Short URL for this page:
bit.ly/ProcopiusB4A


[image ALT: Much of my site will be useless to you if you've got the images turned off!]
mail:
Bill Thayer

[image ALT: Click here for an English translation of this page.]
English

[image ALT: Cliccare qui per una pagina di aiuto in Italiano.]
Italiano

[Link to a series of help pages]
Help
[Link to the next level up]
Up
[Link to my homepage]
Εἴσοδος
πρότερον·

[image ALT: link to previous section]
Βιβλίον γ´
 

This webpage reproduces a section of
The Buildings

of
Procopius

published in the Loeb Classical Library,
1940

The text is in the public domain.

This page has been carefully proofread
and I believe it to be free of errors.
If you find a mistake though,
please let me know!

ὕστερον·

[image ALT: link to next section]
Βιβλίον δ´
Μέρος β´

(Vol. III) ΠΡΟΚΟΠΙΟΥ ΚΑΙΣΑΡΕΩΣ
ΠΕΡΙ ΚΤΙΣΜΑΤΩΝ

 p218  ΒΙΒΛΙΟΝ Δ´
(Μέρος α´)

[link to English translation] 1 1 Πέλαγος μέγα νηὶ διαπλεῦσαι ἀπαρασκεύῳ μοχθηρόν τε ἡγοῦμαι εἶναι καὶ κινδύνων μεγάλων ἀτεχνῶς ἔμπλεων. ταὐτὸ δέ ἐστι τὰς​1 Ἰουστινιανοῦ βασιλέως οἰκοδομίας λόγῳ φαυλοτάτῳ διαμετρήσασθαι. 2 ψυχῆς γὰρ μεγέθει ὁ βασιλεὺς  p220 οὗτος τά τε ἄλλα, ὡς εἰπεῖν, ἅπαντα καὶ τὰ ἐς τὰς οἰκοδομίας οὐδέν τι ἧσσον λόγου διαπέπρακται κρείσσω. 3 ἐν δὲ δὴ τῇ Εὐρώπῃ καὶ τὴν ὑπουργίαν ἐναρμόσασθαι τῷ τῆς χρείας ἀξιώματι διὰ σπουδῆς ἔχων ἔργα οὐκ εὐδιήγητα οὐδὲ εἰς συγγραφὴν διαπεπόνηται πρόχειρα. 4 γεγένηται γὰρ ἐπαξίως τῷ τε γειτονήματι ποταμοῦ Ἴστρου καὶ τῇ ἐνθένδε διὰ τοὺς ἐγκειμένους τῇ χώρᾳ βαρβάρους ἀνάγκη. 5 ἔθνη γὰρ αὐτῇ γειτονοῦντα διακεκλήρωται​2 Οὐννικά τε καὶ Γοτθικά, καὶ τὰ ἐν Ταύροις καὶ τὰ ἐν Σκύθαις ἀνταίρει, καὶ ὅσα Σκλαβηνοὶ καὶ ὅσα ἄττα,​3 εἴτε Σαυρομάτας Ἀμαξοβίους εἴτε Μετανάστας ταῦτα δὴ ἐκάλουν τὰ ἔθνη οἱ τῶν ἱστοριῶν ἀναγραψάμενοι τὰ ἀρχαιότατα, καὶ εἴ τι ἄλλο θηριῶδες ἀνθρώπων γένος ἢ νέμεσθαι, ἢ ἱδρῦσθαι ἐνταῦθα ξυμβαίνει. 6 οἷς δὴ ἀπέραντα πολεμησείουσιν ὑπαντιάζειν διατεινομένῳ Ἰουστινιανῷ βασιλεῖ πάρεργόν τε οὐδὲν ποιουμένῳ ἐπάναγκες ἦν ἐρύματά τε περιβάλλεσθαι ἀνάριθμα καὶ στρατιωτῶν ἀμύθητα φυλακτήρια καταστήσασθαι, καὶ ὅσα ἄλλα πολεμίοις ἀνεπικηρυκεύτοις τε καὶ ἀνεπιμίκτοις ἐμπόδια εἴη. 7 οἷς δὴ τοῖς πολεμίοις τὸν πόλεμον οὐκ ἐξ αἰτίας ἐγειρομένοις​4 ποιεῖσθαι νόμος, οὐδὲ μετὰ πρεσβείαν ἐπενεγκεῖν, οὐδὲ μὴν οὐδὲ ξυνθήκαις διαλῦσαί τισιν, ἢ κατὰ χρόνον ἀνακωχεῦσαι, ἀλλ’  p222 ἐγχειρῆσαι μὲν ἀπροφασίστως, καταλῦσαι δὲ σιδήρῳ μόνῳ. ἀλλὰ καὶ ὡς ἐπὶ τῆς ἱστορίας τὰ λειπόμενα βαδιούμεθα. 8 ἔργου γὰρ​5 ἀρξαμένους​6 τρόπῳ ὁτῳοῦν ἐς πέρας ἀφῖχθαι ξυνοίσει μᾶλλον ἢ ἀτελεύτητον ἀπολιπόντας ὀπίσω ἰέναι. 9 ἐπεὶ καὶ ἄλλως ἂν οὐκ ἔξω κατηγορίας τὸ πρᾶγμα εἴη, βασιλέα μὲν τὸν ἡμέτερον εἰργᾶσθαι τὰ ἔργα, ἡμᾶς δὲ τοὺς ὑπὲρ αὐτῶν ἀποκνεῖν λόγους. 10 μέλλοντας δὲ τὰ Εὐρωπαῖα τούτου δὴ τοῦ βασιλέως διαριθμεῖσθαι οἰκοδομήματα, ὀλίγα ἄττα ἀμφὶ τῇδε τῇ χώρᾳ ὑπειπεῖν ἄξιον.

[link to English translation] 11 Ἐκ τοῦ Ἀδριατικοῦ καλουμένου πελάγους ἐπιρροή τις διωθουμένη τε καὶ ἀποσαλεύουσα τῆς ἄλλης θαλάσσης ἐπὶ τὴν ἤπειρον ἀναβαίνει, καὶ σχίζουσα τὴν γῆν ἐπὶ πλεῖστον ποιεῖται τὸν Ἰόνιον κόλπον, ἐν δεξιᾷ μὲν Ἠπειρώτας τε καὶ τὰ ἐκείνῃ ἔθνη, ἐν ἀριστερᾷ δὲ Καλαβροὺς ἔχουσα, ἐν τε πορθμῷ ἐπὶ μακρότατον θλιβομένη περιλαμβάνει τὴν ἤπειρον σχεδόν τι πᾶσαν. 12 καθύπερθε δὲ ἀντιπρόσωπος τῇ θαλάσσῃ φερόμενος ποταμὸς Ἴστρος γῆς τῆς Εὐρώπης νησοειδῆ τὴν γῆν τίθεται. 13 ἐνταῦθα οἰκοδομήματα πολλά τε καὶ ἀξιολογώτατα ὁ βασιλεὺς οὗτος πεποίηται. 14 πᾶσαν γὰρ Εὐρώπην ἐς τὸ ἀσφαλὲς τειχισάμενος ἀπρόσβατον κατεστήσατο βαρβάροις εἶναι​7 οἳ δὴ ὑπὲρ Ἴστρου ποταμοῦ ᾤκηνται.

[link to English translation] 15 Ἀλλά μοι ἀπὸ τῆς τοῦ βασιλέως ἀρκτέον πατρίδος, ᾗ πασῶν μάλιστα τά τε πρωτεῖα ἐν πᾶσι τοῖς ἄλλοις καὶ τοῦδε τὰς ἀπαρχὰς τοῦ  p224 λόγου δοτέον. 16 αὐτῇ γὰρ ἂν μόνῃ ὀγκοῦσθαί τε καὶ διαθρύπτεσθαι καὶ ἀποσεμνύνεσθαι πρέποι βασιλέα Ῥωμαίοις θρεψαμένῃ τε καὶ παρασχομένῃ τοιοῦτον, οὗ δὲ τὰ ἔργα καὶ λόγῳ εἰπεῖν καὶ γραφῇ παρακαταθέσθαι ἀμήχανον.8

[link to English translation] 17 Ἐν Δαρδάνοις που τοῖς Εὐρωπαίοις, οἱ δὴ μετὰ τοὺς Ἐπιδαμνίων ὅρους ᾤκηνται, τοῦ φρουρίου ἄγχιστα ὅπερ Βεδερίανα ἐπικαλεῖται, χωρίον Ταυρίσιον ὄνομα ἦν, ἔνθεν Ἰουστινιανὸς βασιλεὺς ὁ τῆς οἰκουμένης οἰκιστὴς ὥρμηται. 18 τοῦτο μὲν οὖν τὸ χωρίον ἐν βραχεῖ τειχισάμενος κατὰ τὸ τετράγωνον σχῆμα καὶ γωνίᾳ ἑκάστῃ πύργον ἐνθέμενος Τετραπυργίαν εἶναί τε καὶ καλεῖσθαι πεποίηκε. 19 παρ’ αὐτὸ δὲ μάλιστα τὸ χωρίον πόλιν ἐπιφανεστάτην ἐδείματο, ἥνπερ Ἰουστινιανὴν ὠνόμασε Πρῖμαν (πρώτη δὲ τοῦτο τῇ Λατίνων φωνῇ δύναται) ταῦτα τῇ θρεψαμένῃ τροφεῖα ἐκτίνων. 20 καίτοι Ῥωμαίους ἐχρῆν ἅπαντας τοῦτο δὴ ἀλλήλοις ἐπικοινοῦσθαι τὸ ὄφλημα, ἐπεὶ καὶ σωτῆρα ἐθρέψατο ἡ χώρα κοινὸν ἅπασιν. 21 ἐνταῦθα δὲ καὶ ὀχετὸν τεκτηνάμενος ὕδασι τὴν πόλιν ἀειρρύτοις διεπράξατο ἐπιεικῶς πλήθειν. 22 πολλὰ δὲ καὶ ἄλλα τῷ τῆς πόλεως οἰκιστῇ ὑπέρογκά τε καὶ λόγου πολλοῦ διαπεπόνηται ἄξια. 23 θεοῦ μὲν τεμένη διαριθμεῖσθαι οὐ ῥᾴδια, καταγώγια δὲ ἀρχόντων φράζεσθαι λόγῳ ἀμήχανα, στοῶν μεγέθη, ἀγορῶν κάλλη, τὰς κρήνας, τὰς ἀγυιάς, τὰ βαλανεῖα, τὰ πωλητήρια. 24 πόλις ἁπλῶς μεγάλη καὶ πολυάνθρωπος καὶ τὰ ἄλλα  p226 εὐδαίμων καὶ οἷα τῆς χώρας ἁπάσης μητρόπολις​9 εἶναι· εἰς ἀξιώματος γὰρ τοσόνδε ἥκει. 25 πρὸς δὲ καὶ τὸν​10 Ἰλλυριῶν ἀρχιερέα διακεκλήρωται, τῶν ἄλλων πόλεων αὐτῇ, ἅτε πρώτῃ τὸ μέγεθος οὔσῃ, ἐξισταμένων. ὥστε καὶ ἀνθυπούργηκε τῷ βασιλεῖ κλέος· 26 ἡ μὲν γὰρ τροφίμῳ ἀποσεμνύνεται βασιλεῖ, ὁ δὲ ἀντιφιλοτιμεῖται δεδημιουργηκέναι τὴν πόλιν. καί μοι ἄχρι τοῦδε εἰπεῖν ἀποχρήσει. 27 ἅπαντα γὰρ ἐς τὸ ἀκριβὲς λεπτολογεῖσθαι ἀμήχανον, ἐπεὶ τῷ βασιλεῖ προσηκούσης τῆς πόλεως ἐλασσοῦσθαι αὐτῆς ἅπαντα λόγον ἐπάναγκες.

[link to English translation] 28 Ἔτι μέντοι καὶ Βεδερίανα τὸ φρούριον ἀνοικοδομησάμενος ὅλον πολλῷ ὀχυρώτερον κατεστήσατο. ἦν δέ τις ἐν Δαρδάνοις ἐκ παλαιοῦ πόλις ᾗπερ Οὐλπιᾶνα ὠνόμαστο. 29 ταύτης τὸν περίβολον καθελὼν ἐκ τοῦ ἐπὶ πλεῖστον (ἦν γὰρ σφαλερὸς ἐς τὰ μάλιστα καὶ ὅλως ἀχρεῖος) ἄλλα τε αὐτῇ παμπληθῆ ἐγκαλλωπίσματα ποιησάμενος, ἔς τε τὴν νῦν μεταθέμενος εὐκοσμίαν, Σεκοῦνδαν αὐτὴν Ἰουστινιανὴν ἐπωνόμασε. 30 σεκοῦνδαν γὰρ τὴν δευτέραν Λατῖνοι λέγουσι.​11 καὶ ἄλλην δὲ αὐτῇ πλησίον ἐδείματο πόλιν οὐ πρότερον οὖσαν, ἥνπερ Ιουστινούπολιν τῷ θείῳ ὁμωνύμως ἐκάλεσεν. 31 ἀλλὰ καὶ Σαρδικῆς τε καὶ Ναϊσουπόλεως, ἔτι μέντοι Γερμαῆς τε καὶ Πανταλείας διερρωγότα τῷ χρόνῳ τὰ τείχη εὑρὼν οἰκοδομησάμενός τε ξὺν τῷ ἀσφαλεῖ ἄμαχα τοῖς πολεμίοις διεπράξατο εἶναι. 32 καὶ πολίχνια δὲ τούτων δὴ μεταξὺ ἐδείματο  p228 τρία, Κρατίσκαρά τε καὶ Κουιμέδαβα καὶ Ῥουμισίανα. οὕτω μὲν οὖν τάσδε τὰς πόλεις ἐκ θεμελίων ἀνέστησε. 33 πρόβολον δὲ ἰσχυρότατον αὐτῶν τε καὶ πάσης Εὐρώπης Ἴστρον ποταμὸν ποιεῖσθαι ἐθέλων, ἐρύμασι τοῦ ποταμοῦ τὴν ἠϊόνα περιβάλλει συχνοῖς, ὥσπερ μοι γεγράψεται οὐ πολλῷ ὕστερον, φυλακτήριά τε στρατιωτῶν πανταχόθι τεθεῖται τῆς ἀκτῆς, ἀναχαιτίσοντα τὴν διάβασιν βεβαιότατα τοῖς τῇδε βαρβάροις. 34 ἀλλὰ καὶ τούτων οἱ ἐξειργασμένων, ὑπόπτως ἐς τῆς ἀνθρωπείας ἐλπίδος τὸ σφαλερὸν ἔχων, λογισάμενός τε ὡς εἰ τοῖς πολεμίοις ὅτῳ δή ποτε τρόπῳ διαπορθμεύσασθαι δυνατὰ εἴη, ἐπιθήσονται ἀφυλάκτοις τὸ παράπαν τοῖς ἀγροῖς οὖσι, καὶ ἀνθρώπους μὲν ἐξανδραποδιοῦσιν ἡβηδὸν ἅπαντας, χρήματα δὲ ληΐσονται​12 πάντα, οὐκ ἐπὶ κοινῆς αὐτοῖς μόνον τὴν ἀσφάλειαν ἐν τοῖς κατὰ τὸν ποταμὸν ὀχυρώμασιν ἀπέλιπεν εἶναι, ἀλλὰ καὶ ἰδίαν πεποίηται· 35 οὕτω συνεχῆ τὰ ἐρύματα ἐν τοῖς χωρίοις ἀπεργασάμενος ὥστε ἀγρὸς ἕκαστος ἡ φρούριον ἀποτετόρνευται, ἢ τῷ τετειχισμένῳ πρόσοικός ἐστιν, ἐνταῦθά τε κἀν τῇ Ἠπείρω τῇ τε νέᾳ καὶ τῇ παλαιᾷ καλουμένῃ. 36 οὗ δὴ καὶ πόλις αὐτῷ πεποίηται Ἰουστινιανούπολις, ἡ πρότερον Ἀδριανούπολις καλουμένη.

[link to English translation] 37 Ἀνενεώσατο δὲ Νικόπολίν τε καὶ Φωτικὴν καὶ τὴν Φοινίκην ὠνομασμένην. αἱ δύο αὐταὶ πολίχναι, ἥ τε Φωτικὴ καὶ ἡ Φοινίκῃ, ἐν τῷ χθαμαλῷ τῆς γῆς ἔκειντο, ὕδασι περιρρεόμεναι τῇδε λιμνάζουσι. 38 διὸ δὴ λογισάμενος Ἰουστινιανὸς βασιλεὺς εἶναι ἀμήχανα ἐπὶ στερρᾶς θεμελίων συνθήκης  p230 περιβόλους αὐταῖς ἀναστῆναι, αὐτὰς μὲν ἐπὶ σχήματος τοῦ αὐτοῦ εἴασε, φρούρια δὲ αὐτῶν ἀγχοτάτω ἐν τε ἀνάντει καὶ ἰσχυρῶς ὀρθίῳ ἐδείματο. 39 ἦν δέ τις ἐνταῦθα πόλις ἀρχαία, ὕδασιν ἐπιεικῶς κατακορὴς οὖσα, ὀνόματός τε τῆς τοῦ χωρίου φύσεως ἀξίου ἐπιτυχοῦσα·​13 Εὔροια γὰρ ἀνέκαθεν ὠνομάζετο. 40 ταύτης δὲ τῆς Εὐροίας οὐ πολλῷ ἄποθεν λίμνη κέχυται καὶ νῆσος κατὰ​14 μέσον ἀνέχει καὶ λόφος αὐτῇ ἐπανέστηκε. 41 διαλείπει δὲ ἡ λίμνη τοσοῦτον, ὅσον τινὰ ἐν εἰσόδου μοίρᾳ τῇ νήσῳ λελεῖφθαι. 42 ἔνθα δὴ βασιλεὺς τοὺς τῆς Εὐροίας μεταβιβάσας οἰκήτορας, πόλιν ὀχυρωτάτην οἰκοδομησάμενος ἐτειχίσατο.

[link to English translation] 2 Μετὰ δὲ τὴν Ἤπειρον ὅλην Αἰτωλούς τε καὶ Ἀκαρνᾶνας παραδραμόντι ὅ τε Κρισαῖος​15 ἐκδέχεται​16 κόλπος καὶ ὅ τε Ἰσθμὸς ἥ τε Κόρινθος καὶ τὰ ἄλλα τῆς Ἑλλάδος χωρία. ἔνθα δὴ τῆς παρ’ αὐτοῦ τὰ μάλιστα προνοίας ἠξίωνται. 2 μάλιστα δὲ​17 πάντων θαυμάσειεν ἄν τις ὁπόσοις περιβόλοις ἐτειχίσατο τὴν Ῥωμαίων ἀρχήν. τῶν τε γὰρ ἄλλων προὐνόησε πάντων καὶ οὐχ ἥκιστα τῶν ἐν Θερμοπύλαις ἀνόδων. 3 πρῶτα μὲν οὖν τὰ τείχη ἐς ὕψος αὐτῷ ἀνέστη μέγα. ἦν γάρ, εἴ τις προσίοι, εὐπετῶς ἁλωτὰ καὶ οὐ τετειχισμένα τὰ ὄρη, ἃ ταύτῃ ἀνέχει, ἀλλ’ ἀποτετριγχωμένα ἐδόκει εἶναι. 4 οἷς δὴ καὶ διπλᾶς τὰς ἐπάλξεις ἐντέθειται πάσας. κατὰ ταῦτα δὲ κἀν τῷ φρουρίῳ ἐξείργασται,  p232 ὅπερ ἐνταῦθα ἐκ παλαιοῦ ἦν παρέργως οὕτω πεποιημένον τοῖς πάλαι ἀνθρώποις. 5 διαρκές τε γὰρ αὐτῷ ὕψος ἐντέθεικε καὶ διπλοῦς τοὺς προμαχῶνας πεποίηται. 6 πρὸς ἐπὶ τούτοις δὲ καὶ ἀνύδρῳ παντάπασιν ὄντι ταμιεῖον ὑετίων ὑδάτων ἐπετεχνήσατο. 7 ἔπειτα δὲ καὶ ἀνόδους πολλὰς ἀφυλάκτους τε καὶ ἀτειχίστους τὰ πρότερα οὔσας ἐς τὸ ἀκριβὲς ἐτειχίσατο. 8 θαυμάσειεν ἂν τις εἰκότως τὸν Περσῶν βασιλέα, ὅτι δὴ χρόνον ἐνταῦθα κατατρίψας πολύν, μίαν τινὰ στενὴν ἀτραπὸν εὕρατο, καὶ ταῦτα προδοτῶν Ἑλλήνων τυχών, ὁδῶν τε ἀτειχίστων ἐκείνῃ πολλῶν καὶ ἁμαξιτῶν σχεδόν τι ὅσων. 9 ἥ τε γὰρ θάλασσα τοὺς πρόποδας ἐπικλύζουσα τῶν ὀρῶν, ἀνεστομωμένας ἐκ τοῦ ἐπὶ πλεῖστον ἐποιεῖτο εἶναι τὰς ἐνθένδε ἀνόδους, καὶ σηράγγων τε καὶ χαραδρῶν ἀδιεξόδων ἐνταῦθα οὐσῶν, ἀμήχανα ἔδοξεν εἶναι τοῖς πάλαι ἀνθρώποις τειχίσμασιν ἐς τὸ ἀκριβὲς περιβαλέσθαι τὰ διῃρημένα τῇ φύσει, τῇ τε πρὸς τὰ χαλεπώτατα τῶν ἔργων ὀκνήσει ἀταλαίπωρον ἀφέμενοι τὴν ἀσφάλειαν ἐπὶ τῇ τύχῃ κατέλιπον, ἐς τὴν ἐσομένην βαρβάροις τῆς ὁδοῦ ἄγνοιαν ἀποθέμενοι τὰς τῆς σωτηρίας ἐλπίδας. 10 ἐπεὶ πρὸς τὴν ταλαιπωρίαν ἀπολέγοντες ἀεὶ ἄνθρωποι, τὰ σφίσιν αὐτοῖς δυσκολώτατα δόξαντα εἶναι οὐδὲ ἄλλοις τισὶν οἴονται ῥᾴδια ἔσεσθαι. 11 διὸ δὴ οὐκ ἄν τις ἔτι φιλονεικοίη μὴ οὐχὶ ἀνθρώπων ἁπάντων οἳ δὴ ἐς τὸν πάντα αἰῶνα γεγένηται, Ἰουστινιανὸν βασιλέα προμηθέστατον γεγονέναι καὶ διαφερόντως ἐπιμελέστατον, ᾧ γε οὐδὲ θάλασσα χαλεπὴ γέγονε, γειτνιῶσά τε τοῖς ὄρεσι καὶ περιχεομένη καὶ ἐπικλύζουσα, ἐν κλυδωνίῳ  p234 τε καὶ ψάμμῳ ὑγρᾷ τοῖς θεμελίοις στηρίζεσθαι, καὶ τοῖς ἐναντιωτάτοις διαφανῶς ἐναρμόζεσθαι, ἀνθρώπων τε προσχωρεῖν τέχνῃ καὶ βιαζομένοις ὑπείκειν. 12 οὐ μέντοι οὐδὲ τάς τε λόχμας καὶ νάπας ἀλλήλαις ἀνάψας, οὐδὲ τὴν θάλασσαν τῷ ὄρει ἐναρμοσάμενος ὁ βασιλεὺς οὗτος, ὅλην τε τὴν Ἑλλάδα περιβαλὼν τοῖς ὀχυρώμασι, κατέπαυσε τὴν ὑπὲρ τῶν κατηκόων σπουδήν, ἀλλὰ καὶ φρούρια πολλὰ τοῦ τείχους ἐντὸς ἐτεκτήνατο, ἄξια τύχης τῆς ἀνθρωπείας βεβουλευμένος, ᾗ βέβαιον​18 οὐδὲν οὐδὲ ἀκαταγώνιστον γίνεται. 13 ὥστε εἰ τοῖς τείχεσι τούτοις τρόπῳ ὁτῳοῦν ἢ χρόνῳ ἁλῶναι ξυμβαίη, ἐν τοῖς φρουρίοις τὰ φυλακτήρια διασώζοιτο. 14 καὶ μὴν καὶ σιτῶνας ἐν τῷ ἀσφαλεῖ καὶ ὑδάτων ἔλυτρα πανταχόθι πεποίηται, στρατιώτας τε φρουρούς ἐς δισχιλίους μάλιστα τῇδε ἱδρύσατο· ὃ οὐδέ τις τῶν πρώην βασιλέων πώποτε ἐκ τοῦ παντὸς χρόνου πεποίηκεν. 15 ἀφύλακτα γὰρ τὸ παράπαν τὰ τείχη ταῦτα ἄνωθέν τε καὶ ἐς ἐμὲ ἦν, ἀγροίκων τε τῶν ἐπιχωρίων τινὲς τῶν πολεμίων καταθεόντων μεθαρμοσάμενοι τὴν δίαιταν ἐν τῷ παραυτίκα, ἐπὶ καιροῦ τε αὐτοσχεδιάζοντες τὰ πολέμια, ἐκ περιτροπῆς ἐνταῦθα ἐφρούρουν, ἁλώσιμοί τε τοῖς πολεμίοις ἀπειρίᾳ τοῦ ἔργου ῥᾷστα ξὺν τῇ Ἑλλάδι ἐγίνοντο, ταύτῃ τε τῇ σμικρολογίᾳ ἡ χώρα ἐπὶ μακρότατον ἀπέκειτο ἐπιοῦσι βαρβάροις.

[link to English translation] 16 Οὕτω μὲν Ἰουστινιανὸς βασιλεὺς τὰ ἐν Θερμοπύλαις​19 ἐρύματα ἐκρατύνατο. καὶ πόλεων δὲ ἁπασῶν, αἵπερ αὐτῶν ἐκτὸς τῇ χώρᾳ ἐξικανοῦσιν  p236 οὖσαι, ξὺν ἐπιμελείᾳ πολλῇ τείχη ᾠκοδομήσατο ἰσχυρά, ἐν τε Σάκκῳ καὶ Ὑπάτῃ καὶ Κορακίοις καὶ Οὐννῷ καὶ Βαλέαις καὶ τῷ καλουμένῳ Λεονταρίῳ. 17 ἐν δὲ τῇ Ἡρακλείᾳ πεποίηται τάδε. ἐξ Ἰλλυριῶν ἐς Ἑλλάδα ἰόντι, ὄρη δύο ἐπὶ μακρότατον ἀλλήλοιν ὡς ἀγχοτάτω ξυνιᾶσι, στενωπὸν ἐν βραχεῖ ἀπεργαζόμενα τὴν μεταξὺ χώραν (κλεισούρας νενομίκασι τὰ τοιαῦτα καλεῖν)· 18 πηγὴ δὲ κατὰ μέσον κάτεισιν, ἐν μὲν ὥρᾳ θερινῇ πότιμον ἀποβλύζουσα καὶ καθαρὸν​20 ὕδωρ ἀπὸ τῶν ὀρῶν ἃ ταύτῃ ἀνέχει, ἐς ῥύακά τε ἀποκεκριμένη βραχύν. 19 ἐπειδὰν δὲ ὕοι,​21 χειμάρρους ἐνταῦθα ἐπικυρτοῦται ὑψηλός τε ὑπερφυῶς καὶ δεινῶς ἄγριος ἐπὶ πλεῖστον τῶν ἐκείνῃ σκοπέλων ἀπὸ τῶν χαραδρῶν συνάγων τὸ ῥεῦμα. 20 ἐνθένδε τοῖς βαρβάροις εἰσιτητὰ ἐπί τε Θερμοπύλας οὐδενὶ πόνῳ ἐγίνετο καὶ τὴν ταύτῃ Ἑλλάδα. 21 τοῦ δὲ στενωποῦ ἐφ’ ἑκάτερα δύο ἐκ παλαιοῦ ὀχυρώματα ἦν, πὴ μὲν Ἡράκλεια πόλις, ἧσπερ ἐπεμνήσθην ἀρτίως, πὴ δὲ ὁ Μυροπώλης καλούμενος, οὐκ ὀλίγῃ διεστηκώς χώρᾳ. 22 ταῦτα δὲ ἄμφω τὰ ὀχυρώματα ἐν ἐρειπίοις ἐκ παλαιοῦ ὄντα Ἰουστινιανὸς ἀνῳκοδομήσατο βασιλεὺς καὶ διατειχίσματι τὸν στενωπὸν ὀχυρωτάτῳ περιβαλών, τούτῳ τε συνάψας ὄρος ἑκάτερον τοῖς μὲν βαρβάροις τὴν δίοδον ἀνεχαίτισε, τῷ δὲ χειμάρρῳ ἐπάναγκές ἐστι λιμνάζοντι τοῦ τείχους ἐντός, εἶτα ἐφύπερθεν αὐτοῦ φερομένῳ ὅπῃ παρατύχοι ἰέναι.

 p238  [link to English translation] 23 Καὶ πόλεις δὲ τῆς Ἑλλάδος ἁπάσας αἵπερ ἐντός εἰσι τῶν ἐν Θερμοπύλαις τειχῶν, ἐν τῷ βεβαίῳ κατεστήσατο εἶναι, τοὺς περιβόλους ἀνανεωσάμενος ἅπαντας. 24 κατερηρίπεσαν​22 γὰρ πολλῷ πρότερον, ἐν Κορίνθῳ μὲν σεισμῶν ἐπιγενομένων ἐξαισίων, Ἀθήνησι δὲ καὶ Πλαταιᾶσι κἀν τοῖς ἐπὶ Βοιωτίας χωρίοις χρόνου μὲν​23 μήκει πεπονηκότες,​24 ἐπιμελησαμένου​25 δὲ αὐτῶν οὐδενὸς τῶν πάντων ἀνθρώπων. 25 ἐπίμαχον δὲ ἢ ἀφύλακτον οὐδὲν εἴασεν, ἐπεὶ αὐτῷ προεγρηγορότι τῶν κατηκόων ἔννοια γέγονεν ὡς οἱ βάρβαροι καταθέοντες, ἂν οὕτω τύχῃ, τά γε ἀμφὶ Θερμοπύλας χωρία, ἐπειδὰν τάχιστα πύθωνται οὐδὲν αὐτοῖς ὄφελος ἔσεσθαι ὑπερβεβληκόσι τὸ ἔρυμα τοῦτο, τειχήρους πανταχόθι γεγενημένης τῆς ἄλλης Ἑλλάδος, ἐθελοκακήσουσιν αὐτίκα δὴ μάλα ἐξεπιστάμενοι ὡς πολιορκεῖν σφίσι πόλιν ἑκάστην ἐπάναγκες ἔσται. 26 προσδοκία γὰρ μηκυνομένη ταλαιπωρεῖν οὐκ ἀνέχεται, οὐδὲ ἀναβαλλομένης​26 ὠφελείας ἐφίεται, ἀλλ’ ἀποδίδοται τῆς περὶ ταῦτα ὀκνήσεως τὴν μέλλουσαν τύχην.

[link to English translation] 27 Ταῦτα διαπεπραγμένος Ἰουστινιανὸς βασιλεύς, ἐπεὶ τὰς ἐν Πελοποννήσῳ πόλεις ἁπάσας ἀτειχίστους ἐμάνθανεν εἶναι, λογισάμενος ὅτι δή οἱ πολὺς τετρίψεται χρόνος, εἰ κατὰ μιᾶς ἐπιμελοῖτο, τὸν Ἰσθμὸν​27 ὅλον ἐν τῷ ἀσφαλεῖ ἐτειχίσατο, ἐπεὶ αὐτοῦ καταπεπτώκει τὰ πολλὰ ἤδη. 28 φρούριά τε ταύτῃ ἐδείματο καὶ φυλακτήρια κατεστήσατο. τούτῳ δὲ τῷ τρόπῳ ἄβατα τοῖς πολεμίοις ἅπαντα  p240 πεποίηκεν εἶναι τὰ ἐν Πελοποννήσῳ χωρίᾳ, εἰ καί τι ἐς τὸ ἐν Θερμοπύλας ὀχύρωμα κακουργήσοιεν. ἀλλὰ ταῦτα μὲν τῇδε κεχώρηκε.

[link to English translation] 3 Πόλις δὲ ἦν τις ἐπὶ Θεσσαλίας, Διοκλητιανούπολις ὄνομα, εὐδαίμων μὲν τὸ παλαιὸν γεγενημένη, προϊόντος δὲ τοῦ χρόνου βαρβάρων οἱ ἐπιπεσόντων καταλυθεῖσα καὶ οἰκητόρων ἔρημος γεγονυῖα ἐπὶ μακρότατον· λίμνη δέ τις αὐτῇ ἐν γειτόνων τυγχάνει οὖσα, ἢ Καστορία ὠνόμασται. καὶ νῆσος κατὰ μέσον τῆς λίμνης τοῖς ὕδασι περιβέβληται. 2 μία δὲ εἰς αὐτὴν εἴσοδος ἀπὸ τῆς λίμνης ἐν στενῷ λέλειπται, οὐ πλέον ἢ​28 ἐς πεντεκαίδεκα διήκουσα πόδας. 3 ὄρος τε τῇ νήσῳ ἐπανέστηκεν ὑψηλὸν ἄγαν, ἥμισυ μὲν τῇ λίμνῃ καλυπτόμενον, τῷ δὲ λειπομένῳ ἐγκείμενον. 4 διὸ δὴ ὁ βασιλεὺς οὗτος τὸν Διοκλητιανουπόλεως ὑπεριδὼν χῶρον ἅτε που διαφανῶς εὐέφοδον ὄντα καὶ πεπονθότα πολλῷ πρότερον, ἅπερ ἐρρήθη, πόλιν ἐν τῇ νήσῳ ὀχυρωτάτην ἐδείματο, καὶ τὸ ὄνομα, ὡς τὸ εἰκός, ἀφῆκε τῇ πόλει. 5 ἐπὶ μέντοι Ἐχιναίου τε καὶ Θηβῶν καὶ Φαρσάλου καὶ ἄλλων τῶν ἐπὶ Θεσσαλίας​29 πόλεων ἁπασῶν, ἐν αἷς Δημητριάς τέ ἐστι καὶ Μητρόπολις ὄνομα καὶ Γόμφοι καὶ Τρίκα, τοὺς​30 περιβόλους ἀνανεωσάμενος, ἐν τῷ ἀσφαλεῖ ἐκρατύνατο, χρόνῳ τε καταπεπονηκότας μακρῷ, εὐπετῶς τε ἁλωτοὺς ὄντας, εἴ τις προσίοι.

[link to English translation] 6 Ἀλλ’ ἐπεὶ ἐς Θεσσαλίαν ἀφίγμεθα, φέρε δή, τῷ λόγῳ ἐπί τε τὸ ὄρος τὸ Πήλιον καὶ  p242 Πηνειὸν ποταμὸν ἴωμεν. 7 ῥεῖ μὲν ἐξ ὄρους τοῦ Πηλίου πρᾴῳ τῷ ῥείθρῳ ὁ Πηνειός, ὡράϊσται δὲ αὐτῷ περιρρεομένη πόλις ἡ Λάρισσα, τῆς Φθίας ἐνταῦθα οὐκέτι οὔσης, τοῦτο δὴ τοῦ μακροῦ χρόνου τὸ διαπόνημα. 8 φέρεται δὲ ὁ ποταμὸς οὗτος εὖ μάλα προσηνῶς ἄχρι ἐς θάλασσαν. εὔφορός τε οὖν ἐστιν ἡ χώρα καρπῶν παντοδαπῶν καὶ ποτίμοις ὕδασι κατακορὴς ἄγαν, ὧνπερ ὀνίνασθαι ὡς ἥκιστα εἶχον περίφοβοι ὄντες οἱ τῇδε ᾠκημένοι διηνεκὲς καὶ καραδοκοῦντες ἀεὶ τοὺς βαρβάρους ἐγκείσεσθαι​31 σφίσιν· ἐπεὶ οὐδαμῆ τῶν ταύτῃ χωρίων ὀχύρωμα ἦν, ὅπη ἂν καταφυγόντες σωθήσονται. 9 ἀλλὰ καὶ Λάρισσαν καὶ Καισάρειαν, πεπονηκότων σφίσιν ὑπεράγαν τῶν ἐρυμάτων, σχεδόν τι ἀτειχίστους εἶναι ξυνέβαινε. 10 βασιλεὺς δὲ Ἰουστινιανὸς ἄμφω τείχη ἰσχυρότατα​32 ποιησάμενος γνησίᾳ τὴν χώραν εὐδαιμονίᾳ ξυνῴκισεν. 11 οὐ πολλῷ δὲ ἄποθεν ὄρη ἀνέχει ἀπόκρημνα, οὐρανομήκεσιν ἀμφιλαφῆ δένδροις· οἰκεῖα​33 δὲ Κενταύροις τὰ ὄρη. 12 καὶ γέγονε Λαπίθαις ἐν τῇδε τῇ χώρᾳ πρὸς τὸ Κενταύρων γένος ἡ μάχῃ, ὡς οἱ μῦθοι ἡμῖν ἐκ παλαιοῦ ἰσχυρίζονται, νεανιευόμενοι γεγονέναι ἀνθρώπων γένος ἐν τοῖς ἄνω χρόνοις ἀλλόκοτον καὶ ζῴων φύσιν τινὰ δυοῖν σύμμικτον. 13 ἀφῆκε δέ τι καὶ τῷ μύθῳ ἐν προσηγορίᾳ μαρτύριον ὁ παλαιὸς χρόνος, φρουρίου ἐν τοῖς τῇδε​34 ὄρεσιν ὄντος. Κενταυρόπολις  p244 γὰρ τὸ χωρίον καὶ εἰς ἐμὲ ὀνομάζεται. 14 οὗπερ τὸ τεῖχος Ἰουστινιανὸς βασιλεὺς καταπεπτωκὸς ἤδη σὺν Εὐρυμένῃ τῷ φρουρίῳ ἐνταῦθά πη ὄντι καὶ ταὐτὸ πεπονθότι ἀνοικοδομησάμενος ἐκρατύνατο. 15 πολλὰ δὲ καὶ ἄλλα φρούρια ἐπὶ Θεσσαλίας ὁ βασιλεὺς οὗτος ἀνενεώσατο, ὧνπερ τὰ ὀνόματα σὺν τοῖς ἐν Μακεδονίᾳ τετειχισμένοις ἐν καταλόγῳ γεγράψεταί μοι οὐ πολλῷ ὕστερον.

[link to English translation] 16 Ἀλλὰ νῦν, ἵνα μηδὲν τῆς Ἑλλάδος ἀπολειφθείη μένον ἄρρητον, ἐς Εὔβοιαν ἡμῖν τὴν νῆσον ἰτέον, ἐπεὶ Ἀθηνῶν τε καὶ Μαραθῶνος ἄγχιστα ἕστηκεν. 17 Εὔβοια τοίνυν ἡ νῆσος ἥδε προβέβληται μὲν τοὺς Ἑλλάδος εἰς θάλασσαν, δοκεῖ δέ που ἀπενεχθῆναι, μιᾶς μὲν οὔσης τῆς γῆς πρότερον, ἀποσχισθείσης δὲ πορθμῷ ὕστερον· 18 ῥήγνυσι γάρ τις τὴν ἤπειρον ἐνταῦθα τῆς θαλάσσης ἐπιρροὴ ἀμφὶ Χαλκίδα πόλιν, ἐν στενῷ τε ξυνιοῦσα καὶ ταῖς ὄχθαις ἑκατέρωθι σφιγγομένη ἐς ῥύακος εὖρος. 19 καὶ νῆσος μὲν τὸ ἀποτετμημένον τῆς γῆς γέγονεν· Εὔριπος δὲ ὁ πορθμὸς ἐπωνόμασται. 20 τοιαύτη μὲν οὖν τις ἡ Εὔβοια τυγχάνει οὖσα· ζεῦγμα δὲ τῷ πορθμῷ μία τις ἐγκειμένη ποιεῖται δοκός· ἥνπερ ἐπιτιθέντες μέν, ἡνίκα ἂν ᾖ βουλομένοις σφίσιν, οἱ ἐπιχώριοι ἠπειρῶται​35 δοκοῦσιν εἶναι καὶ εἰς γῆν τὴν ἀντιπέρας πεζοὶ ἴασιν, ἀφαιρούμενοι δὲ ταῖς τε ἀκάτοις διαπορθμεύονται τὸν ἀνάπλουν καὶ νησιῶται γίνονται αὖθις, ἑνός τε ξύλου ἐπιβολῇ καὶ ἀφαιρέσει καὶ πεζεύουσι καὶ ναυτίλλονται·​36 . . . ἐντὸς καθειργμένην καλοῦσι Παλλήνην. 21 τὴν μέντοι εἴσοδον  p246 διατειχίσματι τὸ παλαιὸν καταλαβόντες οἱ ἐπιχώριοι, ταύτῃ τε τὴν ἑκατέρωθι συζεύξαντες θάλασσαν, πόλιν ἐνταῦθα ἐδείμαντο, ἦν πάλαι μὲν Ποτίδαιαν, τανῦν δὲ Κασανδρίαν ὀνομάζουσιν. 22 οὕτω δὲ τὰς ἐνταῦθα οἰκοδομίας ὁ χρόνος διέφθειρε πάσας ὥστε δὴ Οὐννικόν τι ἔθνος οὐ πολλῷ πρότερον καταθέοντες τὰ ἐκείνῃ χωρία, ὥσπερ τι διαχειρίζοντες οἷόν τι πάρεργον, τό τε ξύναμμα​37 τοῦτο καὶ τὴν πόλιν ἄφοβοι ἐξεῖλον, καίπερ ἐξ οὗ γεγόνασιν ἄνθρωποι οὐ τειχομαχήσαντες πώποτε. 23 ἀλλὰ καὶ τοῦτο Ἰουστινιανῷ βασιλεῖ γέγονε πρόφασις ἀρετήν τε καὶ μεγαλοφροσύνην ἐνδείξασθαι. 24 τοῖς γὰρ ξυμπίπτουσι χαλεποῖς ἀντίξουν ποιούμενος ἀεὶ τὴν αὑτοῦ πρόνοιαν, τῶν ξυμβεβηκότων τὰ πονηρότατα ταῖς ἐπιγινομέναις ἀγαθοεργίαις εὐθὺς μεταβιβάζεται ἐς τύχην ἀμείνω. 25 καὶ Παλλήνης ἀμέλει πόλιν τε τὴν προβεβλημένην τῆς χώρας ἁπάσης καὶ τὸ κατὰ τὴν εἴσοδον διατείχισμα τοῖς ἐπιβουλεύειν ἐθέλουσιν ἄμαχόν τε καὶ ἀνανταγώνιστον διεπράξατο διαφανῶς εἶναι. 26 ταῦτα μὲν οὖν ἐν πράξεσιν αὐτῷ ταῖς ἐπὶ Μακεδονίαν διαπεπόνηται.

[link to English translation] 27 Ῥεῖ δέ τις ποταμὸς Θεσσαλονίκης οὐ πολλῷ ἄποθεν, Ῥήχιος ὄνομα· ὃς δὴ χώραν ἀγαθήν τε καὶ γεώδη περιερχόμενος τὰς ἐκβολὰς εἰς θάλασσαν τὴν ἐκείνῃ ποιεῖται. 28 προσηνὴς δὲ ὁ ποταμός ἐστι, γαληνὸν τὸ ὕδωρ καὶ πότιμον, ἡ γῆ χθαμαλή, ἀρόματα πολλά, ἕλος εὔνομον. 29 καὶ ταύτῃ μὲν εὐδαιμονίας ἡ χώρα εὖ ἔχει,  p248 βαρβάροις δὲ λίαν εὐέφοδος οὖσα ἐτύγχανεν, οὔτε φρούριον ἐν σημείοις τεσσαράκοντα οὔτε ἄλλο τι ἔρυμα ἔχουσα. 30 διὸ δὴ ὁ βασιλεὺς παρά τε τὰς τοῦ Ῥηχίου ποταμοῦ ἐκβολὰς καὶ τὴν τῆς θαλάσσης ἠϊόνα φρούριον ᾠκοδομήσατο ἐχυρώτατον, καινουργήσας αὐτός, ὅπερ Ἀρτεμίσιον ἐπωνόμασται.


The Loeb Editor's Notes:

1 τὰς V, τὰς τοῦ A.

2 γειτονοῦντα διακεκλήρωται V, γειτονοῦσιν A.

3 ἄττα V, ἄλλα Maltretus.

4 ἐγειρομένοις Hoeschel: ἐγειρομένης.

5 ἔργου γὰρ A, ἔργω οὖν V.

6 ἀρξαμένους Haury: ἀρξαμένου.

7 εἶναι V, om. A.

8 ἀμήχανον V, ἀμήχανα A.

9 μητρόπολις V, μητρόπολιν A.

10 τὸν A, τῶν V.

11 Λατῖνοι λέγουσι V, καλοῦσι A.

12 ληίσονται V, ληίσοιντο A.

13 ἀξίου ἐπιτυχοῦσα added by Haury.

14 κατὰ V, om. A.

15 Κρισαῖος Dindorf: σκρησαῖος.

16 ἐκδέχεται Maltretus: ἐδέχετο.

17 δὲ added by Hoeschel.

18 βέβαιον A, βέβαιον γὰρ V.

19 θερμοπύλαις V, τῇ ἑλλάδι A.

20 καθαρὸν V, γαληνὸν A.

21 ὕοι V, ὕη A.

22 κατερηρίπεσαν Haury: καταρερείπεσαν V, κατερείπεσαν A.

23 μὲν V, om. A.

24 πεπονηκότες Haury: πεπο|ηκόσι V, πεπονηκότα A.

25 ἐπιμελησαμένου Maltretus: ἐπιμελησαμένων V.

26 ἀναβαλλομένης V, ἀναβαλλομένη A.

27 ἰσθμὸν V, πορθμὸν A.

28 πλέον ἢ Maltretus: πλέον V.

29 ἐπὶ θεσσαλίας V, ἐπιθαλασσίων A.

30 Τρίκα, τοὺς Haury for τρικαττοὺς.

31 ἐγκείσεσθαι A, ἐγκεῖσθαι V.

32 τείχη ἰσχυρότατα V, τειχήρεις A.

33 οἰκεῖα A, οἰκία V.

34 τοῖς τῆδε V, τοῖσδε τοῖς A.

35 ἠπειρῶται . . . ναυτίλλονται A, om. V.

36 Lacuna indicated by Stewart and Haury.

37 ξύναμμα Maltretus: ξύμβαμα.


[image ALT: Valid HTML 4.01.]

Page updated: 28 Aug 20