[image ALT: Much of my site will be useless to you if you've got the images turned off!]
mail:
Bill Thayer

[image ALT: Click here for an English translation of this page.]
English

[image ALT: Cliccare qui per una pagina di aiuto in Italiano.]
Italiano

[Link to a series of help pages]
Help
[Link to the next level up]
Up
[Link to my homepage]
Home

[image ALT: link to next section]
Βιβλίον β´
 

This webpage reproduces a section of
The Buildings

of
Procopius

published in the Loeb Classical Library,
1940

The text is in the public domain.

This page has been carefully proofread
and I believe it to be free of errors.
If you find a mistake though,
please let me know!

[image ALT: a blank space]

(Vol. III) ΠΡΟΚΟΠΙΟΥ ΚΑΙΣΑΡΕΩΣ
ΠΕΡΙ ΚΤΙΣΜΑΤΩΝ

p176 ΒΙΒΛΙΟΝ Γ´

1 1 Χώραν μὲν1 τὴν ἑῴαν οὕτως Ἰουστινιανὸς βασιλεὺς ὀχυρώμασιν ἐκρατύνατο, ᾗπέρ μοι ἐν τῷ ἔμπροσθεν λόγῳ ἐρρήθη. ἀρξαμένῳ δέ μοι ἐκ τῶν παρὰ Πέρσας ὁρίων τῆς Ῥωμαίων ἀρχῆς p178περιηγεῖσθαι τὰ πρὸς αὐτοῦ ἐρύματα γεγενημένα, οὔ μοι ἀπὸ καιροῦ ἔδοξεν εἶναι ἐπὶ τοὺς Ἀρμενίους ἐνθένδε ἰέναι, οἳ δὴ ἐκ πόλεως Ἀμίδης ἄχρι ἐς Θεοδοσιούπολιν τὴν ἑτέραν προσοικοῦσι Πέρσαις. 2 μέλλοντι δέ μοι τῶν ἐκείνῃ οἰκοδομημάτων ἐπιμνησθῆναι προυργιαίτατον φαίνεται εἶναι ὑπειπεῖν πρότερον ὅντινα δὴ τρόπον σφαλερῶς ἄγαν βιοτεύοντας τοὺς Ἀρμενίους ὁ βασιλεὺς οὗτος ἐς τὴν παροῦσαν ἀσφάλειαν βεβαιότατα μεθηρμόσατο. 3 οὐ γὰρ δὴ ὅσον οἰκοδομίας τούτους τοὺς κατηκόους ἐσώσατο, ἀλλὰ καὶ τῇ ἄλλῃ προνοίᾳ, ᾗπέρ μοι αὐτίκα μάλα γεγράψεται. ἀρκτέον δὲ μικρὸν ἄνωθεν.

4 Βασιλεὺς μὲν ὁμογενὴς πάλαι τοῖς Ἀρμενίοις καθίστατο, ᾗπερ τοῖς ἀναγραψαμένοις τῶν ἱστοριῶν τὰ ἀρχαιότατα δεδιήγηται. 5 ἐπειδὴ δὲ Ἀλέξανδρος ὁ Μακεδὼν τὸν Περσῶν βασιλέα καθεῖλε, Πέρσαι μὲν δεδουλωμένοι ἡσυχῇ ἔμενον, Πάρθοι δὲ Μακεδόσιν ἐπαναστάντες καὶ τῷ πολέμῳ περιγενόμενοι ἐξήλασάν τε αὐτοὺς ἐνθένδε καὶ τὰ μέχρι ἐς Τίγριν ποταμὸν ἔσχον, ὑπ᾽ αὐτοῖς τε τὸ λοιπὸν ἐς ἔτη πεντακόσια ἔκειτο τὰ Περσῶν πράγματα, ἕως Ῥωμαίοις ὁ Μαμαίας Ἀλέξανδρος βασιλεὺς γέγονε. 6 καί ποτέ τις τῶν ἐν Πάρθοις βασιλέων τὸν ἀδελφὸν τὸν αὑτοῦ2 Ἀρμενίοις βασιλέα κατεστήσατο, Ἀρσάκην ὄνομα, ὥσπερ ἡ τῶν Ἀρμενίων ἱστορία φησί. μὴ γάρ τις Ἀρμενίους τοὺς Ἀρσακίδας οἰέσθω εἶναι. 7 εἰρήνη γοῦν αὐτοῖς ἐς ἔτη τὰ3 πεντακόσια κατὰ τὸ p180ξυγγενὲς διαγέγονε. 8 καὶ ὁ μὲν τῶν Ἀρμενίων βασιλεὺς ἐν Ἀρμενίᾳ τῇ μεγάλῃ καλουμένῃ καθῆστο, τῷ Ῥωμαίων αὐτοκράτορι ἐκ παλαιοῦ ὑποχείριος ὤν, χρόνῳ δὲ ὕστερον παῖδες ἐγένοντο Ἀρσάκῃ τινὶ Ἀρμενίων βασιλεῖ δύο, Τιγράνης τε καὶ Ἀρσάκης ὀνόματα. 9 ὅσπερ, ἐπεὶ ἔμελλε τὸν βίον διαμετρήσασθαι, διαθήκας τιθείς, ἄμφω τὼ παῖδε ποιεῖται διαδόχους αὑτῷ τῆς ἀρχῆς, οὐκ ἰσοστάσιον διορίσας ἑκατέρῳ τὸ κράτος, ἀλλὰ τῷ4 Τιγράνῃ τετραπλασίαν ἀπολιπὼν μοῖραν. 10 Ἀρσάκης μὲν οὖν ὁ πατὴρ οὕτω βασιλείαν διοικησάμενος ἐξ ἀνθρώπων ἠφάνιστο, Ἀρσάκης δὲ ὁ παῖς, ἐφ᾽ οἷς δὴ αὐτῷ ἐλασσοῦσθαι ξυνέβη ἀγανακτῶν τε καὶ δυσφορούμενος ἐπὶ τὸν Ῥωμαίων αὐτοκράτορα τὸ πρᾶγμα ἦγε, τοῦ τε ἀδελφοῦ καταλῦσαι τὴν βασιλείαν μηχανῇ πάσῃ ἐλπίδα ἔχων καὶ ἄδικον οὖσαν τὴν πατρὸς γνώμην ἀβέβαιον καταστήσεσθαι. 11 Θεοδόσιος δὲ τότε, Ἀρκαδίου υἱὸς ἔτι παῖς ὢν κομιδῇ, Ῥωμαίων ἦρχε. τίσιν τε δειμαίνων τὴν ἐκ βασιλέως Τιγράνης Πέρσαις αὑτὸν ἐνεχείρισε, τὴν βασιλείαν παραδιδούς, περὶ πλείονός τε πεποιημένος ἰδιώτης ἐν Πέρσαις εἶναι ἢ πρὸς τὸν ἀδελφὸν τὰ δίκαια θέσθαι καὶ συμβασιλεύειν Ἀρμενίων αὐτῷ ὀρθῶς καὶ δικαίως. 12 καὶ Ἀρσάκης δὲ οὐδέν τι ἧσσον τὴν ἐκ Περσῶν τε καὶ τ᾽ ἀδελφοῦ ἐπιβουλὴν δείσας ἐξέστη τῆς βασιλείας τῆς αὐτοῦ Θεοδοσίῳ τῷ αὐτοκράτορι ἐπὶ ξυνθήκαις τισὶν αἵ μοι ἐν τοῖς ὑπὲρ τῶν πολέμων δεδήλωνται λόγοις. 13 καὶ χρόνον μέν τινα περιμάχητος Ῥωμαίοις τε καὶ Πέρσαις ἡ τῶν Ἀρμενίων p182γεγένηται χώρα, ἐν ὑστάτῳ δὲ ξυνέβησαν, Πέρσας μὲν τὴν Τιγράνου μοῖραν, Ῥωμαίους δὲ τὴν Ἀρσάκου ἔχειν. 14 ἐπὶ τούτοις τε σπονδαὶ ἀμφοτέροις ξυνετελέσθησαν, καὶ τὸ λοιπὸν ὁ Ῥωμαίων βασιλεὺς ἄρχοντα τοῖς Ἀρμενίοις ἀεὶ καθίστη ὅντινά ποτε καὶ ὁπηνίκα ἂν αὐτῷ βουλομένῳ εἴη. 15 κομητά τε Ἀρμενίας ἐκάλουν καὶ εἰς ἐμὲ τὸν ἄρχοντα τοῦτον.

16 Ἀλλ᾽ ἐπεὶ οὐχ οἷα τε ἦν ἡ τοιαύτη ἀρχὴ ἀποκρούεσθαι τὰς τῶν πολεμίων ἐφόδους, οὐ παρόντων αὐτῇ5 στρατιωτικῶν καταλόγων, κατανενοηκὼς Ἰουστινιανὸς βασιλεὺς οὕτως ἀτάκτως τὴν Ἀρμενίαν ἀεὶ φερομένην, ταύτῃ τε τοῖς βαρβάροις εὐάλωτον οὖσαν, ταύτην μὲν τὴν ἀρχὴν ἐνθένδε καθεῖλε, στρατηγὸν δὲ τοῖς Ἀρμενίοις ἐπέστησε, στρατιωτικῶν τε καταλόγων αὐτῷ κατεστήσατο πλῆθος ἀξιόχρεων ταῖς τῶν πολεμίων ἐπιδρομαῖς ἀντιτάξασθαι. 17 τὰ μὲν οὖν ἀμφὶ τῇ μεγάλῃ καλουμένῃ Ἀρμενίᾳ διῳκήσατο ὧδε, τῇ δὲ ἄλλῃ Ἀρμενίᾳ, ἥπερ ἐντὸς Εὐφράτου ποταμοῦ οὖσα διήκει ἐς Ἄμιδαν πόλιν, σατράπαι ἐφειστήκεισαν Ἀρμένιοι πέντε, καὶ κατὰ γένος μὲν ἐς ἀεὶ ἐς6 τὰς ἀρχὰς ἐκαλοῦντο ταύτας, ἐχόμενοι αὐτῶν ἄχρι ἐς θάνατον. 18 σύμβολα μέντοι αὐτῶν πρὸς τοῦ Ῥωμαίων βασιλέως ἐδέχοντο μόνον. ἄξιον δὲ τὰ σύμβολα ταῦτα δηλῶσαι λόγῳ, ἐπεὶ οὐκέτι ἐς ἀνθρώπου ὄψιν ἀφίξεται. 19 χλαμὺς ἡ ἐξ ἐρίων πεποιημένη, οὐχ οἷα τῶν προβατίων ἐκπέφυκεν, ἀλλ᾽ ἐκ θαλάσσης συνειλεγμένων. 20 πίννους τὰ ζῷα καλεῖν νενομίκασιν, ἐν οἷς ἡ τῶν ἐρίων ἔκφυσις γίνεται. χρυσῷ δὲ ἡ τῆς πορφύρας p184κατηλήλειπτο μοῖρα, ἐφ᾽ ἧς εἴωθεν ἡ τῆς ἁλουργίδος ἐμβολὴ γίνεσθαι. 21 περόνη χρύσῃ τῇ χλαμύδι ἐπέκειτο, λίθον ἐπὶ μέσης περιφράττουσά τινα ἔντιμον, ἀφ᾽ οὗ δὴ ὑάκινθοι τρεῖς χρυσαῖς τε καὶ χαλαραῖς ταῖς ἁλύσεσιν ἀπεκρέμαντο. 22 χιτὼν ἐκ μετάξης ἐγκαλλωπίσμασι χρυσοῖς πανταχόθεν ὡραϊσμένος ἃ δὴ νενομίκασι πλούμια καλεῖν. 23 ὑποδήματα μέχρι ἐς γόνυ φοινικοῦ χρώματος, ἃ7 δὴ βασιλέα μόνον Ῥωμαίων τε καὶ Περσῶν ὑποδεῖσθαι θέμις.

24 Στρατιώτης δὲ Ῥωμαῖος οὔτε τῷ Ἀρμενίων βασιλεῖ οὔτε σατράπαις ἤμυνε πώποτε, ἀλλὰ τὰ πολέμια κατὰ μόνας αὐτοὶ διῳκοῦντο. 25 χρόνῳ δὲ ὕστερον ἐπὶ Ζήνωνος βασιλεύοντος Ἰλλοῦ τε καὶ Λεοντίῳ τετυραννηκόσιν ἐπὶ βασιλέα διαφανῶς συντάσσεσθαί τινες τῶν σατραπῶν ἔγνωσαν. 26 διὸ δὴ Λεόντιόν τε καὶ Ἰλλοῦν Ζήνων βασιλεὺς ὑποχειρίους πεποιημένος, σατράπην μὲν ἕνα φαυλοτάτην ἀρχὴν ἔχοντα καὶ ὡς ἥκιστα λόγου ἀξίαν ἐν χώρᾳ τῇ Βελαβιτίνῃ καλουμένῃ ἐπὶ τοῦ προτέρου σχήματος εἴασε, τοὺς δὲ λοιποὺς καθελὼν ἅπαντας οὐκέτι ἐς τοὺς κατὰ γένος σφίσι προσήκοντας ξυνεχώρησε τὰς ἀρχὰς φέρεσθαι, ἀλλ᾽ ἑτέρους ἀεὶ τὴν ἀρχὴν διαδέχεσθαι διώρισε ταύτην, οὓς ἂν βουλομένῳ βασιλεῖ εἴη, ὥσπερ ἐφ᾽ ἁπάσαις ταῖς ἄλλαις διώρισται Ῥωμαίων ἀρχαῖς. 27 στρατιῶται μέντοι οὐδ᾽ ὡς Ῥωμαῖοι αὐτοῖς εἵποντο, ἀλλὰ τῶν Ἀρμενίων τινές, p186ᾗπερ τὰ πρότερα εἴθιστο, καὶ ἀπ᾽ αὐτοῦ πολεμίους προσβάλλοντας ἀποκρούεσθαι ἀδύνατοι ἦσαν. 28 ἃ δὴ καταμαθὼν Ἰουστινιανὸς βασιλεὺς τὸ μὲν τῶν σατραπῶν ὄνομα ἐξήλασεν ἐνθένδε εὐθύς, δοῦκας δὲ τοὺς καλουμένους δύο τοῖς ἔθνεσιν ἐπέστησε τούτοις· 29 οἷς δὴ ξυνεστήσατο μὲν Ῥωμαίων στρατιωτῶν καταλόγους παμπληθεῖς, ἐφ᾽ ᾧ τὰ Ῥωμαίων ξυμφυλάξουσιν αὐτοῖς ὅρια· ὀχυρώματα δὲ δεδημιούργηκεν αὐτοῖς κατὰ τάδε.

2 Ἄρξομαι δὲ ἀπὸ τῶν ἐν Μεσοποταμίᾳ χωρίων, ὅπως δὴ ὁ λόγος τοῖς ἔμπροσθέν μοι δεδιηγημένοις προσεχῶς ἄγοιτο. τὸν μὲν οὖν ἕνα, τὸν ἐν τοῖς Ἀρμενίων ἔθνεσιν ἄρχοντα, ὃν δοῦκα καλοῦσιν, ἐν πόλει Μαρτυροπόλει καλουμένῃ ἱδρύσατο, τὸν δὲ δὴ ἕτερον ἐν φρουρίῳ ὅπερ Κιθαρίζων καλοῦσιν. 2 ὅπη ποτὲ δὲ τῆς Ῥωμαίων ἀρχῆς τὰ χωρία τάδε ξυμβαίνει εἶναι, ἐγὼ δηλώσω. ἐν Ἀρμενίᾳ τῇ Σοφανηνῇ καλουμένῃ πόλις ἐστί που Μαρτυρόπολις ὄνομα παρ᾽ αὑτὸν ποταμὸν Νύμφιον κειμένη καὶ τοῖς πολεμίοις ὡς ἀγχοτάτω πρόσοικος οὖσα, ἐπεὶ ὁ Νυμφίος ποταμὸς διορίζει ἐνταῦθα τὰ Ῥωμαίων τε καὶ Περσῶν ἤθη. 3 ἐπὶ θάτερα γὰρ τοῦ ποταμοῦ Ἀρξανηνὴ8 ἡ χώρα οἰκεῖται Περσῶν κατήκοος ἐκ παλαιοῦ οὖσα. ἀλλὰ καὶ ὡς ἡ πόλις ἀπημελημένη Ῥωμαίοις τούτοις δὴ ἀεὶ τοῖς βαρβάροις ἀπέκειτο. 4 ὥστε ἀμέλει Καβάδης ὁ Περσῶν βασιλεὺς ἐπὶ Ἀναστασίου βασιλεύοντος ἐσέβαλε Ῥωμαίων τὴν γῆν, διὰ Μαρτυροπόλεως τὸ p188στράτευμα ἀγὼν, ἐπεὶ Ἀμίδης ὀλίγῳ πλέον ἡμέρας ὁδῷ εὐζώνῳ διειστήκει. 5 ὥσπερ δέ τι πάρεργον ὁδοῦ διαχειρίζων καὶ τῆς ἐφόδου παρενθήκην τινὰ εὐθυωρὸν τὴν πόλιν ἐξεῖλεν, οὐ τειχομαχήσας ἢ προσβολήν τινα ἢ προσεδρείαν πεποιημένος, ἀλλὰ δηλώσας ὅτι δὴ ἀφίξεται μόνον. 6 εὖ γὰρ εἰδότες οἱ τῇδε ᾠκημένοι ὡς οὐδὲ βραχεῖάν τινα χρόνου στιγμὴν τῷ στρατοπέδῳ ἀνθέξουσιν, ἐπειδὴ ἀγχοῦ τῶν Μήδων στρατὸν ἥκοντα εἶδον, ἅμα Θεοδώρῳ τηνικάδε Σοφανηνῆς σατραπεύοντι καὶ τῆς σατραπείας ἐνδιδυσκομένῳ τὸ σχῆμα, Καβάδῃ προσῆλθον εὐθύς,9 σφᾶς τε αὐτοὺς καὶ Μαρτυρόπολιν αὐτῷ ἐνδιδόντες, φορούς τε τοὺς δημοσίους ἐνιαυτοῖν δυοῖν ἐν χερσῖν ἔχοντες. 7 οἷς δὴ ὁ Καβάδης ἡσθεὶς τῆς μὲν πόλεώς τε καὶ χώρας ἁπάσης, ὡς τῇ Περσῶν ἀρχῇ προσηκούσης, ἀπέσχετο,10 τοὺς δὲ ἀνθρώπους ἀθῴους ἀφῆκεν, οὔτε τι λυμηνάμενος οὔτε τι τῆς πολιτείας μεταβαλών, ἀλλὰ Θεόδωρον αὐτὸν σατράπην αὐτοῖς ἐπιστήσας καὶ αὐτῷ ἅτε οὐ γεγονότι ἀγνώμονι τὰ σύμβολα ἐγκεχειρικὼς τῆς ἀρχῆς, ὡς τὴν χώραν φυλάξοντι Πέρσαις. 8 οὕτω τε τὸ στράτευμα πρόσω ἀπαγαγὼν πολιορκίᾳ τε Ἄμιδαν ἐξελὼν ἐς τὰ Περσῶν ἤθη ἀπήλαυνεν, ᾗπερ ἐν λόγοις μοι τοῖς ὑπὲρ τῶν πολέμων ἐρρήθη. 9 βασιλεύς τε Ἀναστάσιος ἐξεπιστάμενος ὡς οὐχ οἷόν τε ἦν Μαρτυρόπολιν ὀχύρωμα οὐδὲν ἔχουσαν ἐκ πολεμίων διασώσασθαι προσβολῆς, οὐχ ὅπως ἐπὶ Θεόδωρόν τε καὶ Σοφανηνοὺς ἠγανάκτησεν, ἀλλὰ καὶ χάριτας αὐτοῖς τῆς πράξεως ἔχειν ὡμολόγει πολλάς. p19010 ταύτης οὖν τῆς Μαρτυροπόλεως τοῦ περιβόλου ἐτύγχανε τὸ μὲν πάχος διῆκον ἐς πόδας μάλιστα τέσσαρας, τὸ δὲ11 ὕψος ἄχρι ἐς εἴκοσιν· ὥστε τοῖς πολεμίοις αὐτὸν οὐ τειχομαχοῦσιν οὐδὲ μηχανὰς προσβάλλουσι μόνον εὐέφοδον εἶναι, ἀλλὰ καὶ ἐσπηδῆσαι ἱκανῶς πρόχειρον.

11 Διὸ δὴ βασιλεὺς Ἰουστινιανὸς ἐπενόει τάδε· τοῦ περιβόλου ἐκτὸς τὴν γῆν διορύξας, θεμέλιά τε ταύτῃ ἐνθέμενος τείχισμα ᾠκοδομήσατο ἕτερον ἐς ποδῶν πάχος διῆκον τεττάρων, χώραν διαλιπὼν μεταξὺ τεττάρων ἑτέρων τὸ εὖρος, ἐς ὕψος δὲ καὶ τοῦτο ἀναστήσας ποδῶν εἴκοσιν, ἴσον τῷ προτέρῳ παντάπασιν ἐσκευάσατο εἶναι. 12 μετὰ δὲ λίθους τε καὶ τίτανον ἐς χῶρον τὸν μεταξὺ τείχους ἑκατέρου ἐμβεβλημένος ἐς μίαν τινὰ οἰκοδομίαν δυοκαίδεκα τὸ πάχος ποδῶν τὸ ἔργον τοῦτο ἀποτετόρνευται. 13 ὕπερθέν τε κατὰ πάχος τὸ αὐτὸ μάλιστα ἐς ὕψος τοσοῦτον ἐντέθεικεν, ὅσον ξυνέβαινε τὸ πρότερον εἶναι. 14 ἀλλὰ καὶ προτείχισμα καὶ τὰ ἄλλα ἁπλῶς ἅπαντα οἷς δὴ πόλεως ὀχύρωμα διασώζεται.

3 Ἐκ δὲ Μαρτυροπόλεως ἐς δύοντά που τὸν ἥλιον ἰόντι χωρίον ἐστὶ Φεισὼν ὄνομα ἐν Ἀρμενίᾳ μὲν καὶ αὐτὸ κείμενον τῇ Σοφανηνῇ καλουμένῃ, Μαρτυροπόλεως δὲ ὀλίγον ἔλασσον ἢ ὁδῷ ἡμέρας διέχον. 2 τούτου δὲ τοῦ χωρίου ἐπέκεινα, ὅσον ἐκ σημείων ὀκτὼ μάλιστα, ὄρη ἀπότομα καὶ παντάπασιν ἀδιέξοδα ξυνιόντα ἐς ἄλληλα στενωπούς12 ἀπεργάζονται δύο, ἄγχιστά πη ἀλλήλοιν ὄντας13 οὕσπερ νενομίκασι Κλεισούρας καλεῖν. p1923 τοὺς δὲ ἐκ Περσαρμενίας ἐπὶ Σοφανηνὴν πορευομένους, εἴτε ἐξ αὐτῶν τῶν Περσικῶν ὁρίων εἴτε διὰ τοῦ Κιθαρίζων φρουρίου ἴοιεν, ἀμήχανά ἐστιν ὅτι μὴ διὰ τούτων δὴ τῶν δύο στενωπῶν ἐνταῦθα γενέσθαι. 4 καλοῦσι δὲ αὐτῶν οἱ ἐπιχώριοι Ἰλλυρισὸν μὲν τὸν ἕτερον, τὸν δὲ ἄλλον Σαφχάς. 5 ὅπως μὲν οὖν ἀναστέλλοιτο τοῖς πολεμίοις ἡ ἐνταῦθα ὁδὸς ἀσφαλείας τε αὐτῆς καὶ τῆς ἄλλης ἐπιμελείας ἄξια ἐν τοῖς μάλιστα τὰ χωρία ταῦτα ὄντα ἐτύγχανεν. ἀλλὰ καὶ ὡς ἀφύλακτα τὸ παράπαν μεμένηκε τοῖς πρόσθεν ἀνθρώποις. 6 βασιλεὺς δὲ Ἰουστινιανὸς ἐν τε τῷ Φεισὼν κἀν τοῖς στενωποῖς ὀχυρώματά τε ἀξιοθέατα καὶ στρατιωτῶν φρουρὰν ἀνανταγώνιστον καταστησάμενος, ἄβατον βαρβάροις τὴν χώραν διεπράξατο παντάπασιν εἶναι. τὰ μὲν οὖν ἐπὶ χώρας τῆς Σοφανηνῆς καλουμένης τῇδε Ἰουστινιανῷ βασιλεῖ εἴργασται.

7 Ἐν δὲ τῷ Κιθαρίζων χωρίῳ, ὅπερ ἐπὶ Ἀσθιανίνης τῆς καλουμένης ἐστί, φρούριον οὐ πρότερον ὃν ἐν χώρῳ λοφώδει ὑπερφυές τε καὶ δαιμονίως ἄμαχον κατεστήσατο· 8 ἔνθα δὴ καὶ διαρκὲς ὕδωρ ἐσαγαγὼν τά τε ἄλλα πάντα τοῖς τῇδε ᾠκημένοις ἐν ἐπιτηδείῳ πεποιημένος, τὸν ἕτερον δοῦκα, ᾗπέρ μοι εἴρηται, ξὺν στρατιωτῶν ἐνταῦθα φρουρᾷ ἱκανωτάτῃ ἱδρύσατο. ταύτῃ τε τοῖς τῶν Ἀρμενίων ἔθνεσι τὴν ἀσφάλειαν ἀνεσώσατο.

9 Ἐκ δὲ Κιθαρίζων ἔς τε Θεοδοσιούπολιν καὶ Ἀρμενίαν τὴν ἑτέραν ἰόντι Χορζάνη μὲν ἡ χώρα καλεῖται, διήκει δὲ ἐς ὁδὸν τριῶν ἡμερῶν μάλιστα οὔτε λίμνης τινὸς ὕδατι οὔτε ποταμοῦ ῥείθρῳ οὔτε ὄρεσι τὴν δίοδον ἐν στενῷ εἴργουσι διοριζομένη p194τῆς τῶν Περσῶν γῆς, ἀλλὰ τῶν ὁρίων αὐταῖς ἀναμὶξ κειμένων, 10 ὥστε οἱ ταύτῃ ᾠκημένοι, Ῥωμαίων ἢ Περσῶν ὄντες κατήκοοι, οὔτε τι ἀπ᾽ ἀλλήλων δέος ἔχουσιν οὔτε ἀλλήλοις πη ἐς ἐπιβουλήν εἰσιν ὕποπτοι, ἀλλὰ καὶ γάμους ἀλλήλοις ἐπικηδεύουσι καὶ ἀγορὰν14 τῶν ἐπιτηδείων συμβάλλονται καὶ τὰ ἐς γεωργίαν ἐπικοινοῦνται. 11 ἢν δέ ποτε οἱ τῶν ἑτέρων ἄρχοντες ἐπὶ τοὺς ἑτέρους στρατῷ ἴωσιν, ἐπιτεταγμένον σφίσι πρὸς τοῦ βασιλέως, ἀφυλάκτους ἀεὶ τοὺς πλησιοχώρους εὑρίσκουσι. 12 χωρία μὲν γὰρ ἑκατέροις πολυανθρωπότατα ὡς ἀγχοτάτω ἀλλήλων ἐστίν, ἔρυμα δὲ οὐδετέροις πη ἐκ παλαιοῦ ἦν. 13 παρῆν οὖν ἐνθένδε τῷ Περσῶν βασιλεῖ ῥᾷόν τε καὶ ἀπονώτερον τὴν δίοδον ἐς τὰ Ῥωμαίων ἤθη ποιεῖσθαι, ἕως βασιλεὺς Ἰουστινιανὸς διακωλυτὴς αὐτῷ γέγονε τρόπῳ τοιῷδε. χωρίον ἦν ἐπὶ μέσης τῆς χώρας Ἀρταλέσων ὄνομα. 14 τοῦτο τείχει ἐχυρωτάτῳ περιβαλὼν φρούριόν τε ἀμαχώτατον ἐξειργάσατο καὶ στρατιωτικοὺς καταλόγους τῇδε ἱδρύσατο, οἷς δὴ ἄρχοντα ἐς ἀεὶ ἐφεστάναι διώρισεν, ὅνπερ δοῦκα Ῥωμαῖοι τῇ Λατίνων καλοῦσι φωνῇ. οὕτω τε τὴν ἐκείνῃ ἐσχατιὰν ἐτειχίσατο ξύμπασαν.

4 Ταῦτα μὲν οὖν βασιλεῖ ταύτῃ ἐξείργασται. ὅσα δὲ αὐτῷ ἐπὶ τῆς ἄλλης Ἀρμενίας διαπεπόνηται ἐρῶν ἔρχομαι. 2 Σάταλα πόλις ἐπὶ σφαλερᾶς τὸ παλαιὸν ἐλπίδος εἱστήκει. τῶν μὲν γὰρ πολεμίων p196τῆς γῆς ὀλίγῳ διέχει, ἐν δαπέδῳ δὲ χθαμαλῷ κεῖται, λόφοις τε πολλοῖς ἀμφ᾽ αὐτὴν ἐπανεστηκόσιν ὑπόκειται, περιβόλων τε αὐτῇ διὰ ταῦτα ἔδει τοῖς ἐπιβουλεύουσιν ἀμηχάνων ἑλεῖν. 3 ἀλλὰ καὶ τοιαύτῃ τοῦ χωρίου τὴν φύσιν οὔσῃ τὰ ἐκ τοῦ ἐρύματος σφαλερώτερα ἦν, φαύλως15 τε ἀρχὴν τῇ κατασκευῇ καὶ παρέργως πεποιημένου καὶ τῷ μακρῷ χρόνῳ ἤδη τῆς οἰκοδομίας ἑκασταχοῦ διερρωγότος. 4 ἀλλὰ τοῦτο περιελὼν ὁ βασιλεὺς ὅλον, περίβολον ᾠκοδομήσατο ἐνταῦθα νέον, ὑψηλὸν μὲν ὅσον ὑπερπεφυκέναι τοὺς ἀμφ᾽ αὐτὸν λόφους δοκεῖν, εὐρυνόμενον δὲ ὅσον ἐπ᾽ ἀσφαλοῦς ἐπανεστηκέναι τό γε τοῦ ὕψους ὑπέρογκον. 5 καὶ προτείχισμα δὲ16 πολλοῦ ἄξιον λόγου πηξάμενος ἐν κύκλῳ τοὺς πολεμίους κατέπληξε. καὶ17 φρούριον δὲ Σατάλων οὐ πολλῷ ἄποθεν ἐχυρὸν ἄγαν ἐν χώρᾳ Ὀσροηνῶν καλουμένῃ ᾠκοδομήσατο.

6 Ἦν δέ τι φρούριον ἐν τῇδε τῇ χώρα ἐν ἀκρωνυχίᾳ λόφου κατακρήμνου πεποιημένον18 τοῖς πάλαι ἀνθρώποις, ὃ δὴ Πομπήιος ἐν τοῖς ἄνω χρόνοις ὁ Ῥωμαίων στρατηγὸς ἐξελὼν καὶ τῆς χώρας τῷ πολέμῳ κύριος γεγονὼς ἐκρατύνατό τε ὡς μάλιστα καὶ Κολώνειαν ἐπωνόμασε· 7 καὶ τοῦτο οὖν χρόνῳ πεπονηκὸς τοσούτῳ τὸ πλῆθος βασιλεὺς Ἰουστινιανὸς ἀνεσώσατο δυνάμει τῇ πάσῃ. 8 καὶ χρήματα μέντοι προέμενος ἀνάριθμα τοῖς τῇδε ᾠκημένοις, ἐρύματα ἑκασταχοῦ διεπράξατο ἐν τοῖς αὐτῶν ἰδίοις ἀγροῖς ἢ νέα δείμασθαι, ἢ ἀνοικοδομήσασθαι σαθρὰ γεγονότα. 9 ὥστε ἅπαντα σχεδόν τι τὰ ὀχυρώματα, ὅσα δὴ ἐνταῦθα p198ξυμβαίνει εἶναι, Ἰουστινιανοῦ βασιλέως τυγχάνει ἔργα ὄντα. 10 ἐνταῦθα δὲ καὶ φρούρια ᾠκοδομήσατο τό τε Βαιβερδὼν καλούμενον καὶ τὸ Ἄρεων. καὶ τὸ Λυσίορμον ἀνενεώσατο πεπονηκὸς ἤδη σὺν τῷ Λυταραριζών. 11 ἐν τε χωρίῳ, ὅπερ Γερμανοῦ καλοῦσι Φοσσᾶτον, φρούριον ἐδείματο νέον. ἀλλὰ καὶ Σεβαστείας καὶ Νικοπόλεως τῶν ἐν Ἀρμενίαις πόλεων τὰ τείχη, ἐπεὶ καταπεσεῖσθαι πάντα19 ἔμελλον, τεταλαιπωρημένα τῷ μήκει τοῦ χρόνου, ἀνοικοδομησάμενος πεποίηται νέα. 12 καὶ ἱερῶν δὲ καὶ μοναστηρίων ἐνταῦθα οἰκοδομίας ἐξείργασται. ἐν τε γὰρ τῇ Θεοδοσιουπόλει νεὼν τῇ θεοτόκῳ ἀνέθηκε, καὶ μοναστήρια ἐν τε χωρίῳ τῷ καλουμένῳ Πέτριος, κἀν τῷ Κουκαρίζων ἀνενεώσατο. 13 ἔν τε Νικοπόλει τὸ τῶν ἁγίων τεσσαράκοντα πέντε καλούμενον μοναστήριον, καὶ ἱερὸν Γεωργίῳ τῷ μάρτυρι ἐν Βιζανοῖς ἐδείματο. 14 τῆς τε Θεοδοσιουπόλεως ἄγχιστα μοναστήριον ἀνενεώσατο τῶν τεσσαράκοντα μαρτύρων ἐπικαλούμενον.

15 Ἦν δέ τι χωρίον ἐν τοῖς Ἀρμενίοις τὸ παλαιὸν μικροῖς καλουμένοις οὐ πολλῷ ἄποθεν ποταμοῦ Εὐφράτου, ἐφ᾽ οὗ δὴ λόχος Ῥωμαίων στρατιωτῶν ἵδρυτο. 16 Μελιτηνὴ μὲν τὸ χωρίον, λεγεὼν δὲ ὁ λόχος ἐπωνομάζετο. ἐνταῦθά πη ἔρυμα ἐν τετραγώνῳ ἐπὶ χώρας ὑπτίας ἐδείμαντο ἐν τοῖς ἄνω χρόνοις Ῥωμαῖοι, τοῖς τε στρατιώταις ἀποχρώντος ἐς καταλύσεις ἔχον καὶ ὅπως σφίσι τὰ σημεῖα τῇδε ἐναποκείσονται. 17 μετὰ δὲ Τραϊανῷ τῷ Ῥωμαίων αὐτοκράτορι δεδογμένον, ἐς πόλεώς τε ἀξίωμα20 ὁ χῶρος ἀφῖκται καὶ μητρόπολις p200κατέστη τῷ ἔθνει. 18 προϊόντος δὲ τοῦ χρόνου ἐγένετο ἡ τῶν Μελιτηνῶν πόλις μεγάλη καὶ πολυάνθρωπος. ἐπεί τε ἐρύματος ἐντὸς ἐνοικήσασθαι οὐκέτι εἶχον (ἐς γὰρ21 ὀλίγον τινὰ ξυνῄει χῶρον, ᾗπέρ μοι εἴρηται) ἱδρύσαντο ἐν τῷ ταύτης πεδίῳ, ἵνα δὴ τὰ ἱερὰ σφίσι πεποίηται καὶ τὰ τῶν ἄρχων καταγώγια καὶ22 τήν τε ἀγοράν ὅσα τε ἄλλα ἐμπολημάτων πωλητήριά ἐστι, τάς τε τῆς πόλεως ἀγυιὰς πάσας καὶ στοὰς καὶ βαλανεῖα καὶ θέατρα καὶ εἴ τι ἄλλο πόλεως μεγάλης ἐς κόσμον διήκει. 19 τῷ τε τρόπῳ τούτῳ Μελιτηνὴν ἀτείχιστον ἐκ τοῦ ἐπὶ πλεῖστον ξυνέβαινεν εἶναι. Ἀναστάσιος μὲν οὖν βασιλεὺς αὐτὴν ξύμπασαν τείχει περιβαλεῖν ἐγκεχείρηκεν· 20 οὕτω μέντοι τὸ βούλευμα ἀποτελέσας τὸν βίον συνεμετρήσατο. βασιλεὺς δὲ Ἰουστινιανὸς πανταχόθεν αὐτὴν βεβαιότατα κατατειχισάμενος23 μέγα τοῖς Ἀρμενίοις ὀχύρωμά τε καὶ ἐγκαλλώπισμα Μελιτηνὴν ἀπειργάσατο.

5 Ταῦτα μὲν οὖν ἐν τῇ24 Ἀρμενίᾳ ἥ ἐστιν ἐν δεξιᾷ Εὐφράτου ποταμοῦ εἰργάσατο· ὅσα δέ οἱ ἐν Ἀρμενίᾳ τῇ μεγάλῃ πεποίηται ἐρῶν ἔρχομαι. 2 ἡνίκα Θεοδόσιος ὁ Ῥωμαῖον βασιλεὺς τὴν Ἀρσάκου ἐπικράτειαν ἔσχεν, ᾗπέρ μοι ἔναγχος δεδιήγηται, φρούριον ἐπί τινος τῶν λόφων25 ᾠκοδομήσατο τοῖς προσιοῦσιν εὐάλωτον, ὃ δὴ Θεοδοσιούπολιν ἐπωνόμασε. 3 τοῦτο Καβάδης τότε ὁ Περσῶν βασιλεύς, ἡνίκα δὴ Ἀμίδης εὐθὺ ἵετο, παριῶν εἷλεν. 4 Ἀναστάσιος δὲ ὁ Ῥωμαίων p202αὐτοκράτωρ οὐ πολλῷ ὕστερον πόλιν ἐνταῦθα ἐδείματο, τὸν λόφον ἐντὸς τοῦ περιβόλου πεποιημένος, ἐφ᾽ οὗ δὴ φρούριον τὸ Θεοδοσίου εἱστήκει. 5 καὶ τὸ μὲν αὑτοῦ ὄνομα τῇ πόλει ἀφῆκεν, ἐξίτηλον δὲ τὸ Θεοδοσίου ποιεῖσθαι τοῦ πρότερον οἰκιστοῦ ἥκιστα ἴσχυσεν, ἐπεὶ νεοχμοῦσθαι μὲν τὰ καθωμιλημένα τοῖς ἀνθρώποις ἐς ἀεὶ πέφυκεν, ὀνομάτων δὲ τῶν πρόσθεν μεθίεσθαι οὐκ εὐπετῶς ἔχει. 6 τοῦτο δὲ τὸ Θεοδοσιουπόλεως τεῖχος εὐρύνετο μὲν ἱκανώτατα, οὐ κατὰ λόγον δὲ τοῦ εὔρους ἀνεῖχε. 7 τὸ γὰρ ὕψος αὐτῷ ἐς τριάκοντα ἐξικνεῖτο μάλιστα πόδας· ταύτῃ τε πολεμίοις τειχομαχοῦσιν, ἄλλως τε καὶ Πέρσαις, ἐγεγόνει λίαν εὐάλωτον. 8 ἦν δὲ καὶ ἄλλως ἐπίμαχον, οὔτε γὰρ προτείχισμα οὔτε τάφρος αὐτῷ ἤμυνεν. 9 ἀλλὰ καὶ χῶρός τις ὡς ἀγχοτάτω ἐπεμβαίνων τῇ πόλει τῷ περιβόλῳ ἐπανειστήκει. διὸ δὴ βασιλεὺς Ἰουστινιανὸς ἀντεμηχανήσατο τάδε. πρῶτα μὲν26 τάφρον ὡς βαθυτάτην ἐν κύκλῳ ὀρύξας, χαράδραις αὐτὴν ὁρῶν ἀποτόμων ἐμφερεστάτην εἰργάσατο. 10 ἔπειτα δὲ χῶρον τὸν ὑπερπεφυκότα κατατεμὼν ἔς τε ἀνεκβάτους κρημνοὺς27 καὶ σήραγγας ἀδιεξόδους μετεστήσατο τὴν αὐτοῦ φύσιν· ὅπως δὲ τὸ τεῖχος ὑψηλόν τε εἴη διαφερόντως καὶ ὅλως ἀνανταγώνιστον, εἴ τις προσίοι, προσεπετεχνήσατο ἅπαντα ὅσα ἐν πόλει Δάρας εἰργάσατο. 11 τὰς γὰρ ἐπάλξεις ἀπσοφίγξας ἐν στενῷ μάλιστα ὅσον ἐνθένδε βάλλειν τοὺς τειχομαχοῦντας δυνατὰ εἶναι, ἔμβολόν τε αὐταῖς λίθων ἐπιβολαῖς ἐν περιδρόμῳ περιελίξας, ἐντέθεικεν ἐμπείρως ἐπάλξεις ἑτέρας, προτειχίσματί τε αὐτὸ p204περιβαλὼν κύκλῳ ἐμφερέστατον τῷ ἐν πόλει Δάρας περιβόλων πεποίηται, πύργον ἕκαστον φρούριον ἐχυρὸν τεκτηνάμενος. 12 οὗ δὴ τὰς δυνάμεις ἁπάσας καὶ τὸν ἐν Ἀρμενίαις στρατηγὸν ἱδρύσασθαι καταστησάμενος κρείσσους τοὺς Ἀρμενίους διεπράξατο τὸ λοιπὸν εἶναι ἢ δεδιέναι τὴν Περσῶν ἔφοδον.

13 Ἐς μέντοι τὰ Βιζανὰ οὐδὲν εἴργασται τῷ βασιλεῖ τούτῳ ἐξ αἰτίας τοιᾶσδε. κεῖται μὲν ἐν τῷ ὁμαλῷ τὸ χωρίον, πεδία τε28 ἀμφ᾽ αὐτὸ ἐπὶ μακρὸν ἱππήλατά ἐστιν, ὕδατος δὲ σηπεδόνες πολλαὶ ξυνισταμένου ἐνταῦθά εἰσι. 14 καὶ ἀπ᾽ αὐτοῦ τοῖς μὲν πολεμίοις ἐπιμαχώτατον, τοῖς δὲ οἰκήτορσι λοιμωδέστατον αὐτὸ29 ξυμβαίνει εἶναι. 15 ὧν δὴ ἕνεκα τὸ χωρίον τοῦτο ὑπεριδὼν ἑτέρωθι πόλιν ἐδείματο αὐτοῦ βασιλέως ἐπώνυμον, ἀξιολογωτάτην τε καὶ ἄμαχον ὅλως ἐν χωρίῳ Τζουμινᾷ καλουμένῳ, ὅπερ σημείοις μὲν τρισὶ Βιζανῶν διέχει, ἐν κρημνώδει δὲ μάλιστα κείμενον εὐεξίας ἀέρων εὖ ἔχει.

6 Τὰ μὲν οὖν ἐν Ἀρμενίοις Ἰουστινιανῷ βασιλεῖ τῇδέ πη ἔχει. τὰ δὲ δὴ κατὰ τὰ Τζάνων ἔθνη ἀναγράψασθαί μοι ἐνταῦθα τοῦ λόγου οὔ τι ἀπὸ τρόπου ἔδοξεν εἶναι, ἐπεὶ καὶ πρόσοικοι Ἀρμενίοις εἰσίν. 2 αὐτόνομοι μὲν Τζάνοι ἐκ παλαιοῦ καὶ ἄναρχοι ᾤκουν, θηριώδη τινὰ βιοτὴν ἔχοντες, θεοὺς μὲν τά τε ἄλση καὶ ὄρνις καὶ ἄλλα ἄττα ζῷα ἡγούμενοί τε καὶ σέβοντες, ἐν ὄρεσι δὲ οὐρανομήκεσί τε καὶ ἀμφιλαφέσι τὸν πάντα αἰῶνα δίαιταν ἔχοντες, γῆν δὲ οὐδαμῆ γεωργοῦντες, p206ἀλλὰ λῃστεύοντές τε καὶ τοῖς φωρίοις ἀεὶ ἀποζῶντες. 3 αὐτοί τε γὰρ ἀμελέτητοί εἰσιν ἐργάζεσθαι γῆν καὶ ἡ χώρα σφίσιν, ἔνθα δὴ μὴ ὄρη τά γε ἀποτομώτατα περιβέβληται, λοφώδης ἐστίν. 4 οὐ γήλοφοι δέ εἰσι τὰ ἐπανεστηκότα τῆς γῆς οὐδὲ γεώδη οὐδὲ οἷα καρποὺς ἀφεῖναι, εἴ τις αὐτῶν ἐπιμελοῖτο, ἀλλὰ τραχέα τε ὑπερβαλλόντως καὶ σκληρὰ ὑπεράγαν καὶ καρπῶν ἁπάντων δεινῶς ἄφορα. 5 καὶ οὔτε ἀρόσαι τὴν γῆν οὔτε ἀμήσασθαι λήιον οὔτε λειμῶνι ἐντυχεῖν ἐνταῦθά πη δυνατὰ γίνεται, ἀλλὰ καὶ τοῖς δένδροις, οἷσπερ ἡ Τζανικὴ τέθηλεν, ἀκάρποις τε οὖσιν ἄνθει καὶ ὅλως ἀγόνοις, ἐπεὶ οὐδὲ ἀλλήλους ἐκδέχονται καιροὶ ἐκ τοῦ ἐπὶ πλεῖστον, οὐδὲ νῦν μὲν ἡ γῆ τῷ τῆς ὥρας ὑγρῷ τε καὶ ψυχρῷ βάλλεται, νῦν δὲ δὴ αὐτὴν ἡ τοῦ ἡλίου θέρμη ὀνίνησιν, ἀλλὰ χειμῶνί τε ἀπεράντῳ ξυνῴκισται ἡ χώρα καὶ χιόσιν ἀϊδίοις κατάρρυτός ἐστι. 6 διὰ ταῦτα μὲν αὐτόνομοι τὸ παλαιὸν οἱ Τζάνοι ἐβίουν, ἐπὶ τούτου δὲ Ἰουστινιανοῦ βασιλεύοντος ἡττήθησάν τε Ῥωμαίων τῇ μάχῃ, Τζίττα στρατηγοῦντος Ῥωμαίων, καὶ τὴν ἀγώνισιν ἀπογνόντες εὐθὺς προσεχώρησαν αὐτῷ ἅπαντες, πρὸ τῆς ἐπικινδύνου ἐλευθερίας τὴν ἄπονον δουλείαν ἑλόμενοι σφίσι. 7 καὶ τήν τε δόξαν ἐπὶ τὸ εὐσεβὲς αὐτίκα μετέθεντο ἅπαντες Χριστιανοὶ γεγενημένοι, τήν τε δίαιταν ἐπὶ τὸ ἡμερώτερον μεθηρμόσαντο, λῃστείας μὲν ἀφέμενοι πάσης, τοῖς δὲ Ῥωμαίοις συστρατεύοντες ἐπὶ πολεμίους ἀεὶ τοὺς σφετέρους ἰοῦσι. 8 δείσας δὲ Ἰουστινιανὸς βασιλεὺς μή ποτε Τζάνοι μεταπορευσάμενοι τὴν δίαιταν αὖθις τὰ σφέτερα ἤθη ἐπὶ τὸ ἀγριώτερον μεταστρέψωνται30 ἐπενόει τοιάδε.

p208 9 Δύσοδος ἦν ἡ Τζανικὴ λίαν καὶ ἄφιππος ὅλως, κρημνοῖς τε πανταχόθεν καὶ χώροις περικεκλεισμένη ἐκ τοῦ ἐπὶ πλεῖστον ὑλώδεσιν, ᾗπέρ μοι εἴρηται. 10 καὶ ἀπ᾽ αὐτοῦ Τζάνοις ἐπιμίγνυσθαι τοῖς πλησιοχώροις ἀμήχανον ἦν, ἀλλὰ κατὰ μόνας ἐν σφίσιν αὐτοῖς ἀπηγριωμένοι θηρίων τρόπον τὴν δίαιταν εἶχον. 11 τὰ τοίνυν δένδρα ἐκτεμών ἅπαντα, οἷσπερ τὰς ὁδοὺς ξυνέβαινε ξυμποδίζεσθαι, καὶ τὰς ἐκείνῃ δυσχωρίας μεθαρμοσάμενος, εὐπετεῖς τε αὐτὰς καὶ ἱππασίμους καταστησάμενος, ἐπιμίγνυσθαι αὐτοὺς κατὰ ταὐτὰ τοῖς ἄλλοις ἀνθρώποις καὶ προσχωρεῖν τῇ ὁμιλίᾳ τῶν πλησιοχώρων πεποίηκεν. 12 ἔπειτα δὲ αὐτοῖς ἐκκλησίαν ἐν χωρίῳ Σχαμαλινίχων καλουμένῳ δειμάμενος, ἱερᾶσθαί τε διεπράξατο καὶ μυστηρίων μεταλαμβάνειν31 λιταῖς τε τὸν θεὸν ἱλεοῦσθαι, καὶ τὰ ἄλλα ἐξοσιοῦσθαι, συνιέντες ὡς ἄνθρωποι εἶεν. 13 καὶ φρούρια δὲ οἰκοδομησάμενος πανταχόθι τῆς χώρας φρουρούς τε ἐνταῦθα Ῥωμαίων στρατιωτῶν ἱδρυσάμενος βεβαιότατα, Τζάνοις ἐς τοὺς ἄλλους ἀνθρώπους τὰς ἐπιμιξίας ἀκωλύτους πεποίηκεν. 14 ὅπη ποτὲ δὲ Τζανικῆς τὰ φρούρια ταῦτα ἐδείματο ἐρῶν ἔρχομαι.

15 Χώραν ἐνταῦθά τινα ἐς τρίοδον ἀποκεκριμένην ξυμβαίνει εἶναι. Ῥωμαίων τε γὰρ καὶ Περσαρμενίων τὰ ὅρια καὶ Τζάνων αὐτῶν τῇδε ἀρξάμενα ἐνθένδε διασκεδάννυται. 16 ἐνταῦθα φρούριον ἐχυρώτατον, οὐ πρότερον ὄν, ὄνομα Ὁρονῶν, ἐξείργασται, κεφάλαιον αὐτὸ τῆς εἰρήνης πεποιημένος. 17 ἔνθεν γὰρ τὰ πρῶτα Ῥωμαίοις ἡ Τζανικὴ ἐσβατὴ γέγονεν· οὗ δὴ καὶ ἄρχοντα στρατιωτῶν κατεστήσατο, ὂν δοῦκα καλοῦσιν. 18 ἐν χωρίῳ δὲ ὁδῷ p210ἡμέραιν δυοῖν Ὁρονῶν διέχοντι, οὗ δὴ Τζάνων τῶν Ὠκενιτῶν καλουμένων τὰ ὅριά ἐστιν (ἐπεὶ ἐς ἔθνη πολλὰ διακέκρινται Τζάνοι), ἐνταῦθά τι ὀχύρωμα πεποιημένον ἦν τοῖς πάλαι ἀνθρώποις, ἐρείπιον ἤδη πολλῷ πρότερον τῷ ἀπημελῆσθαι γεγενημένον, Χαρτὼν ὄνομα. 19 ὅπερ ἀνανεωσάμενος Ἰουστινιανὸς βασιλεύς, ἐνοικεῖν τε ἀνθρώπων ἐνταῦθα διεπράξατο μέγα τι χρῆμα καὶ τὰ ἐς τὴν εὐκοσμίαν τῇ χώρᾳ φρουρεῖν. 20 τῷ δὲ ἐνθένδε ἰόντι πρὸς ἀνίσχοντα ἥλιον φάραγξ ἐστὶ κρημνώδης, κατατείνουσα μέχρι ἐς τὰ πρὸς βορρᾶν ἄνεμον· οὗ δὴ φρούριον, Βαρχὼν ὄνομα, ἐδείματο νέον. 21 ἐπέκεινα δὲ κατὰ τοῦ ὄρους τὴν ὑπωρείαν ἐπαύλεις εἰσίν, ἵνα δὴ οἱ Τζάνων τῶν Ὠκενιτῶν καλουμένων βόες αὐλίζονται, οὕσπερ ἐκτρέφουσιν οὐ τοῦ ἀροῦν τὴν γῆν ἕνεκα, ἐπεὶ ἀργοί τε τὸ παράπαν οἱ Τζάνοι εἰσὶ καὶ γεωργικῶν ἀλλότριοι πόνων, ᾗπέρ μοι εἴρηται, καὶ οὔτε ἀρόματά ἐστιν αὐτοῖς οὔτε ἄλλα τῆς γεωργίας διαπονήματα, ἀλλὰ τοῦ γε γάλα ἐς ἀεὶ βδάλλειν32 καὶ σιτίζεσθαι τοῖς αὐτῶν κρέασι. 22 μετὰ δὲ τοῦ ὄρους τὸν πρόποδα, οὗ Κενὰ τὸ χωρίον ἐν τῷ ὁμαλῷ ξυμβαίνει εἶναι, ἐνθένδε τοι ἰόντι ἐπὶ δύοντά που τὸν ἥλιον, τὸ Σισιλισσῶν ὄνομα φρούριόν ἐστιν, ὅπερ ἐκ παλαιοῦ μὲν πεποιημένον, ἔρημον δὲ διὰ χρόνου μῆκος γεγενημένον ἀνανεωσάμενος Ἰουστινιανὸς βασιλεὺς διαρκὲς Ῥωμαίων στρατιωτῶν, ὥσπερ κἀν τοῖς ἄλλοις ἅπασι, φυλακτήριον κατεστήσατο. 23 ἔνθεν δὲ ἰόντι ἐν ἀριστερᾷ πρὸς βορρᾶν ἄνεμον χῶρός τίς ἐστιν, ὅνπερ καλοῦσιν οἱ ἐπιχώριοι Λογγίνου φοσσᾶτον, ἐπεὶ Λογγῖνος ἐν τοῖς ἄνω χρόνοις p212Ῥωμαίων στρατηγός, Ἴσαυρος γένος, στρατεύσας ἐπὶ Τζάνους ποτὲ τῇδε πεποίηται τὸ στρατόπεδον. 24 ἐνταῦθα φρούριον ὁ βασιλεὺς οὗτος ὄνομα Βουργουσνόης δεδημιούργηκεν, ἡμέρας ὁδῷ Σισιλισσῶν διέχον. 25 ὅπερ Σισιλισσῶν φρούριόν ἐστι καὶ αὐτὸ ὑπ᾽ αὐτοῦ τοῦ βασιλέως, ὡς μικρὸν ἐρρήθη ἔμπροσθεν, ἐξειργασμένον βεβαιότατα. 26 ἐντεῦθεν ὅρια τῷ Τζάνων τῶν Κοξυλίνων καλουμένων ἐστίν· οὗ δὴ φρούρια νῦν πεποίηται δύο, τό τε Σχαμαλινίχων καλούμενον καὶ ὅπερ Τζανζάκων ἐπονομάζουσιν· ἔνθα δὴ καὶ ἄλλον ἄρχοντα στρατιωτῶν κατεστήσατο.

7 Ταῦτα μὲν οὖν ἐν Τζάνοις Ἰουστινιανῷ βασιλεῖ εἴργασται. ἐν δὲ δὴ τῇ μετ᾽ αὐτοὺς χώρᾳ, ἣ παρὰ τὸν Εὔξεινον οἰκεῖται Πόντον, πόλις ἐστί που, Τραπεζοῦς ὄνομα· οὗ δὴ ἀπορίας ὑδάτων οὔσης, ὀχετὸν ἐτεκτήνατο Ἰουστινιανὸς βασιλεὺς ὅνπερ Εὐγενίου καλοῦσι μάρτυρος, ταύτῃ τε τὴν ἀπορίαν τοῖς τῇδε ᾠκημένοις διέλυσεν. 2 ἐνταῦθα δὲ κἀν τῇ Ἀμασείᾳ τὰ πλεῖστα τῶν ἱερῶν ἀνενεώσατο, χρόνῳ πεπονηκότα πολλῷ. 3 μετὰ δὲ τοὺς Τραπεζουντίων ὅρους χωρίον ἐστὶ Ῥιζαῖον ὄνομα, ὃ δὴ καινουργήσας αὐτὸς ὀχύρωμα περιβέβληκε33 λόγου τε καὶ ἀκοῆς κρεῖσσον. 4 πόλεων γὰρ τῶν Πέρσαις ὁμόρων οὐδεμιᾶς ἧσσον μεγέθους πέρι καὶ ἀσφαλείας δεδημιούργηται.

5 Καὶ φρούριον δὲ ᾠκοδομήσατο ἐπὶ Λαζικῆς Λοσόριον ὄνομα, καὶ τοὺς ἐν τῇ χώρᾳ στενωποὺς ἐτειχίσατο οὕσπερ Κλεισούρας καλεῖν νενομίκασιν, ὅπως δὴ ἀποκεκλεισμένοι τῆς ἐπὶ Λαζικὴν p214εἰσόδου οἱ πολέμιοι εἶεν. 6 ἀλλὰ καὶ τὴν ἐν Λαζοῖς τῶν Χριστιανῶν ἐκκλησίαν, ἀρχαίαν τε οὖσαν καὶ σαθρὰν τῇ οἰκοδομίᾳ γεγενημένην, ἀνενεώσατο. 7 οὕτω καὶ Πέτραν ἐν Λαζοῖς πόλιν ἀξιοθέατον κατεστήσατο, ἥνπερ Λαζοὶ μὲν ἀβουλίᾳ τῇ σφετέρᾳ παρέδοσαν Πέρσαις, Χοσρόην ἐνταῦθα στρατῷ μεγάλῳ ἐπαγαγόμενοι, Ῥωμαῖοι δὲ Περσῶν καθυπέρτεροι τῷ πολέμῳ γενόμενοι καὶ τοὺς μὲν κτείναντες τοὺς δὲ δορυαλώτους πεποιημένοι, ἐς τὸ ἔδαφος τὴν πόλιν καθεῖλον, ὡς μὴ αὖθις οἱ βάρβαροι κακουργεῖν ἔχοιεν ἐνταῦθα ἰόντες, ᾗπέρ μοι ἅπαντα ἐν τοῖς ὑπὲρ τῶν πολέμων δεδήλωται λόγοις· 8 ἵνα δὴ καὶ τοῦτό μοι δεδιήγηται, ὡς ἐν τῇ ἀντιπέρας ἠπείρῳ ἐκ Λαζικῆς ἐπὶ τὴν Μαιῶτιν ἰόντι λίμνην φρούρια δύο, Σεβαστούπολίν τε καὶ Πιτυοῦντα, καθεῖλον Ῥωμαῖοι, Χοσρόην ἀκούσαντες στράτευμα στέλλειν ἐνταῦθα διὰ σπουδῆς ἔχειν τούς τε34 τὰ φρούρια ταῦτα καθέξοντας. 9 ἀλλὰ νῦν Ἰουστινιανὸς βασιλεὺς ταύτην δὴ τὴν Σεβαστούπολιν35 ἀνανεωσάμενος ξύμπασαν, καὶ τῷ μὲν περιβόλῳ τοῖς τε ἄλλοις ὀχυρώμασι πεποιημένος ἀνάλωτον, ταῖς δὲ ἀγυιαῖς καὶ ταῖς ἄλλαις οἰκοδομίαις διακοσμήσας, τῷ τε κάλλει καὶ τῷ μεγέθει πόλιν τανῦν ἀξιολογωτάτην ἐν τοῖς μάλιστα κατεστήσατο.

10 Καὶ μὴν καὶ Βοσπόρου καὶ Χερσῶνος πόλεων,36 αἵπερ κατὰ τὴν ἐκείνῃ ἀκτὴν ἐπιθαλασσίδιαι μετὰ λίμνην τε τὴν Μαιώτιδα καὶ τοὺς Ταύρους καὶ Ταυροσκύθας ἐν ἐσχάτῳ οἰκοῦνται37 τῆς Ῥωμαίων ἀρχῆς, πεπονηκότα παντάπασι τὰ p216τείχη εὑρὼν ἐς μέγα τι κάλλους τε καὶ ἀσφαλείας κατεστήσατο χρῆμα. 11 ἔνθα δὴ καὶ φρούρια πεποίηται τό τε Ἀλούστου καλούμενον καὶ τὸ ἐν Γορζουβίταις. 12 διαφερόντως δὲ τὴν Βόσπορον τῷ ἐρύματι ἐκρατύνατο, ἥνπερ ἐκ παλαιοῦ βεβαρβαρωμένην καὶ ὑπὸ τοῖς Οὔννοις κειμένην ἐς τὸ Ῥωμαίων αὐτὸς μετήνεγκε κράτος. 13 ἔστι δέ τις ἐνταῦθα χώρα κατὰ τὴν παραλίαν, Δόρυ ὄνομα, ἵνα δὴ ἐκ παλαιοῦ Γότθοι ᾤκηνται οἱ Θευδερίχῳ ἐς Ἰταλίαν ἰόντι οὐκ ἐπισπόμενοι, ἀλλ᾽ ἐθελούσιοι αὐτοῦ μείναντες, Ῥωμαίων καὶ εἰς ἐμέ εἰσιν ἔνσπονδοι· ξυνστρατεύουσί τε αὐτοῖς ἐπὶ πολεμίους τοὺς σφετέρους ἰοῦσιν, ἡνίκα ἂν βασιλεῖ βουλομένῳ εἴη. 14 ἐξικνοῦνται δὲ ἐς τρισχιλίους, καὶ τά τε πολέμια ἔργα εἰσὶν ἄριστοι τά τε ἐς τὴν γεωργίαν αὐτουργοὶ δεξιοί, καὶ φιλοξενώτατοι δέ εἰσιν ἀνθρώπων ἁπάντων. 15 αὐτὴ δὲ ἡ χώρα τὸ Δόρυ τῆς μὲν γῆς ἐν ὑψηλῷ κεῖται, οὐ μέντοι οὔτε38a τραχεῖα οὔτε38b σκληρά ἐστιν, ἀλλ᾽ ἀγαθή τε καὶ εὔφορος καρπῶν τῶν ἀρίστων. 16 πόλιν μὲν οὖν ἢ φρούριον οὐδαμῆ τῆς χώρας ὁ βασιλεὺς ἐδείματο ταύτης, κατείργεσθαι περιβόλοις τισὶν οὐκ ἀνεχομένων τῶν τῇδε ἀνθρώπων, ἀλλ᾽ ἐν πεδίῳ ἀσμενέστατα ᾠκημένων ἀεί. 17 ὅπη ποτὲ δὲ τῶν ἐκείνῃ χωρίον βάσιμα εὐπετῶς τοῖς ἐπιοῦσιν ἐδόκει εἶναι, ταύτας δὴ τειχίσμασι μακροῖς τὰς εἰσόδους περιβαλών, τὰς ἐκ τῆς ἐφόδου φροντίδας ἀνέστειλε Γότθοις. ταῦτα μὲν οὖν τῇδέ πη ἔχει.

18 Πόλιν δέ τινα ἐπιθαλασσίαν οἰκοῦσι Θρᾷκες παρὰ τὴν ἠϊόνα τοῦ Εὐξείνου Πόντου, Ἀγχίαλον ὄνομα, ἧσπερ ἐν ἐπιτηδείῳ μνησθείημεν ἄν, p218περιηγούμενοι τὰ ἐπὶ τῆς Θρᾴκης χωρία. 19 ἐπεὶ δὲ τανῦν ὁ λόγος ἡμῖν διελήλυθεν ὅσα παρὰ τὴν ἀκτὴν τοῦ Εὐξείνου Πόντου δεδημιούργηται τῷ βασιλεῖ τούτῳ, οὐδέν τι χείρον ἀφηγήσασθαι ἐνταῦθα τοῦ λόγου ὅσα δὴ ἐπὶ τῆς Ἀγχιάλου ταύτης ἐδείματο. 20 ἐνταῦθα οὖν πηγαὶ θερμῶν φύσει ὑδάτων ἀναβλυστάνουσι, τῆς πόλεως οὐ πολλῷ ἄποθεν ἀπαυτοματίζουσαι βαλανεῖα τοῖς τῇδε ἀνθρώποις· 21 τοῦτον δὲ τὸν χῶρον ἀτείχιστον ἐκ παλαιοῦ ὄντα ὑπερεώρων οἱ προβεβασιλευκότες τὰ πρότερα, καίπερ ἐν γειτόνων ᾠκεμένων αὐτῷ βαρβαρικῶν ἐθνῶν τοσούτων τὸ πλῆθος. 22 ἐπεχωρίαζόν τε αὐτῷ οἱ νενοσηκότες τὰ σώματα, μετὰ κινδύνων τὴν παραψυχὴν κομιζόμενοι.39 23 τειχήρη τοίνυν αὐτὸν ἐν τῷ παρόντι πεποιημένος Ἰουστινιανὸς βασιλεύς, ἀκίνδυνον διεπράξατο σφίσι τὴν ἄκεσιν εἶναι. 24 τὰ μὲν οὖν γῆς τῆς ἑῴας, ἔτι μέντοι καὶ Ἀρμενίας καὶ Τζανικῆς ὀχυρώματα καὶ τά γε ἀμφὶ τὸν Εὔξεινον Πόντον40 τῇδε Ἰουστινιανῷ βασιλεῖ εἴργασται. 25 ἡμῖν δὲ ἐνθένδε ἐπὶ τὰς οἰκοδομίας ἰτέον ἅσπερ ἐν Εὐρώπῃ τῇ ἄλλη πεποίηται.


The Loeb Editor's Notes:

1 μὲν A, μέντοι V.

2 τὸν αὑτοῦ Dindorf, τοῦ αὐτοῦ V, αὐτοῦ A.

3 τὰ V, om. A.

4 τῶ V, om. A.

5 αὐτῆ V, αὐτῶ A.

6 ἐς before τὰς added by Maltretus.

7 Maltretus: .

8 Ἀρξανηνὴ Haury: ἀρξάνη.

9 εὐθύς A, om. V.

10 ἀπέσχετο V, ἀντέσχετο A.

11 δὲ A, δέ γε V.

12 στενωποὺς V, ποταμοὺς A.

13 ὄντας V, ὄντα A.

14 ἀγορὰν V, ἀγορὰς A.

15 φαύλως A, φαύλω V.

16 δὲ A, om. V.

17 καὶ V, om. A.

18 κατακρήμνου πεποιημένον V, ἀποκρήμνου γεγενημένον A.

19 πάντα A, πάντως V.

20 ἀξίωμα V, ὀχύρωμα A.

21 ἐς γὰρ V, ἐπεὶ ἐς A.

22 καὶ V, om. A.

23 βεβαιότατα κατατειχισάμενος V, τειχισάμενος A.

24 τῇ added by Capps.

25 λόφων Maltretus: λίθων V.

26 πρῶτα μὲν A, om. V.

27 κρημνοὺς V, om. A.

28 τε Maltretus for δὲ.

29 αὐτὸ V, om. A.

30 μεταστρέψωνται Hoeschel: μεταστρέψονται.

31 μεταλαμβάνειν V, μεταλαγχάνειν A.

32 βδάλλειν A, βάλλει V.

33 περιβέβληκε A, περιβέβληται V.

34 τούς τε Haury: τοὺς.

35 After Σεβαστούπολιν A adds φρούριον οὖσαν τὸ πρότερον.

36 πόλεων Maltretus: πόλεως.

37 οἰκοῦνται V, οἰκοῦντας A.

38a 38b οὔτε . . . οὔτε Dindorf: οὐδὲ . . . οὐδὲ.

39 κομιζόμενοι V, ποριζόμενοι VA.

40 πόντον A, καλούμενον πόντον V.


[image ALT: Valid HTML 4.01.]

Page updated: 26 Apr 12