Short URL for this page:
bit.ly/ProcopiusB6


[image ALT: Much of my site will be useless to you if you've got the images turned off!]
mail:
Bill Thayer

[image ALT: Click here for an English translation of this page.]
English

[image ALT: Cliccare qui per una pagina di aiuto in Italiano.]
Italiano

[Link to a series of help pages]
Help
[Link to the next level up]
Up
[Link to my homepage]
Εἴσοδος
πρότερον·

[image ALT: link to previous section]
Βιβλίον ε´

This webpage reproduces a section of
The Buildings

of
Procopius

published in the Loeb Classical Library,
1940

The text is in the public domain.

This page has been carefully proofread
and I believe it to be free of errors.
If you find a mistake though,
please let me know!

[image ALT: a blank space]

(Vol. III) ΠΡΟΚΟΠΙΟΥ ΚΑΙΣΑΡΕΩΣ
ΠΕΡΙ ΚΤΙΣΜΑΤΩΝ

 p360  ΒΙΒΛΙΟΝ Ϝ´

[link to English translation] 1 1 Ταῦτα μὲν Ἰουστινιανῷ βασιλεῖ τῇδε πεποίηται. ἐν δὲ Ἀλεξανδρείᾳ ἐξείργασται τάδε. Νεῖλος ποταμὸς οὐκ ἄχρι ἐς τὴν Ἀλεξάνδρειαν φέρεται, ἀλλ’ ἐπὶ πόλισμα ἐπιρρεύσας ὃ δὴ Χαιρέου ἐπονομάζεται, ἐπ’ ἀριστερὰ τὸ λοιπὸν ἵεται, ὅρια τά γε Ἀλεξανδρέων ἀπολιπών. 2 διὸ δὴ οἱ πάλαι ἄνθρωποι, ὡς μὴ ἀμοιροίη τὸ παράπαν ἡ πόλις, διώρυχα ἐκ τῆς Χαιρέου κατορύξαντες βαθεῖάν τινα βραχείᾳ τοῦ ποταμοῦ ἐς αὐτὴν ἐκροῇ διεπράξαντο ἐσιτητὰ εἶναι. οὗ δὴ καὶ  p362 ἄλλας τινὰς​1 ἐκροὰς ἐκ λίμνης Μαρίας ἐσβάλλειν ξυμβαίνει. 3 ἐπὶ ταύτης δὲ τῆς διώρυχος μεγάλαις μὲν ναυσὶ πλώϊμα οὐδαμῇ γίνεται, ἐς λέμβους δὲ τὸν Αἰγύπτιον σῖτον ἐκ τῆς Χαιρέου μεταβιβάσαντες​2 οὕσπερ καλεῖν διαρήματα νενομίκασιν, ἔς τε τὴν πόλιν διακομίζουσιν, ἵνα δὴ ἐξικνεῖσθαι δυνατά ἐστι τῷ κατὰ τὴν διώρυχα ποταμῷ, καὶ κατατίθενται ἐν χώρῳ ὅνπερ Ἀλεξανδρεῖς καλοῦσι Φιάλην. 4 ἀλλ’ ἐπειδὴ τῷ δήμῳ ἐς στάσιν πολλάκις καθισταμένῳ ἐνταῦθα διολωλέναι τῷ σίτῳ ξυνέβη, βασιλεὺς Ἰουστινιανὸς τειχίσματι τόνδε τὸν χῶρον περιβαλὼν τὴν ἐπὶ τῷ σίτῳ ἐπιβουλὴν ἀνεχαίτισε. 5 ταῦτα μὲν οὖν Ἰουστινιανῷ βασιλεῖ ταύτῃ ἐξείργασται.

[link to English translation] Ἀλλ’ ἐπειδὴ ἐπ’ Αἰγυπτίου ἡμᾶς ἤγαγε τῆς Λιβύης ὁμόρου τανῦν ὁ λόγος, φέρε δὴ καὶ ὁπόσα διαπέπρακται αὐτῷ ἐνταῦθα δηλώσωμεν, ἐπεὶ καὶ Λιβύην ξύμπασαν ὁ βασιλεὺς ὗτος ὑπὸ βαρβάροις κειμένην εὑρὼν τῇ ἄλλῃ ἐνῆψε Ῥωμαίων ἀρχῇ.

[link to English translation] 6 Νεῖλος μὲν ὁ ποταμὸς ἐξ Ἰνδῶν ἐπ’ Αἰγύπτου φερόμενος δίχα τέμνει τὴν ἐκείνῃ γῆν ἄχρι ἐς θάλασσαν. ἡ δὲ σχιζομένη τῷ ῥείθρῳ καὶ ὀνόμασι διακέκριται τὸ ἐνθένδε δυοῖν.​3 7 τὰ μὲν  p364 γὰρ ἐν δεξιᾷ τοῦ ποταμοῦ Ἀσία ὠνόμασται μέχρι που ἐς Φᾶσιν τὸν Κόλχον, ὅσπερ Ἀσίαν τε διορίζει καὶ γῆν τὴν Εὐρώπην, ἢ μέχρι ἐς πορθμεῖα τὰ Κιμμέρια καὶ ποταμὸν Τάναϊν. 8 τούτων γὰρ δὴ ἕνεκα διαμάχονται πρὸς ἀλλήλους οἱ ταῦτα σοφοί, ᾗπερ ἐν λόγοις μοι τοῖς ὑπὲρ τῶν πολέμων δεδήλωται περιηγουμένῳ τὸν Εὔξεινον καλούμενον πόντον. 9 τὰ δὲ δὴ ἐν ἀριστερᾷ τοῦ Νείλου Λιβύη ἐκλήθη μέχρι ἐς ὠκεανόν, ὅσπερ ἐς δύοντά που τὸν ἥλιον ἑκατέραν ἤπειρον διορίζει, ἐκροήν τε ἀφιείς τινα καὶ θάλασσαν τήνδε ποιούμενος. 10 ἡ μὲν οὖν ἄλλη Λιβύη ξύμπασα ὀνόματα κατὰ χώραν ἑκάστην ἕτερα ἄττα διακεκλήρωται, ἐκ τῶν ἐκείνῃ ἐπιγενομένων, ὡς τὸ εἰκός, ἐπικληθεῖσα. 11 ἣ μέντοι ἐκ τῷ Ἀλεξανδρείας ὁρίων ἄχρι ἐς πόλιν Κυρήνην διήκουσα ἐπὶ Πενταπόλεώς ἐστιν, ἐπὶ τούτου δὴ μόνου τοῦ ὀνόματος Λιβύη καὶ νῦν ἐπικέκληται. 12 ἐνταῦθα πόλις ἐστιν ἡμέρας ὁδῷ Ἀλεξανδρείας διέχουσα, Ταφόσιρις ὄνομα, ἵνα δὴ ταφῆναι τὸν τῶν Αἰγυπτίων θεὸν Ὄσιριν λέγουσιν. 13 ἐν ταύτῃ τῇ πόλει ἄλλα τε πολλὰ καὶ τὰ τῶν ἀρχόντων καταλυτήρια καὶ λουτρῶνας ἐδείματο Ἰουστινιανὸς βασιλεύς.

[link to English translation] 2 1 Ταύτης δὲ τῆς Λιβύης ἔρημα μὲν τὰ πολλὰ τετύχηκεν εἶναι, ἀπημελημένα ἐκ τοῦ ἐπὶ πλεῖστον. 2 καὶ αὐτῆς δὲ προεγρηγορὼς ὁ καθ’ ἡμᾶς βασιλεὺς προμηθεῖ γνώμῃ, ὡς μή τι αὐτῇ παθεῖν ἐξ ἐπιδρομῆς πρὸς Μαυρουσίων τῶν πλησιοχώρων ξυμβαίη, ὀχυρώματά τε δύο καὶ φυλακτήρια κατεστήσατο, ὧν θάτερον μὲν Παρατόνιον ὀνομάζουσιν,  p366 Ἀντίπυργον δὲ τὸ ἕτερον ἐπικέκληται, οὐ πόρρω Πενταπόλεως κείμενον. 3 διέχει δὲ ἡ Πεντάπολις Ἀλεξανδρείας ὁδῷ ἡμερῶν εἴκοσιν εὐζώνῳ ἀνδρί. 4 ἐν ταύτῃ δὲ τῇ Πενταπόλει καὶ βασιλεὺς Ἰουστινιανὸς Τεύχειραν τὴν πόλιν ἐρύματι ἐτειχίσατο ἐχυρωτάτῳ. 5 καὶ Βερνίκης τὸν περίβολον ἐκ θεμελίων ἀνῳκοδομήσατο τῶν ἐσχάτων. 6 οὗ δὴ καὶ βαλανεῖον πεποίηται, δημοσίᾳ παρεχόμενον τῇ πόλει τὴν χρείαν. 7 ἀλλὰ κἀν ταῖς Πενταπόλεως ἐσχατιαῖς, αἵπερ εἰσὶ τετραμμέναι πρὸς ἄνεμον νότον, ὀχυρώματα ἐν δυοῖν μοναστηρίοιν ἐξείργασται, οἷσπερ Ἀγριολώδη τε καὶ Δινάρθισον ὀνόματα ἐστιν· ἅπερ ἐπιτειχίσματα κεῖται τοῖς ταύτῃ βαρβάροις, 8 τῷ μὴ καταθέοντας ὡς λαθραιότατα ἐπισκήπτειν ἐξαπιναίως ἐς γῆν τὴν Ῥωμαίων.

[link to English translation] 9 Ἔστι δέ τις ἐνταῦθα πόλις, Πτολεμαῒς ὄνομα, τὸ μὲν παλαιὸν εὐδαίμων τε γεγενημένη καὶ πολυάνθρωπος, προϊόντος δὲ τοῦ χρόνου ὕδατος ἀπορίᾳ πολλῇ ἐς ὀλιγανθρωπίαν ἀποκριθεῖσα. 10 τῶν γὰρ οἰκητόρων ὁ πολὺς ὅμιλος δίψει ἐχόμενοι πολλῷ ἔμπροσθεν ἐνθένδε ἐξαναστάντες ἀπεχώρησαν ὅπῃ ἑκάστῳ δυνατὰ γέγονεν. 11 ἀλλὰ νῦν ὁ βασιλεὺς οὗτος ἀνανεωσάμενος τὴν ὀχεταγωγίαν τῇ πόλει τὸ πρότερον αὐτῇ τῆς εὐδαιμονίας ἀπέδωκε σχῆμα. Πενταπόλεως δὲ πόλις ἐσχάτη ἐστὶ πρὸς δύοντά που τὸν ἥλιον, Βόρειον ὄνομα. 12 οὗ δὴ τὰ ὄρη συννενευκότα τε πρὸς ἄλληλα, καὶ τῇ ἐνθένδε στενοχωρίᾳ ξυμπεφραγμένα, τῶν ἐπὶ τὴν χώραν εἰσόδων ἀποκεκλεῖσθαι τοὺς πολεμίους διασκευάζονται. 13 ταύτην ὁ βασιλεὺς τὴν πόλιν ἀτείχιστον οὖσαν ἐρύματι ἐχυρωτάτῳ περιβαλών,  p368 ἐν τῷ ἀσφαλεῖ τὸ λοιπὸν βεβαιότατα σὺν πάσῃ τῇ ἀμφ’ αὐτὴν χώρᾳ διεπράξατο εἶναι.

[link to English translation] 14 Πόλεις δέ πού εἰσι δύο ἐπ’ ὀνόματος ἑνὸς ᾠκημέναι· 15 Αὐγίλα γὰρ ἑκάτερα ἐκλήθη. αὗται τοῦ Βορείου διέχουσιν ὁδῷ τεττάρων ἡμερῶν μάλιστα εὐζώνῳ ἀνδρί, τετραμμέναι μὲν αὐτοῦ πρὸς ἄνεμον νότον, ἀρχαῖαι δὲ οὖσαι καὶ τῶν οἰκητόρων ἀρχαιότροπα τὰ ἐπιτηδεύματα ἔχουσαι· θρησκείαν γὰρ πάντες καὶ εἰς ἐμὲ τὴν τῆς πολυθεΐας ἐνόσουν. 16 ἐνταῦθα ἐκ παλαιοῦ τῷ τε Ἄμμωνι καὶ Ἀλεξάνδρῳ τῷ Μακεδόνι ἀνέκειτο ἕδη. 17 οἷς δὴ καὶ ἐσφαγιάζοντο μέχρι ἐς τὴν Ἰουστινιανοῦ βασιλείαν οἱ ἐπιχώριοι. 18 ἦν δὲ καὶ ὅμιλος αὐτοῖς τῶν ἱεροδούλων καλουμένων πολύς. νῦν δὲ ὁ βασιλεὺς οὗτος οὐχ ὅσον ἐς τὰ σώματα τοῖς κατηκόοις ἐκποριζόμενος τὴν ἀσφάλειαν, ἀλλὰ καὶ τὰς ψυχὰς διασώσασθαι ἐν ἐπιμελείᾳ ποιούμενος, καὶ τῶν ταύτῃ ᾠκημένων ἀνθρώπων κατὰ πάντα προὐνόησε τρόπον. 19 τά τε γὰρ ἄλλα διαφερόντως αὐτῶν ἐπιμελεῖσθαι οὐδαμῇ ἀπηξίωσε καὶ τὴν τῆς εὐσεβείας ἐδίδαξε δόξαν Χριστιανοὺς πανοικεσίᾳ πεποιημένος​4 καὶ μεταπορευόμενος​5 λελυμασμένα σφίσι τὰ πάτρια ἤθη. 20 οἷς δὴ καὶ νεὼν τῆς θεοτόκου ἐδείματο, φυλακτήριον ταῖς πόλεσι τῆς τε σωτηρίας καὶ τῆς ἀμφὶ τῇ δόξῃ ἀληθείας ἐσόμενον. ταῦτα μὲν οὖν τῇδέ πη ἔσχε.

[link to English translation] 21 Βόρειον δὲ ἡ πόλις Μαυρουσίοις γειτνιῶσα βαρβάροις φόρου ὑποτελὴς οὐ γεγένηται ἐς τόδε τοῦ χρόνου· οὐδέ τινες πώποτε δασμολόγοι​6 p370 φορολόγοι ἐς αὐτὴν ἵκοντο, ἐξ οὗ γεγόνασιν ἄνθρωποι. 22 οἱ δὲ Ἰουδαῖοι ᾤκηντο ἐκ παλαιοῦ αὐτῶν ἄγχιστα. οὗ δὴ καὶ νεὼς ἦν ἀρχαῖος αὐτοῖς, ὅνπερ ἐσέβοντό τε καὶ ἐτεθήπεσαν μάλιστα, δειμαμένου τοῦτο Σολομῶνος,​7 ὥσπερ φασί, βασιλεύοντος Ἑβραίων τοῦ ἔθνους. 23 ἀλλὰ καὶ αὐτοὺς ἅπαντας Ἰουστινιανὸς βασιλεὺς μεταγνῶναί τε τὰ πάτρια ἤθη, καὶ Χριστιανοὺς γεγονέναι διαπραξάμενος, τοῦτον δὴ τὸν νεὼν ἐς ἐκκλησίας μεθηρμόσατο σχῆμα.

[link to English translation] 3 1 Μετὰ τούτους αἱ Σύρτεις εἰσὶν αἱ μεγάλαι ὠνομασμέναι. ἐφ’ οὗ δέ εἰσι σχήματος αὗται, καὶ ὅτου δὴ ἕνεκα τούτου μεταλαγχάνουσι τοῦ ὀνόματος, ἐγὼ δηλώσω. 2 προβέβληταί τις ἐνταῦθα ἠϊών· σχιζομένη δὲ αὐτὴ τῇ τῆς θαλάσσης ἐπιρροῇ, τῷ τε ῥοθίῳ ἀφανιζομένη, ἀποβαίνειν δοκεῖ, καὶ ἐφ’ ἑαυτὴν​8 ὑποχωροῦσα ὀπίσω ἰέναι· ἐς κόλπον δὲ μηνοειδῆ ἐπὶ μακρότατον τέτραπται. 3 καὶ ὁ μὲν ἀρχομένης πλευρᾶς διάπλους ἐς τετρακοσίους διήκει σταδίους· τοῦ δὲ μηνοειδοῦς τὸ περίμετρον ἐς ἡμερῶν ἓξ ὁδὸν κατατείνει. 4 ταύτης γὰρ ἡ θάλασσα πεπιεσμένη τῆς ἠπείρου ἐντὸς τὸν κόλπον ποιεῖται. 5 ἐπειδάν τε ναῦς ἀνέμῳ ἢ κλύδωνι βιαζομένη τοῦ διάπλου ἐντὸς ὑπὲρ τοῦ μηνοειδοῦς τὴν ἀρχὴν γένηται, τὸ ἐνθένδε αὐτῇ ἐπανιέναι ἀμήχανά ἐστιν, ἀλλὰ συρομένῃ τὸ λοιπὸν ἔοικε, καὶ διαφανῶς ἐπίπροσθεν ἀεὶ  p372 ἑλκομένῃ. 6 καὶ ἀπ’ αὐτοῦ, οἶμαι, τὸν χῶρον οἱ πάλαι ἄνθρωποι τοῦ πάθους τῶν νεῶν ἕνεκα Σύρτεις ὠνόμασαν. 7 οὐ μὴν οὐδὲ διανεῦσαι τοῖς πλοίοις ἄχρι ἐς τὴν ἠϊόνα δυνατὰ γεγένηται. πέτραι γὰρ ὕφαλοι διακεκληρωμέναι τὰ πλεῖστα τοῦ κόλπου πλώιμα οὐ ξυγχωροῦσιν ἐνταῦθα εἶναι, ἀλλ’ ἐν τοῖς βράχεσι τὰς ναῦς διαχρῶνται. 8 μόνοις δὲ τοῖς λέμβοις οἱ πλωτῆρες τούτων δὴ τῶν νηῶν οἷοί τέ εἰσι διασώζεσθαι, ἂν οὕτω τύχοι, μετὰ κινδύνων τὰς διεξόδους ποιούμενοι.

[link to English translation] 9 Τριπόλεως τῇδε τῆς καλουμένης τὰ ὅριά ἐστι, Μαυρούσιοί τε βάρβαροι ἐνταῦθα οἰκοῦσι, Φοινικὸν ἔθνος. οὗ δὴ καὶ πόλις ἐστὶ Κιδαμὴ ὄνομα. 10 ἐνταῦθά τε Μαυρούσιοι ᾤκηνται Ῥωμαίων ἔνσπονδοι ἐκ παλαιοῦ ὄντες· οἵπερ ἅπαντες πεισθέντες Ἰουστινιανῷ βασιλεῖ, δόγματι τῷ Χριστιανῶν ἐθελούσιοι προσεχώρησαν. 11 Πακᾶτοι δὲ οὗτοι τανῦν οἱ Μαυρούσιοι ἐπικαλοῦνται, ἐπεὶ πρὸς Ῥωμαίους ἀεὶ σπονδὰς ἔχουσι· πάκεν​9 γὰρ τὴν εἰρήνην τῇ Λατίνων καλοῦσι φωνῇ. 12 Πενταπόλεως δὲ Τρίπολις ἡμερῶν διέχει ὁδῷ εἴκοσιν εὐζώνῳ ἀνδρί.

[link to English translation] 4 1 Πόλις ἐνθένδε ἡ Λεπτιμάγνα ἐκδέχεται, μεγάλη μὲν καὶ πολυάνθρωπος τὸ παλαιὸν οὖσα, ἔρημος δὲ χρόνῳ ὕστερον γεγενημένη ἐκ τοῦ ἐπὶ πλεῖστον, ψάμμου τε πλήθει τὰ πολλὰ τῷ ἀπημελῆσθαι καταχωσθεῖσα. 2 καὶ ταύτης δὲ​10 τὸν περίβολον ἐκ τῶν θεμελίων ὁ καθ’ ἡμᾶς ᾠκοδομήσατο βασιλεύς, οὐ τοσοῦτον μέντοι, ὅσος τὸ  p374 πρότερον ἦν, ἀλλὰ κατὰ πολὺ ἥσσονα, ὡς μὴ τῷ μεγέθει σφαλερὰ καὶ αὖθις ἡ πόλις εἴη, καὶ πολεμίοις μὲν ἁλωτή, ψάμμῳ δὲ πρόχειρος. 3 νῦν δὲ δὴ τῆς πόλεως τὸ μὲν καταχωσθὲν ἐφ’ οὗπερ ἦν σχήματος εἴασεν οὕτω δὴ ψάμμῳ ἐς λόφους συνειλεγμένῃ κεκαλυμμένον, τὴν δὲ λοιπὴν ἐτειχίσατο ἐν τῷ τῆς οἰκοδομίας ἐχυρῷ μάλιστα. 4 καὶ ἱερὸν μὲν ἀξιοθέατον τῇ θεοτόκῳ τῇδε ἀνέθηκεν, ἐκκλησίας δὲ τέτταρας ἐδείματο ἄλλας. 5 πρὸς δὲ καὶ ἀνῳκοδομήσατο τὰ τῇδε γεγονότα ἐν τοῖς ἄνω χρόνοις καὶ καταπεπτωκότα βασίλεια, Σεβήρου βασιλέως τοῦ παλαιοῦ ἔργον· ὃς δὴ ἐνθένδε ὁρμώμενος μνημεῖα τῆς εὐδαιμονίας τὰ βασίλεια τάδε ἀπέλιπεν.

[link to English translation] 6 Ἀλλὰ γὰρ ἐνταῦθα γενόμενος τοῦ λόγου τὸ ξυνενεχθὲν ἐπὶ Λεπτιμάγνης ἐν χρόνῳ τῷ καθ’ ἡμᾶς ὡς ἥκιστα σιωπήσομαι. ἤδη μὲν Ἰουστινιανοῦ τὴν βασιλείαν παραλαβόντος, οὔπω δὲ πόλεμον τὸν Βανδιλικὸν ἀνῃρημένου, Μαυρούσιοι βάρβαροι, οἱ Λευάθαι καλούμενοι, βιασάμενοι τοὺς Λιβύης τότε κυρίους Βανδίλους, ἔρημον ἀνθρώπων τὴν Λεπτιμάγναν παντάπασι κατεστήσατο. 7 ἐν χώροις δὲ λοφώδεσι ξὺν τοῖς ἡγεμόσι διατριβήν τινα ἔχοντες Λεπτιμάγνης οὐ πολλῷ ἄποθεν, φλόγα πυρὸς ἐξαπιναίως ἐν μέσῃ τῇ πόλει τεθέανται. 8 πολεμίους τε ὑποτοπήσαντες ἐνδήμους ἐνταῦθα γενέσθαι, δρόμῳ ἐπ’ αὐτοὺς ἐβοήθουν πολλῷ. 9 ἀνθρώπων τε οὐδένα εὑρόντες ἐπὶ τοὺς μάντεις τὸ πρᾶγμα ἦγον, οἳ δὴ τῷ ξυμβεβηκότι τεκμηριούμενοι τὴν Λεπτιμάγναν οὐκ εἰς μακρὰν οἰκισθήσεσθαι προὔλεγον. 10 οὐ πολλῷ τε ὕστερον ἀφικόμενος ὁ τοῦ βασιλέως στρατὸς Λιβύην τε τὴν  p376 ἄλλην καὶ Τρίπολιν ἔσχε, Βανδίλων τε καὶ Μαυρουσίων καθυπέρτερος τῷ πολέμῳ γεγενημένος. ἐγὼ δὲ ὅθεν τὴν ἐκβολὴν τοῦ λόγου ἐποιησάμην ἐπάνειμι.

[link to English translation] 11 Ἐν ταύτῃ τῇ πόλει βασιλεὺς Ἰουστινιανὸς καὶ λουτρῶνας ἐν δημοσίῳ πεποίηται, τόν τε περίβολον τῆς πόλεως ἐκ θεμελίων τῶν ἐσχάτων ᾠκοδομήσατο, καὶ τοῖς τε βαλανείοις τοῖς τε ἄλλοις πᾶσιν ἐς πόλεως αὐτὴν κατεστήσατο σχῆμα. 12 τούς τε πλησιοχώρους αὐτῇ βαρβάρους, οἱ Γαδαβιτανοὶ ἐπικαλοῦνται,​11 κατακόρως ἐς τόδε τοῦ χρόνου τὴν Ἑλληνικὴν καλουμένην ἀθεΐαν δοξάζοντας, Χριστιανοὺς διεπράξατο γενέσθαι τανῦν προυθμίᾳ τῇ πάσῃ. 13 ἀλλὰ καὶ Σαβραθὰν ἐτειχίσατο πόλιν, οὗ δὴ καὶ λόγου ἀξίαν πολλοῦ ἐκκλησίαν ἐδείματο.

[link to English translation] 14 Πόλεις δὲ δύο εἰσὶ ταύτης ἐν ἐσχάτῳ τῆς χώρας, Τάκαπά τε καὶ Γίργις, ὧν δὴ κατὰ μέσον Σύρτεις τὰς μικρὰς ξυμβαίνει εἶναι. 15 ἐνταῦθα γίνεταί τι ἐς ἡμέραν ἑκάστην θαυμάσιον ἡλίκον. ἡ θάλασσα ἐν στενῷ θλιβομένη ἀπεργάζεται μηνοειδῆ κόλπον, ᾗπερ γίνεσθαι καὶ κατὰ​12 τὰς ἄλλας Σύρτεις ἐρρήθη. 16 ἀναβαίνει δὲ εἰς τὴν ἤπειρον πλέον ἢ ὁδῷ ἡμέρας εὐζώνῳ ἀνδρί, ἀμφί τε τὰ πρὸς ἑσπέραν ἐπάνεισιν αὖθις, ἐπιλιποῦσα ἐπὶ ξηροῦ τὴν ἠϊόνα ταύτην κατὰ ταὐτὰ ταῖς ἄλλαις ἀκταῖς. 17 οἳ τε ναῦται εἰς τὴν ἤπειρον ἀναγόμενοι θάλασσαν ἐπὶ καιροῦ γεγενημένην, τῆς μὲν ἡμέρας ὡς πορρωτάτω τὰ εἰωθότα ναυτίλλονται, ἀμφὶ δείλην δὲ πάντως ὀψίαν ὡς ἐν γῆ αὐλισόμενοι συσκευάζονται, κοντούς τινας ἐν παρασκευῇ μακροὺς ἔχοντες. 18 ἐπειδάν τε τάχιστα τοῦ ῥοθίου  p378 αἴσθωνται ὑπόπτως ἐς τὴν ἀναχώρησιν ἔχοντος, οἵδε κοντοὺς ἔχοντες καὶ διαχειρίζοντες ἐκπηδῶσιν ὀκνήσει​13 οὐδεμίᾳ ἐκ τῆς νεώς. 19 νηχόμενοι δὲ πρῶτον, εἶτα ἑστήκασιν, ἡνίκα ἂν σφίσι τὸ ὕδωρ οὐχ ὑπεραίροι τὰ πρόσωπα. 20 ἐκ τε τῶν ἄκρων τοὺς κοντοὺς ἐπὶ τῆς γῆς προσουδίσαντες ἐν ξηρῷ ἤδη γεγενημένης ἢ ἐσομένης αὐτίκα δὴ μάλα, ὀρθοὺς ἱστᾶσιν, ὑποκεισομένους τῷ πλοίῳ καὶ μετεωρίσοντας ἑκατέρωθεν, ὡς μὴ ἐπικλινᾶν ἐπὶ θάτερα συντριβὲς γένηται. 21 τῇ δὲ ὑστεραίᾳ ὄρθρου βαθέος ἡ μὲν ἤπειρος μεταμφιασαμένη τὴν θάλασσαν ἐπικυρτοῦται κυμαίνουσα, τὰ δὲ πλοῖα ἐπαιρόμενα πλεῖ. 22 οἵ τε ναῦται περιελόντες ἐπικαιριώτατα τοὺς κοντοὺς ναυτίλλονται αὖθις. 23 παράλλαξίν τε οὐδεμίαν τοῦ ἔργου γενέσθαι ξυμβαίνει, ἀλλ’ ἐς ἡμέραν ἑκάστην ἡ τῶν στοιχείων διαδοχὴ ἐπιγίνεται.

[link to English translation] 5 1 Μετὰ δὲ Τρίπολίν τε καὶ Σύρτεις ἡμεῖς ἐπὶ Λιβύην τὴν ἄλλην ἴωμεν. 2 ἀρκτέον δὲ ἡμῖν ἐκ Καρχηδόνος, ἣ μεγίστη τε καὶ ἀξιολογωτάτη τῶν τῇδε πόλεων τυγχάνει οὖσα, τοσοῦτον πρότερον ὑπειποῦσιν, ὡς ἡνίκα Γιζέριχός τε καὶ Βανδίλοι Λιβύην ἔσχον, ἐνθύμημα ἐπιγέγονεν αὐτοῖς ἀξιώλεθρόν τε καὶ πρέπον βαρβάροις. 3 ἄμεινον γὰρ ἐλογίσαντο σφίσι τὰ πράγματα ἕξειν ἀτειχίστων ὄντων τῶν τῇδε χωρίων, ὡς μή τι καταλαβόντες αὐτῶν Ῥωμαῖοι Βανδίλους κακουργεῖν ἔχοιεν. 4 ἅπαντα οὖν τὰ τείχη ἐς τὸ ἔδαφος καθεῖλον εὐθύς. βάρβαροι γὰρ ἅπαντες ἐκ τοῦ ἐπὶ πλεῖστον ἐπὶ πονηρῷ τῷ​14 Ῥωμαίων βουλεύονται μὲν ὡς ὀξύτατα, ἐπιτελοῦσι δὲ ὡς ταχύτατα ὅσα ἂν αὐτοῖς δοκοῦντα εἴη. 5 μόνον  p380 δὲ αὐτοῖς​15 τό τε Καρχηδόνος καὶ ὀλίγα ἄττα ἐφ’ οὗπερ ἦσαν σχήματος ἔμειναν, ὧνπερ ἐπιμελεῖσθαι ἀπαξιοῦντες, διαφθορεῖν​16 αὐτὰ τῷ χρόνῳ ἀφῆκαν. 6 βασιλεὺς δὲ Ἰουστινιανὸς (ἀνθρώπων μὲν οὐδενὸς ἐπαινοῦντος, ἀλλὰ καὶ πεφρικότων τὸ ἔργων ἁπάντων, μόνου δὲ τοῦ θεοῦ εἰσηγουμένου τε καὶ ἐπαγγελλομένου καὶ ξυλλαμβάνοντος) Βελισάριόν τε καὶ στράτευμα ἐπὶ Λιβύην πέμψας, Γελίμερά τε καὶ δύναμιν τὴν​17 Βανδίλων καθεῖλε, πολλοὺς μὲν κτείνας τοὺς δὲ λοιποὺς δορυαλώτους πεποιημένος, ᾗπέρ μοι ἐν λόγοις τοῖς ὑπὲρ τῶν πολέμων δεδήλωται. 7 καὶ τὰ μὲν καθῃρημένα τῶν ἐν Λιβύῃ ὀχυρωμάτων ἀνενεώσατο ἅπαντα, ἕτερα δὲ παμπληθῆ ἐπετεχνήσατο​18 νεοχμώσας αὐτός.

[link to English translation] 8 Πρῶτα μὲν οὖν Καρχηδόνος, τῆς νῦν καὶ Ἰουστινιανῆς, ὡς τὸ εἰκός, καλουμένης ἐπεμελήσατο, διερρυηκότα μὲν τὸν περίβολον ἀνοικοδομησάμενος ἅπαντα, καὶ τάφρον ἐν περιδρόμῳ διορύξας οὐ πρότερον οὖσαν. 9 ἀνέθηκε δὲ καὶ ἱερὰ τεμένη, τῇ μὲν θεοτόκῳ, ὅπερ ἐν Παλατίῳ ἐστί, καὶ τούτου ἐκτὸς τῶν τινι ἐπιχωρίων ἁγίων​19 ἁγίᾳ Πρίμῃ. 10 ἔτι μέντοι καὶ στοὰς ἑκατέρωθι τῆς Μαριτίμου ἀγορὰς καλουμένης ἐδείματο, καὶ βαλανεῖον ἐν δημοσίῳ ἀξιοθέατον, ὅπερ ἐπωνύμως​20 τῇ βασιλίδι Θεοδωριανὰς ἐπωνόμασαν. 11 ἐδείματο δὲ καὶ μοναστήριον τοῦ περιβόλου ἐντὸς ἐπιθαλασσίδιον, ἄγχιστα τοῦ λιμένος ὅπερ Μανδράκιον ὀνομάζουσιν, ἐρύματί τε αὐτὸ ἐχυρωτάτῳ περιβαλὼν φρούριον ἀνανταγώνιστον ἀπειργάσατο.

 p382  [link to English translation] 12 Ταῦτα μὲν οὖν​21 ἐπὶ Καρχηδόνος τῆς νέας Ἰουστινιανῷ εἴργασται. ἐν δὲ χώρᾳ τῇ ἀμφ’ αὐτήν, ἢ Προκονσουλαρία ὠνόμασται, πόλις ἀτείχιστος ἦν, Βάγα ὄνομα, μὴ ὅτι βαρβάροις ἐπιοῦσιν, ἀλλὰ καὶ τύχῃ τινὶ παριοῦσιν ἁλωτὴ οὖσα. 13 ταύτην ἐρύματι ἐχυρωτάτῳ περιβαλὼν Ἰουστινιανὸς βασιλεὺς πόλιν τε διεπράξατο εἶναι καὶ τοὺς οἰκήτορας ἐν τῷ ἀσφαλεῖ διασώσασθαι οἵαν τε εἶναι.​22 14 οἳ δὴ τετυχηκότες τῆς χάριτος ἐς τὴν τῆς βασιλίδος τιμὴν Θεοδωριάδα καλοῦσι τὴν πόλιν. 15 φρούριον δὲ ᾠκοδομήσατο ἐν ταύτῃ τῇ χώρα ὃ Τούκκα καλοῦσιν.

[link to English translation] 6 1 Ἐν Βυζακίῳ δὲ πόλις, Ἀδράμυτος ὄνομα, ἐν τῇ παραλίᾳ οἰκεῖται, μεγάλη καὶ πολυάνθρωπος ἐκ παλαιοῦ οὖσα, καὶ δι’ αὐτὸ τὸ τῆς μητροπόλεως ὄνομά τε καὶ ἀξίωμα κληρωσαμένη ἐν ταύτῃ τῇ χώρᾳ, ἐπεὶ πρώτην αὐτὴν μεγέθει τε καὶ τῇ ἄλλῃ εὐδαιμονίᾳ ξυμβαίνει εἶναι. 2 ταύτης Βανδίλοι μὲν τὸν περίβολον ἐς ἔδαφος καθεῖλον, ὡς μή ποτε Ῥωμαῖοι αὐτῆς ἀντιλαβέσθαι δυνατοὶ εἶεν· Μαυρουσίοις τε καταθέουσι τὰ ἐκείνῃ χωρία ἐν ἐπιτηδείῳ ἀπέκειτο. 3 Λίβυες δὲ κατὰ ταύτην οἰκήτορες, ὅσα γε δυνατὰ τῆς σφῶν σωτηρίας ἐπιμελούμενοι, τὰ διῃρημένα τῶν τοίχων ἀποτριγχώσαντες τὰς οἰκίας ἀλλήλαις ἐνῆψαν· 4 ἐξ ὧν δὴ τοῖς ἐπιοῦσι διαμαχόμενοι ἔν τε τῷ σφαλερῷ τῆς ἐλπίδος καὶ τῷ ἐπικινδύνῳ ἠμύνοντο. 5 ἦν δὲ αὐτοῖς ἐπὶ τριχὸς ἡ σωτηρία διηνεκὲς καὶ ἐπὶ θατέρου σκέλους ἑστῶσα, πολεμουμένοις μὲν ὑπὸ τῶν Μαυρουσίων, ὑπὸ δὲ τῶν Βανδίλων ἀμελουμένοις.  p384 6 ἀλλ’ ἡνίκα Λιβύης κύριος τῷ πολέμῳ βασιλεὺς Ἰουστινιανὸς γέγονε, τεῖχός τε τῇ πόλει εὐμέγεθες ἄγαν περιβαλὼν καὶ φρουρὰν ἐνταῦθα στρατιωτῶν καταστησάμενος ἀξιόχρεων θαρσεῖν τε ὑπὲρ ἀσφαλείας τοὺς τῇδε ᾠκημένους πεποίηται ἀφροντιστῆσαί τε πολεμίων ἁπάντων. 7 διὸ δὴ αὐτὴν καὶ Ἰουστινιανὴν καλοῦσι τανῦν, σῶστρα τῷ βασιλεῖ ταῦτα ἐκτίνοντες, μόνῃ τοῦ ὀνόματος τῇ παρενθήκῃ τὴν εὐγνωμοσύνην ἐπιδεικνύμενοι, ἐπεὶ ἄλλο οὐδὲν ὅτῳ ἂν καὶ βασιλέως τὴν ἀγαθοεργίαν ἀμείβοιντο οὔτε αὐτοὶ εἶχον οὔτε οὗτος​23 ἐβούλετο.

[link to English translation] 8 Ἦν δέ τι καὶ ἄλλο ἐν τῇ τοῦ Βυζακίου παραλίᾳ χωρίον ὅπερ ἐκάλουν Καπούτβαδα οἱ ἐπιχώριοι. ἐνταῦθα καταπλεύσας τὰ πρῶτα ὁ τοῦ βασιλέως στόλος Λιβύων τῆς γῆς ἐπεβάτευεν, ἡνίκα ἐπὶ Γελίμερά τε καὶ Βανδίλους ἐστράτευεν. 9 οὒ δὴ καὶ τὸ θαυμάσιον ἐκεῖνο καὶ λόγου κρεῖσσον ἐς τὸν βασιλέα ἐπιδέδεικται ὁ θεὸς δώρημα, ὅπερ μοι ἐν τοῖς ὑπὲρ τῶν πολέμων δεδήλωται λόγοις. 10 ἀνύδρου γὰρ τοῦ χωρίου τὰ μάλιστα ὄντος, ὕδατός τε ἀπορίᾳ πολλῇ πιεζομένου τοῦ Ῥωμαίων στρατοῦ, ἡ γῆ, πρότερον ἐπὶ ξηροῦ βεβαιότατα οὖσα, πηγὴν ἀνῆκεν οὗ δὴ τὸ χαράκωμα οἱ στρατιῶται εἰργάζοντο. 11 οἱ μὲν γὰρ ὤρυσσον, ἡ δὲ ἀνεβλύστανεν. ἥ τε γῆ αὐχμὸν ἀποβαλοῦσα τὸν ἐπιχώριον καὶ μεθαρμοσαμένη τὴν αὐτῆς φύσιν ὕδατι ποτίμῳ ὑγρὰ ἐγεγόνει. 12 ταύτῃ τε τὸ λοιπὸν ἐν ἐπιτηδείῳ στρατοπεδεύσαντές  p386 τε καὶ αὐλισάμενοι, καὶ τῇ ὑστεραίᾳ ὡς ἐς τὴν μάχην συσκευασάμενοι, ἵνα τὰ ἐν μέσῳ συντέμω, Λιβύην ἔσχον. 13 μαρτυρίῳ τοίνυν διηνεκεῖ τὸ τοῦ θεοῦ δῶρον πιστούμενος Ἰουστινιανὸς βασιλεύς, ᾧ δὴ βουλομένῳ τὰ ἀμηχανώτατα εὔκολα γίνεται, ἐς πόλιν αὐτίκα μεταβιβάσαι τὸ χωρίον τοῦτο βεβούλευται, τείχει μὲν ἐρυμνήν, τῇ δὲ ἄλλῃ κατασκευῇ ἐς πόλεως ὄγκον ὑπογεγραμμένην εὐδαίμονος, καὶ γέγονεν ἔργον τὸ τοῦ βασιλέως ἐνθύμημα. 14 τεῖχός τε γὰρ ἀποτετόρνευται καὶ πόλις,​24 καὶ ἀγροῦ τύχη ἐξαπιναίως ἀμείβεται. 15 οἵ τε ἄγροικοι τὴν ἐχέτλην ἀπορριψάμενοι πολιτικῶς βιοτεύουσιν, οὐκ ἄγροικον δίαιταν ἔτι, ἀλλ’ ἀστείαν διαχειρίζοντες. 16 ἐπεὶ καὶ ἀγοράζουσιν ἐνταῦθα διημερεύοντες, καὶ ὑπὲρ τῶν σφίσιν ἀναγκαίων ἐκκλησιάζουσι, καὶ ἀγορὰν ἀλλήλοις συμβάλλουσι, τἄλλα τε ἅπαντα πράσσουσιν ὅσα δὴ ἐς πόλεως ἀξίωμα ἥκει.

[link to English translation] 17 Ταῦτα μὲν ἐν Βυζακίῳ τῷ ἐπιθαλασσίῳ πεποίηται. κατὰ δὲ τὴν μεσόγειαν ἐς τῆς χώρας τὰ ἔσχατα, ἵνα δὴ αὐτὴν βάρβαροι προσοικοῦσι Μαυρούσιοι, ἐπιτειχίσματα κατ’ αὐτῶν πεποίηται δυνατώτατα, ἐξ ὧν δὴ οὐκέτι οἷοί τέ εἰσι καταθεῖν τὴν Ῥωμαίων ἀρχήν. 18 πόλεις τε γὰρ τὰς ἐνταῦθα οὔσας ἐν ἐσχατιᾷ τῆς χώρας ἑκάστην​25 τείχεσιν ἐχυροῖς ἄγαν περιβαλών, αἷς αἱ προσηγορίαι Μάμμης τε καὶ Τελεπτὴ καὶ Κούλουλις, καὶ φρούριον τειχισάμενος, ὅπερ καλοῦσιν οἱ ἐπιχώριοι Αὐμέτρα, ἐχεγγύους ἐνταῦθα φρουροὺς στρατιωτῶν κατεστήσατο.

 p388  [link to English translation] 7 1 Τρόπῳ δὲ τῷ αὐτῷ Νουμιδίων τῇ χώρᾳ τειχίσματί τε καὶ στρατιωτῶν φυλακτηρίοις τὴν ἀσφάλειαν προσεποίησεν, ὧνπερ ἕκαστα ἐρῶν ἔρχομαι. 2 ὄρος ἐστὶν ἐν Νουμιδίᾳ, ὅπερ Αὐράσιον ἐπικέκληται, οἷον δὴ γῆς τῆς οἰκουμένης ἑτέρωθι ὡς ἥκιστα ξυμβαίνει εἶναι. 3 τοῦτο γὰρ τὸ ὄρος οὐρανόμηκες μὲν ἐν τῷ ἀποτόμῳ ἀνέχει, ἐς περίμετρον δὲ ἡμερῶν μάλιστα διήκει ὁδῷ τριῶν. καὶ προσιόντι μὲν ἀπρόσβατόν ἐστιν, ἀνάβασιν οὐδεμίαν ὅτι μὴ ἐν ἀποκρήμνῳ ἔχον. 4 ἄνω δὲ γενομένῳ γεώδης τε ἡ χώρα καὶ ὁμαλὴ τὰ πεδία καὶ ὁδοὶ προσηνεῖς, λειμῶνες εὔνομοι, παράδεισοι κατάφυτοι δένδροις, ἀρόματα πάντα. 5 καὶ πηγαὶ μὲν ἀποβλύζουσαι τῶν τῇδε σκοπέλων, γαληνὰ δὲ τὰ ὕδατα, καὶ ποταμοὶ πλήθει ῥοθίου ἐπικυρτούμενοι, καὶ τὸ δὴ πάντων παραδοξότατον, τά τε λήϊα καὶ τὰ δένδρα ἐν τούτῳ τῷ ὄρει διπλάσιον μεγέθους πέρι τὸν καρπὸν φέρουσιν ἢ ἐν Λιβύῃ τῇ ἄλλῃ πέφυκε γίνεσθαι. τὰ μὲν οὖν ὄρους τοῦ Αὐρασίου ταύτῃ πη ἔχει. 6 Βανδίλοι δὲ αὐτὸ σὺν πάσῃ Λιβύῃ τὸ κατ’ ἀρχὰς εἶχον, οὓς δὴ Μαυρούσιοι ἀφελόμενοι τῇδε ἱδρύσαντο. 7 Μαυρουσίους δὲ καὶ Ἰαῦδαν, ὃς αὐτῶν ἦρχεν, ἐξελάσας ἐνθένδε Ἰουστινιανὸς βασιλεύς, τῇ ἄλλῃ προσεποίησε Ῥωμαίων ἀρχῇ. 8 προνοήσας τε ὡς μὴ καὶ αὖθις οἱ βάρβαροι κακουργοῖεν ἐνταῦθα ἰόντες, πόλεις μὲν ἀμφὶ τὸ ὄρος ἐρήμους τε καὶ ἀτειχίστους τὸ παράπαν εὑρὼν ἐτειχίσατο, Πεντεβαγάην τε λέγω καὶ Φλωρεντιανὴν καὶ Βάδην τε καὶ Μήλεον καὶ Ταμουγάδην,  p390 ἔτι μέντοι καὶ φρούρια δύο Δάβουσίν τε καὶ Γαιανά, φυλακτήρια δὲ στρατιωτῶν διαρκῆ ἐνταῦθα καταστησάμενος, οὐδεμίαν τοῖς ἐκείνῃ βαρβάροις ἐλπίδα τῆς ἐπὶ τὸ Αὐράσιον ἐπιβουλῆς ἀπελίπετο.​26 9 καὶ χώραν δὲ τὴν ὑπὲρ τὸ Αὐράσιον ὑπὸ Βανδίλοις ὡς ἥκιστα οὖσαν τοὺς Μαυρουσίους ἀφείλετο. πόλεις τε ἐνταῦθα ἐτειχίσατο δύο, τήν τε Φρίκην καὶ Σίτιφιν. 10 ἐν δὲ δὴ πόλεσι ταῖς ἐπὶ Νουμιδίας τῆς ἄλλης κειμέναις ἀνανταγώνιστα ἐρύματα κατεστήσατο. αἷς αἱ προσηγορίαι αἵδε εἰσί· Λαριβουζουδούων, Παρατουρών, Κιλανά, Σικκαβενερία,​27 Τίγισις, Λαμφουαομβά, Καλαμάα, Μέδαρα, Μέδελα. 11 ἔτι μέντοι καὶ φρούρια δύο, ἡ Σκιλή τε καὶ Φώσαλα. ταῦτα μὲν ὧδέ πη ἔσχε.

[link to English translation] 12 Πόλις δέ πού ἐστιν ἐν τῇ νήσῳ Σαρδοῖ, ἣ νῦν Σαρδινία καλεῖται, Τραϊανοῦ Φόρον​28 αὐτὴν καλοῦσι Ῥωμαῖοι. 13 ταύτην τειχήρη πεποίηται Ἰουστινιανός, οὐ πρότερον οὖσαν, ἀλλὰ Μαυρουσίοις τοῖς νησιώταις, οἳ Βαρβαρικῖνοι ἐπικαλοῦνται, ὁπηνίκα ἂν ληΐζεσθαι βουλομένοις ᾖ, ἐν προχείρῳ κειμένην.

[link to English translation] 14 Ἐν δὲ Γαδείροις, κατὰ θάτερα τῶν Ἡρακλέους στηλῶν, ἣ τοῦ πορθμοῦ ἐν δεξιᾷ ἐστι, κατὰ τὴν Λιβύης ἀκτὴν φρούριον ἦν ποτε Σέπτον ὄνομα, ὅπερ ἐδείμαντο μὲν ἐν τοῖς ἄνω χρόνοις Ῥωμαῖοι, Βανδίλων δὲ οὐκ ἐπιμελουμένων καθεῖλεν ὁ χρόνος. 15 ὁ δὲ καθ’ ἡμᾶς βασιλεὺς Ἰουστινιανὸς τείχει μὲν ἐρυμνόν, φυλακτηρίῳ δὲ ἰσχυρὸν κατεστήσατο. 16 οὗ δὴ καὶ νεὼν ἀξιοθέατον τῇ  p392 θεοτόκῳ ἀνέθηκεν, ἀναψάμενος μὲν ἐπ’ αὐτῆς τὰ τῆς πολιτείας προοίμια, παντὶ δὲ ἀνθρώπων τῷ γένει ταύτῃ ἄμαχον τὸ φρούριον τοῦτο ποιούμενος.

[link to English translation] 17 Ἀλλὰ ταῦτα μὲν τοιαῦτά ἐστιν. ἀμφίλεκτον δὲ οὐδὲν​29 γέγονεν, ἀλλ’ ἔνδηλον ἀνθρώποις διαφανῶς πᾶσιν, ὡς ἐκ τῶν ἑῴων ὁρίων ἄχρι ἐς δύοντά που τὸν ἥλιον, ἃ δὴ πέρατά ἐστι τῆς Ῥωμαίων ἀρχῆς, οὐκ ἐρύμασι μόνοις, ἀλλὰ καὶ στρατιωτῶν φυλακτηρίοις Ἰουστινιανὸς βασιλεὺς τὴν πολιτείαν ἐκρατύνατο. 18 ὅσα μὲν οὖν τῶν Ἰουστινιανοῦ οἰκοδομημάτων μαθεῖν ἴσχυσα ἢ αὐτόπτης γεγενημένος ἢ τῶν θεασαμένων αὐτήκοος, ὅση δύναμις τῷ λόγῳ ἐπῆλθον. 19 ἐξεπίσταμαι δὲ ὡς πολλά με καὶ ἄλλα παρῆλθεν εἰπεῖν ἢ ὄχλῳ λαθόντα ἢ παντάπασιν ἄγνωστα μείναντα. 20 ὥστε εἴ τῳ30 διὰ σπουδῆς ἔσται διερευνήσασθαί τε ἅπαντα καὶ τῷ λόγῳ ἐνθεῖναι, προσέσται αὐτῷ τά τε δέοντα πεπραχέναι​31 καὶ φιλοκάλου κλέος ἀπενεγκεῖν.


The Loeb Editor's Notes:

1 ἐκροῇ . . . τινας, omitted in V, supplied in its margin.

2 μεταβιβάσαντες V: καταβιβάσατεςº A.

3 δυοῖν A: δυεῖν V.

4 πεποιημένος V: πεποιημένους A.

5 μεταπορευόμενος Maltretus: μεταπορευομένους.

6 δασμολόγοι A: δασμοφόροι V.

7 Σολομῶνος Maltretus: σολομῶντος V.

8 ἑαυτὴν V: ἑαυτῆς A.

9 πάκεν V: πάκα A.

10 καὶ ταύτης δὲ V: ἀλλὰ καὶ ταύτης A.

11 ἐπικαλοῦνται V: καλοῦνται A.

12 κατὰ added by Haury, κατὰ for καὶ Maltretus.

13 ἐν before ὀκνήσει deleted by Braun.

14 τῶ A: τῶν V.

15 After αὐτοῖς V has καὶ αὐτὰ δὲ διεφθάρη τῷ χρόνῳ.

16 διαφθορεῖν Maltretus: διαφθορεῖ.

17 τὴν Haury: τῶν.

18 ἐπετεχνήσατο V: μετετεχνήσατο A.

19 ἁγίων added by Maltretus.

20 ἐπωνύμως V: ὁμωνύμως A.

21 οὖν A: αὐτῶι V.

22 διασώσασθαι οἵαν τε εἶναι V: διεσώσατο A.

23 οὗτος V: αὐτὸς A.

24 πόλις A: πόλιν V.

25 ἑκάστην Haury: ἑκάστη.

26 ἀπελίπετο V: ἀπελείπετο A.

27 So Haury: βενερία V.

28 φρούριον before Φόρον deleted by Haury.

29 οὐδὲν V: οὐδενὶ A.

30 εἴ τω V: ὅτω A.

31 πεπραχέναι corrector in V: πεπραγέναι or πεποιηκέναι.


[image ALT: Valid HTML 4.01.]

Page updated: 28 Aug 20