[image ALT: Much of my site will be useless to you if you've got the images turned off!]
mail:
Bill Thayer

[image ALT: Click here for an English translation of this page.]
English

[image ALT: Cliccare qui per una pagina di aiuto in Italiano.]
Italiano

[Link to a series of help pages]
Help
[Link to the next level up]
Up
[Link to my homepage]
Home

[image ALT: link to next section]
Βιβλίον δ´
Μέρος γ´

This webpage reproduces a section of
The Buildings

of
Procopius

published in the Loeb Classical Library,
1940

The text is in the public domain.

This page has been carefully proofread
and I believe it to be free of errors.
If you find a mistake though,
please let me know!


[image ALT: link to next section]
Βιβλίον ϝ´
 

(Vol. III) ΠΡΟΚΟΠΙΟΥ ΚΑΙΣΑΡΕΩΣ
ΠΕΡΙ ΚΤΙΣΜΑΤΩΝ

p316 ΒΙΒΛΙΟΝ Ε´

1 1 Τὰ μὲν δὴ ἐν πάσῃ Εὐρώπῃ δεδημιουργημένα Ἰουστινιανῷ βασιλεῖ ἐς ὅσον οἷόν τε ἦν ἐν τῷ ἔμπροσθεν λόγῳ ἐρρήθη. ἐς δὲ τῆς Ἀσίας τὰ λειπόμενα ἰτέον ἡμῖν. 2 ὅσα μὲν οὖν πόλεών τε καὶ φρουρίων ἐρύματα, ἑτέρας τε οἰκοδομίας κατὰ τὴν ἑῴαν πεποίηται χώραν, ἐξ ὁρίων τῶν Μηδικῶν ἄχρι που ἐς Παλμύραν πόλιν, ἣ ἐν Φοίνιξι τοῖς ἐπὶ Λιβάνου τυγχάνει οὖσα, ἤδη μοι ἔμπροσθεν δεδηλῶσθαι οἶμαι. 3 ἐν δέ γε τῷ παρόντι καὶ ὅσα κατὰ τὴν ἄλλην Ἀσίαν καὶ Λιβύην αὐτῷ εἴργασται ἢ τειχιζομένῳ ἢ τὰ1 κατὰ τὰς ὁδοὺς ἐπανορθοῦντι δυσπάριτα καὶ κινδύνων ἀτεχνῶς ἔμπλεα (πὴ μὲν ὀρῶν ἐπικειμένων κρημνώδη ὄντα, πὴ δὲ ποταμοῦ γειτονήματι τοὺς παραπίπτοντας ἀποπνίγοντα), ἢ πόλεων ἰωμένῳ παθήματα πάντα, ἐρῶν ἔρχομαι ἀρχόμενος ἐνθένδε.

4 Χῶρόν τινα πρὸ τῆς Ἐφεσίων πόλεως ἐν ὀρθίῳ κείμενον ξυνέβαινεν εἶναι, λοφώδη οὐ γεώδη2 οὐδὲ δυνατὸν ἀφεῖναι καρπούς, εἴ τις πειρῷτο, ἀλλὰ σκληρόν τε καὶ τραχὺν ὅλως. 5 ἐνταῦθα νεὼν οἱ ἐπιχώριοι ἐν τοῖς ἄνω χρόνοις Ἰωάννῃ τῷ ἀποστόλῳ ἀνέθηκαν, θεολόγος δὲ τὴν ἐπίκλησιν ὁ ἀπόστολος οὗτος ὠνόμασται, ἐπεὶ τά γε ἀμφὶ τῷ θεῷ ἄμεινον αὐτῷ ἢ κατὰ ἀνθρώπου δεδιήγηται φύσιν. 6 τοῦτον δὴ τὸν νεὼν Ἰουστινιανὸς βασιλεὺς βραχύν τε ὄντα καὶ καταπεπονηκότα τῷ μήκει τοῦ p318χρόνου καθελὼν ἐς τὸ ἔδαφος, ἐς τοσόνδε μεθηρμόσατο μεγέθους καὶ κάλλους, ὥστε δή, ξυνελόντα εἰπεῖν, ἐμφερέστατος καὶ παντάπασιν ἐνάμιλλος τῷ ἱερῷ ἐστιν ὅπερ ἐν πόλει τῇ βασιλίδι τοῖς ἀποστόλοις ἀνέθηκε πᾶσιν, ὥσπερ μοι ἐν τοῖς ἔμπροσθεν δεδήλωται3 λόγοις.

7 Ταῦτα μὲν ἐν Ἐφέσῳ ἐξείργασται τῷ βασιλεῖ τούτῳ. ἐν Τενέδῳ δὲ ταύτῃ τῇ νήσῳ σωτήριόν τι πόλει τε τῇ βασιλίδι καὶ τοῖς κατὰ θάλασσαν ἐργαζομένοις πεποίηται, ὅπερ ἐγὼ αὐτίκα δηλώσω, τοσοῦτον ὑπειπών· ἡ θάλασσα ἐφ᾽ Ἑλλησπόντου ἐν στενῷ μάλιστα φέρεται· 8 ἄμφω γὰρ αἱ ἤπειροι ἀλλήλαις ὡς ἀγχοτάτω ἐνταῦθα ἰοῦσαι τὴν τοῦ πορθμοῦ ποιοῦνται ἀρχὴν ἀμφὶ Σηστόν τε καὶ Ἄβυδον, ἐπειδάν τε αἱ νέες ἐνταῦθα ἵκωνται, ὅσαι δὴ Κωνσταντινουπόλεως εὐθὺ ἵενται, τῇδε ὁρμίζονται. 9 ἀνάγεσθαι δὲ αὐταῖς ἐνθένδε ἀμήχανά ἐστιν, ὅτι μὴ νότου ἐπιπνεύσαντος ἀνέμου σφίσιν. 10 ἡνίκα οὖν ὁ σιταγωγὸς στόλος ἐκ πόλεως Ἀλεξανδρείας ἐνταῦθα ἴοι, εἰ μὲν ἐμπέσοι τὸ πνεῦμα ἐπίφορον σφίσι, δι᾽ ὀλίγου μὲν οἱ ταύτην τὴν ἐργασίαν διαχειρίζοντες καταίρουσι ταῖς ναυσὶν ἐς τοὺς Βυζαντίους λιμένας, ἀποφορτιζόμενοι δὲ ἀπαλλάσσονται αὐτίκα δὴ μάλα, ἐφ᾽ ᾧ δὴ πρὸ τῆς τοῦ χειμῶνος ἅπαντες ὥρας δεύτερόν τε καὶ τρίτον διαπεραιώσονται στόλον. 11 ὅσοις δὲ αὐτῶν βουλομένοις ᾖ, καὶ ἄλλο τι τῶν ἐμπολημάτων ἐνθένδε ἀντιφορτισάμενοι ἀναστρέφουσιν. 12 εἰ μέντοι ἀπ᾽ ἐναντίας σφίσι τὸ πνεῦμα ἐφ᾽ Ἑλλησπόντου ἴοι, ἐνταῦθα δὴ τῷ τε σίτῳ καὶ ταῖς ναυσὶ σεσηπέναι συνέβαινεν. 13 ἅπερ ἐν προνοίᾳ πεποιημένος Ἰουστινιανὸς βασιλεὺς διαφανῶς p320ἐπιδέδεικται ὡς ἀνθρώπῳ ἂν ἀμήχανον οὐδὲν γένοιτο, οὐδ᾽ ἦν τοῖς χαλεπωτάτοις ἀνταγωνίζοιτο. 14 ἐν Τενέδῳ γὰρ τῇ νήσῳ, ἢ τοῦ πορθμοῦ ἄγχιστά ἐστι, σιτῶνα ἐπετεχνήσατο τῷ παντὶ στόλῳ ἀποφορτίσασθαι διαρκῶς ἔχοντα, εὖρος μὲν οὐχ ἧττον ἢ ποδῶν ἐνενήκοντα, μῆκος δὲ ποδῶν ὀγδοήκοντα καὶ διακοσίων, ἐς ὕψος τε4 ἄφατον ἐπιεικῶς κατατείνοντα. 15 οὗ δὴ τῷ βασιλεῖ ἐξειργασμένου, ὁπηνίκα ἂν τοῦ δημοσίου σίτου παραπομποὶ ἐνταῦθα ἰόντες ἀνέμων ἐναντιώμασι συμποδίζοιντο, οἵδε τὸν φόρτον ἐν τῷ σιτῶνι καταθέμενοι τούτῳ καὶ χαίρειν φράσαντες τῷ τε βορρᾷ καὶ ζεφύρῳ πολλά, καὶ εἴ τις ἄλλος ἀπ᾽ ἐναντίας αὐτοῖς ἐνταῦθα ἴοι, ἐς πλοῦν ἕτερον συσκευάζονται. 16 καὶ αὐτοὶ μὲν εὐθὺς εἰς τὰ οἰκεῖα κομίζονται, χρόνῳ δὲ ὕστερον, ὁπηνίκα ἂν τὸν ἐνθένδε ἀπόπλουν ἐς Βυζάντιον ἐν ἐπιτηδείῳ γενέσθαι ξυμβαίη, πλοίοις ἑτέροις τὸν σῖτον ἐκ Τενέδου διακομίζουσιν οἷς ἐπίκειται ἡ τιμὴ5 αὕτη.

2 1 Ἔστι δέ τις ἐν Βιθυνοῖς πόλις, Ἐλένης ἐπώνυμος οὖσα τῆς Κωνσταντίνου βασιλέως μητρός. ἐκ ταύτης γὰρ τὴν Ἑλένην ὡρμῆσθαί φασι, κώμης οὐκ ἀξιολόγου τὰ πρότερα οὔσης. 2 ᾗπερ τὰ τροφεῖα Κωνσταντῖνος ἐκτίνων ὀνόματι μὲν καὶ ἀξιώματι πόλεως τὸ χωρίον δεδώρηται τοῦτο, οὐ μέντοι οὐδὲν οὐδὲ βασιλικὸν οὐδὲ μεγαλοπρεπὲς τῇδε πεποίηται, ἀλλὰ τῇ μὲν κατασκευῇ ἐπὶ τῆς προτέρας διέμεινε τύχης, κεκόμψευται δὲ μόνῳ τῶν πόλις κεκλῆσθαι καὶ τῇ ἐπωνυμίᾳ τῆς τροφίμου Ἐλένης ἀποσεμνύνεται. 3 ὁ δὲ καθ᾽ ἡμᾶς βασιλεύς, ὥσπερ τὴν ἀγνωμοσύνην ἀπολογούμενος p322τοῦ τῆς βασιλείας προπάτορος, πρῶτα μὲν ὕδατος ἀπορίᾳ πιεζομένην τὴν πόλιν ἰδὼν καὶ δίψῃ ἐπιεικῶς δεινῇ ἐχομένην, ὀχετὸν αὐτοσχεδιάζει6 θαυμάσιον οἷον, ὕδωρ τε αὐτῷ παρέχεται ἀπροσδόκητον ἰδεῖν, τοῖς τῇδε ἀνθρώποις οὐ πιεῖν μόνον, ἀλλὰ καὶ λούεσθαι ἱκανῶς ἔχον, καὶ ὅσα ἄλλα τρυφῶσιν ἄνθρωποι εὐπορίαν7 κατακόρως ὕδατος ἔχοντες. 4 πρὸς δὲ καὶ βαλανεῖον αὐτοῖς ἐν δημοσίῳ πεποίηται οὐ πρότερον ὄν, ἕτερόν τε ἀνῳκοδομήσατο διεφθαρμένον τε καὶ εἰκῆ κείμενον τῷ τε σπανίζειν, ᾗπέρ μοι ἐρρήθη, τοῦ ὕδατος καὶ τῷ ἀπημελῆσθαι καταπεσὸν ἤδη. 5 ἀλλὰ καὶ ἱερὰ καὶ βασίλεια καὶ στοὰς καὶ καταλυτήρια ταῖς ἀρχαῖς ἐδείματο τῇδε, καὶ τοῖς ἄλλοις ἐπιδέδεικται αὐτὴν πόλιν εὐδαίμονα.

6 Ταύτης δὲ ῥεῖ τῆς πόλεως ἄγχιστα ποταμός, ὅνπερ ὁμώνυμος τῷ σχήματι Δράκοντα καλοῦσιν οἱ ἐπιχώριοι. 7 περιστρέφεται γὰρ ἑλισσόμενος ἐφ᾽ ἑκάτερα καὶ ἀπ᾽ ἐναντίας αὑτῷ8 ἀντιπεριάγων9 τὰς δίνας, σκολιῷ τε τῷ ῥοθίῳ, πὴ μὲν ἐν δεξιᾷ, πὴ δὲ ἐν ἀριστερᾷ προσιών· ὥστε ἀμέλει διαβαίνειν αὐτὸν πλεῖν ἢ εἰκοσάκις ἐπάναγκές ἐστι τοῖς τῇδε ἰοῦσι.10 8 πολλοῖς τε οὕτω διεφθάρθαι ξυνέβαινε τοῦ ποταμοῦ ἐξαπιναίως παρὰ τὰ ξυνειθισμένα πλημμύροντος. 9 πρὸς δὲ καὶ δάσος ἀμφιλαφὲς καὶ καλάμου τῇδε φυομένου μέγα τι χρῆμα συμποδίζον αὐτοῦ τὴν ἐπὶ τὴν θάλασσαν ἐκβολὴν χαλεπώτερον αὐτὸν ἐσκευωροῦντο εἶναι τοῖς ἐκείνῃ χωρίοις. 10 χρόνῳ γοῦν οὐ πολλῷ πρότερον, ὄμβρων οἱ ἐπιγενομένων πολλῶν, λιμνάζων τε καὶ κυρτούμενος καὶ σκεδαννύμενος p324ἐπὶ πλεῖστον τῆς γῆς, ἀνήκεστα κακὰ εἴργασται. 11 χωρία τε γὰρ παμπληθῆ καθεῖλε προρρίζους τε ἀμπέλους, ἔτι μέντοι ἐλαίας τε καὶ δένδρων ἄλλων παντοδαπῶν ἀνάριθμα πρέμνα, πρὸς δὲ καὶ τὰς οἰκίας αἳ πρὸ τοῦ περιβόλου τῆς πόλεως ἐτύγχανον οὖσαι, πάθεσί τε ἄλλοις ὑπερμεγέθεσι τοὺς ἐπιχωρίους ἐπέτριψεν. 12 οὕσπερ ἐποικτισάμενος Ἰουστινιανὸς βασιλεὺς ἐπενόει11 τοιάδε. τὰ μὲν ἄλση περικαθήρας ποιεῖσθαι τῷ ποταμῷ ξυνεχώρησε τὰς ἐς τὴν θάλασσαν ἐκβολάς, ὡς μηκέτι αὐτῷ διασκεδάννυσθαι ἐπάναγκες εἴη· τὰ δὲ ὄρη κατὰ μέσον ἀποτεμὼν ἃ δὴ ἀνέχει ἀμφὶ τὰ ἐκείνῃ χωρία, ἐν ταῖς πρότερον ἀποτόμοις καὶ κρημνώδεσι χώραις ὁδὸν ἁμαξιτὸν ἐξειργάσατο. 13 ταύτῃ τε τοῦ ποταμοῦ τὴν διάβασιν οὐκ ἀναγκαίαν ἐκ τοῦ ἐπὶ πλεῖστον τοῖς ἐνταῦθα οὖσι πεποίηκεν εἶναι. καὶ γεφύρας δύο ἐς ἄγαν εὐρείας τῷ ποταμῷ τούτῳ ἐντέθειται, καὶ ἀπ᾽ αὐτοῦ ἀκινδύνως αὐτὸν διαβαίνουσι τὸ λοιπὸν ἅπαντες.

3 1 Οἷα δὲ καὶ τὴν ἐν Βιθυνοῖς Νίκαιαν ἐξείργασται ἀγαθὰ εἰπεῖν ἄξιον. πρῶτα μὲν τὴν ὀχεταγωγίαν, παντάπασί τε διεφθαρμένην καὶ τὴν χρείαν ὡς ἥκιστα παρεχομένην, ἀνανεωσάμενος ἅπασαν,12 ὕδασι τὴν πόλιν κατακορῆ διεπράξατο εἶναι. 2 ἔπειτα δὲ ἱερά τε καὶ μοναστήρια τὰ μὲν γυναιξὶ τὰ δὲ ἀνδράσιν ἐδείματο. 3 καὶ τὰ ἐκείνῃ βασίλεια, ἐκ μοίρας ἤδη καταπεπτωκότα τινός, ἀνενεώσατο σπουδῇ ἅπαντα, ἔτι μέντοι καὶ βαλανεῖον ἐν τῷ καταλυτηρίῳ τῶν βερεδαρίων καλουμένων ἐκ παλαιοῦ διεφθαρμένον. 4 ταύτης δὲ τῆς πόλεως ἐς τὰ πρὸς δύοντα ἥλιον ὡς p326ἀγχοτάτω χειμάρρους ὡς τὰ πολλὰ ἐπισκήπτειν φιλεῖ, ἄπορον ὅλως ἐργαζόμενος τὴν ταύτῃ ὁδόν. 5 καὶ γέφυρα μέν τις ἐνταῦθα πεποίηται τοῖς πάλαι ἀνθρώποις, ἢ προϊόντος χρόνῳ προσβάλλουσαν οὐδαμῆ ἐνεγκοῦσα τὴν τοῦ χειμάρρου ἐπιρροὴν (ἐπεὶ οὐκ ἐν ἐπιτηδείῳ διασκευασθεῖσα ἐτύγχανεν) ὑπεχώρησέ τε τῷ ῥοθίῳ βιαζομένῳ καὶ ἀπιοῦσα σὺν αὐτοῦ ᾤχετο, οὐδὲ ἴχνος αὐτῆς ἐν τῷ χώρῳ ἀπολιποῦσα, οὗ πρότερον ἦν. 6 βασιλεὺς δὲ Ἰουστινιανὸς γέφυραν ἐπήξατο ἐνταῦθα ἑτέραν ἐς τόσον ὕψους τε καὶ εὔρους διήκουσαν, ὥστε δὴ αὐτῆς οὐδὲ κατὰ πολλοστημόριον τὴν προτέραν οὖσαν γεγονέναι δοκεῖν, ἢ τὸν χειμάρρουν, ἡνίκα μορμύρει, κατὰ πολὺ ὑπεραίρουσα ἐν τῷ βεβαίῳ διασώζεται τοὺς ταύτῃ ἰόντας.

7 Ἐν δὲ Νικομηδείᾳ τὸ βαλανεῖον τὸν Ἀντωνῖνον ἀνενεώσατο· μοῖρα γὰρ αὐτοῦ ἡ ἀξιολογωτάτη καταπεπτώκει, μεγέθει τοῦ ἔργου ἀπροσδόκητος ὅτι δὴ ἀνοικοδομηθήσεται γεγενημένη. 8 ὁ μέγας δὲ ποταμὸς οὗτος, ὅνπερ Σάγαριν καλοῦσι νῦν, σφοδρῷ μὲν κατιὼν ἐς ἄγαν τῷ ῥείθρῳ, ἐπὶ μέσης δὲ πεφυκὼς ἄβυσσος, εὐρυνόμενος δὲ θαλάσσῃ ἴσα, διαγέγονε μὲν τά γε εἰς γέφυραν ἀνεπαφὸς πᾶσιν, ἐξ οὗ γεγόνασιν ἄνθρωποι, ἀκάτων δὲ συνδέοντες πλῆθος καὶ φορμηδὸν αὐτὰς ἀλλήλαις ἐναρμοσάμενοι, ἐνταῦθα διαπορθμεύεσθαι τολμῶσι πεζοί, ὥσπερ ποτὲ δέει τοῦ Ξέρξου τὸν Ἑλλήσποντον ὁ τῶν Μήδων στρατός. 9 ἀλλὰ καὶ τοῦτο οὐκ ἀνεπικινδύνως αὐτοῖς γίνεται. πολλάκις γὰρ ὁμοῦ τοῖς δεσμοῖς συλλαβὼν τὰς ἀκάτους ἁπάσας, εἶτα τὴν διάβασιν ἀνεχαίτισε τοῖς τῇδε ἰοῦσι. 10 βασιλεὺς δὲ Ἰουστινιανὸς γέφυραν p328αὐτῷ ἐγκεχείρηκεν ἐποικοδομεῖσθαι τανῦν. ἀρξάμενός τε τοῦ ἔργου ἤδη13 πολλὴν ἐς αὐτὸ διατριβὴν ἔχει· ὅπερ εὖ οἶδα ὅτι14 ὑποτελέσει οὐ πολλῷ ὕστερον, τεκμηριούμενος ὅτι δὴ αὐτῷ τὰ ἔργα συνεπιλαμβάνεται ὁ θεὸς ἅπαντα. 11 οὐκοῦν ἀπέραντον αὐτῷ ἐνθύμημα οὐδὲν ἔμεινεν ἐς τόδε τοῦ χρόνου, καίτοι ἐπὶ πλείστοις τὸ κατ᾽ ἀρχὰς τοῖς ἀμηχάνοις ἐγχειρεῖν ἔδοξεν.

12 Ἔστι δέ τις ἐν Βιθυνοῖς ὁδὸς ἐς τὰ Φρυγῶν ἤθη ἐνθένδε ἰόντι, ἔνθα δὴ ἀνθρώποις τε ἀναρίθμοις καὶ ζῴοις ἑτέροις15 χειμῶνος ὥρᾳ διολωλέναι ξυνέβαινε· 13 γεώδης γὰρ ὑπεράγαν ἡ χώρα οὖσα, μὴ ὅτι ὄμβρων ἐξαισίων καταρραγέντων ἢ χιόνων πολλῶν ἐπικεχυμένων τε καὶ διαλυθεισῶν ἐν ἐσχάτῳ, ἀλλὰ καὶ ψεκάδων ἐπιπεπτωκυῖων, ἂν οὕτω τύχῃ, ἐς τέλμα βαθὺ καὶ ἀπόρευτον ξυνισταμένη, τάς τε ὁδοὺς τεναγώδεις ἐργαζομένη, τοὺς τῇδε ἰόντας ἐκ τοῦ ἐπὶ πλεῖστον ἀπέπνιγεν. 14 ἀλλὰ καὶ τοῦτον αὐτός τε μεγαλοφροσύνῃ ψυχῆς καὶ ἡ βασιλὶς Θεοδώρα τὸν κίνδυνον τοῖς παριοῦσι διέλυσαν. 15 ἐς ἡμέρας γὰρ ὁδοῦ ἥμισυ εὐζώνῳ ἀνδρὶ λίθοις παμμεγέθεσι σκέπας τῇ λεωφόρῳ ἀπεργασάμενοι ἐπὶ στερρᾶς τῆς ὁδοῦ παριέναι διεσκευάσαντο τοὺς τῇδε ἰόντας. ταῦτα μὲν Ἰουστινιανῷ βασιλεῖ ταύτῃ ἐξείργασται.

16 Πηγαὶ δὲ θερμῶν φύσει ἐν Βιθυνοῖς ὑδάτων ἀναβλυστάνουσιν ἐν χώρῳ ὅνπερ ἐπονομάζουσι Πύθια. 17 ταύτας16 ἔχουσι παραψυχὴν ἄλλοι τε p330πολλοὶ καὶ διαφερόντως Βυζάντιοι, ἄλλως τε ὅσοις νοσώδεσι συμβαίνει εἶναι. 18 ἔνθα δὴ πολυτέλειαν ἐπιδέδεικται βασιλεῖ πρέπουσαν· βασίλειά τε γὰρ ᾠκοδομήσατο οὐ πρότερον ὄντα 19 καὶ λουτρῶνα ἐν δημοσίῳ τῶν ἐκεῖ φυομένων θερμῶν ὑδάτων πεποίηται. πηγάς τε ποτίμων ὑδάτων ὡς ἑκαστάτω17 ἀποβλυζούσας ἐς τόνδε τὸν χῶρον ὀχεταγωγίᾳ διακομίσας, τὸν πρότερον ἐνταῦθα ἐπιχωριάζοντα περιεῖλεν αὐχμόν. 20 ἀλλὰ καὶ τοῦ ἀρχαγγέλου τὸ τέμενος καὶ τὸ τῶν νοσούντων ἀναπαυστήριον, μείζω τε καὶ κατὰ πολὺ ἐπιφανέστερα κατεστήσατο.

4 1 Ἔστι δὲ ποταμὸς ἐν Γαλάταις, ὅνπερ καλοῦσιν οἱ ἐπιχώριοι Σίβεριν, τῶν μὲν καλουμένων Συκεῶν ἄγχιστα, πόλεως δὲ Ιουλιουπόλεως ἀπὸ σημείων μάλιστα δέκα ἐς τὰ πρὸς ἀνίσχοντα ἥλιον. 2 ὃς δὴ πολλάκις ἐξαπιναίως ἀρθεὶς ἐπὶ μέγα τῶν ἐκείνῃ ὁδῷ ἰόντων πολλοὺς ἔφθειρεν. 3 οἷσπερ ὁ βασιλεὺς ἀπαγγελλομένοις συνταραχθεὶς διακωλυτὴς τοῦ κακοῦ τὸ λοιπὸν γέγονε, τὸν μὲν ποταμὸν γεφυρώσας ἔργῳ ἰσχυρῷ καὶ οἴω πλημμύροντι ποταμῷ μάχεσθαι, ἕτερον δὲ τοῖχον ἐν προβόλου σχήματι τῆς γεφύρας ἐς τὰ πρὸς ἕω πεποιημένος· ὃν δὴ πρόμαχον18 καλοῦσιν οἱ ταῦτα σοφοί. 4 καὶ νεὼν δὲ αὐτῆς ᾠκοδομήσατο ἐς τὰ πρὸς δύοντα ἥλιον τοῖς παριοῦσι σωτήριον χειμῶνος ὥρᾳ ἐσόμενον. 5 ταύτης δὲ Ἰουλιουπόλεως19 τὸν περίβολον ἠνώχλει τε καὶ κατέσειε p332ποταμός, ἀμφὶ τὰ πρὸς ἑσπέραν παραρρέων. 6 ἀλλὰ καὶ αὐτὸν διεκώλυσεν ὁ βασιλεὺς οὗτος, ἀντιτείχισμα τῷ περιβόλῳ ἐπὶ πόδας οὐχ ἧσσον ἡ πεντακοσίους καταστησάμενος. ταύτῃ τε τὸ τῆς πόλεως ἔρυμα οὐκέτι ἐπικλυζόμενον διεσώσατο.

7 Ἐν δὲ Καππαδόκαις ἐποίει τάδε. Καισάρεια μὲν πόλις ἐνταῦθα μεγίστη τε καὶ πολυάνθρωπος ἐκ παλαιοῦ τυγχάνει οὖσα. τεῖχος δὲ αὐτὴν περιέβαλλε τῷ ὑπερβάλλοντι τῆς ἀμετρίας ἐπιμαχώτατόν τε ὂν καὶ ἀφύλακτον ὅλως. 8 χώρας τε γὰρ οὔ τι ἀναγκαίας τῇ πόλει περιεβάλλετο μέγα τι χρῆμα, καὶ τῇ ἐς ἄγαν περιουσίᾳ τοῖς ἐπιβουλεύουσιν εὐέφοδον ἦν. 9 λόφοι γὰρ ἐνταῦθα ἐπανεστήκασιν ὑψηλοί, οὐκ ἄγχιστά πη ἀλλήλων, ἀλλὰ κατὰ πολὺ ἄποθεν· οὕσπερ ὁ τῆς πόλεως οἰκιστὴς ἐντὸς τοῦ περιβόλου καταλαβεῖν ἐν σπουδῇ ἔχων, ὡς μὴ ἐπιτείχισμα κατ᾽ αὐτῆς εἶεν, τῷ τῆς ἀσφαλείας ὀνόματι τὰ σφαλερώτατα ἐξειργάσατο. 10 πεδία τε γὰρ πολλὰ καὶ κήπους ἐτειχίσατο, καὶ σκοπέλους τε καὶ θρεμμάτων νομάς. 11 ἔνθα δὴ οὐδὲ χρόνῳ ὕστερον οἰκοδομήσασθαί τι οἱ τῇδε ἄνθρωποι ἔγνωσαν, ἀλλ᾽ ἐφ᾽ οὗπερ ἦν σχήματος ἔμεινεν. 12 εἰ δέ που καὶ οἰκία τετύχηκεν εἶναι, ταῦτα δὴ20 ἀγείτονα κατὰ μόνας ὄντα διαγεγόνασιν ἐς τόδε τοῦ χρόνου. 13 καὶ οὔτε τὰ φυλακτήρια κατὰ λόγον τοῦ περιβόλου ἐς τὴν αὐτοῦ ἐξικνεῖσθαι φυλακὴν εἶχεν, οὔτε αὐτοῦ ἐπιμελεῖσθαι τοσοῦδε ὄντος ἐν δυνάμει ἐγίνετο τοῖς τῇδε ἀνθρώποις. ἀτείχιστοί τε δοκοῦντες εἶναι περίφοβοι διηνεκὲς ἦσαν. 14 ἀλλὰ βασιλεὺς Ἰουστινιανὸς τὰ μὲν οὐκ p334ἀναγκαῖα τοῦ περιβόλου περιελών, τὴν δὲ πόλιν ὡς ἀληθῶς ἐρύματι ἐς τὸ ἀσφαλὲς περιστείλας, ὀχύρωμα μὲν κατεστήσατο ἀμαχώτατον εἴ τις προσίοι, διαρκεῖ δὲ αὐτὸ φυλακτηρίῳ ἐπέρρωσε. Καισαρεῦσι μὲν οὖν τοῖς ἐν Καππαδόκαις οὕτω τὴν ἀσφάλειαν διεσώσατο.

15 Ἦν δέ τι φρούριον ἐν Καππαδόκαις Μωκησὸς ὄνομα, ἐν μὲν τῷ ὁμαλεῖ κείμενον, σαθρὸν δὲ οὕτω γεγενημένον ὥστε δὴ αὐτοῦ τὰ μὲν καταπεπτώκει, τὰ δὲ ἔμελλεν. 16 ὅπερ Ἰουστινιανὸς βασιλεὺς καθελὼν τεῖχος ᾠκοδομήσατο κομιδῇ μέγα ἐς τὰ πρὸς ἑσπέραν τοῦ πάλαι φρουρίου ἐν χωρίῳ ἀνάντει τε καὶ λίαν ὀρθίῳ καὶ ἀμηχάνῳ προσελθεῖν, εἴ τις προσίοι. 17 ἔνθα δὴ καὶ ἱερὰ τεμένη πολλὰ καὶ ξενῶνας καὶ λουτρῶνας ἐν δημοσίῳ ἐδείματο καὶ ὅσα ἄλλα ἐνδείκνυται πόλιν εὐδαίμονα. 18 ἐξ οὗ δὴ καὶ εἰς μητροπόλεως ἀξίωμα ἦλθεν· οὕτω γὰρ πόλιν τὴν πρώτην τοῦ ἔθνους καλοῦσι Ῥωμαῖοι. τὰ μὲν οὖν ἐν Καππαδόκαις τοιαῦτα ἐγεγόνει.

5 1 Ἐκ πόλεως δὲ Ἀντιοχείας, ἣ νῦν Θεούπολις ἐπικέκληται, ἐς Κιλικίαν ἰόντι παρ᾽ αὐτὴν μάλιστα τὴν ὁδὸν προάστειόν ἐστι, Πλατανὼν ὄνομα· ταύτης δὴ τῆς πόλεως οὐ πολλῷ ἄποθεν τρίβος τε ἦν ἐκ παλαιοῦ σφιγγομένη ἐκ τῶν παρατεταμένων ὀρῶν ἐν στενῷ μάλιστα, ὄμβρων δὲ αὐτὴν ἐς χρόνου μῆκος ἐπικλυσάντων ἐξίτηλος ἐκ τοῦ ἐπὶ πλεῖστον γεγενημένη μετὰ κινδύνων τὰς διεξόδους παρείχετο ποιεῖσθαι τοῖς τῇδε ἰοῦσιν. 2 ἅπερ ἐπεὶ Ἰουστινιανὸς βασιλεὺς ἀκοῇ p336ἔλαβεν, ἐν βουλῇ τε καὶ προνοίᾳ πάσῃ πεποιημένος, ἄκεσιν εὐθὺς τοῦ κακοῦ εὕρετο. 3 χρήματα γὰρ προέμενος ἀριθμοῦ κρείττονα, ὄρη τε τὰ ἐκείνῃ ἀνέχοντα ἐπὶ μακρότατον ἐκτεμὼν ἅπαντα καὶ νενικηκὼς τὰ ἀμήχανα, ὁδὸν ἁμαξήλατον ἐκ τοῦ παραλόγου καὶ τοῦ παραδόξου καὶ τὰ21 πρόσθεν ἀπόκρημνα ἔν τε τῷ ὑπτίῳ καὶ τῷ ἀνειμένῳ διεσκευάσατο, διαφανῶς ἐνδειξάμενος ὡς γνώμῃ προμηθεῖ καὶ χρημάτων ὑπερορώσῃ οὐδὲν ἀνθρώπῳ ἄπορον γένοιτο. τοῦτο μὲν οὖν ταύτῃ ἐξειργάσθαι.

4 Πόλις δέ πού ἐστιν ἐν Κίλιξιν ἡ Μοψουεστία, τοῦ μάντεως, ὥς φασὶν, ἐκείνου τοῦ παλαιοῦ ἔργον. ταύτην ποταμὸς παραρρεῖ Πύραμος, τῇ μὲν πόλει γινόμενος ἐγκαλλώπισμα, γεφύρᾳ δὲ μόνῃ διαβατὸς ὤν. 5 χρόνου δὲ πολλοῦ ἐπιρρεύσαντος πεπονηκέναι τῆς γεφύρας τὰ πλεῖστα ξυνέβη. ἐῴκει τε πεσουμένοις αὐτίκα δὴ μάλα, καὶ τοῖς διαβαίνουσι διὰ τοῦτα ὁ θάνατος ἐν ὀφθαλμοῖς ἦν. 6 πρᾶγμά τε εἰς σωτηρίαν ἐπινενοημένον τοῖς πάλαι ἀνθρώποις, τῇ τῶν προεστηκότων ὀλιγωρίᾳ ἐγίνετο κινδύνου τε πολλοῦ καὶ φόβου αἴτια. 7 ὁ δὲ καθ᾽ ἡμᾶς βασιλεὺς τὰ διερρυηκότα ἐπανορθώσας σπουδῇ ἅπαντα τῇ τε γεφύρᾳ καὶ τοῖς παριοῦσι τὴν ἀσφάλειαν ἀνεσώσατο, τήν τε πόλιν ἀπέδειξεν αὖθις τὴν ἐκ τοῦ ποταμοῦ ἀκινδύνως ἀναδουμένην εὐπρέπειαν.

8 Ἔστι δέ τις μετ᾽ αὐτὴν Ἄδανα πόλις, ἧς δὴ ἐς τὰ πρὸς ἀνίσχοντα ἥλιον ποταμὸς φέρεται p338Σάρος ὄνομα, ἐκ τῶν ἐν Ἀρμενίοις ὀρῶν κατιών. 9 ναυσίπορος δὲ ὁ Σάρος ἐστὶ καὶ ἀνδράσι πεζοῖς οὐδαμῆ ἐσβατός. γέφυρα οὖν ἐκ παλαιοῦ τῇδε ὑπερφυής τε ἀποτετόρνευται καὶ λόγου ἀξία. 10 γεγένηται δὲ τρόπῳ τοιῷδε. λίθων μὲν εὐμεγέθων οἰκοδομίαι πολλαχῇ τοῦ ποταμοῦ ἐκ τῆς γῆς ἐπανεστήκασιν ἐς μέγα τι πάχος διήκουσαι, καὶ τῷ ποταμῷ κατὰ μὲν τὸ εὖρος ξυνεξικνούμεναι, τὸ δέ γε ὕψος πολλῷ ὑπερβάλλουσαι τῷ ὑπεραίροντι. 11 ὕπερθέν τε δυοῖν22 κατὰ μέσον ἀψῖδες ἐν τῷ μετεώρῳ ἐπηρμέναι ἀνέχουσιν ὕψους ἐς μέγα τι χρῆμα. ταύτης δὲ τῆς τῶν λίθων ξυνθήκης, ἣ κατὰ τὸ ὕδωρ οὖσα ἐτύγχανεν, ἅτε ῥοθίῳ μαχομένης πολλῷ, ἐπὶ χρόνου μῆκος ἀπέραντον ὅσον διεφθάρθαι τὰ πλεῖστα ξυνέβη. 12 οὐκ εἰς μακράν τε ἡ γέφυρα πᾶσα τῷ ποταμῷ ἐμπεσεῖσθαι ἐπίδοξος ἦν. ἐγίνετό τε ἀεὶ ἐν εὔχῃ τῶν διαβαινόντων ἑκάστῳ ἐν τῇ κατ᾽ αὐτὸν διαβάσει τὴν τοῦ χρόνου στιγμὴν διαμεῖναι μόνον ἐν τῷ βεβαίῳ τὴν γέφυραν. 13 ἀλλὰ βασιλεὺς Ἰουστινιανὸς ἑτέραν τινὰ τῷ ποταμῷ πορείαν ὀρύξας, ἐκεῖσε μὲν αὐτὸν ἐπὶ καιροῦ μεταπορεύεσθαι διωθήσατο, ὕδατος δὲ χωρὶς τὴν οἰκοδομίαν λαβών, ἧσπερ ἐπεμνήσθην ἀρτίως, καὶ αὐτῆς τὰ πεπονθότα περιελὼν ἀνῳκοδομήσατο οὐδεμίᾳ μελλήσει, τόν τε ποταμὸν αὖθις ἐς τὴν πρόσθεν ὁδὸν ἐπανήγαγεν, ἣν κοίτην καλοῦσι. ταῦτα μὲν οὖν τῇδε κεχώρηκε.

14 Κύδνος δὲ ποταμὸς κατὰ πόλιν μέσην Ταρσὸν φέρεται. καὶ χρόνον μὲν τὸν ἄλλον οὐδὲν ἄχαρι διαπεπραγμένος φαίνεται πώποτε, ἅπαξ δὲ αὐτῷ ξυνηνέχθη ποτὲ τὰ ἀνήκεστα διεργάσασθαι ἐξ p340αἰτίας τοιᾶσδε. 15 τοῦ μὲν καιροῦ ἀμφὶ τροπὰς ἐαρινὰς ἦν·23 νότος δὲ ἄνεμος ἐξαπιναίως ἐπιπνεύσας πολὺς τὰς χιόνας διέλυσε πάσας, αἷς δὴ χειμῶνος ὥρᾳ ἐπιπεσούσαις τὸ ὄρος ὁ Ταῦρος ἐκεκάλυπτο σχεδόν τι ὅλον. 16 ῥύακες οὖν ὑδάτων πανταχόθεν ξυνέρρεον τῶν ἐκείνῃ σκοπέλων, αἵ τε χαράδραι χειμάρρους ἀφίεσαν πᾶσαι, καὶ κρήναις πολλαῖς αἵ τε ὑπώρειαι καὶ οἱ πρόποδες ὀρῶν τῶν Ταυρείων κατάρρυτοι ἦσαν. 17 τούτοις οὖν ὁ Κύδνος τοῖς ὕδασι κυματίας γεγενημένος, ἐπεὶ ἐς αὐτὸν ἐν γειτόνων ὄντα ἐπεσέβαλλον,24 ἅμα δέ οἱ καὶ ὄμβρων ἐπιγενομένων πολλῶν, τὰ μὲν Ταρσέων προάστεια πάντα, ὅσα πρὸς μεσημβρίαν τετραμμένα ἐτύγχανε, κατακλύσας εὐθὺς ἐξίτηλα τὸ παράπαν ἐποίει· ἐπὶ τὴν πόλιν δὲ μορμύρων ᾔει καὶ τὰς γεφύρας βραχείας οὔσας περιελὼν τάς τε ἀγορὰς συνεῖχεν ἁπάσας τάς τε ἀγυιὰς ὑπερέβλυζε καὶ τοῖς οἴκοις καὶ ὑπερῴοις ἐπιπολάζων ἐπὶ μέγα ἐχώρει. 18 νύκτα τε καὶ ἡμέραν ἡ πόλις ὅλη ἐν κινδύνῳ διαγέγονε καὶ σάλῳ τοιούτῳ, καὶ μόλις ἐν ὑστάτῳ ὁ ποταμὸς οὗτος κατὰ βραχὺ ἀπολωφήσας ἐν τοῖς εἰωθόσι γέγονεν αὖθις. 19 ἅπερ ἐπεὶ βασιλεὺς Ἰουστινιανὸς ἥκουσεν, ἐπενόει τοιάδε. πρῶτα μὲν ἑτέραν πρὸ τῆς πόλεως διεσκευάσατο τῷ ποταμῷ κοίτην, ὅπως ἐνταῦθα διασχιζόμενος ἑκατέρωθί τε μερίζων τὸν ῥοῦν κατὰ ἥμισυ γεγονὼς μάλιστα ἐπὶ Ταρσὸν ἴοι. 20 ἔπειτα δὲ τὰς γεφύρας παρὰ πολὺ εὐρυτέρας πεποιημένος κρείσσους ἀπειργάσατο εἶναι ἢ πλημμύροντι βιασθῆναι p342τῷ Κύδνῳ. ταύτῃ τε διεπράξατο φόβου καὶ κινδύνου ἐκτὸς ἐς πάντα τὸν χρόνον οἰκεῖσθαι τὴν πόλιν.

6 1 Τὰ μὲν οὖν ἐν Κίλιξιν Ἰουστινιανῷ βασιλεῖ ταύτῃ πη ἔσχεν. ἐν δὲ Ἱεροσολύμοις ἱερὸν τῇ θεοτόκῳ ἀνέθηκεν, ᾧπερ ἄλλο εἰκασθῆναι οὐδὲν οἷόν τέ ἐστι. 2 νέαν ἐκκλησίαν καλοῦσι τὸ ἱερὸν οἱ ἐπιχώριοι· ὅπερ δὴ ὁποῖόν ποτέ ἐστιν, ἐγὼ δηλώσω, τοσοῦτον ὑπειπών, ὡς ἡ πόλις ἥδε λοφώδης μέν ἐστιν ἐκ τοῦ ἐπὶ πλεῖστον, οὐ γεώδεις δὲ οἱ λόφοι εἰσίν, ἀλλ᾽ ἔν τε τραχεῖ καὶ ἀποκρήμνῳ ἐπανεστήκασι, τὰς ἀμφόδους ἐν κλίμακος τρόπῳ ἀπὸ τοῦ ὀρθίου ἐς τὸ πρανὲς κατατείνοντες. 3 τὰ μὲν οὖν ἄλλα τῆς πόλεως οἰκοδομήματα ἅπαντα ἐφ᾽ ἑνὸς χωρίου συμβαίνει εἶναι, ἢ ἐπὶ λόφου πεποιημένα, ἢ ἐν τῷ χθαμαλῷ κατὰ τὸ ἀναπεπταμένον τῆς γῆς, τοῦτο δὲ μόνον τὸ ἱερὸν οὐ ταύτῃ πη ἔχει.25 4 ἐπέστελλε γὰρ αὐτὸ Ἰουστινιανὸς βασιλεὺς ἐν τῷ προὔχοντι γενέσθαι τῶν λόφων, δηλώσας ὁποῖον τά τε ἄλλα δεήσει καὶ τὸ εὖρος αὐτῷ καὶ μῆκος εἶναι. 5 οὐκ ἀπέχρησέ τε κατὰ τὴν βασιλέως ἐπίταξιν πρὸς τοῦ ἔργου τὴν χρείαν ὁ λόφος, ἀλλὰ τοῦ ἱεροῦ τὸ τεταρτημόριον ἀπελέλειπτο πρός τε ἄνεμον νότον καὶ ἀνίσχοντά που τὸν ἥλιον, ἵνα δὴ ὀργιάζειν τοῖς ἱερεῦσι θέμις. 6 διὸ δὴ ἐπενόουν τάδε οἷς τὸ ἔργον τοῦτο ἐπέκειτο. ἀπορριψάμενοι τὰ θεμέλια εἰς γῆς τῆς ὑπτίας τὰ ἔσχατα, οἰκοδόμημα πεποίηνται συνεπανεστηκὸς τῷ σκοπέλῳ. 7 ἐπειδή τε ἄνω κατὰ τὴν ἀκρωνυχίαν ἐγένοντο, τῶν p344 τοίχων καθύπερθε θόλους ἐνθέμενοι συνάπτουσι τὴν οἰκοδομίαν τῷ ἄλλῳ τοῦ τεμένους ἐδάφει. 8 ταύτῃ τε ὁ νεὼς πὴ μὲν ἐπὶ πέτρας ἰσχυρᾶς ἵδρυται, πὴ δὲ ᾐώρηται, τῆς τοῦ βασιλέως δυνάμεως μέγεθος ἄλλο ἐπιτεχνησαμένης τῷ λόφῳ. 9 ταύτης δὲ δὴ τῆς οἰκοδομίας οἱ λίθοι οὐ τοιοίδε εἰσὶ μέγεθος, ὁποίους ἴσμεν. 10 πρὸς γὰρ τοῦ χωρίου τὴν φύσιν οἱ ἐπιδημιουργοὶ τοῦ ἔργου τοῦδε διαμαχόμενοι ὕψος τε ἀντιτεταγμένον τῷ σκοπέλῳ διαπονούμενοι, τῶν ξυνειθισμένων ὠλιγωρηκότες ἁπάντων ἐπὶ τὰ παράδοξα καὶ ὅλως ἀγνῶτα τῶν ἐπιτηδευμάτων ἐχώρουν, 11 πέτρας οὖν ὑπερμεγέθεις ἐκ τῶν ὀρῶν ὑποτεμνόμενοι ἅπερ οὐρανομήκη ἐν τοῖς πρὸ τῆς πόλεως χωρίοις ἀνέχει, ξύσαντές τε αὐτὰς ἐπισταμένως, ἐνταῦθα ἦγον τρόπῳ τοιῷδε. 12 ἁμάξας μὲν ταῖς πέτραις ἐτεκτήναντο μεγέθει ἴσας, ἕνα δὲ λίθον ἐνετίθεντο ἁμάξῃ ἑκάστῃ, βόες τε ἀριστίνδην πρὸς βασιλέως ξυνειλεγμένοι26 κατὰ τεσσαράκοντα σὺν τῇ ἁμάξῃ τὸν λίθον ἐφεῖλκον. 13 ἀλλ᾽ ἐπεὶ τὰς ἐς τὴν πόλιν φερούσας ὁδοὺς ταύτας δὴ φέρειν τὰς ἁμάξας ἀμήχανα ἦν, ἐκτέμνοντες ἐπὶ πλεῖστον τὰ ὄρη ἐσιτητὰ ταῖς ἐπιγενομέναις ἁμάξαις ἐποίουν, οὕτως τε περιμήκη ἀπειργάσαντο τὸν νεών, ᾗπερ βουλομένῳ τῷ βασιλεῖ ἦν. 14 εὖρός τε αὐτῷ κατὰ λόγον πεποιημένοι, τέγος ἐπιθεῖναι τῷ ἱερῷ ὡς ἥκιστα εἶχον. 15 δρυμούς τε οὖν καὶ δάση πάντα περιιόντες, καὶ εἴ πού τι χωρίον ἠκούετο οὐρανομήκεσι κατάφυτον δένδροις, ὕλην τινὰ εὗρον ἀμφιλαφῆ, κέδρους φέρουσαν ἐς ὕψος ἐξικνουμένας ἀπέραντον ὅσον, αἷς δὴ τὴν ὀροφὴν τῷ νεῲ p346 ἔθεντο, ὕψος αὐτῷ κατὰ μέτρον πεποιημένοι, ἐς ὅσον τε εὐρύνεται καὶ ἐς τὸ μῆκος ἐξάγεται.

16 Ταῦτα μὲν οὖν δυνάμει τε ἀνθρωπείᾳ καὶ τέχνῃ βασιλεὺς Ἰουστινιανὸς ἐξειργάσατο. ἐπέδωκε δὲ καὶ ἡ τῆς εὐσεβείας ἐλπὶς ἀμειβομένη αὐτὸν τῇ τιμῇ, καὶ ξυνεπιλαμβάνουσα τὸ σπούδασμα τοῦτο. 17 τῷ μὲν γὰρ ἱερῷ πανταχόσε κιόνων ἔδει τό τε εἶδος οὐκ ἀποδεόντων τοῦ ἀμφὶ τὸ τέμενος κάλλους καὶ τοιούτων τὸ μέγεθος οἷοι δὴ ὄντες ἀντέχειν ἐς τὸ ἄχθος τῶν ἐγκειμένων σφίσιν ἔμελλον. 18 ἡ δὲ χώρα ἐν τῇ μεσογείᾳ κειμένη τῆς θαλάσσης πολλῷ ἄποθεν, ὄρεσί τε πανταχόθεν ἀποπεφραγμένη ἀποτόμοις τισίν, ᾗπέρ μοι εἴρηται, ἄπορον τοῖς τεκταινομένοις τὸ ἔδαφος ἐποίει κίονας ἑτέρωθεν εἰσκομίζεσθαι. 19 ἀλλὰ βασιλέως δυσφορουμένου τῇ τοῦ ἔργου ἀμηχανίᾳ, λίθου φύσιν ὁ θεὸς ἐπιτηδείως ἐς τοῦτο ἔχουσαν ἐν τοῖς ἄγχιστα ὄρεσιν ἔδειξεν, ἢ οὖσάν τε καὶ κρυπτομένην τὰ πρότερα, ἢ νῦν γενομένην. 20 ἐπ᾽ ἀμφότερα δὲ πιστὸς ὁ λόγος τὴν αἰτίαν ἐπὶ27 τὸν θεὸν ἀναφέρουσιν. 21 ἡμεῖς μὲν γὰρ ἀνθρωπείᾳ δυνάμει πάντα σταθμώμενοι πολλὰ ἐς τὸ ἀδύνατον ἀποκεκρίσθαι οἰόμεθα, τῷ δὲ θεῷ τῶν πάντων οὐδὲν οὔτ᾽ ἂν ἄπορον οὔτ᾽ ἀμήχανον γένοιτο. 22 κιόνων τοίνυν ἐνθένδε μέγα τι χρῆμα ὑπερμεγεθῶν τε καὶ ἀπομιμουμένων τῷ χρώματι πυρός τινα φλόγα, πανταχόθεν ὑποστηρίζουσι τὸν νεών, οἱ μὲν ἔνερθεν, οἱ δὲ ὕπερθεν, οἱ δὲ ἀμφὶ τὰς στοὰς αἳ περιβάλλουσι τὸ ἱερὸν ὅλον, πλὴν τῆς πρὸς ἕω τετραμμένης πλευρᾶς· ὧνπερ δύο ἑστᾶσι πρὸ τῆς τοῦ νεὼ θύρας ὑπερφυεῖς ἄγαν καὶ τῶν ἐν γῇ τῇ πάσῃ κιόνων ἴσως οὐδενὸς δεύτεροι. 23 στοά p348τις ἐκδέχεται ἐντεῦθεν ἕτερα ἐπὶ τοῦ νάρθηκος ὠνομασμένη, οἶμαι, τῷ μὴ εὐρύνεσθαι. 24 αὐλὴ μετὰ ταύτην κίοσιν ὁμοίοις ἐν τετραπλεύρῳ ἀνεχομένη· θύραι μέταυλοι ἱεροπρεπεῖς οὕτως, ὥστε μηνύουσι τοῖς ἔξω ἰοῦσιν ὁποίῳ ποτὲ θεάματι ἐντυχεῖν μέλλουσι. προπύλαια28 τὸ ἐνθένδε θαυμασία οἷα, καί τις ἐπὶ κιόνων δυοῖν29 ἐπαιρομένη ἀψὶς ἐς ἄφατον ὕψος. 25 προϊόντι δὲ πρόσω ἡμίκυκλα δύο, ἀλλήλοις ἀντιπρόσωπα ἑκατέρωθεν τῆς ἐπὶ τὸ ἱερὸν ὁδοῦ ἑστᾶσι· ξενῶνες δὲ τῆς ἑτέρας ἐφ᾽ ἑκάτερα δύο, Ἰουστινιανοῦ βασιλέως ἔργον· ἅτερος μὲν ξένοις ἐνδημοῦσι καταλυτήριον, ὁ δὲ δὴ ἕτερος ἀναπαυστήριον νοσοῦσι πτωχοῖς. 26 τοῦτον δὲ τὸν τῆς θεοτόκου νεὼν Ἰουστινιανὸς βασιλεὺς καὶ προσόδῳ ἐτίμησε χρημάτων μεγάλων. τὰ μὲν οὖν ἐν Ἱεροσολύμοις Ἰουστινιανῷ βασιλεῖ πεπραγμένα30 ταύτῃ πη ἔσχεν.

7 1 Ἔστι δὲ πόλις ἐπὶ Παλαιστίνης, Νεάπολις ὄνομα· ἐφ᾽ ἧς δὴ ὄρος ὑψηλὸν ἀνέχει, Γαριζὶν ὄνομα. 2 τοῦτο δὲ τὸ ὄρος κατ᾽ ἀρχὰς μὲν οἱ Σαμαρεῖται εἶχον· ὡς εὐξόμενοί τε ἀνέβαινον ἐς τὴν τοῦ ὄρους ὑπερβολήν, οὐδένα ἀνιέντες καιρόν· οὐχ ὅτι νεών τινα ἐνταῦθα ᾠκοδομήσαντο πώποτε, ἀλλὰ τὴν ἀκρωρείαν αὐτὴν σεβόμενοι ἐτεθήπεσαν πάντων μάλιστα. 3 ἡνίκα δὲ Ἰησοῦς ὁ τοῦ θεοῦ παῖς ἐν σώματι ὢν τοῖς τῇδε ἀνθρώποις ὡμίλει, p350 γέγονεν αὐτῷ πρὸς γυναῖκα τῶν τινα ἐπιχωρίων διάλογος· ταύτῃ τε ἐπὶ τῷ ὄρει πυνθανομένῃ ὑπεῖπεν ὡς χρόνῳ ὕστερον οὐχ οἱ Σαμαρεῖται προσκυνήσουσιν ἐν τούτῳ τῷ ὄρει, ἀλλ᾽ ἐνταῦθα αὐτὸν οἱ ἀληθινοὶ προσκυνηταὶ προσκυνήσουσι, τοὺς Χριστιανοὺς παραδηλώσας· ἐγένετό τε προϊόντος τοῦ χρόνου ἔργον ἡ πρόρρησις. 4 οὐ γὰρ οἷόν τε ἦν μὴ οὐχὶ ἀψευδεῖν τὸν ὄντα31 θεόν. 5 ἐγένετο δὲ τρόπῳ τοιῷδε· ἐπὶ Ζήνωνος βασιλεύοντος ἀθρόοι ἐξαπιναίως οἱ Σαμαρεῖται γενόμενοι ἐπεισπηδῶσιν ἐν Νεαπόλει τοῖς Χριστιανοῖς ἐν τῇ ἐκκλησίᾳ τὴν Πεντηκοστὴν καλουμένην ἑορτὴν ἄγουσι, καὶ αὐτῶν τε πολλοὺς διαχρῶνται, καὶ ὅσπερ ἦν αὐτοῖς ἐπίσκοπος τότε, Τερεβίνθιος ὄνομα, καταλαβόντες ἐπὶ τῆς ἱερὰς ἑστῶτα τραπέζης, καὶ ἱερουργοῦντα τὰ ἄρρητα ξίφεσι παίοντες, ἄλλως τε συγκόπτουσι καὶ τοὺς τῶν χειρῶν ἀφαιροῦνται δακτύλους, ἔς τε τὰ μυστήρια ὕβρισαν, ὡς δρᾶσαι μὲν Σαμαρείταις προσήκει, σιωπᾶν δὲ ἡμῖν. 6 ὁ δὲ ἱερεὺς οὗτος αὐτίκα ἐν Βυζαντίῳ γενόμενος, τῷ τότε βασιλεῖ ἐς ὄψιν ἥκων, ἐπέδειξέ τε τὸ πάθος καὶ τὰ ξυνενεχθέντα σημάνας καὶ τοῦ Χριστοῦ τῆς προρρήσεως ὑπομνήσας, τιμωρὸν αὐτὸν ἐφ᾽ ἅπασιν ἐδεῖτο γενέσθαι. 7 Ζήνων δὲ βασιλεὺς τοῖς ξυμπεπτωκόσι ξυνταραχθείς, κόλασίν τε ἀποχρώντως ἐς τοὺς τὰ δεῖνα δεδρακότας πεποίηται οὐδεμίᾳ ὀκνήσει· ἔκ τε ὄρους τοῦ Γαριζὶν τοὺς Σαμαρείτας ἐξελάσας, εὐθὺς Χριστιανοῖς τε αὐτὸ παραδίδωσιν, ἐκκλησίαν p352τε ἄνω δειμάμενος τῇ θεοτόκῳ ἀνέθηκε, τειχισάμενος τὸ ἱερὸν τοῦτο32 δῆθεν τῷ λόγῳ, τὸ δὲ ἀληθὲς ἀποτριγχώσας. 8 καὶ φρουρὰν στρατιωτῶν κατεστήσατο κάτω μὲν ἐν τῇ πόλει πολλῶν, ἐν δὲ τῷ τειχίσματι καὶ τῇ ἐκκλησίᾳ οὐ πλέον ἢ δέκα. 9 οἷς δὴ Σαμαρεῖται ἀχθόμενοι ἤσχαλλον μὲν ἐς τὰ μάλιστα καὶ δυσφορούμενοι ἀπηξίουν τὰ σφίσι παρόντα, δέει δὲ τῷ ἐκ βασιλέως δυσωπούμενοι σιωπῇ εἴχοντο. 10 προϊόντος δὲ χρόνου, Ἀναστασίου τὴν αὐτοκράτορα ἀρχὴν ἔχοντος, τοιόνδε τι ξυνηνέχθη γενέσθαι. 11 τινὲς τῶν Σαμαρειτῶν, γυναικὸς ὑποθήκῃ ἀναπεισθέντες, ἀναβαίνουσι μὲν παρὰ δόξαν κατὰ τὸ τοῦ ὄρους κρημνῶδες, ἐπεὶ τῆς ἀνόδου ἣ ἐκ τῆς πόλεως ἐνταῦθα ἄγει ἐς τὸ ἀκριβὲς φυλασσομένης, ἐνθένδε αὐτοῖς ἀποπειρᾶσθαι τῆς ἀναβάσεως ἀδύνατα ἦν. 12 ἐν δὲ τῇ ἐκκλησίᾳ ἐξαπιναίως γενόμενοι κτείνουσι μὲν τοὺς ἐνταῦθα φρουρούς, μετακαλοῦσι δὲ τοὺς ἐν τῇ πόλει Σαμαρείτας φωνῇ ἐξαισίᾳ. 13 οἱ δὲ τοὺς στρατιώτας δειμαίνοντες συνεπιτίθεσθαι τοῖς ἐγκεχειρηκόσιν οὐδαμῆ ἤθελον. 14 οὐ πολλῷ τε ὕστερον ὁ τὴν χώραν ἐπιτροπεύειν (Προκόπιος δὲ ἦν ἐξ Ἐδέσσης πόλεως, ἀνὴρ λόγιος) τοὺς τὰ δεῖνα δεδρακότας συλλαβὼν ἔκτεινε. 15 τοῦ μέντοι ὀχυρώματος οὐδ᾽ ὥς33 τις λόγος ἢ πρόνοια παρὰ τοῦ βασιλέως τηνικάδε γεγένηται. 16 ἀλλὰ νῦν Ἰουστινιανὸς βασιλεύς, καίπερ τοὺς Σαμαρείτας ἐκ τοῦ ἐπὶ πλεῖστον ἐπὶ τὸ εὐσεβέστερον μεταθέμενος καὶ καταστησάμενος Χριστιανοὺς εἶναι, τὸ μὲν p354παλαιὸν τῆς ἐν τῷ Γαριζὶν ἐκκλησίας τείχισμα34 ἐφ᾽ οὗπερ ἦν σχήματος εἴασεν ἀποτετριγχωμένον, ᾗπέρ μοι εἴρηται, ἑτέρῳ δὲ αὐτὸ ἔκτοσθεν τείχει περιβαλὼν ἄμαχον διεπράξατο παντάπασιν εἶναι. 17 ἐνταῦθα δὲ καὶ ἱερὰ πέντε Χριστιανῶν ἀνενεώσατο πρὸς τῶν Σαμαρειτῶν καταφλεχθέντα. ταῦτα μὲν οὖν τῇδε εἴργασται.

8 1 Ἐν δὲ τῇ πάλαι μὲν Ἀραβίᾳ, νῦν δὲ Παλαιστίνῃ τρίτῃ καλουμένῃ, χώρα μὲν ἔρημος ἐπὶ μακρὸν κατατείνει, καρπῶν τε καὶ ὑδάτων καὶ πάντων ἀγαθῶν ἄφορος. καὶ ὄρος ἀπότομόν τε καὶ δεινῶς ἄγριον ἀποκρέμαται ἄγχιστά πη τῆς Ἐρυθρᾶς καλουμένης θαλάσσης, Σινὰ ὄνομα. 2 οὐδὲν δέ μοι ἀμφὶ τοῖς ἐκείνῃ χωρίοις ἀναγράψασθαι ἀναγκαῖον ἐνταῦθα τοῦ λόγου, ἐπεὶ ἅπαντά μοι τά τε κατὰ τὴν Ἐρυθρὰν θάλασσαν καὶ τὸν Ἀραβικὸν καλούμενον κόλπον,35 Αἰθίοπάς τε τοὺς Αὐξωμίτας καὶ τὰ τῶν Ὁμηριτῶν Σαρακηνῶν γένη ἀκριβολογουμένῳ ἐν τοῖς ὑπὲρ τῶν πολέμων δεδήλωται λόγοις· ἵνα δὴ καὶ τοῦτό μοι διδιήγηται, ὅντινα τρόπον Ἰουστινιανὸς βασιλεὺς τὸν Φοινικῶνα προσεποίησε τῇ Ῥωμαίων ἀρχῇ. 3 ταῦτα μὲν οὖν τούτου δὴ ἕνεκα λέγειν ἀφίημι, ὡς μὴ ἀπειροκαλίας ἀνενέγκοιμι δόξαν. 4 ἐν τούτῳ δὲ τῷ Σινᾷ ὄρει μοναχοὶ ᾤκηνται, οἷς ἐστιν ὁ βίος ἠκριβωμένη τις μελέτῃ θανάτου, ἐρημίας τῆς σφίσι φιλτάτης ἀδεέστερον ἀπολαύουσι. 5 τούτοις δὴ τοῖς μοναχοῖς Ἰουστινιανὸς βασιλεὺς (ἐπεὶ οὐκ εἶχον36 οὐδὲν ὅτου ἐφεῖντο, ἀλλὰ κρείσσους τῶν p356ἀνθρωπείων ἁπάντων εἰσίν, οὐδέ τι κεκτῆσθαι οὐδὲ θεραπεύειν τὰ σώματα, οὐ μέντοι οὐδὲ ἄλλου ὁτουοῦν ὀνίνασθαι ἐν σπουδῇ ἔχουσιν) ἐκκλησίαν ᾠκοδομήσατο, ἥνπερ τῇ θεοτόκῳ ἀνέθηκεν, ὅπως δὲ αὐτοῖς ἐνταῦθα ἐξῇ εὐχομένοις τε καὶ ἱερωμένοις διαβιῶναι. 6 ταύτην δὲ τὴν ἐκκλησίαν οὐ κατὰ τοῦ ὄρους ἐδείματο τὴν ὑπερβολήν, ἀλλὰ παρὰ πολὺ ἔνερθεν· 7 ἀνθρώπῳ γὰρ ἐν τῇ ἀκρωρείᾳ διανυκτερεύειν ἀμήχανά ἐστιν, ἐπεὶ κτύποι τε διηνεκὲς καὶ ἕτερα ἄττα θειότερα νύκτωρ ἀκούσονται, δύναμίν τε καὶ γνώμην τὴν ἀνθρωπείαν ἐκπλήσσοντα. 8 ἐνταῦθά ποτε τὸν Μωσέα φασὶ πρὸς τοῦ θεοῦ τοὺς νόμους παραλαβόντα ἐξενεγκεῖν. 9 ἐς δὲ τοῦ ὄρους τὸν πρόποδα καὶ φρούριον ἐχυρώτατον ὁ βασιλεὺς οὗτος ᾠκοδομήσατο, φυλακτήριόν τε στρατιωτῶν ἀξιολογώτατον κατεστήσατο, ὡς μὴ ἐνθένδε Σαρακηνοὶ βάρβαροι ἔχοιεν ἅτε τῆς χώρας ἐρήμου οὔσης, ᾗπέρ μοι εἴρηται, ἐσβάλλειν ὡς λαθραιότατα ἐς τὰ ἐπὶ Παλαιστίνης χωρία.

10 Ταῦτα μὲν οὖν τῇδε πεποίηται. ὅσα δὲ κἀν τοῖς μοναστηρίοις πεποίηται τοῖς τῇδέ τε καὶ37 κατὰ τὴν ἄλλην ἑῴαν οὖσιν, αὐτίκα δή μοι ὡς ἐν κεφαλαίῳ γεγράψεται.

9 Μοναστήρια μὲν οὖν ἐν Ἱεροσολύμοις ἀνενεώσατο τάδε.

1 τὸ τοῦ ἁγίου Θαλελαίου.

2 τὸ τοῦ ἁγίου Γρηγορίου.

3 τὸ τοῦ ἁγίου Παντελεήμονος ἐν τῇ ἐρήμῳ τοῦ Ἰορδάνου.

4 Ξένωνα ἐν Ἰεριχῷ.

p358 5 ἐκκλησίαν τῆς θεοτόκου ἐν Ἰεριχῷ.

6 τὸ τῶν Ἰβήρων ἐν Ἱεροσολύμοις.

7 τὸ τῶν Λαζῶν ἐν τῇ ἐρήμῳ Ἱεροσολύμων.

8 τὸ τῆς ἁγίας Μαρίας ἐν τῷ ὄρει τῶν Ἐλαιῶν.

9 τὸ τῆς πηγῆς τοῦ ἁγίου Ἐλισσαίου ἐν Ἱεροσολύμοις.

10 τὸ Σιλέθεως.

11 τὸ τοῦ ἀββᾶ Ῥωμανοῦ.

12 ἐν Βηθλεὲμ τὸ τεῖχος ἀνενέωσε.

13 τὸ τοῦ ἀββᾶ Ἰωάννου ἐν Βηθλεέμ.

14 Φρέατα δὲ ἢ δεξαμενὰς ᾠκοδομήσατο οὕτως·

15 εἰς τὸ τοῦ ἁγίου Σαμουὴλ φρέαρ καὶ τεῖχος.

16 εἰς τὸ τοῦ ἀββᾶ Ζαχαρίου φρέαρ.

17 εἰς τὸ Σωσάννης φρέαρ.

18 εἰς τὸ Ἀφελίου φρέαρ.

19 εἰς τὸ τοῦ ἁγίου Ἰωάννου ἐν τῷ Ἰορδάνῃ φρέαρ.

20 εἰς τὸ τοῦ ἁγίου Σεργίου ἐν ὄρει καλουμένῳ Κισσερῶν φρέαρ.

21 τὸ τεῖχος Τιβεριάδος.

22 τὸ ἐν Βόστρᾳ πτωχεῖον.

23 Φοινίκης·

τὸν οἶκον τῆς θεοτόκου ἐν Πορφυρεῶνι.

24 μοναστήριον τοῦ ἁγίου Φωκᾶ ἐν ὄρει.

25 τὸν οἶκον τοῦ ἁγίου Σεργίου ἐν Πτολεμαΐδι.

26 ἐν Δαμασκῷ οἶκον τοῦ ἁγίου Λεοντίου.

27 ἀπὸ Ἀπάμειαν πτωχεῖον τοῦ ἁγίου Ῥωμανοῦ ἀνενεώσατο.

28 τεῖχος τοῦ μακαρίου Μάρωνος.

p360 29 ὑπὸ Θεούπολιν τὴν ἐκκλησίαν Δάφνης ἀνενέωσεν.

30 ἐν Λαοδικείᾳ τὸν ἁγίου Ἰωάννου ἀνενέωσε.

31 Μεσοποταμίας·

μοναστήριον τοῦ ἁγίου Ἰωάννου ἀνενέωσε.

32 μοναστήρια Δέλφραξις, Ζηβίνου, Θεοδότου, Ἰωάννου. Σαρμαθῆς, Κυρήνου, Βεγαδαίου.

33 μοναστήριον εἰς τὸ Ἀπάδνας ἐν Ἰσαυρίᾳ.

34 πόλεως Κουρίκου λουτρὸν καὶ38 πτωχεῖον ἀνενέωσε.

35 τὸ πτωχεῖον τοῦ ἁγίου Κόνωνος.

36 τὸν ἀγωγὸν αὐτοῦ ἀνενέωσεν ἐν Κύπρῳ.

37 οἶκον τοῦ ἁγίου Κοσμᾶ καὶ Δαμιανοῦ ἐν Παμφυλίᾳ.

38 πτωχεῖον τοῦ ἁγίου Μιχαὴλ ἐν Ἐμπορίῳ ἐπίκλην ἐπινείου πόλεως Πέργης τῆς Παμφυλίας.


The Loeb Editor's Notes:

1 ἢ τὰ Capps: τὰ V,  A.

2 λοφώδη οὐ γεώδη Capps, cf. V.vi.2: οὐ γήλοφον.

3 δεδήλωται V: δεδιήγηται A.

4 τε Wahler: δὲ.

5 τιμὴ V: σπουδὴ A.

6 αὐτοσχεδιάζει Haury: αὐτὸς σχεδιάζει.

7 εὐπορίαν V: εὐπορίας A.

8 αὑτῷ Dewing: αὐτῷ.

9 ἀντιπεριάγων A: ἀντιρεῖ ἄγων V.

10 ἰοῦσι A: οὖσι V.

11 ἐπενόει V: ἐποίει A.

12 ἅπασαν V: ξύμπασαν A.

13 ἤδη V: om. A.

14 ὅτι V: om. A.

15 ἑτέροις V: om. A.

16 ταύτας A: ταύτην V.

17 ἑκαστάτω V: ἑκάστω A.

18 πρόμαχον V: πρόβολον A.

19 ταύτης δὲ ἰουλιοπόλεως V: τῆς δὲ ἡλιουπόλεως A.

20 δὴ Haury: δὲ.

21 καὶ τὰ V: κατὰ A.

22 δυοῖν Dindorf: δυεῖν.

23 ἦν ἡ ὥρα A.

24 ἐπεσέβαλλον V: ἐσέβαλλον A.

25 ἔχει V: ἀνέχει A.

26 ξυνειλεγμένοι V: ἐξειλεγμένοι A.

27 ἐπὶ V: ἐς A.

28 After προπύλαια Maltretus added δὲ.

29 δυοῖν Haury: δυεῖν.

30 πεπραγμένα added by Hoeschel.

31 ὄντα V: ὄντως A.

32 τοῦτο Maltretus: τούτω.

33 οὐδ᾽ ὡς Maltretus: οὐχ ὥς V, οὐδ᾽ ὅς A.

34 τείχισμα V: προτείχισμα A.

35 κόλπον V: πόντον A.

36 εἶχον Hoeschel: εἶχεν.

37 καὶ added by Hoeschel.

38 καὶ added by Maltretus.


[image ALT: Valid HTML 4.01.]

Page updated: 2 May 12