[image ALT: Much of my site will be useless to you if you've got the images turned off!]
mail:
Bill Thayer

[image ALT: Click here for an English translation of this page.]
English

[image ALT: Cliccare qui per una pagina di aiuto in Italiano.]
Italiano

[Link to a series of help pages]
Help
[Link to the next level up]
Up
[Link to my homepage]
Home

[image ALT: link to next section]
Βιβλίον α´
Μέρος β´

This webpage reproduces a section of
The Buildings

of
Procopius

published in the Loeb Classical Library,
1940

The text is in the public domain.

This page has been carefully proofread
and I believe it to be free of errors.
If you find a mistake though,
please let me know!


[image ALT: link to next section]
Βιβλίον β´
 

(Vol. III) ΠΡΟΚΟΠΙΟΥ ΚΑΙΣΑΡΕΩΣ
ΠΕΡΙ ΚΤΙΣΜΑΤΩΝ

p60 ΒΙΒΛΙΟΝ Α´
Μέρος γ´

6 1 Τὰ μὲν οὖν τοῦ κόλπου τοῦδε τοιαῦτά ἐστι. βασιλεὺς δὲ Ἰουστινιανὸς κάλλος ἀμφ᾽ αὐτὸν ἐξ οἰκοδομίας πεποιημένος ἐπιφανέστερον ἐξειργάσατο. 2 τό τε γὰρ ἐν ἀριστερᾷ τοῦ κόλπου Λαυρεντίου ἁγίου μαρτύριον ἀφεγγές τε τὰ πρότερα ὂν καὶ σκότους ἀτεχνῶς ἔμπλεων μεθαρμοσάμενος, ὡς διὰ βραχέων εἰπεῖν, ἐς τὸν νῦν φαινόμενον ἀνέθηκε τρόπον. 3 καὶ αὐτοῦ ἐπίπροσθεν τὸν τῆς θεοτόκου νεὼν ἐν χώρῳ καλουμένῳ Βλαχέρναις τοιοῦτον δεδημιούργηκεν οἷός μοι ἔναγχος δεδιήγηται. 4 ἐπέκεινά τε Πρίσκῳ τε καὶ Νικολάῳ ἁγίοις ἱερὸν ᾠκοδομήσατο, καινουργήσας αὐτός, οὗ δὴ οἱ Βυζάντιοι ἐμφιλοχωροῦντες ἐνδιατρίβουσιν ἐκ τοῦ ἐπὶ πλεῖστον, πὴ μὲν σέβοντές τε καὶ τεθηπότες τοὺς ἁγίους p62ἐνδήμους σφίσι1 γινομένους, πὴ δὲ τῆς τοῦ τεμένους ἀπολαύοντες εὐπρεπείας, ἐπεὶ τῆς θαλάσσης τὸ ῥόθιον βιασάμενος βασιλεὺς ὕπερθέν τε τοῦ κλυδωνίου ἐπὶ μακρότατον ἐνθέμενος τὰ θεμέλια τὸ ἱερὸν κατεστήσατο.

5 Κατὰ δὲ τοῦ κόλπου τὸ πέρας2 ἔν τε τῷ ἀνάντει καὶ ἰσχυρῶς ὀρθίῳ τέμενος ἐκ παλαιοῦ Κοσμᾷ τε καὶ Δαμιανῷ ἁγίοις ἀνεῖται· οὗ δὴ αὐτόν ποτε νενοσηκότα πικρότατα3 καὶ δόκησιν παρεχόμενον ὅτι δὴ ἀποθάνοι, πρός τε τῶν ἰατρῶν ἀπολελειμμένον ἅτε δὴ ἐν νεκροῖς κείμενον, ἐς ὄψιν ἐλθόντες ἐσώσαντο οἱ ἅγιοι οὗτοι ἐκ τοῦ παραδόξου καὶ τοῦ παραλόγου καὶ ὀρθὸν ἔστησαν. 6 οὓς δὴ εὐγνωμοσύνῃ ἀμειβόμενος ὅσα γε τὰ ἀνθρώπεια, ὅλην ἐναλλάξας τε καὶ μετασκευασάμενος τὴν προτέραν οἰκοδομίαν ἄκοσμόν τε καὶ ἄδοξον οὖσαν οὐδὲ ἀξιόχρεων τηλίκοις ἁγίοις ἀνεῖσθαι, κάλλει τε καὶ μεγέθει τὸν νεὼν κατελάμπρυνε καὶ φωτὸς αἴγλῃ, ἄλλα τε πολλὰ οὐ πρότερον ὄντα ἀνέθηκεν. 7 ἐπειδάν τέ τινες ἀρρωστήμασιν ὁμιλήσαιεν ἰατρῶν κρείττοσιν, οἵδε τὴν ἀνθρωπείαν ἀπογνόντες ἐπικουρίαν ἐπὶ τὴν μόνην αὐτοῖς ὑπολελειμμένην ἐλπίδα χωροῦσι, καὶ γενόμενοι ἐν ταῖς βαρέσι πλέουσι διὰ τοῦ κόλπου ἐπὶ τοῦτον δὴ τὸν νεών. 8 ἀρχόμενοί τε τοῦ εἴσπλου εὐθὺς ὁρῶσιν ὥσπερ ἐν ἀκροπόλει τὸ τέμενος τοῦτο ἀποσεμνυνόμενόν τε τῇ τοῦ βασιλέως εὐγνωμοσύνῆ καὶ παρεχόμενον τῆς ἐντεῦθεν ἐλπίδος αὐτοῖς ἀπολαύειν.

p64 9 Τοῦ δὲ κόλπου ἐπὶ θάτερα μαρτύριον οἰκοδομησάμενος βασιλεὺς οὐ πρότερον ὂν ἀνέθηκεν Ἀνθίμῳ μάρτυρι παρ᾽ αὐτὴν μάλιστα τὴν τοῦ κόλπου ἠϊόνα. 10 καὶ τὰ μὲν κράσπεδα τοῦ ἱεροῦ πραϋνομένῃ ἐπικλυζόμενα τῇ τῆς θαλάσσης ἐπιρροῇ τὸ εὔχαρι ἐπιεικῶς ἔχει. 11 οὐ γὰρ ξὺν θορύβῳ τὸ κλυδώνιον ἐπανεστηκὸς εἶτα4 εἰς τοὺς ἐκείνῃ λίθους ἀράσσεται, οὐδὲ μεγάλα τὸ κῦμα ἠχῆσαν, οἷά γε τὰ θαλάττια, καὶ σχιζόμενον ἀποκρίνεται εἰς εἶδος ἀφρῶδες, ἀλλὰ πρόεισι μὲν προσηνές, σιωπηλὸν δὲ ὂν ἐπιψαύει τῆς γῆς, ἀναστρέφει δὲ μόνον. 12 ἐκδέχεται δὲ τὸ ἐνθένδε αὐλὴ ὁμαλή τε καὶ λίαν ὑπτία, μαρμάροις μὲν πανταχόθι κεκομψευμένη καὶ κίοσιν, ὄψει δὲ ὡραϊζομένη τῇ ἐς τὴν θάλασσαν. 13 στοὰ μετὰ ταύτην καὶ ὁ νεὼς ἐντὸς ἐν τετραγώνῳ ἐς ὕψος ἐπῆρται λίθων εὐπρεπείᾳ καὶ χρυσῷ κατακεχυμένῳ καλλωπιζόμενος. 14 τοσοῦτον δὲ προέχει μόνον τοῦ εὔρους τὸ μῆκος ἐς ὅσον δὴ5 χῶρον τὸν ἀβέβηλον, ἐν ὧ ὄργια τὰ ἄρρητα τελεῖσθαι θέμις, κατὰ τὴν πλευρὰν ἣ πρὸς ἀνίσχοντα ἥλιον τέτραπται διήκειν ξυμβαίνει. ταῦτα μὲν οὖν τῇδέ πη ἔχει.

7 Ἐπέκεινα δὲ κατ᾽ αὐτὸ μάλιστα τοῦ κόλπου τὸ στόμα Εἰρήνης μάρτυρος νεὼς ἵδρυται. ὃς δὴ οὕτω μεγαλοπρεπῶς τῷ βασιλεῖ ὅλος ἐξείργασται ὡς οὐκ ἂν ἔγωγε φράσαι ἱκανῶς ἔχοιμι. 2 ἀντιφιλοτιμούμενος γὰρ τῇ θαλάσσῃ ἀμφὶ τοῦ κόλπου τῇ εὐπρεπείᾳ, ὥσπερ ὅρμῳ περιφέρει ἐγκαλλώπισμα τὰ ἱερὰ ταῦτα ἐντέθεικεν. ἀλλ᾽ ἐπεὶ τούτου δὴ τοῦ τῆς Εἰρήνης νεὼ ἐπεμνήσθην, καὶ τὸ ἐκείνῃ ξυνενεχθὲν6 οὔ μοι ἀπὸ τρόπου τῇδε p66γεγράψεται. 3 ἐνταῦθα ἔκειτο λείψανα ἐκ παλαιοῦ ἀνδρῶν ἁγίων οὐχ ἧσσον ἢ τεσσαράκοντα· οἳ στρατιῶται μὲν Ῥωμαῖοι ἐτύγχανον ὄντες, ἐν λεγεῶνι δὲ δυοδεκάτῃ7 ἐτάττοντο, ἣ ἐν πόλει Μελιτηνῇ τῆς Ἀρμενίας τὸ παλαιὸν ἵδρυτο. 4 ἡνίκα τοίνυν οἱ λιθοδόμοι διώρυσσον οὗπερ ἐπεμνήσθην ἀρτίως, κιβώτιον εὗρον γράμμασι σημαῖνον ὡς λείψανα ἔχοι τούτων δὴ τῶν ἀνδρῶν. 5 ὅπερ ἐξήνεγκε λεληθὸς τέως ἐξεπίτηδες ὁ θεός, ἅμα μὲν πιστούμενος ἅπαντας ὡς τὰ βασιλέως ἀσμενέστατα ἐνδέδεκται δῶρα, ἅμα δὲ καὶ τοῦ ἀνδρὸς τὴν ἀγαθοεργίαν ἀμείψασθαι διατεινόμενος χάριτι μείζονι. 6 ἐτύγχανε γὰρ Ἰουστινιανὸς βασιλεὺς χαλεπῶς ἄγαν τοῦ σώματος ἔχων, ἐπεὶ ῥεύματος δεινόν τι χρῆμα κατὰ τὸ γόνυ ἐπιπεσὸν συντριβῆναι ταῖς ὀδύναις τὸν ἄνδρα ἐποίει· οὗπέρ οἱ αὐτὸς αἰτιώτατος ἦν. 7 ἐν γὰρ ταῖς ἡμέραις ἁπάσαις αἵπερ τὴν Πασχαλίαν ἑορτὴν προτερεύουσαι νηστεῖαι καλοῦνται, σκληράν τινα βιοτὴν ἔσχε μὴ ὅτι βασιλεῖ ἀλλόκοτον οὖσαν, ἀλλὰ καὶ ἀνθρώπῳ ἀμηγέπη τῶν πολιτικῶν ἁπτομένῳ. 8 δυοῖν γὰρ ἡμέραιν διεγεγόνει ἐς ἀεὶ ἀπόσιτος ὤν, καὶ ταῦτα μὲν ὄρθρου βαθέος διηνεκὲς8 ἐκ τῶν στρωμάτων ἐξανιστάμενος καὶ προεγρηγορὼς τῆς πολιτείας, ἀεί τε αὐτῆς ἔργῳ καὶ λόγῳ διαχειρίζων τὰ πράγματα, ὄρθριός τε καὶ μεσημβρινός, καὶ οὐδέν τι ἧσσον ἐπινυκτίδιος. 9 πόρρω γὰρ τῶν νυκτῶν ἐς κοίτην ἰὼν ἐξανίστατο αὐτίκα δὴ μάλα, ὥσπερ χαλεπῶς τοῖς στρώμασιν ἔχων. 10 καὶ ἡνίκα δέ που τροφὴν αἴροιτο, οἴνου μὲν καὶ p68ἄρτου καὶ τῶν ἄλλων ἐδωδίμων ἐκτὸς ἔμενε, βοτάνας δὲ ἤσθιε μόνον, καὶ ταύτας ἀγρίας ἐπὶ χρόνου μῆκος τεταριχευμένας ἁλσί τε καὶ ὄξει, ὅ τε πότος αὐτῷ τὸ ὕδωρ ἐγίνετο μόνον. 11 οὐ μέντοι οὐδὲ τούτοις κατακορὴς γέγονε πώποτε, ἀλλὰ καὶ ἡνίκα δαῖτα αἴροιτο, ἀπογευσάμενος τούτων δὴ τῶν αὐτῷ ἐδωδίμων, εἶτα μεθίει, οὔπω ἐδηδοκὼς τὰ αὐτάρκη. 12 ἐντεῦθεν τοίνυν τὸ πάθος ἀκμάσαν τὴν ἀπὸ τῶν ἰατρῶν ἐπικουρίαν ἐνενικήκει, καὶ χρόνος τῷ βασιλεῖ πολὺς ἐν ταύταις δἡ ταῖς ὀδύναις ἐτρίβη. 13 μεταξὺ δὲ τὰ περὶ τῶν δεδηλωμένων λειψάνων ἀκούσας, τῆς ἀνθρωπείας ἀφέμενος τέχνης, ἐπὶ ταῦτα τὸ πρᾶγμα ἦγε, τὴν ὑγείαν ἐπισπώμενος τῇ ἐς αὐτὰ πίστει, καὶ δόξης τῆς ἀληθοῦς ἐν τοῖς ἀναγκαιοτάτοις ἀπώνατο. 14 οἱ μὲν γὰρ ἱερεῖς τὸν δίσκον ἐπὶ τὸ τοῦ βασιλέως ἐτίθεντο γόνυ, ἀφανίζεται δὲ τὸ πάθος εὐθύς, σώμασι δεδουλωμένοις θεῷ βιασθέν. ὅπερ ἀμφίλεκτον ὁ θεὸς οὐ ξυγχωρῶν εἶναι, σημεῖον τῶν πραττομένων ἐνδέδεικται μέγα. 15 ἔλαιον γὰρ ἐξαπιναίως ἐπιρρεῦσαν μὲν ἐκ τούτων δὴ τῶν ἁγίων λειψάνων, ὑπερβλύσαν δὲ τὸ κιβώτιον, τώ τε πόδε καὶ τὴν ἐσθῆτα τοῦ βασιλέως κατέκλυσεν ὅλην ἁλουργὸν οὖσαν. 16 διὸ δὴ ὁ χιτὼν οὕτω καταβεβρεγμένος διασώζεται ἐν τοῖς βασιλείοις, μαρτύριον μὲν τῶν τηνικάδε γεγενημένων, σωτήριον δὲ τοῖς ἐς τὸ ἔπειτα πάθεσι περιπεσουμένοις τισὶν ἀνηκέστοις.

8 Οὕτω μὲν οὖν ὑπογέγραπται Ἰουστινιανῷ βασιλεῖ τὸ Κέρας ὁ κόλπος. καὶ πορθμοῖν δὲ τοῖν ἄλλοιν δυοῖν, ὧνπερ ἐπεμνήσθην ἀρτίως, οἰκοδομίαις τὰς ἠϊόνας ἐς μέγα τι κάλλος ἐξείργασται p70τρόπῳ τοιῷδε. 2 ἱερὰ δύο τῷ ἀρχαγγέλῳ Μιχαὴλ ἀνειμένα καταντικρὺ ἀλλήλοιν ἑστῶτα τοῦ πορθμοῦ ἑκατέρωθι ξυνέβαινεν εἶναι, θάτερον μὲν ἐν χώρῳ καλουμένῳ Ἀνάπλῳ ἐν ἀριστερᾷ εἰσπλέοντι τὸν Εὔξεινον Πόντον, τὸ δὲ δὴ ἕτερον ἐν τῇ ἀντιπέρας ἀκτῇ· 3 Προόχθους μὲν ἐκάλουν οἱ παλαιοὶ ἄνθρωποι τὴν ἀκτήν, ὅτι δὴ προβέβληται, οἶμαι, κατὰ πολὺ τῆς ταύτῃ ἠϊόνος, νῦν δὲ Βρόχοι ἐπικαλεῖται, διαφθειρούσης τὰ ὀνόματα τῆς τῶν ἐπιχωρίων ἀγνοίας τῷ μήκει τοῦ χρόνου. 4 ταῦτα δὲ τὰ δύο9 τεμένη οἱ μὲν αὐτῶν ἱερεῖς κατερρακωμένα ὑπὸ τοῦ χρόνου θεώμενοι καὶ περίφοβοι γεγενημένοι ὡς μὴ αὐτίκα δὴ μάλα σφίσιν ἐμπέσοιεν, βασιλέως ἐδέοντο ἀνοικοδομήσασθαι ἄμφω ἐφ᾽ οὗπερ σχήματος τὸ παλαιὸν ἦν. 5 οὐ γὰρ οἷόν τε ἦν ἐπὶ τούτου βασιλεύοντος ἐκκλησίαν τινὰ ἢ γίνεσθαι πρῶτον, ἢ καταπεπονηκυῖαν ἐπανορθοῦσθαι, ὅτι μὴ ἐκ χρημάτων βασιλικῶν, οὐκ ἐν Βυζαντίῳ μόνον, ἀλλὰ καὶ πανταχόθι τῆς Ῥωμαίων ἀρχῆς. 6 βασιλεὺς δὲ αὐτίκα τῆς προφάσεως τυχὼν τῆσδε καθεῖλε μὲν ἑκάτερον ἐς τὸ ἔδαφος,10 ὡς μή τι αὐτοῖς τῆς προτέρας ἀκοσμίας ἀπολειφθῆναι. ἀνῳκοδομήσατο δὲ τὸν μὲν ἐπὶ τοῦ Ἀνάπλου τρόπῳ τοιῷδε. 7 πετρῶν ἐμβολῇ τὴν ἐκείνῃ ἀκτὴν εἴσω περιελίξας ἐς σκέπας λιμένος, τὴν τῆς θαλάττης ἠϊόνα ἐς μεταμόρφωσιν ἀγορᾶς ἤνεγκεν. 8 ἡσύχιος γὰρ ὑπεράγαν ἐνταῦθα ἡ θάλασσα οὖσα τῇ γῇ ἐπικοινοῦται συναλλαγάς. 9 ταῖς τε ἀκάτοις οἱ τῶν ἐμπόρων θαλάσσιοι παρὰ τὴν ἐμβολὴν τῶν p72πετρῶν ὁρμισάμενοι συμβάλλονται τοῖς ἐγγείοις ἀπὸ τῶν καταστρωμάτων τὰ ἐμπολήματα. 10 αὐλὴ μετὰ τὴν παραλίαν ἀγορὰν τοῦ νεὼ πρόκειται. καὶ μαρμάροις μὲν ὡραίοις τε καὶ χιόσιν11 ἡ αὐλὴ τὸ χρῶμα ὅμοιοί. 11 οἱ δὲ τοὺς περιπάτους τῇδε ποιούμενοι εὐπρεπείᾳ μὲν ἥδονται λίθων, γεγήθασι δὲ θαλάσσης ὄψει, ἐναβρύνονται δὲ κοιναῖς ταῖς αὔραις ἔκ τε τοῦ ῥοθίου ἐπεγειρομέναις καὶ λόφων ἐπανεστηκότων τῇ γῇ. 12 στοὰ τὸν νεὼν περιβάλλει ἐγκύκλιος ἐς τὰ πρὸς ἕω διαλιποῦσα μόνον. ἐπὶ μέσης τὸ ἱερὸν χρώμασι μυρίοις πεποίκιλται λίθων. 13 ὄροφος ἐν θόλῳ μετάρσιος ὑπερῃώρηται. τί ἄν τις διαριθμησάμενος ἐπαξίως τοῦ ἔργου φράσοι τὰς ᾐωρημένας στοάς, τἃς ὑπεσταλμένας οἰκοδομίας, τὸ τῶν μαρμάρων ἐπίχαρι, οἷς δὴ οἵ τε τοῖχοι καὶ τὰ ἐδάφη παντάπασι περιβέβληνται; 14 πρὸς ἐπὶ τούτοις δὲ καὶ χρυσοῦ πλῆθος ἐξαίσιον πανταχόσε τοῦ ἱεροῦ καθάπερ αὐτῷ πεφυκὸς περικέχυται. 15 τοσαῦτα εἰπόντι καὶ τὸ Ἰωάννου τοῦ Βαπτιστοῦ τέμενός μοι δεδήλωται, ὅπερ αὐτῷ βασιλεὺς Ἰουστινιανὸς12 ἔναγχος ἐν τῷ Ἑβδόμῳ καλουμένῳ ἀνέθηκεν. 16 ἐμφερέστατα γὰρ ἄμφω ἀλλήλοιν τὰ τεμένη τυγχάνει ὄντα, πλήν γε δὴ ὅτι οὐκ ἐπιθαλάσσιον τὸ τοῦ Βαπτιστοῦ ξυμβαίνει εἶναι.

17 Ὁ μὲν οὖν ἐν τῷ Ἀνάπλῳ καλουμένῳ τοῦ ἀρχαγγέλου ναὸς τῇδε πεπόνηται. 18 κατὰ δὲ τὴν ἀντιπέρας ἀκτὴν ὀλίγῳ τῆς θαλάσσης διέχει τις χῶρος, ὁμαλὸς μὲν φύσιν, συνθέσει δὲ λίθων ὑψοῦ ἀνέχων. 19 ἐνταῦθα τὸ τοῦ ἀρχαγγέλου δεδημιούργηται p74τέμενος, εὐπρεπείᾳ μὲν ἐξαίσιον, μεγέθει δὲ πρῶτον, πολυτελείᾳ δὲ ἀνακεῖσθαι μὲν τῷ Μιχαὴλ πρέπον, ἀναθεῖναι δὲ Ἰουστινιανῷ βασιλεῖ. 20 τούτου δὲ δὴ οὐ πολλῷ ἄποθεν τοῦ νεὼ τέμενος ἅγιον τῇ θεοτόκῳ ἀνενεώσατο τρόπῳ τῷ αὐτῷ καταπεπονηκὸς πολλῷ πρότερον, οὗ δὴ τὸ σεμνὸν μακρὸν ἂν εἴη καὶ διερευνήσασθαι καὶ λόγῳ σημῆναι· ἐκδέχεται δὲ ἡ πάλαι τῆς ἱστορίας προσδοκωμένη μοῖρα.

9 Ἐπὶ ταύτης δὴ τῆς ἀκτῆς ἀξιοθέατα ἐκ παλαιοῦ βασίλεια ἐτύγχανεν ὄντα. ταῦτα βασιλεὺς Ἰουστινιανὸς ἀνατέθεικε13 τῷ θεῷ ἅπαντα, τὸν ἐνθένδε τῆς εὐσεβείας καρπὸν τῆς παραυτίκα παραψυχῆς ἀλλαξάμενος τρόπῳ τοιῷδε. 2 ὅμιλος ἦν ἐπὶ Βυζαντίου γυναίων ἐν μαστροπείῳ λελαγνευμένων οὐχ ἑκούσιον, ἀλλὰ βιαίαν τινὰ μισητίαν. 3 τῆς γὰρ πενίας τῷ ὑπερβάλλοντι ὑπὸ πορνοβοσκῷ τρεφομέναις ἀεὶ καὶ καθ᾽ ἑκάστην ἀκολασταίνειν ἐπάναγκες ἦν, ἀνδράσι τε ἀγνῶσι καὶ παραπεπτωκόσιν ἐξαπιναίως ἐσποδιοῦντο συνδυαζόμεναι. 4 πορνοβοσκῶν γὰρ ἐνταῦθα ἦν ἐκ παλαιοῦ ἑταιρία πολλή, ἐπ᾽ ἐργαστηρίου τὸ τῆς ἀκολασίας διαχειριζόντων ἐμπόλημα, ἔν τε τῷ δημοσίῳ τῆς ἀγορᾶς ὥραν ἀποδιδομένων τὴν ἀλλοτρίαν καὶ δουλαγωγούντων τὸ σῶφρον. 5 βασιλεὺς δὲ Ἰουστινιανὸς καὶ βασιλὶς Θεοδώρα (τὴν γὰρ εὐσέβειαν ἀλλήλοις ἐπικοινούμενοι ἅπαντα ἔπρασσον) ἐπενόουν τάδε. 6 τὴν μὲν πολιτείαν τοῦ τῶν μαστροπείων ἄγους ἐκάθηραν, ἐξελάσαντες τὸ τῶν πορνοβοσκῶν ὄνομα, τῶν δὲ14 γυναικῶν p76τὰς πενίᾳ ταλαιπωρουμένας πολλῇ ἀκολασίας τῆς δουλοπρεποῦς ἠλευθέρωσαν, βίοτον μὲν σφίσιν αὐτόνομον, ἐλευθέραν15 δὲ τὴν σωφροσύνην πεπορισμένοι. ταῦτα μὲν οὖν διῳκήσαντο τῇδε. 7 παρὰ ταύτην δὴ16 τοῦ πορθμοῦ τὴν ἀκτὴν17 ἥ ἐστιν ἐν δεξιᾷ εἰσπλέοντι τὸν Εὔξεινον καλούμενον Πόντον, βασιλεία πρότερον ὄντα μοναστήριον μεγαλοπρεπὲς κατεστήσαντο καταγώγιον ταῖς μεταμελουμέναις γυναιξὶν ἐπὶ τῷ προτέρῳ βίῳ ἐσόμενον· 8 ἐφ᾽ ᾧ τῇ ἐνταῦθα περί τε τὸν θεὸν καὶ τὴν εὐσέβειαν ἀσχολίᾳ γενησομένῃ περικαθῆραι τὰς ἁμαρτάδας δύναται εἶεν τῆς ἐν μαστροπείῳ διαίτης. 9 διὸ δὴ καὶ Μετάνοιαν τοῦτο δὴ τῶν γυναικῶν τὸ διαιτητήριον ὁμωνύμως τῷ ἔργῳ ἐπονομάζουσι. 10 καὶ πολλαῖς μὲν χρημάτων προσόδοις οἱ βασιλεῖς οὗτοι τὸ μοναστήριον δεδώρηνται τοῦτο, πολλὰ δὲ οἰκίᾳ κάλλει τε καὶ πολυτελείᾳ διαφερόντως ἐξαίσια, ταῖς γυναιξὶ παραψυχὴν ἐσόμενα,18 ᾠκοδομήσαντο, ὡς μηδενὶ ἀναγκασθεῖσαι πρὸς τὰ τῆς σωφροσύνης ἐπιτηδεύματα τρόπῳ ὁτῳοῦν ἀποκνήσουσι. ταῦτα μὲν οὖν τῇδε πη ἔχει.

11 Ἐς δὲ τὸν Εὔξεινον Πόντον ἐνθένδε ἰόντι ἄκρα τις ἀπορρὼξ παρὰ τὴν τοῦ πορθμοῦ προβέβληται ἠϊόνα, ἐφ᾽ ἧς μαρτύριον Παντελεήμονος ἁγίου εἱστήκει, ἀρχήν τε ἀπημελημένως πεποιημένον καὶ χρόνῳ μακρῷ πεπονηκὸς ἄγαν· ὅπερ ἐνθένδε περιελὼν Ἰουστινιανὸς βασιλεύς, τοῦτόν τε μεγαλοπρεπῶς τὰ μάλιστα οἰκοδομησάμενος p78τὸν ἐκείνῃ τανῦν ὄντα νεών, τῷ τε μάρτυρι διεσώσατο τὴν τιμὴν καὶ τῷ πορθμῷ κάλλος ἐντέθεικεν, ἑκατέρωθι τὰ ἱερὰ ταῦτα πηξάμενος. 12 τούτου δὲ τοῦ τεμένους ἐπίπροσθεν ἐν χώρῳ τῷ καλουμένῳ Ἀργυρωνίῳ πτωχῶν ἦν ἐκ παλαιοῦ καταγώγιον οἷσπερ ἡ νόσος τὰ ἀνήκεστα ἐλωβήσατο. 13 ὅπερ τῷ χρόνῳ διερρωγὸς ἤδη τὰ ἔσχατα προθυμίᾳ τῇ πάσῃ ἀνενεώσατο, γενησόμενον τοῖς οὕτω ταλαιπωρουμένοις ἀνάπαυλαν. ἀκτὴ δέ τίς ἐστι Μωχάδιον ὄνομα τοῦ χώρου ἐγγὺς ὃ καὶ νῦν Ἱερὸν ὀνομάζεται. 14 ἐνταῦθα νεὼν τῷ ἀρχαγγέλῳ ἄλλον ἐδείματο ἱεροπρεπῆ τε διαφερόντως, καὶ τῶν τοῦ ἀρχαγγέλου ἱερῶν ὧνπερ ἐπεμνήσθην ἀρτίως, οὐδενὸς ἀξιώματι ἀποδέοντα.

15 Καὶ Τρύφωνι δὲ ἀνέθηκεν ἱερὸν μάρτυρι, πόνῳ τε καὶ χρόνῳ πολλῷ ἐς κάλλος ἀποτετορνευμένον ἀμύθητον ὅλως, ἐν τῇ τῆς πόλεως ἀγυῖᾳ ἣ τοῦ Πελαργοῦ ἐπώνυμός ἐστιν. 16 ἔτι δὲ Μηνᾷ καὶ Μηναίῳ μάρτυσιν ἕδος ἐν τῷ Ἑβδόμῳ ἀνέθηκεν. ἐν ἀριστερᾷ δὲ εἰσιόντι ἐς τὰς Χρυσᾶς καλουμένας Πύλας Ἴας ἁγίας μαρτύριον εὑρὼν καταπεπτωκός,19 πολυτελείᾳ τῇ πάσῃ ἀνενεώσατο. 17 τὰ μὲν οὖν ἀμφὶ τοῖς ἐν Βυζαντίῳ ἱεροῖς εἰργασμένα Ἰουστινιανῷ βασιλεῖ τοιαῦτά ἐστι, τὰ δὲ ἀνὰ πᾶσαν διαπεπονημένα τὴν Ῥωμαίων ἀρχὴν ἕκαστα διαριθμεῖσθαι χαλεπόν τέ ἐστι καὶ λόγῳ παντελῶς ἄπορον. 18 ἀλλ᾽ ἡνίκα ἡμῖν δεήσει πόλεως ἢ χωρίου p80τοῦ πρὸς ὄνομα ἐπιμνησθῆναι, καὶ τὰ ἐνταῦθα ἱερὰ ἐν ἐπιτηδείῳ γεγράψεται.

10 Τὰ μὲν οὖν ἀμφὶ τοῖς ἱεροῖς ἔν τε Κωνσταντινουπόλει καὶ τοῖς τῇδε προαστείοις οὕτως Ἰουστινιανῷ δεδημιούργηται βασιλεῖ· 2 τῶν δὲ δὴ ἄλλων αὐτῷ οἰκοδομημάτων πεποιημένων ἕκαστον μὲν ἐπελθεῖν οὐ ῥᾴδιον λόγῳ, ὡς ἐν κεφαλαίῳ δὲ φράσαι, τά τε πλεῖστα καὶ ἀξιολογώτατα τῆς τε ἄλλης πόλεως καὶ τῶν βασιλείων καταφλεχθέντα τε καὶ καθῃρημένα ἐπ᾽ ἔδαφος ἀνοικοδομησάμενος ἅπαντα ἐπὶ τὸ εὐπρεπέστερον μετεστήσατο· ἅπερ μοι ἐν τῷ παρόντι λεπτολογεῖσθαι οὔτι ἀναγκαῖον ἔδοξεν εἶναι· 3 ἅπαντα γάρ μοι ἐς τὸ ἀκριβὲς ἐν τοῖς ὑπὲρ τῶν πολέμων δεδήλωται λόγοις. τοσοῦτον δὲ μόνον ἔν γε τῷ παρόντι γεγράψεται, ὡς τῶν βασιλείων τά τε προπύλαια καὶ ἡ καλουμένη Χαλκῆ μέχρι ἐς τὸν Ἄρεως20 καλούμενον οἶκον, ἔκ τε τῶν βασιλείων τό τε βαλανεῖον ὁ Ζεύξιππος αἵ τε μεγάλαι στοαὶ καὶ τὰ ἑκατέρωθεν ἑξῆς ἅπαντα μέχρι ἐς τὴν ἀγορὰν ἣ Κωνσταντίνου ἐπώνυμός ἐστι, τούτου δὴ ἔργα τοῦ βασιλέως τυγχάνει ὄντα. 4 πρὸς ἐπὶ τούτοις δὲ τὴν Ὁρμίσδα ἐπώνυμον οἰκίαν, ἄγχιστα οὖσαν τῶν βασιλείων, παραλλάξας τε καὶ ὅλως ἐς τὸ ἐπιφανέστερον μεθαρμοσάμενος, ὡς τοῖς βασιλείοις ἐπιεικῶς πρέπειν, τῷ Παλατίῳ ἐντέθεικεν, εὐρύτερόν τε αὐτὸ καὶ πολλῷ ἔτι μᾶλλον ἀξιώτερον ταύτῃ ἐξείργασται.

5 Ἔστι δέ τις ἀγορὰ πρὸ τῶν βασιλείων περίστυλος. p82Αὐγουσταῖον καλοῦσι τὴν ἀγορὰν οἱ Βυζάντιοι. ταύτης ἐν λόγοις ἐπεμνήσθην τοῖς ἔμπροσθεν, ἡνίκα τῆς Σοφίας περιηγησάμενος τὸν νεὼν τὴν ἐπὶ τῷ ἔργῳ χαλκῆν εἰκόνα τῷ βασιλεῖ ἐπὶ κίονος ὑψηλοτάτου καὶ λίθοις συνθέτου ἀνατεθεῖσαν δεδήλωκα. 6 ταύτης ἐς τὰ πρὸς ἕω τῆς ἀγορᾶς τὸ Βουλευτήριον ἵδρυται, λόγου μὲν τῇ τε πολυτελείᾳ καὶ τῇ κατασκευῇ τῇ πάσῃ κρεῖττον, Ἰουστινιανοῦ δὲ βασιλέως ἔργον. 7 ἔνθα δὴ ξυνιοῦσα ἔτους ἀρχομένου ἡ Ῥωμαίων βουλὴ σύγκλητος ἐνιαύσιον ἑορτὴν ἄγει, τὰ τῆς πολιτείας ὀργιάζουσα ἐς ἀεὶ νόμιμα. 8 ἓξ δὲ αὐτοῦ κίονες ἐπίπροσθεν ἑστᾶσιν, οἱ μὲν δύο τὸν τοῦ βουλευτηρίου τοῖχον ἐν μέσῳ ἔχοντες ὃς πρὸς δύοντα ἥλιον τέτραπται, οἱ δὲ τέσσαρες ὀλίγῳ ἐκτός, τὸ μὲν εἶδος λευκοί ἅπαντες, μέγεθος δὲ πρῶτοι τῶν ἐν γῇ, οἶμαι, κιόνων τῇ πάσῃ. 9 στοὰν δὲ ποιοῦσιν οἱ κίονες ὄροφον ἐν θόλῳ ἐλίττουσαν, τὰ δὲ ἄνω τῆς στοὰς ἅπαντα μαρμάρων μὲν κάλλει διακεκόσμηται τοῖς κίοσι τὸ εἶδος ἴσων, ἀγαλμάτων δὲ πλήθει ὑπεράνω ἑστώτων θαυμασίως ὡς ὑπογέγραπται.

10 Ταύτης δὲ τῆς ἀγορᾶς οὐ πολλῷ ἄποθεν τὰ βασιλέως οἰκία ἐστί, καὶ νέα μὲν τὰ βασίλεια σχεδόν τι πάντα, Ἰουστινιανῷ δέ, ᾗπέρ μοι εἴρηται, δεδημιούργηται βασιλεῖ, φράσαι δὲ αὐτὰ λόγῳ ἀμήχανά ἐστιν, ἀλλ᾽ ἀποχρήσει μὲν τοὺς γενησομένους εἰδέναι ὅτι δὴ ἅπαντα τούτου δὴ p84ἔργον τοῦ βασιλέως τυγχάνει ὄντα. 11 ὥσπερ δέ φασι, τὸν λέοντα ἐξ ὄνυχος ἴσμεν, καὶ τούτων δὴ οὕτω τῶν βασιλείων τὴν δύναμιν ἐκ τοῦ προτεμενίσματος οἱ τάδε ἀναλεγόμενοι εἴσονται. τοιοῦτον δὲ τὸ προτεμένισμά ἐστιν ὃ καλοῦσι Χαλκῆν. 12 ὄρθιοι τοῖχοι οὐρανομήκεις ἐν τετραγώνῳ ἑστᾶσι τέσσαρες, τὰ μὲν ἄλλα ἰσοστάσιοι ἀλλήλοις ὄντες, μήκει δὲ ἄμφω, ὅ τε πρὸς μεσημβρίαν τετραμμένος καὶ βορρᾶν ἄνεμον, τῶν ἑτέρων οὐ παρὰ πολὺ ἀποδέοντες. 13 προβέβληται δέ τις ἀμφὶ τὴν γωνίαν αὐτῶν ἑκάστου λίθων εὖ μάλα εἰργασμένων ἀνάστασις, τῷ τοίχῳ ἐς τὴν ὑπερβολὴν ἐξ ἐδάφους συναναβαίνουσα, τετράπλευρος μέν, ἐνημμένη δὲ κατὰ τὴν μίαν τῷ τοίχῳ πλευράν, οὐ διακόπτουσα τοῦ χώρου τὸ κάλλος, ἀλλά τι καὶ κόσμου21 αὐτῷ ἐντιθεῖσα τῇ τοῦ ἐμφεροῦς ἁρμονίᾳ. 14 ὑπερῃώρηνται δὲ αὐτῶν ἀψῖδες ὀκτώ, τέσσαρες μὲν ἀνέχουσαι τὸν ἐν μέσῳ τοῦ παντὸς ὄροφον ἐν σφαιροειδεῖ μεταρσίῳ ἐπικυρτούμενον, αἱ δὲ δὴ ἄλλαι δύο μὲν πρὸς νότον, δύο δὲ πρὸς βορρᾶν ἄνεμον τῷ γειτνιῶντι ἐναπερειδόμεναι τοίχῳ, τὸ μεταξὺ τέγος ἐν θόλῳ ᾐωρήμενον ἐξαιροῦσιν. 15 ἐναβρύνεται δὲ ταῖς γραφαῖς ἡ ὀροφὴ πᾶσα, οὐ τῷ κηρῷ ἐντακέντι τε καὶ διαχυθέντι ἐνταῦθα παγεῖσα, ἀλλ᾽ ἐναρμοσθεῖσα ψηφῖσι λεπταῖς τε καὶ χρώμασιν ὡραϊσμέναις παντοδαποῖς· αἳ δὴ τά τε ἄλλα πάντα καὶ ἀνθρώπους ἀπομιμοῦνται. 16 ὁποῖα δὲ αὐτῶν τὰ γράμματά ἐστιν ἐγὼ δηλώσω. p86ἐφ᾽ ἑκάτερα μὲν πόλεμός τέ ἐστι καὶ μάχῃ, καὶ ἁλίσκονται πόλεις παμπληθεῖς, πὴ μὲν Ἰταλίας, πὴ δὲ Λιβύης· καὶ νικᾷ μὲν βασιλεὺς Ἰουστινιανὸς ὑπὸ στρατηγοῦντι Βελισαρίῳ, ἐπάνεισι δὲ παρὰ22 τὸν βασιλέα, τὸ στράτευμα ἔχων ἀκραιφνές ὅλον ὁ στρατηγός, καὶ δίδωσιν αὐτῷ λάφυρα βασιλεῖς τε καὶ βασιλείας, καὶ πάντα τὰ ἐν ἀνθρώποις ἐξαίσια. 17 κατὰ δὲ τὸ μέσον ἑστᾶσιν ὅ τε βασιλεὺς καὶ ἡ βασιλὶς Θεοδώρα, ἐοικότες ἄμφω γεγηθόσι τε καὶ νικητήρια ἑορτάζουσιν ἐπί τε τῷ23 Βανδίλων καὶ Γότθων βασιλεῖ,24 δορυαλώτοις τε καὶ ἀγωγίμοις παρ᾽ αὐτοὺς ἥκουσι. 18 περιέστηκε δὲ αὐτοὺς ἡ Ῥωμαίων βουλὴ σύγκλητος, ἑορτασταὶ πάντες. τοῦτο γὰρ αἱ ψηφῖδες δηλοῦσιν ἐπὶ τοῖς προσώποις ἱλαρὸν αὐτοῖς ἐπανθοῦσαι. 19 γαυροῦνται οὖν καὶ μειδιῶσι τῷ βασιλεῖ νέμοντες ἐπὶ τῷ ὄγκῳ τῶν πεπραγμένων ἰσοθέους τιμάς· ἠμφίασται δὲ μαρμάρων εὐπρεπείᾳ τὰ ἐντὸς ἅπαντα μέχρι ἐς τὰς ὑπεράνω ψηφῖδας, οὐχ ὅσα ἐπανέστηκε μόνον, ἀλλὰ καὶ τὸ ἔδαφος ἐφεξῆς ὅλον. 20 τῶν δὲ μαρμάρων ἔνια μὲν λίθου Σπαρτιάτου ἐκεῖ σμαράγδῳ ἴσα, ἔνια δὲ πυρὸς φλόγα μιμοῦνται· λευκὸν δὲ τῶν πλειόνων τὸ εἶδος, οὐ λιτὸν μέντοι, ἀλλ᾽ ὑποκυμαίνει κυαναυγεῖ ὑπογεγραμμένον μεταξὺ χρώματι. ταῦτα μὲν οὖν τῇδέ πη ἔχει.

11 Ἐκ δὲ τῆς Προποντίδος ἐσπλέοντι ἐς τὰ πρὸς ἕω τῆς πόλεως, βαλανεῖον ἐν ἀριστερᾷ ἐν δημοσίῳ ἐστίν. ὅπερ Ἀρκαδιαναὶ μὲν ἐπικαλεῖται, Κωνσταντινούπολιν δὲ πηλίκην οὖσαν ἐπικοσμεῖ. 2 αὐλὴν ἐνταῦθα ὁ βασιλεὺς οὗτος p88ἐδείματο, τῆς μὲν πόλεως προβεβλημένην, καὶ τοῖς μὲν ἐκείνῃ διατριβὴν ἔχουσιν ἐς περιπάτους ἀεὶ ἀνειμένην, ἐς δὲ τὸ ἐνορμίσασθαι τοῖς περιπλέουσι. 3 ταύτην ἥλιος καταλάμπει μὲν ἀνίσχων τῇ αἴγλῃ, ἐκτρεπόμενος δὲ ἀμφὶ τὰ πρὸς ἑσπέραν ἐν ἐπιτηδείῳ ἐπισκιάζει. ταύτην ἡ θάλασσα περιρρεῖ ἀτρεμὴς ἐν ἡσυχίᾳ περιχεομένη τῷ ῥείθρῳ, ποταμοῦ τρόπον ἐκ Πόντου ἰοῦσα· ὥστε καὶ προσδιαλέγονται τοῖς περιπλέουσιν οἱ τοὺς περιπάτους ποιούμενοι. 4 ἡ γὰρ θάλασσα κατατείνουσα μὲν ἐς ἄβυσσον μέχρι ἐς τῆς αὐλῆς τὴν κρηπῖδα πλώιμος ἐνταῦθα ταῖς ναυσὶ γίνεται, τῆς δὲ γαλήνης τῷ ὑπερβάλλοντι τοὺς ἑκατέρωθι ὄντας ἐπιμίγνυσιν ἐς τοὺς διαλόγους ἀλλήλοις. 5 τὰ μὲν οὖν κατὰ τῆς θαλάσσης τὸ γειτόνημα τῇ αὐλῇ τῇδέ πη ἔχει, καλλωπιζομένῃ μὲν τῇ ἐς αὐτὴν ὄψει, περιπνεομένῃ δὲ ἁπαλαῖς οὔσαις ταῖς ἀπ᾽ αὐτῆς αὔραις. 6 καὶ κιόνων δὲ καὶ μαρμάρων κάλλει ὑπερφυεῖ τά τε αὐτῆς ἐδάφη καὶ τὰ ὕπερθεν καλύπτεται πάντα· ὧν ἡ αἴγλη ὑπεράγαν λευκή τίς ἐστι, ταῖς τοῦ ἡλίου αὐγαῖς ἐπιεικῶς ἀπαστράπτουσα. 7 καὶ μὴν καὶ εἰκόνες αὐτὴν κοσμοῦσι παμπληθεῖς, αἱ μὲν χαλκαῖ, αἱ δὲ τῷ λίθῳ ἐπιξυσθεῖσαι, θέαμα λόγου πολλοῦ ἄξιον. εἰκάσαις ἂν ἡ Φειδίου τοῦ Ἀθηναίου ἢ τοῦ Σικυωνίου Λυσίππου ἔργον ἢ Πραξιτέλους αὐτὰς γεγονέναι. 8 ἐνταῦθα καὶ Θεοδώρα ἡ βασιλὶς ἐπὶ κίονος ἕστηκε·25 τοῦτο γὰρ ἀνατέθεικεν ἡ πόλις αὐτῇ ὑπὲρ τῆς αὐλῆς χαριστήριον. 9 καὶ ἡ μὲν εἴκων εὐπρόσωπος, ἀλλὰ τῆς βασιλίδος τῷ κάλλει26 ἐλάσσων, ἐπεὶ αὐτῆς τὴν εὐπρεπείαν λόγῳ τε p90φράσαι καὶ ἰνδάλματι ἀπομιμεῖσθαι ἀνθρώπῳ γε ὄντι παντάπασιν ἀμήχανα ἦν· ἁλουργὸς δὲ ὁ κίων καὶ πρὸ τοῦ ἐκτυπώματος ὅτι δὴ βασιλίδα φέρει διαφανῶς ἐνδεικνύμενος.

10 Ὅπερ δὲ ὕδατος εὐπορίας πέρι ἐνταῦθα διαπεπόνηται τῷ βασιλεῖ τούτῳ αὐτίκα δηλώσω. θέρους ὥρᾳ ἡ βασιλὶς πόλις ὕδατος ὑπεσπάνιζεν ἐκ τοῦ ἐπὶ πλεῖστον, καίπερ ἐς τοὺς ἄλλους καιροὺς διαρκὲς ἔχουσα. 11 τοῦ γὰρ καιροῦ τηνικάδε αὐχμοὺς ἔχοντος ἐλασσόνως ἢ κατὰ τὰς ἄλλας ὥρας αἱ πηγαὶ τὸ ὕδωρ ἀποβλυστάνουσαι καταδεεστέραν παρείχοντο τὴν ὀχεταγωγίαν τῇ πόλει. 12 διὸ δὴ ὁ βασιλεὺς ἐπενόει τοιάδε. κατὰ τὴν βασιλέως στοάν, ἵνα δὴ τὰς δίκας παρασκευάζονται οἵ τε ῥήτορες καὶ εἰσαγωγεῖς καὶ εἴ τινες ἄλλοι τοῦ ἔργου τούτου ἐπιμελοῦνται, αὐλή τίς ἐστιν ὑπερμεγέθης, περιμήκης μὲν καὶ εὔρους ἱκανῶς ἔχουσα, ἐν τετραπλεύρῳ δὲ περίστυλος οὖσα,27 οὐκ ἐπὶ γεώδους ἐδάφους τοῖς αὐτὴν δειμαμένοις,28 ἀλλ᾽ ἐπὶ πέτρας πεποιημένη. 13 στοαί τε τὴν αὐλὴν περιβάλλουσι τέσσαρες, κατὰ πλευρὰν ἑκάστην ἑστῶσαι. ταύτην τε οὖν καὶ τῶν στοῶν μίαν, ἥπερ αὐτῆς τέτραπται πρὸς ἄνεμον νότον, ἐς βάθους μέγα τι χρῆμα κατορύξας Ἰουστινιανὸς βασιλεύς, ἀποβαλλομένοις τῇ περιουσίᾳ κατὰ τὰς ἄλλας ὥρας τοῖς ὕδασιν ἐς θέρος ἐν ἐπιτηδείῳ θησαυρὸν ἔθετο. 14 δεχόμενα γὰρ τὰ ἔλυτρα τάδε τοῦ ὀχετοῦ τὴν ἐπιρροὴν p92ὑπερβλύζοντος στενοχωρουμένοις μὲν τοῖς ὕδασι τότε χαρίζεται χώραν, ποθεινῶν δὲ αὐτῶν γινομένων ἐπὶ καιροῦ τοῖς δεομένοις παρέχεται πόρον. 15 οὕτω μὲν μὴ προσδεῖν Βυζαντίοις ποτίμων ὑδάτων βασιλεὺς Ἰουστινιανὸς διεπράξατο.

16 Καὶ βασίλεια δὲ ἀλλαχόθι δεδημιούργηκεν αὐτὸς καινουργήσας ἔν τε τῷ Ἡραίῳ, ὃ νῦν Ἱερὸν ὀνομάζουσι, καὶ Ἰουκουνδιάναις ταῖς καλουμέναις· ὧν δὴ οὔτε τὸ μεγαλοπρεπὲς σὺν τῷ ἐς τέχνην ἠκριβωμένῳ, οὔτε τὸν ὄγκον ἂν σὺν τῷ εὐπρεπεῖ λόγῳ φράσαι ποτὲ ἱκανῶς ἔχοιμι. 17 ἀλλ᾽ ἀποχρήσει ταῦτα εἰπεῖν βασίλειά τε εἶναι καὶ πρὸς Ἰουστινιανοῦ γεγονέναι παρόντος τε καὶ ἐπιτεχνωμένου, καὶ οὐδενὸς ἀπεριόπτου, ὅτι μὴ χρημάτων, καθισταμένου. ταῦτα γὰρ οὐχ οἷόν τέ ἐστι μὴ καὶ λόγου κρατεῖν.

18 Ἐνταῦθα δὲ καὶ λιμένων29 σκέπας ἀποτετόρνευται οὐ πρότερον ὄν. ἀκτὴν γὰρ εὑρὼν ἑκατέρωθι τοῖς τε ἀνέμοις καὶ ταραχῇ τοῦ ῥοθίου30 ἀποκειμένην, σωτήριον εἶναι τοῖς πλέουσι κατεστήσατο ὧδε. 19 τὰς κιβωτοὺς καλουμένας ἀναρίθμους τε καὶ παμμεγέθεις πεποιημένος, ἀμφοτέρωθέν τε αὐτὰς τῆς ἠϊόνος ἐπὶ πλεῖστον ἐγκαρσίας ἀπορριψάμενος, ἀεί τε τῶν προτέρων καθύπερθεν ἑτέρων ἐν τάξει ἐπιβολὴν31 ἐντιθέμενος, τοίχους πλαγίους ἀπ᾽ ἐναντίας ἀλλήλων ἀνέστησε δύο ἐκ τῶν τῆς ἀβύσσου κρηπίδων μέχρι ἐς τὸ ὕδωρ ᾧ δὴ αἱ νέες ἐναπερειδόμεναι p94πλέουσι. 20 πέτρας τε τὸ λοιπὸν ἀποτόμους ταύτῃ ἐμβέβληται. ὧν δὴ πρὸς τοῦ ῥοθίου ἀρασσομένων, ἀποκρουομένων τε τὴν τοῦ κλυδωνίου ἐπίθεσιν, καὶ ἀνέμου χειμῶνος ὥρᾳ καταβάντος σκληροῦ, διαμένει τὰ ἐντὸς ἡσυχῆ ἅπαντα τῶν τοίχων, μεταξὺ μιᾶς ἀπολελειμμένης ἐπὶ τὸν λιμένα τοῖς πλοίοις εἰσόδου. 21 ἐνταῦθα δὲ καὶ ἱερὰ τεμένη πεποίηται, ᾗπέρ μοι ἔμπροσθεν δεδιήγηται, καὶ στοάς τε καὶ ἀγορὰς32 καὶ λουτρῶνας ἐν δημοσίῳ καὶ τὰ ἄλλα σχεδόν τι πάντα· ὥστε δὴ ταῦτα τῶν ἐν τῇ πόλει βασιλείων ἐλασσοῦσθαι μηδέν. 22 καὶ λιμένα δὲ ἄλλον ἐτεκτήνατο ἐν τῇ ἀντιπέρας ἠπείρῳ, ἐν τοῖς Εὐτροπίου ἐπωνύμοις, τοῦ Ἡραίου τοῦδε οὐ πολλῷ ἄποθεν, κατὰ ταὐτὰ εἰργασμένον τοῖς ἄλλοις ὧνπερ ἐπεμνήσθην ἀρτίως.

23 Τὰ μὲν οὖν Ἰουστινιανῷ βασιλεῖ ἐν πόλει δεδημιουργημένα τῇ βασιλίδι, ὡς διὰ βραχυτάτων εἰπεῖν, ταύτῃ πη ἔχει. ὃ δὲ μόνον ἡμῖν ἐνταῦθα δὴ ἀπολέλειπται αὐτίκα δηλώσω. 24 τῇδε τοῦ βασιλέως τὰ διαιτητήρια ἔχοντος, διὰ μέγεθος τῆς βασιλείας, ἐκ πάσης γῆς ὅμιλος ἀνθρώπων τῇ πόλει παντοδαπὸς ἐπεισέρχεται. 25 παραγίνεται δὲ αὐτῶν ἕκαστος ἢ πράξει τινὶ ποδηγούμενος ἢ ἐλπίδι ἢ τύχῃ, πολλοὶ δέ τινες, οἷς δὴ τὰ κατὰ τὴν οἰκίαν33 οὐκ ἐν καλῷ κεῖται, βασιλέως δεησόμενοι, τῇ πόλει ἔνδημοι γίνονται διὰ βίαν p96τινὰ ἢ πιέζουσαν ἢ ἐγκειμένην ἢ μέλλουσαν. 26 οἷσπερ συμβαίνει πρὸς τῇ ἄλλῃ ἀμηχανίᾳ καὶ οἰκίας ὑποσπανίζειν, οὐχ οἵοις τε οὖσι τὴν ὑπὲρ τῆς ἐνταῦθα διατριβῆς προέσθαι μίσθωσιν. 27 ταύτην δὲ αὐτοῖς βασιλεύς τε Ἰουστινιανὸς καὶ ἡ βασιλὶς Θεοδώρα τὴν ἀπορίαν διέλυσαν. τῆς γὰρ θαλάσσης ὡς ἀγχοτάτω, ἵνα δὴ Στάδιον34 ὁ χῶρος καλεῖται (ἀγῶσι γάρ, οἶμαι, τὸ παλαιὸν ἀνεῖτό τισι) ξενῶνας35 ὑπερμεγέθεις ἐδείμαντο, τοῖς τὰ τοιαῦτα ταλαιπωρουμένοις ἐπὶ καιροῦ γενησομένους καταλυτήρια.


The Loeb Editor's Notes:

1 σφίσι l: σφ/// V, om. A.

2 πέρας A: κέρας V.

3 πικρότατα V: πικρῶ. A.

4 εἶτα V: om. A.

5 δὴ V: δὴ τὸν A.

6 ξυνενεχθὲν Hoeschel: ξυνεχθὲν V.

7 δυοδεκάτῃ Haury: δυοδεκάτω or δυωδεκάτω.

8 διηνεκὲς om. A.

9 δύο omitted by A.

10 ἐς τὸ ἔδαφος V: ἕως ἐδάφους A.

11 χιόσιν Maltretus: κίοσιν V.

12 ἰουστινιανὸς V: οὗτος A.

13 ἀνατέθεικε V: ἀνέθηκε A.

14 δὲ Maltretus: τε.

15 ἐλευθέραν Haury: ἐλευθερίαν. Hoeschel proposed δόντες, ἐλευθέραν.

16 δὴ Dewing: δὲ.

17 παρὰ . . . ἀκτὴν V: ἐπὶ ταύτης δὲ τῆς ἀκτῆς A.

18 ἐσόμενα l: ἐσομένην VA.

19 καταπεπτωκός V: καταπεπονηκός A.

20 Ἄρεως Haury, cf. Wars I.xxiv.9: Ἄρεος Maltretus, ἀρέας V, ἀραιᾶς A.

21 κόσμου A: κόσμον V.

22 παρὰ A: περὶ V.

23 τῷ V: τῶν A.

24 βασιλεῖ: βασιλεῦσι Maltretus.

25 ἕστηκε V: ὑψηλοῦ ἵσταται A.

26 τῷ κάλλει: τὸ κάλλος Maltretus.

27 οὖσα Maltretus for ὅσα.

28 δειμαμένοις Maltretus for δημαμένοις.

29 λιμένων V: om. A.

30 ταραχῇ τοῦ ῥοθίου V: τῶ ῥοθίῶ A.

31 ἐπιβολὴν V: ὑπερβολὴν A.

32 ἀγορὰς V: ἀγυιὰς A.

33 οἰκίαν A: οἰκείαν V.

34 στάδιον V: om. A.

35 ξενῶνας A: καὶ ξενῶνας V.


[image ALT: Valid HTML 4.01.]

Page updated: 26 Apr 12