Link to the next level up]
Up
[Link to my homepage]
Home
[image ALT: a blank space]

This webpage reproduces a section of
The Buildings

of
Procopius

published in the Loeb Classical Library,
1940

The text is in the public domain.

This page has been carefully proofread
and I believe it to be free of errors.
If you find a mistake though,
please let me know!


[image ALT: link to next section]
Βιβλίον α´
Μέρος β´

(Vol. III) ΠΡΟΚΟΠΙΟΥ ΚΑΙΣΑΡΕΩΣ
ΠΕΡΙ ΚΤΙΣΜΑΤΩΝ

p2 ΒΙΒΛΙΟΝ Α´
Μέρος α´

1 Οὐκ ἀρετῆς ἐπίδειξιν ποιεῖσθαι ἐθέλων, οὐδὲ λόγου δυνάμει θαρσῶν, οὐδὲ χωρίων ἐπὶ τῇ ἐμπειρίᾳ φιλοτιμούμενος, ἐς τῆσδε τῆς ἱστορίας τὴν γραφὴν ὥρμηκα· ἐπεὶ οὐκ εἶχον οὐδὲν ὑφ᾽ οὗ ἂν παρρησίας ἐς τόδε ἀγοίμην. 2 ἀλλά μοι πολλάκις ἔννοια γέγονεν ὁπόσων τε καὶ πηλίκων ἀγαθῶν αἴτιον ἱστορία ταῖς πόλεσι γίνεσθαι εἴωθε, παραπέμπουσά τε εἰς τοὺς ἐπιγόνους τῶν προγεγενημένων τὴν μνήμην, καὶ ἀνταγωνιζομένη τῷ χρόνῳ κρυφαῖα ποιεῖσθαι διατεινομένῳ τὰ πράγματα, καὶ τὴν μὲν ἀρετὴν εὐφημίαις ἀεὶ τῶν ἀναλεγομένων αὐτὴν ἐπαίρουσα, τῆς δὲ κακίας ἐπιλαμβανομένη διηνεκές, ταύτῃ τε ἀποκρουομένη τὴν αὐτῆς δύναμιν. 3 τούτου οὖν δὴ μόνου ἐπιμελητέον ἡμῖν, ὅπως δὴ ἔνδηλα τὰ πεπραγμένα διαφανῶς ἔσται καὶ ὑφ᾽ ὅτου ἐργασθείη τῶν πάντων ἀνθρώπων. ταῦτα δέ, οἶμαι, οὐδὲ γλώσσῃ τραυλιζούσῃ τε καὶ ἰσχνοφώνῳ οὔσῃ ἀμήχανά ἐστι. 4 χωρὶς δὲ τούτων εὐγνώμονας μὲν ἱστορία ἐς τοὺς εὐεργέτας ἐνδείκνυται γεγονέναι τῶν ἀρχομένων τοὺς εὖ πεπονθότας, ἐν μείζοσι δὲ p4αὐτοῖς ἐκτετικέναι τὰ χαριστήρια, οἵ γε, ἂν οὕτω τύχοι, ἐπὶ καιροῦ μὲν τῆς ἀγαθοεργίας τῶν ἐν σφίσιν ἡγησαμένων ἀπώναντο, ἀθάνατον δὲ αὐτοῖς τῶν εἰς τὸ ἔπειτα ἐσομένων τῇ μνήμῃ τὴν ἀρετὴν διασώζουσι. 5 διὰ ταῦτα γὰρ καὶ τῶν ἐπιγινομένων πολλοὶ ἀρετῶσι μὲν τὰς τῶν προγεγενημένων ζηλοῦντες τιμάς, ἐς δὲ τὰς βλασφημίας χαλεπῶς ἔχοντες τῶν ἐπιτηδευμάτων τὰ πονηρότατα, ὡς τὸ εἰκός, ἀναδύονται. ὅτου δὲ δὴ ἕνεκα ταῦτα ὑπεῖνον αὐτίκα δηλώσω.

6 Ἐν χρόνῳ τῷ καθ᾽ ἡμᾶς Ἰουστινιανὸς ὁ1 βασιλεὺς γέγονεν, ὃς2 τὴν πολιτείαν πλημμελῶς κινουμένην παραλαβὼν μεγέθει μὲν αὐτὴν μείζω τε καὶ πολλῷ ἐπιφανεστέραν εἰργάσατο, ἐξελάσας ἐνθένδε τοὺς ἐκ παλαιοῦ βιασαμένους αὐτὴν βαρβάρους, ὥσπερ μοι λεπτολογουμένῳ ἐν τοῖς ὑπὲρ τῶν πολέμων δεδήλωται λόγοις. 7 καίτοι λέγουσί ποτε Θεμιστοκλέα τὸν Νεοκλέους3 ἀποσεμνύνεσθαι ὅτι δὴ οὐκ ἀνεπιστημόνως ἔχοι πόλιν μικρὰν4 ποιῆσαι μεγάλην. 8 ὁ δὲ δὴ οὐκ ἀμελέτητός ἐστιν ἐμπορίζεσθαι πολιτείας ἑτέρας· πολλὰς ἀμέλει προσεποίησεν ἤδη τῇ Ῥωμαίων ἀρχῇ ἀλλοτρίας καθ᾽ αὑτὸν οὔσας, πόλεις δὲ ἀναρίθμους δεδημιούργηκεν οὐ πρότερον οὔσας. 9 πλανωμένην δὲ εὑρὼν τὴν ἀμφὶ τῷ θεῷ δόξαν τὰ πρότερα ἐς πολλά τε ἀναγκαζομένην ἰέναι, συντρίψας ἁπάσας τὰς ἐπὶ τὰς πλάνας φερούσας ὁδούς, διεπράξατο ἐν τῶν βεβαίῳ τῆς πίστεως ἐπὶ μιᾶς ἑστάναι κρηπῖδος. p610 πρὸς δὲ καὶ τοὺς νόμους λαβὼν τῷ τε παμπληθεῖς οὐ δέον γεγονέναι σκοτεινοὺς ὄντας καὶ ξυγχεομένους διαφανῶς τῷ ἀπ᾽ ἐναντίας ἀλλήλοις ἰέναι, καὶ τοῦ μὲν ὄχλου αὐτοὺς τῆς τερθρείας ἀποκαθάρας, τὸ δὲ ἐς5 ἀλλήλους διχοστατεῖν βεβαιότατα κρατυνόμενος διεσώσατο. καὶ τοῖς μὲν ἐπιβουλεύουσιν αὐτεπάγγελτος τὰς αἰτίας ἀφείς, τοὺς δὲ βίου δεομένους πλούτῳ πεποιημένος κατακορεῖς καὶ τύχην αὐτοῖς τὴν ἐπηρεάζουσαν βιασάμενος, εὐδαίμονι βίῳ τὴν πολιτείαν ξυνῴκισεν. 11 ἀλλὰ καὶ βαρβάροις πανταχόθεν ὑποκειμένην τῇ Ῥωμαίων ἀρχὴν στρατιωτῶν τε πλήθει ἐπέρρωσε καὶ ὀχυρωμάτων οἰκοδομίαις ἁπάσας αὐτῆς τὰς ἐσχατιὰς ἐτειχίσατο.

12 Ἀλλὰ τῶν μὲν ἄλλων τὰ πλεῖστα ἐν ἑτέροις μοι συγγέγραπται λόγοις, ὅσα δὲ αὐτῷ ἀγαθὰ οἰκοδομουμένῳ δεδημιούργηται, ἐν τῷ παρόντι γεγράψεται.6 ἄριστον μὲν δὴ βασιλέα γεγονέναι Κῦρον τὸν Πέρσην φασίν, ὧν ἀκοῇ ἴσμεν, τοῖς τε ὁμογενέσιν αἰτιώτατον τῆς βασιλείας. 13 εἰ δὲ τοιοῦτός τις ἦν ὁ Κῦρος ἐκεῖνος οἷος δὴ ὑπὸ Ξενοφῶντι τῷ Ἀθηναίῳ παιδεύεται, οὐκ ἔχω εἰδέναι. 14 τάχα γάρ που καὶ ἡ τοῦ γεγραφότος αὐτὰ δεξιότης κεκομψευμένῃ δυνάμει τοῦ λόγου ἐγκαλλώπισμα τῶν ἔργων γενέσθαι7 διαρκῶς ἴσχυσε. 15 τοῦ δὲ p8καθ᾽ ἡμᾶς βασιλέως Ἰουστινιανοῦ (ὃν δὴ καὶ φύσει βασιλέα καλῶν τις, οἶμαι, ὀρθῶς ἂν εἴποι, ἐπεὶ καὶ πατὴρ ὢς ἤπιός ἐστι, καθ᾽ Ὅμηρον), εἴ τις ἐς τὸ ἀκριβὲς τὴν βασιλείαν διασκοποῖτο, παιδιάν τινα τὴν Κύρου ἀρχὴν οἰήσεται εἶναι. 16 τεκμηριώσει δὲ τὸ τοιοῦτο ἡ μὲν πολιτεία πρὸς αὐτοῦ, ᾗπέρ μοι ἔναγχος εἴρηται, τῇ τε χώρᾳ καὶ τῇ ἄλλῃ δυνάμει πλεῖν ἢ διπλάσια γεγενημένη, οἱ δὲ τὴν ἐπιβουλὴν αὐτῷ σκαιωρησάμενοι μέχρι ἐς φόνον μὴ ὅτι βιοτεύοντες ἐς τόδε τοῦ χρόνου καὶ τὰ σφέτερα αὐτῶν ἔχοντες, καίπερ ἐξεληλεγμένοι διαφανῶς, ἀλλὰ καὶ στρατηγοῦντες Ῥωμαίων ἔτι καὶ ἐς τὸ τῶν ὑπάτων ἀναγεγραμμένοι τελοῦσιν8 ἀξίωμα.

17 Τανῦν δέ, ὅπερ εἶπον, ἐπὶ τὰς οἰκοδομίας τούτου δὴ τοῦ βασιλέως ἡμῖν ἰτέον, ὡς μὴ ἀπιστεῖν τῷ τε πλήθει καὶ τῷ μεγέθει ἐς τὸν ὄπισθεν χρόνον τοῖς αὐτὰς9 θεωμένοις ξυμβαίη ὅτι δὴ ἀνδρὸς ἑνὸς ἔργα τυγχάνει ὄντα. 18 πολλὰ γὰρ ἤδη τῶν προγεγενημένων οὐκ ἐμπεδωθέντα τῷ λόγῳ τῷ ὑπερβάλλοντι τῆς ἀρετῆς ἄπιστα γέγονεν. εἴη δ᾽ ἂν εἰκότως τὰ ἐν Βυζαντίῳ παρὰ πάντα τῷ λόγῳ κρηπίς. 19 ἀρχομένου10 γὰρ ἔργου, κατὰ δὴ τὸν παλαιὸν λόγον, πρόσωπον χρὴ θέμεναι τηλαυγές.

20 Ἄνδρες ἀγελαῖοί ποτε καὶ ὁ συρφετὸς ὅλος11 p10Ἰουστινιανῷ βασιλεῖ ἐν Βυζαντίῳ ἐπαναστάντες τὴν Νίκα καλουμένην στάσιν εἰργάσαντο, ᾗπέρ μοι ἀπαρακαλύπτως ἀκριβολογουμένῳ ἐν τοῖς ὑπὲρ τῶν πολέμων δεδιήγηται λόγοις. 21 ἐνδεικνύμενοι δὲ ὡς οὐκ ἐπὶ τὸν βασιλέα μόνον, ἀλλ᾽ οὐδέν τι ἧσσον ἐπὶ τὸν θεὸν ἅτε ἀποφράδες τὰ ὅπλα ἀντῆραν, ἐμπρῆσαι τῶν Χριστιανῶν τὴν ἐκκλησίαν ἐτόλμησαν (Σοφίαν καλοῦσιν οἱ Βυζάντιοι τὸν νεὼν ἐπικαιριώτατα τῷ θεῷ τὴν ἐπωνυμίαν ἀπεργασάμενοι), ἐπεχώρει δὲ αὐτοῖς ὁ θεὸς διαπράξασθαι τὸ ἀσέβημα, προειδὼς εἰς ὅσον τι12 κάλλος τοῦτο τὸ ἱερὸν μεταστήσεσθαι ἔμελλεν. 22 ἡ μὲν οὖν ἐκκλησία ἐξηνθρακωμένη τότε ξύμπασα ἔκειτο. βασιλεὺς δὲ Ἰουστινιανὸς τοιαύτην ἀποτετόρνευται οὐ πολλῷ ὕστερον ὥστε, εἰ τῶν Χριστιανῶν τις ἐπύθετο πρότερον εἰ βουλομένοις αὐτοῖς διολωλέναι τὴν ἐκκλησίαν εἴη καὶ τοιάνδε γενέσθαι, δείξας τι αὐτοῖς τῶν νῦν φαινομένων ἐκτύπωμα, δοκοῦσιν ἄν μοι ὡς συντομώτατα εὔξασθαι πεπονθυῖαν σφίσι τὴν ἐκκλησίαν θεάσασθαι, ὅπως δὴ αὐτοῖς ἐς τὸ παρὸν μεταβάλοιτο σχῆμα. 23 ὁ μὲν οὖν βασιλεὺς ἀφροντιστήσας χρημάτων ἁπάντων ἐς τὴν οἰκοδομῆν σπουδῇ ἵετο, καὶ τοὺς τεχνίτας ἐκ πάσης γῆς ἤγειρεν ἅπαντας. 24 Ἀνθέμιος δὲ Τραλλιανός, ἐπὶ σοφίᾳ τῇ καλουμένῃ μηχανικῇ λογιώτατος, οὐ τῶν κατ᾽ αὐτὸν μόνον ἁπάντων, p12ἀλλὰ καὶ τῶν αὐτοῦ προγεγενημένων πολλῷ, τῇ βασιλέως ὑπούργει σπουδῇ, τοῖς τεκταινομένοις τὰ ἔργα ῥυθμίζων, τῶν τε γενησομένων προδιασκευάζων ἰνδάλματα, καὶ μηχανοποιὸς σὺν αὐτῷ ἕτερος, Ἰσίδωρος ὄνομα, Μιλήσιος γένος, ἔμφρων τε ἄλλως καὶ πρέπων Ἰουστινιανῷ ὑπουργεῖν βασιλεῖ. 25 ἦν δὲ ἄρα καὶ τοῦτο τῆς τοῦ θεοῦ περὶ τὸν βασιλέα τιμῆς, προκαταστησαμένου τοὺς ἐς τὰ πραχθησόμενα χρησιμωτάτους αὐτῷ ἐσομένους. 26 καὶ αὐτοῦ δὲ τοῦ βασιλέως τὸν νοῦν εἰκότως ἄν τις ἀγασθείη τούτου δὴ ἕνεκα, ὅτι δὴ ἐκ πάντων ἀνθρώπων ἐς τῶν πραγμάτων τὰ σπουδαιότατα τοὺς καιριωτάτους ἀπολέξασθαι ἔσχε.

27 Θέαμα τοίνυν ἡ ἐκκλησία κεκαλλιστευμένον γεγένηται, τοῖς μὲν ὁρῶσιν ὑπερφυές, τοῖς δὲ ἀκούουσι παντελῶς ἄπιστον· ἐπῆρται μὲν γὰρ ἐς ὕψος οὐράνιον ὅσον, καὶ ὥσπερ τῶν ἄλλων οἰκοδομημάτων ἀποσαλεύουσα ἐπινένευκεν ὑπερκειμένη τῇ ἄλλη πόλει, κοσμοῦσα μὲν αὐτήν, ὅτι αὐτῆς ἐστιν, ὡραϊζομένη δέ, ὅτι αὐτῆς οὖσα καὶ ἐπεμβαίνουσα τοσοῦτον ἀνέχει ὥστε δὴ ἐνθένδε ἡ πόλις ἐκ περιωπῆς ἀποσκοπεῖται. 28 εὖρος δὲ αὐτῆς καὶ μῆκος οὕτως ἐν ἐπιτηδείῳ ἀποτετόρνευται, ὥστε καὶ περιμήκης καὶ ὅλως εὐρεῖα οὐκ ἀπὸ τρόπου εἰρήσεται. κάλλει δὲ ἀμυθήτῳ p16ἀποσεμνύνεται.
(p14)  
[image ALT: Architectural plan of a large church about 110 meters long. It is that of Hagia Sophia in Istanbul.]

Plan of St. Sophia.

(p15)  
[image ALT: Architectural cross-section of a large church about 110 meters long. It is that of Hagia Sophia in Istanbul.]

Longitudinal Section of StSophia.
A, the original dome as built by Anthemius and Isidorus.
B, reconstruction of the dome in A.D. 558 by Isidorus the Younger.

29 τῷ τε γὰρ ὄγκῳ κεκόμψευται καὶ τῇ ἁρμονίᾳ τοῦ μέτρου, οὔτε τι ὑπεράγαν οὔτε τι ἐνδεῶς ἔχουσα, ἐπεὶ καὶ τοῦ ξυνειθισμένου κομπωδεστέρα καὶ τοῦ ἀμέτρου κοσμιωτέρα ἐπιεικῶς ἐστι, φωτὶ δὲ καὶ ἡλίου μαρμαρυγαῖς ὑπερφυῶς πλήθει. 30 φαίης ἂν οὐκ ἔξωθεν καταλάμπεσθαι ἡλίῳ τὸν χῶρον, ἀλλὰ τὴν αἴγλην ἐν αὐτῷ φύεσθαι, τοσαύτη τις φωτὸς περιουσία ἐς τοῦτο δὴ τὸ ἱερὸν περικέχυται.13 31 καὶ τὸ μὲν τοῦ νεὼ πρόσωπον (εἴη δ᾽ ἂν αὐτοῦ τὰ πρὸς ἀνίσχοντα ἥλιον, ἵνα δὴ τῶν θεῷ ἱερουργοῦσι τὰ ἄρρητα) τρόπῳ τοιῷδέ δεδημιούργηται. 32 οἰκοδομία τις ἐκ γῆς ἀνέχει, οὐκ ἐπ᾽ εὐθείας πεποιημένη, ἀλλ᾽ ἐκ τῶν πλαγίων ὑπεσταλμένη κατὰ βραχύ, καὶ κατὰ τὰ μέσα ὑποχωροῦσα, ἐπὶ σχῆμά τε κατὰ ἥμισυ τὸ στρογγύλον ἰοῦσα, ὅπερ οἱ περὶ τὰ τοιαῦτα σοφοὶ ἡμικύλινδρον ὀνομάζουσιν, ἐς ὕψος ἀπότομον ἐπανέστηκεν. 33 ἡ δὲ τοῦ ἔργου τούτου ὑπερβολὴ ἐς σφαίρας τεταρτημόριον ἀποκέκριται, ὕπερθέν τε μηνοειδές τι αὐτῇ ἕτερον τοῖς προσεχέσι τῆς οἰκοδομίας ἐπῆρται, τῇ μὲν εὐπρεπείᾳ θαυμάσιον, τῷ δὲ σφαλερῷ τῆς συνθέσεως δοκοῦντι εἶναι φοβερὸν ὅλως. 34 δοκεῖ γάρ πη οὐκ ἐν βεβαίῳ ἐπῃωρῆσθαι, ἀλλ᾽ ἐπικινδύνως τοῖς ἐνθάδε οὖσι μετεωρίζεσθαι. καίτοι διαφέροντως ἐν τῷ βεβαίῳ τῆς ἀσφαλείας ἐστήρικται. 35 τούτων δὲ δὴ ἐφ᾽ ἑκάτερα κίονες ἐπ᾽ ἐδάφους εἰσίν, οὐδὲ αὐτοὶ p18κατ᾽ εὐθὺ ἑστῶτες, ἀλλ᾽ εἴσω κατὰ σχῆμα τὸ ἡμίκυκλον ὥσπερ ἐν χορῷ ἀλλήλοις ὑπεξιστάμενοι, καὶ αὐτῶν ὑπεράνωθεν οἰκοδόμημα μηνοειδὲς ἀποκρέμαται. 36 τοῦ δὲ δὴ ἑῴου κατ᾽ ἀντικρὺ14 τὰς εἰσόδους ἔχων ἐγήγερται τοῖχος, καὶ αὐτοῦ ἑκατέρωθεν οἵ τε κίονες καὶ τὰ αὐτῶν ὕπερθεν ὁμοιότατα τοῖς δεδηλωμένοις ἐν ἡμικύκλῳ ἑστήκασι. 37 κατὰ δὲ τὰ τοῦ νεὼ μέσα λόφοι χειροποίητοι ἐπανεστήκασι τέσσαρες, οὓς καλοῦσι πεσσούς, δύο μὲν πρὸς βορρᾶν, δύο δὲ πρὸς ἄνεμον νότον, ἀντίοι τε καὶ ἴσοι ἀλλήλοις, κίονας ἐν μέσῳ ἑκάτεροι κατὰ τέσσαρας μάλιστα ἔχοντες. 38 πεποίηνται δὲ οἱ λόφοι λίθοις εὐμεγέθεσι σύνθετοι, λογάδην μὲν συνειλεγμένοις, ἐς ἀλλήλους15 δὲ πρὸς τῶν λιθολόγων ἐπισταμένως ἐναρμοσθεῖσιν,16 ἐς ὕψος μέγα. εἰκάσαις ἂν αὐτοὺς εἶναι σκοπέλους ὀρῶν ἀποτόμους. 39 ἐπὶ τούτοις δὲ ἀψῖδες τέσσαρες ἐν τετραπλεύρῳ ἀνέχουσι· καὶ αὐτῶν τὰ μὲν ἄκρα ξύνδυο ξυνιόντα εἰς ἄλληλα ἐν τῇ ὑπερβολῇ ἠρήρεισται τῶν λόφων τούτων, τὰ δὲ δὴ ἄλλα ἐπηρμένα εἰς ἀπέραντον ὕψος ᾐώρηται. 40 τῶν δὲ ἀψῖδων αἱ μὲν δύο κατὰ κενοῦ τοῦ ἀέρος ἐπανεστήκασι πρὸς ἀνίσχοντά τε καὶ δύοντά που τὸν ἥλιον, αἱ δὲ λειπόμεναι οἰκοδομίαν τέ τινα καὶ κίονας p20μικροὺς17 κομιδῇ ἔνερθεν ἔχουσιν. 41 ὕπερθεν δὲ αὐτῶν κυκλοτερὴς οἰκοδομία ἐν στρογγύλῳ ἐπῆρται· ὅθεν ἀεὶ διαγελᾷ πρῶτον ἡ ἡμέρα. 42 ὑπεραίρει γάρ, οἶμαι, τὴν γῆν ξύμπασαν, καὶ διαλείπει τὸ οἰκοδόμημα κατὰ βραχύ, ἐξεπίτηδες παρειμένον τοσοῦτον, ὅσον τοὺς χώρους, οὗ δὴ τὸ διῃρημένον τῆς οἰκοδομίας συμβαίνει εἶναι, φέγγους διαρκῶς ἀγωγοὺς εἶναι. 43 τῶν δὲ ἀψῖδων τῆς συμπλοκῆς ἐν τετραγώνῳ ἐξειργασμένης, ἐς τρίγωνα τέσσαρα μεταξὺ τὸ ἔργον ἀποτετέλεσται. 44 καὶ ἡ μὲν τριγώνου ἑκάστη18 κρηπὶς πεπιεσμένη τῇ ἐς ἀλλήλας τῶν ἀψῖδων ἐνέρσει ὀξεῖαν ποιεῖται τὴν κάτω γωνίαν, συναναβαίνουσα δὲ τὸ λοιπὸν εὐρυνομένη τῇ μεταξὺ χώρᾳ ἐς τὸ κυκλοτερὲς τελευτᾷ, ταύτῃ ἀνέχει, γωνίας τε τὰς λειπομένας ἐνταῦθα ποιεῖται. 45 τούτου δὲ τοῦ κυκλοτεροῦς παμμεγέθης ἐπανεστηκυῖά τις σφαιροειδὴς θόλος ποιεῖται αὐτὸ διαφερόντως εὐπρόσωπον. 46 δοκεῖ δὲ οὐκ ἐπὶ στερρᾶς τῆς οἰκοδομίας ἑστάναι, ἀλλὰ τῇ σφαίρᾳ19 τῇ χρύσῃ ἀπὸ τοῦ οὐρανοῦ ἐξημμένη καλύπτειν τὸν χῶρον. 47 ταῦτα δὲ πάντα ἐς ἄλληλά τε παρὰ δόξαν ἐν μεταρσίῳ ἐναρμοσθέντα, ἐκ τε ἀλλήλων ᾐωρημένα καὶ μόνοις ἐναπερειδόμενα τοῖς ἄγχιστα οὖσι, μίαν μὲν ἁρμονίαν ἐκπρεπεστάτην τοῦ ἔργου ποιοῦνται, οὐ παρέχονται δὲ τοῖς θεωμένοις αὐτῶν τινι ἐμφιλοχωρεῖν ἐπὶ πολὺ τὴν ὄψιν, ἀλλὰ μεθέλκει τὸν ὀφθαλμὸν ἕκαστον, καὶ μεταβιβάζει ῥᾷστα ἑαυτό. 48 ἀγχίστροφός τε p22ἡ τῆς θέας μεταβολὴ ἐς ἀεὶ γίγνεται, ἀπολέξασθαι τοῦ ἐσορῶντος οὐδαμῆ ἔχοντος ὅ τι ἄν ποτε ἀγασθείη μᾶλλον τῶν ἄλλων ἁπάντων. 49 ἀλλὰ καὶ ὡς ἀποσκοποῦντες20 πανταχόσε τὸν νοῦν, τάς τε ὀφρῦς ἐπὶ πᾶσι συννενευκότες, οὐχ οἷοί τέ εἰσι ξυνεῖναι τῆς τέχνης, ἀλλ᾽ ἀπαλλάσσονται ἀεὶ ἐνθένδε καταπεπληγμένοι τῇ ἐς τὴν ὄψιν ἀμηχανίᾳ. ταῦτα μὲν οὖν τῇδέ πη ἔχει.

50 Μηχαναῖς δὲ πολλαῖς βασιλεύς τε Ἰουστινιανὸς καὶ Ἀνθέμιος ὁ μηχανοποιὸς σὺν τῷ Ἰσιδώρῳ οὕτω δὴ μετεωριζομένην τὴν ἐκκλησίαν ἐν τῷ ἀσφαλεῖ διεπράξαντο εἶναι· ὥσπερ τὰς μὲν ἄλλας ἁπάσας ἐμοὶ εἰδέναι τε ἄπορον καὶ λόγῳ φράσαι ἀμήχανον, μία δέ μοι μόνον ἔν γε τῷ παρόντι γεγράψεται ᾗ δύναιτ᾽21 ἄν τις σύμπασαν τοῦ ἔργου τεκμηριῶσαι τὴν δύναμιν. 51 ἔχει γὰρ ὧδε· οἱ λόφοι, ὧνπερ ἐπεμνήσθην ἀρτίως, οὐ κατὰ ταὐτὰ ταῖς ἄλλαις οἰκοδομίαις πεποίηνται, ἀλλὰ τρόπῳ τοιῷδε. λίθων ἐπιβολῇ ἐν τετραγώνῳ διαπεπόνηται,52 σκληρῶν μὲν φύσιν, ἐργασίαν δὲ λείων, ἐντομὴν22 δέ, εἰ μὲν τὰ προὔχοντα ποιεῖσθαι τῶν τοῦ λόφου πλευρῶν μέλλοιεν, ἐγγωνίων, εἰ δὲ τὴν μεταξὺ κεκλήρωνται χώραν, ἐν τετραπλεύρῳ γεγενημένων. 53 συνήρμοσε δὲ αὐτοὺς οὐ τίτανος, ἥνπερ ἄσβεστον ὀνομάζουσιν, οὐκ ἄσφαλτος, ἡ Σεμιράμιδος ἐν Βαβυλῶνι φιλοτιμία, οὐκ p24ἄλλο τοιοῦτον οὐδέν, ἀλλὰ μόλιβδος ἐς τέλμα χυθείς, καὶ μεταξὺ πανταχόσε χωρήσας, τῶν τε λίθων τῇ ἁρμονίᾳ ἐντετηκὼς καὶ συνδέων ἀλλήλοις αὐτούς. 54 τοῦτο μὲν οὖν ταύτῃ ἐξείργασται. ἐπὶ τὰ λειπόμενα δὲ τοῦ νεὼ ἴωμεν.

Χρυσῷ μὲν ἀκιβδήλῳ καταλήλειπται ἡ ὀροφὴ πᾶσα, κεραννῦσα τὸν κόμπον23 τῷ κάλλει, νικᾷ μέντοι ἡ ἐκ τῶν λίθων αὐγή ἀνταστράπτουσα τῷ χρυσῷ. 55 στοαί τέ εἰσιν ἑκατέρωθι δύο, οἰκοδομίᾳ μὲν τοῦ νεὼ οὐδεμίᾳ διειργόμεναι, ἀλλὰ καὶ μεῖζον αὐτοῦ ποιοῦσαι τοῦ εὔρους τὸ μέτρον, καὶ τῷ μήκει μέχρι ἐς τὸ πέρας συνεξικνούμεναι, τὸ δέ γε ὕψος καταδεέστεραι. 56 καὶ αὐταῖς δὲ ἥ τε ὀροφὴ θόλος καὶ ὁ χρυσὸς ἐγκαλλώπισμα. ταύταιν δὲ24 ταῖν στοαῖν ἁτέρα μὲν τοὺς ἄνδρας εὐχομένους διακεκλήρωται, γυναιξὶ δὲ ταὐτὸ ποιουμέναις ἡ ἄλλη ἀνεῖται. 57 παραλλὰξ δὲ οὐδὲν ἔχουσιν, οὐδὲ διαφέρουσι δήπου ἀλλήλαιν, ἀλλὰ καὶ τὸ ἴσον αὐταῖν τῷ ἱερῷ ἐς p26κάλλος διήκει καὶ ὡραΐζει τὸ ἐμφερές. 58 τίς δ᾽ ἂν τῶν ὑπερῴων τῆς γυναικονίτιδος ἑρμηνεὺς γένοιτο, ἢ τάς τε παμπληθεῖς διηγοῖτο στοὰς καὶ τὰς περιστύλους αὐλάς, αἷς ὁ νεὼς περιβέβληται; 59 τίς δὲ τῶν τε κιόνων καὶ λίθων διαριθμήσαιτο τὴν εὐπρεπείαν, οἷς τὸ ἱερὸν κεκαλλώπισται; λειμῶνί τις ἂν ἐντετυχηκέναι δόξειεν ὡραίῳ τὸ ἄνθος. 60 θαυμάσειε γὰρ ἂν εἰκότως τῶν μὲν τὸ ἁλουργόν, τῶν δὲ τὸ χλοάζον, καὶ οἷς τὸ φοινικοῦν ἐπανθεῖ καὶ ὧν τὸ λευκὸν ἀπαστράπτει, ἔτι μέντοι καὶ οὓς ταῖς ἐναντιωτάταις ποικίλλει χροιαῖς ὥσπερ τις ζωγράφος ἡ φύσις. 61 ὁπηνίκα δέ τις εὐξόμενος ἐς αὐτὸ ἴοι, ξυνίησι μὲν εὐθὺς ὡς οὐκ ἀνθρωπείᾳ δυνάμει ἢ τέχνη, ἀλλὰ θεοῦ ῥοπῇ τὸ ἔργον τοῦτο ἀποτετόρνευται. ὁ νοῦς δέ οἱ πρὸς τὸν θεὸν ἐπαιρόμενος ἀεροβατεῖ, οὐ μακράν που ἡγούμενος αὐτὸν εἶναι, ἀλλ᾽ ἐμφιλοχωρεῖν μάλιστα οἷς αὐτὸς εἵλετο. 62 καὶ τοῦτο οὐ τὴν πρώτην μόνον ἰδόντι ξυμβαίνει, ἀλλὰ διηνεκὲς ἑκάστῳ ταὐτὸ τοῦτο δοκεῖ, ὥσπερ ἐνταῦθα τῆς ὄψεως ἀεὶ ἀρχομένης. 63 τούτου κόρον οὐδεὶς τοῦ θεάματος ἔλαβε πώποτε, ἀλλὰ παρόντες μὲν25 τῷ ἱερῷ ἄνθρωποι τοῖς ὁρωμένοις γεγήθασιν, ἀπιόντες δὲ τοῖς ὑπὲρ αὐτοῦ διαλόγοις ἀποσεμνύνονται. 64 ἔτι μέντοι26 τῶν κειμηλίων τοῦ νεὼ τοῦδε τά τε χρυσώματα καὶ τὰ ἐν ἀργύρῳ καὶ λίθοις ἐντίμοις ξύμπαντα μὲν φράσαι ἀκριβολογουμένῳ ἀμήχανον ἅπερ Ἰουστινιανὸς βασιλεὺς τῇδε ἀνέθηκεν· ἑνὶ δὲ μόνῳ τεκμηριοῦσθαι τοῖς τάδε ἀναλεγομένοις ἐφίημι· 65 ὁ γὰρ τοῦ p28ἱεροῦ τὰ μάλιστα χῶρος ἀβέβηλος καὶ μόνοις ἱερεῦσι βατός, ὅνπερ καλοῦσι θυσιαστήριον, λιτρῶν ἀργύρου μυριάδας ἐπιφέρεται τέτταρας.

66 Τὰ μὲν οὖν τῆς Κωνσταντινουπόλεως ἐκκλησίας, ἥνπερ μεγάλην καλεῖν νενομίκασι, συνελόντι τε καὶ ἄκρῳ δακτύλῳ διαριθμησαμένῳ εἰπεῖν, λόγῳ τε βραχυτάτῳ τὰ τῶν πραγμάτων ἀξιολογώτατα φράσαι, τῇδε Ἰουστινιανῷ δεδημιούργηται βασιλεῖ. 67 οὐ χρήμασι δὲ αὐτὴν ὁ βασιλεὺς ἐδείματο μόνον, ἀλλὰ καὶ πονουμένῃ τῇ διανοίᾳ καὶ τῇ ἄλλῃ τῆς ψυχῆς ἀρετῇ, ὥσπερ ἐγὼ αὐτίκα δηλώσω. 68 τῶν ἀψῖδων, ὧνπερ ἐπεμνήσθην ἀρτίως (λώρους δὲ αὐτὰς οἱ μηχανοποιοὶ ἐπικαλοῦσι) μία τις, ἣ πρὸς ἀνίσχοντα ἥλιόν ἐστιν, ἐπανειστήκει μὲν ἑκατέρωθεν ἤδη, οὔπω δὲ ὅλη κατὰ τὸ μέσον συντετέλεστο, ἀλλ᾽ ἔμενεν ἔτι. 69 οἱ δὲ πεσσοὶ ὧν δὴ ὕπερθεν ἡ οἰκοδομία ἐγίνετο, τῶν ἐγκειμένων σφίσιν οὐκ ἐνεγκόντες τὸ μέγεθος, ἀμηγέπη ἐξαπιναίως ἀπορρηγνύμενοι, οὐκ ἐς μακρὰν διαλυθησομένοις ἐῴκεσαν. 70 οἱ μὲν οὐ ἀμφί τε Ἀνθέμιον καὶ Ἰσίδωρον τοῖς συμπεπτωκόσι περίφοβοι ὄντες ἐπὶ τὸν βασιλεία τὸ πρᾶγμα ἦγον, δυσέλπιδες ἐπὶ τῇ τέχνῃ γεγενημένοι. 71 αὐτίκα δὲ ὁ βασιλεύς, ὅτῳ27 μέν ποτε ἠγμένος οὐκ οἶδα, θεῷ δέ, οἶμαι, οὐ γάρ ἐστι μηχανικός, ἐς τὸ πέρας αὐτοῖς περιελίξαι τὴν ἁψῖδα ταύτην ἐπήγγελλεν. αὔτη γάρ, ἔφη, ἐφ᾽ ἑαυτῆς ἀνεχομένη τῶν ἔνερθεν p30πεσσῶν οὐκέτι δεήσει. 72 καὶ εἰ μὲν ὁ λόγος ἀμάρτυρος ἦν, εὖ οἶδα ὅτι κόλαξ τε ἂν ἔδοξεν εἶναι καὶ ἄπιστος ὅλως, ἀλλ᾽ ἐπεὶ μάρτυρες πάρεισι τῶν τηνικάδε πεπραγμένων πολλοί, οὐκ ὀκνητέα ἡμῖν ἐπὶ τὰ τοῦ λόγου λειπόμενά ἐστιν. 73 οἱ μὲν οὖν τεχνῖται τὰ ἐπιτεταγμένα ἐποίουν, ἡ δὲ ἀψὶς ἐπ᾽ ἀσφαλοῦς ᾐώρητο πᾶσα, ἐπισφραγίζουσα τῇ πείρᾳ τὴν τῆς ἐννοίας ἀλήθειαν. 74 τοῦτο μὲν οὖν ταύτῃ ἐξείργασται, κατὰ δὲ τὰς ἄλλας ἀψῖδας αἵ τε πρὸς μεσημβρίαν τετραμμέναι εἰσὶ καὶ βορρᾶν ἄνεμον, τοιόνδε ξυνηνέχθη γενέσθαι. 75 οἱ μὲν λῶροι καλούμενοι τοῦ νεὼ τῇ οἰκοδομίᾳ ἐξωγκωμένοι ᾐώρηντο, βαρυνόμενα δὲ αὐτοῖς ἐπεπονήκει τὰ ἔνερθεν πάντα, κιονές τε οἱ τῇδε ὄντες χάλικας σμικρὰς ὥσπερ ἀποξυσθέντες ἀφίεσαν. 76 καὶ αὖθις μὲν ἄθυμοι τοῖς συμπεπτωκόσιν οἱ μηχανικοὶ γεγενημένοι τῷ βασιλεῖ τὰ σφίσι παρόντα ἐσήγγελλον. 77 αὖθις δὲ ὁ βασιλεὺς ἀντεπετεχνήσατο28 τάδε. τούτων δὴ τῶν πεπονηκότων τὰ ἄκρα, ὅσα τῶν ἀψῖδων ἐπέψαυε, διελεῖν μὲν ἐν τῷ παραυτίκα ἐκέλευσεν, ἐντιθέναι δὲ πολλῷ ὕστερον, ἐπειδὰν τὸ τῆς οἰκοδομίας ὑγρὸν ἀπολωφήσειεν αὐτοῖς μάλιστα.29 78 καὶ οἱ μὲν κατὰ ταῦτα ἐποίουν· ἡ δὲ κτίσις διαγέγονε τὸ p32λοιπὸν ἐν ἀσφαλεῖ οὖσα. φέρεται30 δὲ τι καὶ μαρτύριον ὁ βασιλεὺς τοῦ ἔργου τοιόνδε.


The Loeb Editor's Notes:

1  V: om. A.

2 γέγονεν, ὃς om. A.

3 Νεοκλέους Hoeschel: νικοκλέους.

4 μικρὰν Hoeschel: μὴ V.

5 τῷ before ἐς deleted by Maltretus.

6 γεγράψεται Maltretus: γέγραπται.

7 For γενέσθαι Capps conjectures γεννᾶσθαι ("create").

8 τελοῦσιν A: om. V.

9 αὐτὰς Hoeschel: αὐτὰ V.

10 ἀρχομένου Dindorf: ἀρχομένω V.

11 ὅλος suggested by Haury (appendix, p395): ὄχλος.

12 τι Haury: ἐς τὸ V, om. A.

13 περικέχυται VL: διακέχυται A.

14 So Hoeschel: τοῦ δὲ δὴ ἑω οὐ καταντικρὺ V, τοῦ δὲ δὴ νεὼ οὐκ ἀντικρὺ L.

15 ἐς ἀλλήλους A: ἐπ᾽ ἀλλήλοις VL, ἐς ἀλλήλους corrector of V in margin.

16 ἐναρμοσθεῖσιν VL: ἐναρμοσθέντες A.

17 μικροὺς LA: μακροὺς V.

18 ἑκάστη VL: ἑκάστου Hoeschel.

19 σφαίρᾳ Haury: σειρᾶ.

20 ἀποσκοποῦντες: Haury proposes ἀποστρέφοντες.

21 δύναιτ᾽ Dindorf: δύναται VL.

22 ἐντομὴν V: ἐκτομὴν L.

23 κόμπον LA: κόσμον V.

24 αὐταῖς δὲ VL: ταύταις A.

25 μὲν: μὲν ἐν Wahler.

26 μέντοι VL: μὴν A.

27 ὅτῳ . . . μηχανικός VL: θεόθεν ἠγμένος A.

28 ἀντεπετεχνήσατο A: ἀντετεχνήσατο VL.

29 μάλιστα VL: om. A.

30 φέρεται . . . ὑπερβολῇ: ἐν δὲ τῷ καλουμένω αὐγουσταίω A.


[image ALT: Valid HTML 4.01.]

Page updated: 18 Apr 12