[image ALT: Much of my site will be useless to you if you've got the images turned off!]
mail:
Bill Thayer

[image ALT: Click here for an English translation of this page.]
English

[image ALT: Cliccare qui per una pagina di aiuto in Italiano.]
Italiano

[Link to a series of help pages]
Help
[Link to the next level up]
Up
[Link to my homepage]
Home

This webpage reproduces the essay
De signis

by
Theophrastus

as published in Vol. II
of the Loeb Classical Library edition
of the Enquiry into Plants, 1926

The text is in the public domain.

This page has been carefully proofread
and I believe it to be free of errors.
If you find a mistake though, please let me know!

(Vol. II) ΘΕΟΦΡΑΣΤΟΣ

p390 ΠΕΡΙ ΣΗΜΕΙΩΝ
ΥΔΑΤΩΝ ΚΑΙ ΠΝΕΥΜΑΤΩΝ ΚΑΙ ΧΕΙΜΩΝΩΝ ΚΑΙ ΕΥΔΙΩΝ

1 [link to English translation] 1 Σημεῖα ὑδάτων καὶ πνευμάτων καὶ χειμώνων καὶ εὐδιῶν ὧδε ἐγράψαμεν καθ᾽ ὅσον ἦν ἐφικτὸν, ἃ μὲν αὐτοὶ προσκοπήσαντες ἃ δὲ παρ᾽ ἑτέρων οὐκ ἀδοκίμων λαβόντες.

Τὰ μὲν οὖν ἐπὶ τοῖς ἄστροις δυομένοις καὶ ἀνατέλλουσιν ἐκ τῶν ἀστρονομικῶν δεῖ λαμβάνειν. [link to English translation] 2 εἰσὶ δὲ δύσεις διτταί· οἵ τε γὰρ ἀφανισμοὶ δύσεις εἰσί· τοῦτο δέ ἐστιν ὅταν ἅμα συνδύνῃ τῷ ἡλίῳ τὸ ἄστρον, καὶ ὅταν ἀνατέλλοντος δύνῃ. ὁμοίως δὲ καὶ ἀνατολαὶ διτταί, αἱ μὲν ἑῷοι ὅταν προανατέλλῃ τοῦ ἡλίου τὸ ἄστρον, αἱ δ᾽ ἀκρόνυχοι ὅταν ἅμα δυομένῳ ἀνατέλλῃ.

Αἱ μὲν οὖν τοῦ Ἀρκτούρου λεγόμεναι ἀνατολαὶ ἀμφοτέρως συμβαίνουσιν· ἡ μὲν γὰρ τοῦ χειμῶνος ἀκρόνυχός ἐστιν, ἡ δὲ μετωπορινὴ ἑῴα. τῶν δ᾽ ἄλλων αἱ πλεῖσται τῶν ὀνομαζομένων ἑῷαι, οἷον Πλειάδος καὶ Ὠρίωνος καὶ κυνός.

[link to English translation] 3 Τῶν δὲ λοιπῶν σημείων ἔνια μὲν ἴδια κατὰ πάσας χώρας ἐστὶν ἐν ὅσαις ὄρη ὑψηλὰ καὶ αὐλῶνές εἰσι, μάλιστα δὲ ὅσα πρὸς θάλασσαν καθήκει τῶν ὑψηλῶν· τῶν τε γὰρ πνευμάτων ἀρχομένων τὰ νέφη προσπίπτει πρὸς τοὺς τοιούτους τόπους καὶ μεθισταμένων εἰς τοὐναντίον p392ἀντιμεθίστανται καὶ ὑγρότερα γινόμενα διὰ βάρος εἰς τὰ κοῖλα συγκαθίζει. διὸ δεῖ προσέχειν οὗ ἄν τις ἱδρυμένος ᾖ. ἔστι γὰρ ἀεί τινα λαβεῖν τοιοῦτον γνώμονα καὶ ἔστι σαφέστατα σημεῖα τὰ ἀπὸ τούτων.

[link to English translation] 4 Διὸ καὶ ἀγαθοὶ γεγένηνται κατὰ τόπους τινὰς ἀστρονόμοι ἔνιοι, οἷον Ματρικέτας ἐν Μηθύμνῃ ἀπὸ τοῦ Λεπετύμνου, καὶ Κλεόστρατος ἐν Τενέδῳ ἀπὸ τῆς Ἴδης, καὶ Φαεινὸς Ἀθήνῃσιν ἀπὸ τοῦ Λυκαβηττοῦ τὰ περὶ τὰς τροπὰς συνεῖδε, παρ᾽ οὗ Μέτων ἀκούσας τὸν τοῦ ἑνὸς δέοντα εἴκοσιν ἐνιαυτὸν <κύκλον> συνέταξεν. ἦν δὲ ὁ μὲν Φαεινὸς μέτοικος Ἀθήνῃσιν ὁ δὲ Μέτων Ἀθηναῖος. καὶ ἄλλοι δὲ τὸν τρόπον τοῦτον ἠστρολόγησαν.

[link to English translation] 5 Ἄλλα δέ ἐστι σημεῖα ἃ λαμβάνεται ἀπό τε ζώων τῶν κατ᾽ οἰκίαν καὶ ἑτέρων τινῶν τόπων καὶ παθημάτων, μάλιστα δὲ κυριώτατα <τὰ> ἀπὸ τοῦ ἡλίου καὶ τῆς σελήνης· ἡ γὰρ σελήνη νυκτὸς οἷον ἥλιός ἐστι· διὸ καὶ αἱ σύνοδοι τῶν μηνῶν χειμέριοί εἰσιν, ὅτι ἀπολείπει τὸ φῶς τῆς σελήνης ἀπὸ τετράδος φθίνοντος μέχρι τετράδος ἱσταμένου. ὥσπερ οὖν ἡλίου ἀπόλειψις γίνεται κατὰ τὸν ὅμοιον τρόπον καὶ τῆς σελήνης ἔκλειψις. [link to English translation] 6 δεῖ οὖν προσέχειν μάλιστα ταῖς ἀνατολαῖς ταῖς τούτων καὶ ταῖς δύσεσιν ὁποίας ἂν ποιῶνται τὸν βουλόμενον προγινώσκειν.

p394 Πρῶτον μὲν οὖν ληπτέον ὅτι αἱ διχοτομίαι διορίζουσι τὰς ὥρας, ὥστε ἐπὶ τούτων δεῖ ἀθρεῖν καὶ ἐνιαυτὸν καὶ μῆνα καὶ ἡμέραν. διχοτομεῖ δὲ τὸν μὲν ἐνιαυτὸν Πλειάς τε δυομένη καὶ ἀνατέλλουσα· ἀπὸ γὰρ δύσεως μέχρι ἀνατολῆς τὸ ἥμισυ τοῦ ἐνιαυτοῦ ἐστίν. ὥστε δίχα τέμνεται ὁ πᾶς χρόνος. [link to English translation] 7 ὁμοίως δὲ καὶ αἱ τροπαὶ καὶ ἰσημερίαι ποιοῦσιν. οἵα τις ἂν οὖν ᾖ κατάστασις τοῦ ἀέρος Πλειάδος δυομένης, οὕτω ἔχει ὡς ἐπὶ τὸ πολὺ μέχρι τροπῶν, κἂν μεταβάλλῃ, μετὰ τροπάς· ἐὰν δὲ μὴ μεταβάλλῃ, διέχει ἕως ἰσημερίας, κἀκεῖθεν ὡσαύτως μέχρι Πλειάδος, καὶ ἀπὸ ταύτης μέχρι τροπῶν θερινῶν, καὶ ἐντεῦθεν μέχρι ἰσημερίας, καὶ ἀπὸ ἰσημερίας μέχρι Πλειάδας δύσεως.

[link to English translation] 8 Ὡς δ᾽ αὕτως ἔχει καὶ περὶ τὸν μῆνα ἕκαστον· διχοτομοῦσι γὰρ αἵ τε πανσέληνοι καὶ αἱ ὀγδόαι καὶ αἱ τετράδες, ὥστε ἀπὸ νουμηνίας ὡς ἀπ᾽ ἀρχῆς δεῖ σκοπεῖν. μεταβάλλει γὰρ ὡς ἐπὶ τὸ πολὺ ἐν τῇ τετράδι, ἐὰν δὲ μὴ, ἐν τῇ ὀγδόῃ, εἰ δὲ μὴ πανσελήνῳ· ἀπὸ δὲ πανσελήνου εἰς ὀγδόην φθίνοντος, καὶ ἀπὸ ταύτης εἰς τετράδα, ἀπὸ δὲ τετράδος εἰς τὴν νουμηνίαν.

[link to English translation] 9 Ὡς δ᾽ αὕτως καὶ ἐπὶ τῆς ἡμέρας ἔχουσιν αἱ μεταβολαὶ ὡς ἐπὶ τὸ πολύ. ἀνατολὴ γὰρ καὶ πρωῒ καὶ μεσημβρία καὶ δείλη καὶ δύσις, καὶ τὰ τῆς νυκτὸς μέρη τὰ ἀνάλογα ταὐτὸ ποιεῖ τοῖς εἰρημένοις περὶ πνευμάτων καὶ χειμῶνος καὶ εὐδίας. μάλιστα γὰρ ἐὰν μέλλῃ μεταβάλλειν, ἐν ταῖς p396διχοτομίαις μεταβάλλει. καθόλου μὲν οὖν τὰς ὥρας οὕτω δεῖ παρατηρεῖν, καθ᾽ ἕκαστα δὲ τῶν σημείων κατὰ τὸν ὑπογεγραμμένον τρόπον.

[link to English translation] 10 Ὕδατος μὲν οὖν σημεῖα τὰ τοιαῦτα δοκεῖ εἶναι. ἐναργέστατον μὲν οὖν τὸ ἑωθινόν, ὅταν πρὸ ἡλίου ἀνατολῆς φαίνηται ἐπιφοινίσσον σημεῖον· ἢ γὰρ αὐθημερινὸν ἐπισημαίνει ἢ τριῶν ἡμερῶν ὡς ἐπὶ τὸ πολύ. δηλοῖ δὲ καὶ τὰ ἄλλα σημεῖα· ἐὰν γὰρ μὴ πρότερον, τριταῖα μάλιστα σημαίνει τὸ ἐπιφοινίσσον καὶ δύνοντος, ἧττον δὲ ἢ τὸ ἑωθινοῦ.

[link to English translation] 11 Καὶ ἐὰν δύνῃ χειμῶνος ἢ ἔαρος εἰς νεφέλιον, τριῶν ἡμερῶν ὡς τὰ πολλὰ ἐπισημαίνει. καὶ ἐὰν ῥάβδοι νοτόθεν, ταὐτὰ δὲ ταῦτα βορρᾶθεν γινόμενα ἀσθενέστερα. καὶ ἐὰν ἀνίσχων μέλαν σημεῖον ἴσχῃ, καὶ ἐὰν ἐκ νεφελῶν <ἀν>έχῃ, ὑδατικόν, καὶ ἐὰν ἀκτῖνες ἀνίσχοντος ἀνατείνωσι πρὶν ἀνατεῖλαι, κοινὸν ὕδατος σημεῖον καὶ ἀνέμου. καὶ ἐὰν καταφερομένου τοῦ ἡλίου ὑφίστηται νέφος, ὑφ᾽ οὗ ἐὰν σχίζωνται αἱ ἀκτῖνες, χειμερινὸν τὸ σημεῖον. καὶ ὅταν καυματίας δύηται καὶ ἀνατέλλῃ, ἐὰν μὴ ἄνεμος γένηται, ὕδατος τὸ σημεῖον.

[link to English translation] 12 Τὰ αὐτὰ δὲ σημαίνει καὶ σελήνη πανσελήνῳ ἀνίσχουσα, ἀσθενέστερα δὲ ὁ μείς. ἐὰν μὲν ᾖ πυρώδης, πνευματώδη σημαίνει τὸν μῆνα, ἐὰν δὲ ζοφώδης ὑδατώδη· σημαίνει δὲ ὅτι ἂν σημαίνῃ τριταῖος ὢν ὁ μείς.

p398 [link to English translation] 13 Ἀστέρες πολλοὶ διᾴττοντες ὕδατος ἢ πνεύματος, καὶ ὅθεν ἂν διᾴττωσιν ἐντεῦθεν τὸ πνεῦμα ἢ τὸ ὕδωρ. καὶ ἐὰν ἀκτῖνες ἀθρόαι ἀνίσχωσιν ἀνιόντος ἢ δύνοντος, σημεῖον <ὕδατος>. καὶ ὅταν ἀνίσχοντος τοῦ ἡλίου αἱ αὐγαὶ οἷον ἐκλείποντος χρῶμα ἴσχωσιν, ὕδατος σημεῖον. καὶ ὅταν νεφέλαι πόκοις ἐρίων ὅμοιαι ὦσιν, ὕδωρ σημαίνει. [ὑετοῦ δὲ σημεῖα] πομφόλυγες ἀνιστάμεναι πλείους ἐπὶ τῶν ποταμῶν ὕδωρ σημαίνουσι πολύ. ὡς δ᾽ ἐπὶ τὸ πολὺ ἶρις περὶ λύχνον ἢ διὰ λύχνου διαφαινομένη νότια σημαίνει ὕδατα.

[link to English translation] 14 Καὶ οἱ μύκητες ἐὰν νότια ᾖ, ὕδωρ σημαίνουσι, σημαίνουσι δὲ καὶ ἄνεμον κατὰ λόγον ὡς ἂν ἔχωσι πλήθους καὶ μεγέθους, σμικροὶ δὲ καὶ κεγχρώδεις καὶ λαμπροὶ ὕδωρ καὶ ἄνεμον. καὶ ὅταν χειμῶνος τὴν φλόγα <ὁ λύχνος> ἀπωθῇ διαλιπὼν οἷον πομφόλυγας, ὕδατος σημεῖον, καὶ ἐὰν πηδῶσιν αἱ ἀκτῖνες ἐπ᾽ αὐτὸν, καὶ ἐὰν σπινθῆρες ἐπιγένωνται.

[link to English translation] 15 Ὄρνιθες λουόμενοι μὴ ἐν ὕδατι βιοῦντες ὕδωρ ἢ χειμῶνας σημαίνουσι. καὶ φρύνη λουομένη καὶ βάτραχοι μᾶλλον ᾄδοντες σημαίνουσιν ὕδωρ. καὶ ἡ σαύρα φαινομένη, ἣν καλοῦσι σαλαμάνδραν, ἔτι δὲ καὶ χλωρὸς βάτραχος ἐπὶ δένδρου ᾄδων ὕδωρ σημαίνει. χελιδόνες τῇ γαστρὶ τύπτουσαι τὰς λίμνας ὕδωρ σημαίνουσι. βοὺς τὴν προσθίαν ὁπλὴν λείξας χειμῶνα ἢ ὕδωρ σημαίνει. ἐὰν p400δὲ εἰς τὸν οὐρανὸν ἀνακύπτων ὀσφραίνηται, ὕδωρ σημαίνει.

[link to English translation] 16 Κορώνη ἐπὶ πέτρας κορυσσομένη ἣν κῦμα κατακλύζει ὕδωρ σημαίνει· καὶ κολυμβῶσα πολλάκις καὶ περιπετομένη ὕδωρ σημαίνει. κόραξ πολλὰς μεταβάλλειν εἰωθὼς φωνὰς, τούτων ἐὰν ταχὺ δὶς φθέγξηται καὶ ἐπιρροιζήσῃ καὶ τινάξῃ τὰ πτέρα, ὕδωρ σημαίνει. καὶ ἐὰν ὑετῶν ὄντων πολλὰς μεταβάλλῃ φωνὰς καὶ ἐὰν φθειρίζηται ἐπ᾽ ἐλαίας. καὶ ἐάν τε εὐδίας ἐάν τε ὕδατος ὄντος μιμῆται τῇ φωνῇ οἷον σταλαγμοὺς, ὕδωρ σημαίνει. ἐάν τε κόρακες ἐάν τε κολοιοὶ ἄνω πέτωνται καὶ ἱερακίζωσιν, ὕδωρ σημαίνουσι. καὶ ἐὰν κόραξ εὐδίας μὴ τὴν εἰωθυῖαν φωνὴν ἵῃ καὶ ἐπιρροιβδῇ, ὕδωρ σημαίνει.

[link to English translation] 17 Ἐὰν ἱέραξ ἐπὶ δένδρου καθεζόμενος καὶ εἴσω εἰσπετόμενος φθειρίζηται, ὕδωρ σημαίνει. καὶ θέρους ὅταν πολλοὶ ἀθρόοι φανῶσιν ὄρνιθες οἳ βιοτεύουσιν ἐν νήσῳ, ὕδωρ σημαίνουσιν· ἐὰν δὲ μέτριοι, ἀγαθὸν αἰξὶ καὶ βοτοῖς, ἐὰν δὲ πολλοὶ ὑπερβολῇ, αὐχμὸν ἰσχυρόν. ὅλως δὲ ὄρνιθες καὶ ἀλεκτρυόνες φθειριζόμενοι ὑδατικὸν σημεῖον, καὶ ὅταν μιμῶνται ὕδωρ ὡς ὗον.

[link to English translation] 18 Καὶ ἡ νῆττα ἥμερος <ἐὰν> ὑπιοῦσα ὑπὸ τὰ γεῖσα ἀποπτερυγίζηται, ὕδωρ σημαίνει, ὁμοίως δὲ καὶ κολοιοὶ καὶ ἀλεκτρυόνες ἐάν τε ἐπὶ λίμνῃ ἢ θαλάττῃ ἀποπτερυγίζωνται, ὡς νῆττα ὕδωρ σημαίνει. p402καὶ ἐρωδιὸς ὄρθριον φθεγγόμενος ὕδωρ ἢ πνεῦμα σημαίνει· καὶ ἐὰν ἐπὶ θάλατταν πετόμενος βοᾷ, μᾶλλον ὕδατος σημεῖον ἢ πνεύματος, καὶ ὅλως βοῶν ἀνεμῶδες.

[link to English translation] 19 Καὶ ὁ σπίνος ἐν οἰκίᾳ οἰκουμένῃ ἐὰν φθέγξηται ἕωθεν, ὕδωρ σημαίνει ἢ χειμῶνα. καὶ χύτρα σπινθηρίζουσα πᾶσα περίπλεως ὕδατος σημεῖον. καὶ ἴουλοι πολλοὶ πρὸς τοῖχον ἕρποντες ὑδατικόν. δελφὶς παρὰ γῆν κολυμβῶν καὶ ἀναδυόμενος πυκνὰ ὕδωρ ἢ χειμῶνα σημαίνει.

[link to English translation] 20 Ὕμηττος ἐλάττων, ἄνυδρος καλούμενος, ἐὰν τῷ κοίλῳ νεφέλιον ἔχῃ, ὕδατος σημεῖον· καὶ ἐὰν ὁ μέγας Ὕμηττος τοῦ θέρους ἔχῃ νεφέλας ἄνωθεν καὶ ἐκ πλαγίου, ὕδατος σημεῖον. καὶ ἐὰν ὁ ἄνυδρος Ὕμηττος λευκὰς ἔχῃ ἄνωθεν καὶ ἐκ πλαγίου. καὶ ἐὰν περὶ ἰσημερίαν λὶψ πνεύσῃ, ὕδωρ σημαίνει.

[link to English translation] 21 Αἱ δὲ βρονταὶ αἱ μὲν χειμεριναὶ καὶ ἑωθιναὶ μᾶλλον <ἄνεμον ἢ> ὕδωρ σημαίνουσιν· αἱ δὲ θεριναὶ μεσημβρίας καὶ ἑσπεριναὶ βρονταὶ ὑδατικὸν σημεῖον. ἀστραπαὶ δὲ ἐάν γε πανταχόθεν γένωνται ὕδατος ἂν ἢ ἀνέμου σημεῖον, καὶ ἑσπεριναὶ ὡσαύτως. καὶ ἐὰν ἀκρωρίας νότου πνέοντος νοτόθεν ἀστράψῃ, ὕδωρ σημαίνει ἢ ἄνεμον. καὶ ζέφυρος ἀστράπτων πρὸς βορείου ἢ χειμῶνα ἢ ὕδωρ σημαίνει. καὶ θέρους αἱ ἑσπέριαι ἀστραπαὶ ὕδωρ αὐτίκα σημαίνουσιν ἢ p404τριῶν ἡμερῶν. καὶ ὀπώρας βορρᾶθεν ἀστραπαὶ ὑδατικὸν σημεῖον.

[link to English translation] 22 Ἡ Εὔβοια ὅταν διαζωσθῇ μέση, ὕδωρ διὰ ταχέων. καὶ ἐὰν ἐπὶ τὸ Πήλιον νεφέλη προσίζῃ, ὅθεν ἂν προσίζῃ, ἐντεῦθεν ὕδωρ ἢ ἄνεμον σημαίνει. ὅταν ἶρις γένηται, ἐπισημαίνει· ἐάν τε πολλαὶ ἴριδες γένωνται, σημαίνει ὕδωρ ἐπὶ πολύ. ἀλλὰ πολλάκις καὶ οἱ ὀξεῖς ἥλιοι, ὅταν ἐκ νεφέλης. μύρμηκες ἐν κοίλῳ χωρίῳ ἐὰν τὰ ὠὰ ἐκφέρωσιν ἐκ τῆς μυρμηκιᾶς ἐπὶ τὸ ὑψηλὸν χωρίον, ὕδωρ σημαίνουσιν, ἐὰν δὲ καταφέρωσιν εὐδίαν. ἐὰν παρήλιοι δύο γένωνται καὶ ὁ μὲν νοτόθεν ὁ δὲ βορρᾶθεν, καὶ ἅλως ἅμα ὕδωρ διὰ ταχέων σημαίνουσι. καὶ ἅλως αἱ μέλαιναι ὑδατικὸν καὶ μᾶλλον αἱ δείλης.

[link to English translation] 23 Ἐν τῷ Καρκίνῳ δύο ἀστέρες εἰσὶν, οἱ καλούμενοι Ὄνοι, ὧν τὸ μεταξὺ τὸ νεφέλιον ἡ Φάτνη καλουμένη. τοῦτο ἐὰν ζοφῶδες γένηται, ὑδατικόν. ἐὰν μὴ ἐπὶ Κυνὶ ὕσῃ ἢ ἐπὶ Ἀρκτούρῳ, ὡς ἐπὶ τὸ πολὺ πρὸς ἰσημερίαν ὕδωρ ἢ ἄνεμος. καὶ τὸ δημόσιον τὸ περὶ τὰς μυίας λεγόμενον ἀληθές· ὅταν γὰρ δάκνωσι σφόδρα, ὕδατος σημεῖον. σπίνος φθεγγόμενος ἕωθεν μὲν ὕδωρ σημαίνει ἢ χειμῶνα, δείλης δὲ ὕδωρ.

[link to English translation] 24 Τῆς δὲ νυκτὸς ὅταν τὸν Ὕμηττον κάτωθεν τῶν ἄκρων νεφέλη διαζώσῃ λευκὴ καὶ μακρὰ, ὕδωρ γίνεται ὡς τὰ πολλὰ μετρίων ἡμερῶν. καὶ ἐὰν p406ἐν Αἰγίνῃ [καὶ] ἐπὶ τοῦ Διὸς τοῦ Ἑλλανίου νεφέλη καθίζηται, ὡς τὰ πολλὰ ὕδωρ γίνεται. ἐὰν ὕδατα πολλὰ γίνηται χειμερινὰ, τὸ ἔαρ ὡς τὰ πολλὰ γίνεται αὐχμηρόν· ἐὰν δ᾽ αὐχμηρὸς ὁ χειμῶν, τὸ ἔαρ ὑδατῶδες. ὅταν χιόνες πολλαὶ γίνωνται, ὡς τὰ πολλὰ εὐετηρία γίνεται.

[link to English translation] 25 Φασὶ δέ τινες καὶ εἰ ἐν ἄνθραξι λαμπρὰ χάλαζα ἐπιφαίνηται, χάλαζαν προσημαίνειν ὡς τὰ πολλά· ἐὰν δὲ ὥσπερ κέγχροι μικροὶ λαμπροὶ πολλοὶ, ἀνέμου μὲν ὄντος εὐδίαν, μὴ ἀνέμου δὲ ὕδωρ ἢ ἄνεμον. ἔστι δ᾽ ἄμεινον πρῶτον γίνεσθαι βόρειον ὕδωρ νοτίου καὶ τοῖς φυομένοις καὶ τοῖς ζώοις· δεῖ δὲ γλυκὺ εἶναι καὶ μὴ ἁλμυρὸν τοῖς γευομένοις. καὶ ὅλως ἔτος βέλτιον νοτίου βόρειον καὶ ὑγιεινότερον. καὶ ὅταν <πάλιν> ὀχεύωνται πρόβατα ἢ αἶγες, χειμῶνος μακροῦ σημεῖον.

2 [link to English translation] 26 Ὕδατος μὲν οὖν ταῦτα λέγεται σημεῖα· ἀνέμου δὲ καὶ πνευμάτων τάδε. ἀνατέλλων ὁ ἥλιος καυματίας, κἂν μὴ ἀποστίλβῃ, ἀνεμῶδες τὸ σημεῖον· καὶ ἐὰν κοῖλος φαίνηται ὁ ἥλιος, ἀνέμου ἢ ὕδατος τὸ σημεῖον. καὶ ἐὰν ἐπὶ πολλὰς ἡμέρας καυματίας, αὐχμοὺς καὶ ἀνέμους πολυχρονίους σημαίνει. ἐὰν αἱ ἀκτῖνες αἱ μὲν πρὸς βορρᾶν αἱ δὲ πρὸς νότον σχίζωνται τούτου μέσου p408ὄντος κατ᾽ ὄρθρον, κοινὸν ὕδατος καὶ ἀνέμου σημεῖόν ἐστιν.

[link to English translation] 27 Ἔστι δὲ σημεῖα ἐν ἡλίῳ καὶ σελήνῃ, τὰ μὲν μέλανα ὕδατος τὰ δ᾽ ἐρυθρὰ πνεύματος. ἐὰν δὲ καὶ ὁ μεὶς βορείου ὄντος ὀρθὸς εἱστήκῃ, ζέφυροι εἰώθασιν ἐπιπνεῖν καὶ ὁ μὴν χειμερινὸς διατελεῖ. ὅταν μὲν ἡ κεραία <ἡ ἄνω> τοῦ μηνὸς ἐπικύπτῃ, βόρειος ὁ μείς· ὅταν δ᾽ ἡ κάτωθεν, νότιος· ἐὰν δ᾽ ὀρθὸς καὶ μὴ καλῶς ἐγκεκλιμένος μέχρι τετράδος καὶ εὔκυκλος, εἴωθε χειμάζειν μέχρι διχομηνίας. σημαίνει ζοφώδης μὲν ὢν ὕδωρ πυρώδης δὲ πνεῦμα.

[link to English translation] 28 Αἴθυιαι καὶ νῆτται [πτερυγίζουσαι] καὶ ἄγριαι καὶ τιθασσαὶ ὕδωρ μὲν σημαίνουσι δυόμεναι, πτερυγίζουσαι δὲ ἄνεμον. οἱ κέπφοι εὐδίας οὔσης ὅποι ἂν πέτωνται ἄνεμον προσημαίνουσι. στρουθοὶ χειμῶνος ἀφ᾽ ἑσπέρας θορυβοῦντες ἢ ἀνέμου μεταβολὴν σημαίνουσιν ἢ ὕδωρ ὑέτιον. ἐρωδιὸς ἀπὸ θαλάσσης πετόμενος καὶ βοῶν πνεύματος σημεῖόν ἐστι· καὶ ὅλως βοῶν μέγα ἀνεμώδης.

[link to English translation] 29 Κύων κυλινδούμενος χαμαὶ μέγεθος ἀνέμου σημαίνει. ἀράχνια πολλὰ φερόμενα πνεῦμα ἢ χειμῶνα σημαίνει. ἡ ἄμπωτις βόρειον πνεῦμα σημαίνει, πλημμύρα δὲ νότιον. ἐὰν μὲν γὰρ ἐκ βορείων πλημμύρα ἥκῃ, εἰς νότιον μεταβάλλει, ἐὰν δ᾽ ἐκ νοτίων ἄμπωτις γίνηται, εἰς βόρειον p410μεταβάλλει. θάλασσα οἰδοῦσα καὶ ἀκταὶ βοῶσαι καὶ αἰγιαλὸς ἠχῶν ἀνεμώδης. καὶ ὁ μὲν βορέας λήγων ἐλάττων ὁ δὲ νότος ἀρχόμενος. παρήλιος ὁπόθεν ἂν ᾖ ὕδωρ ἢ ἄνεμον σημαίνει.

[link to English translation] 30 Ἡ πέμπτη καὶ δεκάτη ἀπὸ τροπῶν τῶν χειμερινῶν ὡς τὰ πολλὰ νότιος. βορείων δὲ γινομένων ξηραίνει πάντα, νοτίων δὲ ὑγραίνει. ἐὰν δὲ νοτίων ὄντων ψοφῇ <τι> τῶν κεκολλημένων, εἰς τὰ νότια σημαίνει τὴν μεταβολήν· ἐὰν δὲ πόδες οἰδῶσι, νοτία ἡ μεταβολή. τὸ δὲ αὐτὸ σημεῖον καὶ ἐκνεφίου. καὶ ὀδαξῶν τὸν δεξιόν. ἐχῖνος ὁ χερσαῖος σημαντικόν· ποιεῖται δὲ δύο ὀπὰς ὅπου ἂν οἰκῇ, τὴν μὲν πρὸς βορρᾶν τὴν δὲ νοτόθεν· ὁποτέραν δ᾽ ἂν ἀποφράττῃ, ἐντεῦθεν πνεῦμα σημαίνει, ἐὰν δ᾽ ἀμφοτέρας, ἀνέμου μέγεθος.

[link to English translation] 31 Ἐὰν ὄρος . . ., πρὸς βορρᾷ ἄνεμον προσημαίνει. ἐὰν ἐν θαλάττῃ ἐξαίφνης πνεύματος γαλήνη γίνηται, μεταβολὴν πνεύματος ἢ ἐπίδοσιν. ἐὰν ἄκραι μετέωροι φαίνωνται ἢ καὶ νῆσοι ἐκ μιᾶς πλείους, νοτίαν μεταβολὴν σημαίνει· γῆ τε μέλαινα ὑποφαινομένη <βόρειον>, λευκὴ δὲ νότιον. αἱ ἅλωνες περὶ τὴν σελήνην πνευματώδεις μᾶλλον ἢ περὶ ἥλιον· σημαίνουσι δὲ πνεῦμα ῥαγεῖσαι περὶ ἄμφω, καὶ ᾗ ἂν ῥαγῇ ταύτῃ πνεῦμα. ἐπινεφέλων p412ὅθεν ἂν ἀνατέλληται, ἐντεῦθεν ἄνεμος. αἱ κηλάδες νεφέλαι θέρους ἄνεμον σημαίνουσι.

[link to English translation] 32 Ἐὰν ἀστραπὴ πανταχόθεν γίνηται, ὕδωρ σημαίνει, καὶ ὅθεν ἂν αἱ ἀστραπαὶ πυκναὶ γίνωνται, ἐντεῦθεν πνεύματα γίνεται. θέρους ὅθεν ἂν ἀστραπαὶ καὶ βρονταὶ γίνωνται, ἐντεῦθεν πνεύματα γίνεται ἰσχυρά· ἐὰν μὲν σφόδρα καὶ ἰσχυρὸν ἀστράπτῃ, θᾶττον καὶ σφοδρότερον πνεύσουσιν, ἐὰν δ᾽ ἠρέμα καὶ μανῶς, κατ᾽ ὀλίγον. τοῦ δὲ χειμῶνος καὶ φθινοπώρου τοὐναντίον· παύουσι γὰρ τὰ πνεύματα αἱ ἀστραπαί· καὶ ὅσῳ ἂν ἰσχυρότεραι γίνωνται ἀστραπαὶ καὶ βρονταὶ, τοσούτῳ μᾶλλον παύονται· τοῦ δ᾽ ἔαρος ἧττον ἂν ταὐτὰ σημεῖα λέγω, ὥσπερ καὶ χειμῶνος.

[link to English translation] 33 Ἐὰν νότου πνέοντος βορρᾶθεν ἀστράπτῃ, παύεται· ἐὰν ἕωθεν ἀστράπτῃ εἴωθε παύεσθαι τριταῖος, οἱ δὲ ἄλλοι πεμπταῖοι ἑβδομαῖοι ἐνναταῖοι, οἱ δὲ δειλινοὶ ταχὺ παύονται. οἱ βορέαι παύονται ὡς ἐπὶ τὸ πολὺ ἐν περιτταῖς οἱ δὲ νότοι ἐν ἀρτίαις. ἄνεμοι αἴρονται ἁμ᾽ ἡλίῳ ἀνατέλλοντι καὶ σελήνῃ. ἐὰν ἀνατέλλων ὁ ἥλιος καὶ σελήνη παύσωσιν, ἐπιτείνει τὰ πνεύματα· χρονιώτερα δὲ καὶ ἰσχυρότερα τὰ πνεύματα γίνεται τὰ ἡμέρας ἢ νύκτωρ ἀρχόμενα.

[link to English translation] 34 Ἐὰν ἐτησίαι πολὺν χρόνον πνεύσωσι καὶ μετόπωρον γένηται ἀνεμῶδες, ὁ χειμὼν νήνεμος γίνεται, ἐὰν δ᾽ ἐναντίως, καὶ ὁ χειμὼν ἐναντίος. p414πρὸς κορυφῆς ὄρους ὁπόθεν ἂν νεφέλη μηκύνηται, ταύτῃ ἄνεμος πνευσεῖται. αἱ νεφέλαι ἐκ τῶν ὄπισθεν προσίζουσαι καὶ ὄπισθεν πνευσοῦνται. Ἄθως μέσος διεζευγμένος νότιος, καὶ ὅλως τὰ ὄρη διεζωσμένα νότια ὡς τὰ πολλά. οἱ κομῆται ἀστέρες ὡς τὰ πολλὰ πνεύματα σημαίνουσιν, ἐὰν δὲ πολλοὶ, καὶ αὐχμόν. μετὰ χιόνα νότος, μετὰ πάχνην βορέας εἴωθε πνεῖν. μύκητες ἐπὶ λύχνου νότιον πνεῦμα ἢ ὕδωρ σημαίνουσιν.

[link to English translation] 35 Αἱ δὲ στάσεις τῶν πνευμάτων οὕτως ἔχουσιν ὡς ἐν τῷ γράμματι διώρισται.

[image ALT: A diagram of a circle divided into eight equal wedges by four diameters: it is a diagram of the winds as viewed by Aristotle, with North at the top. The N wind is marked Boreas; the NE Kaikias, the E Apeliotes, the SW Euros, the S Notos, the SW Lips, the W Zephyros, the NW Argestes and alternately Olympias and Skiros. In addition, a diameter is drawn with a NNW wind Thraskias and a SSE Phoinikias; and finally, a radius with the NNE wind Meses.]

τῶν δ᾽ ἀνέμων ἔτι πνέουσι τοῖς ἄλλοις ἐπιπίπτουσι μάλιστα ἀπαρκτίας θρακίας ἀργέστης. ὅταν δὲ μὴ ὑπ᾽ ἀλλήλων διαλύωνται τὰ πνεύματα, ἀλλ᾽ αὐτὰ καταμαρανθῶσι μεταβάλλουσιν εἰς τοὺς ἐχομένους p416ἐπὶ δεξιά, ὥσπερ ἡ τοῦ ἡλίου ἔχει φορά. ὁ νότος ἀρχόμενος ξηρὸς τελευτῶν δὲ ὑγρός. καὶ ὁ εὖρος. ὁ δ᾽ ἀπηλιώτης ἀπὸ ἀνατολῆς ἰσημερινῆς ὑδατώδης· διὰ λεπτῶν δὲ ἄγει τὰ ὕδατα.

[link to English translation] 36 Ὑγροὶ δὲ μάλιστα ὅ τε καικίας καὶ λίψ· χαλαζώδης δ᾽ ἀπαρκτίας καὶ θρακίας καὶ ἀργέστης· νιφετώδης δὲ ὅ τε μέσης ἢ βορέας καὶ ἀπαρκτίας· καυματώδης δὲ νότος καὶ ζέφυρος καὶ εὖρος· οἱ μὲν οἷς ἂν ἐκ πελάγους προσπίπτωσιν, οἱ δὲ οἷς ἂν διὰ γῆς. δασύνουσι δ᾽ οὐρανὸν νέφεσι καὶ καλύπτουσι καικίας μάλιστα εἶτα λίψ. καὶ οἱ μὲν ἄλλοι ἄνεμοι ἀφ᾽ ἑαυτῶν τὰ νέφη ὠθοῦσι, καικίας δὲ μόνος πνέων εἰς ἑαυτόν. αἴθριοι δὲ μάλιστα θρακίας καὶ ἀργέστης καὶ τῶν λοιπῶν ἀπαρκτίας· ἐκνεφίαι δὲ μάλιστα ὅ τε ἀπαρκτίας καὶ ὁ θρακίας καὶ ὁ ἀργέστης.

[link to English translation] 37 Γίνονται δὲ ἐκνεφίαι ὅταν εἰς ἀλλήλους ἐμπίπτωσι πνέοντες μάλιστα μὲν μετοπώρου τῶν δὲ λοιπῶν ἔαρος. ἀστραπαῖος δὲ θρακίας καὶ ἀργέστης καὶ ἀπαρκτίας καὶ μέσης. ἐὰν ἐν τῇ θαλάττῃ πάπποι φέρωνται πολλοὶ οἱ γινόμενοι ἀπὸ τῶν ἀκανθῶν, ἄνεμον σημαίνουσιν ἔσεσθαι μέγαν. ὅθεν ἂν ἀστέρες διᾴττωσι πολλοὶ, ἄνεμον p418ἐντεῦθεν· ἐὰν δὲ πανταχόθεν ὁμοίως, πολλὰ πνεύματα σημαίνουσι.

Πνευμάτων μὲν οὖν σημεῖα ταῦτα.

3 [link to English translation] 38 Χειμῶνος δὲ τάδε. ἥλιος δυόμενος εἰς μὴ καθαρόν. καὶ ὡς ἂν μερισθῇ δυόμενος οὕτως αἱ ἡμέραι ἐπιτελοῦνται. οἷον εἰ τὸ τρίτον μέρος ἀπολειφθείη ἢ τὸ ἥμισυ. τὸ σελήνιον ἐὰν ὀρθὸν ᾖ μέχρι τετράδος καὶ εἰ εὔκυκλον, χειμάσει μέχρι διχοτόμου· γέρανοι ἐὰν πρωῒ πέτωνται καὶ ἀθρόοι, πρωῒ χειμάσει, ἐὰν δὲ ὀψὲ καὶ πολὺν χρόνον, ὀψὲ χειμάσει. καὶ ἐὰν ὑποστραφῶσι πετόμενοι, χειμῶνα σημαίνουσι.

[link to English translation] 39 Χῆνες βοῶντες μᾶλλον ἢ περὶ σῖτον μαχόμενοι χειμέριον. σπίνος στρουθὸς σπίζων ἕωθεν χειμέριον. ὄρχιλος [ὡς] εἰσιὼν καὶ εἰσδυόμενος εἰς ὀπὰς χειμῶνα σημαίνουσι καὶ ἐριθεὺς ὡσαύτως. κορώνη ἐὰν ταχὺ δὶς κρώζῃ καὶ τρίτον, χειμερίᾳ. καὶ κορώνη καὶ κόραξ καὶ κολοιὸς ὀψὲ ᾄδοντες χειμέριοι. στρουθὸς ἐὰν λευκὸς ἢ χελιδὼν ἢ ἄλλο τι τῶν μὴ εἰωθότων λευκῶν, χειμῶνα μέγαν σημαίνουσιν, ὥσπερ καί, μέλανες ἐὰν πολλοὶ φανῶσιν, ὕδωρ.

[link to English translation] 40 Καὶ ἐὰν ἐκ πελάγους ὄρνιθες φεύγωσι, χειμῶνα σημαίνουσι. καὶ σπίνος ἐν οἰκίᾳ οἰκουμένῃ φθεγγόμενος χειμέριον. ὅσα ὕδωρ σημαίνει, χειμῶνα ἄγει, ἐὰν μὴ ὕδωρ χιόνα καὶ χειμῶνα. p420κόραξ φωνὰς πολλὰς μεταβάλλων χειμῶνος χειμέριον. κολοιοὶ ἐκ τοῦ νότου πετόμενοι καὶ τευθίδες χειμέριαι. φωνὴ ἐν λιμένι ἀποψοφοῦσα καὶ πολύπλοκον ἠχοῦσα χειμέριον. καὶ οἱ πνεύμονες οἱ θαλάττιοι ἐὰν πολλοὶ φαίνωνται ἐν τῷ πελάγει, χειμερινοῦ ἔτους σημεῖον. πρόβατα ἐὰν πρωῒ ὀχεύηται, πρώϊον χειμῶνα σημαίνουσι.

[link to English translation] 41 Μετοπώρῳ ἐὰν πρόβατα ἢ βόες ὀρύττωσι καὶ κοιμῶνται ἀθρόοι πρὸς ἀλλήλους ἔχοντες τὰς κεφαλὰς, τὸν χειμῶνα χειμέριον σημαίνει. ἐν δὲ τῷ Πόντῳ φασὶν, ὅταν Ἀρκτοῦρος ἀνατείλῃ θᾶττον, ἐναντίους τῷ βορρᾷ νέμεσθαι. βόες μᾶλλον ἐσθίοντες τοῦ εἰωθότος καὶ ἐπὶ τὸ δεξιὸν κατακλινόμενοι χειμέριον. καὶ ὦτα κρούων ὄνος χειμέριον· καὶ μαχόμενα πρόβατα καὶ ὄρνιθες περὶ σίτου παρὰ τὸ ἔθος· προπαρασκευάζονται γάρ· καὶ μῦες τρίζοντες καὶ ὀρχούμενοι χειμέριον.

[link to English translation] 42 Καὶ κύων τοῖς ποσὶν ὀρύττουσα καὶ ὀλολυγὼν ᾄδουσα μόνη ἀκρωρίας χειμέριον. γῆς ἔντερα πολλὰ φαινόμενα χειμῶνα σημαίνει. καὶ ἐὰν πῦρ μὴ θέλῃ ἅπτεσθαι, χειμέριον· καὶ ἐὰν λύχνος ἅπτεσθαι μὴ ἐθέλῃ, χειμῶνα σημαίνει· καὶ τέφρα πηγνυμένη νιφετόν. λύχνος εὐδίας ἡσυχαῖος καιόμενος χειμῶνα σημαίνει· καὶ ἐὰν χειμῶνος ὄντος μύκαι μέλαιναι ἐπιγίνωνται, χειμῶνα σημαίνει· καὶ ἐὰν ὥσπερ κέγχροις πολλοῖς κατάπλεως p422ᾖ, χειμερίσει· καὶ ἐὰν κύκλῳ περὶ τὸ λαμπρὸν ὦσιν εὐδίας οὔσης, χιονικόν.

[link to English translation] 43 Ἡ τοῦ ὄνου Φάτνη εἰ συνίσταται καὶ ζοφερὰ γίνεται, χειμῶνα σημαίνει. καὶ ἐὰν ἀστραπὴ λαμπρὰ μὴ ἐν τῷ αὐτῷ μένῃ, χειμέριον. ἐπὶ Πλειάδι δυομένῃ ἐὰν λάμψῃ κατὰ Πάρνηθα καὶ Βρίληττον καὶ Ὕμηττον, ἐὰν μὲν ἅπαντα καταλάμψῃ, μέγαν χειμῶνα σημαίνει, ἐὰν δὲ τὰ δύο ἐλάττω, ἐὰν δὲ Πάρνηθα μόνον εὐδιεινόν· καὶ ἐὰν χειμῶνος ὄντος νεφέλη μακρὰ ἐπὶ τὸν Ὕμηττον ᾖ, χειμῶνος ἐπίτασιν σημαίνει. Ἄθως καὶ Ὄλυμπος καὶ ὅλως ὀρέων κορυφαὶ κατεχόμεναι ὑπὸ νεφελῶν χειμέριον. ἐὰν εὐδίας γινομένης νεφέλιον φαίνηται ἐν τῷ ἀέρι παρατεταμένον καὶ τιλλόμενον, οὔπω παύεται ὁ χειμών.

[link to English translation] 44 Ἐὰν τὸ μετόπωρον εὐδιεινὸν παρὰ τὸ εἰκὸς γένηται, τὸ ἔαρ γίνεται ψυχρὸν ὡς τὰ πολλά. ἐὰν πρωῒ χειμάζειν ἄρξηται, πρωῒ παύεται καὶ ἔαρ καλόν, ἐὰν δὲ τοὐναντίον, καὶ ἔαρ ὄψιον ἔσται. ἐὰν χειμὼν ὑέτιος, τὸ ἔαρ αὐχμηρόν, ἐὰν δ᾽ αὐχμηρὸς ὁ χειμών, τὸ ἔαρ καλόν. ἐὰν ἡ ὄπωρα γίνηται ἐπιεικής, τὰ πολλὰ γίνεται τοῖς προβάτοις λιμός. ἐὰν τὸ ἔαρ καὶ τὸ θέρος ψυχρὰ γίνηται, ἥ τε ὄπωρα γίνεται καὶ <τὸ> μετόπωρον πνιγηρὸν καὶ οὐκ ἀνεμῶδες.

[link to English translation] 45 Οἱ πρῖνοι ἐὰν εὐκαρπῶσι, χειμῶνες πολλοὶ σφόδρα γίνονται. ἐὰν ἐπὶ κορυφῆς ὄρους νέφος ὀρθὸν στῇ, χειμῶνα σημαίνει, ὅθεν καὶ Ἀρχίλοχος ἐποίησε "Γλαῦχ᾽ ὅρα· βαθὺς γὰρ ἤδη κύμασιν p424ταράσσεται Πόντος ἀμφὶ δ᾽ ἄκρα <Γυρῶν> ὀρθὸν ἵσταται νέφος Σῆμα χειμῶνος." ἐὰν δ᾽ ὁμόχρων ᾖ ὑμένι λευκῷ, χειμέριον. ὅταν ἑστώτων νεφῶν ἕτερα ἐπιφέρηται τὰ δ᾽ ἠρεμῇ, χειμέρια.

[link to English translation] 46 <Ὁ ἥλιος> ἐὰν χειμῶνος διαλάμψας πάλιν ἀποκρυφθῇ καὶ τοῦτο ποιήσῃ δὶς ἢ τρὶς, ἡμέρα χειμέριος δίεισιν. ὁ τοῦ Ἑρμοῦ ἀστὴρ χειμῶνος μὲν φαινόμενος ψύχη σημαίνει θέρους δὲ καῦμα. ὅταν μέλιτται μὴ ἀποπέτωνται μακρὰν ἀλλ᾽ αὐτοῦ ἐν τῇ εὐδίᾳ πέτωνται, χειμῶνα ἐσόμενον σημαίνει. λύκος ὠρυόμενος χειμῶνα σημαίνει διὰ τριῶν ἡμερῶν. λύκος ὅταν πρὸς τὰ ἔργα ὁρμᾷ ἢ εἴσω χειμῶνος ὥρᾳ, χειμῶνα σημαίνει εὐθύς.

[link to English translation] 47 Ἔστι δὲ σημεῖον χειμώνων μεγάλων καὶ ὄμβρων καὶ ὅταν γένωνται ἐν τῷ μετοπώρῳ πολλοὶ σφῆκες, καὶ ὅταν ὄρνιθες λευκοὶ πρὸς τὰ ἐργάσιμα πλησιάζωσι, καὶ ὅλως τὰ ἄγρια θηρία ἐὰν πρὸς τὰ ἐργάσιμα, βόρειον καὶ χειμῶνος μέγεθος σημαίνει. τῆς Πάρνηθος ἐὰν τὰ πρὸς ζέφυρον ἄνεμον καὶ τὰ πρὸς Φύλης φράττηται νέφεσι βορείων ὄντων, χειμέριον τὸ σημεῖον.

[link to English translation] 48 Ὅταν πνίγη γίνηται ἰσχυρά, ὡς τὰ πολλὰ ἀνταποδίδωσι καὶ γίνεται χειμὼν ἰσχυρός. ἐὰν ὕδατα ἐαρινὰ πολλὰ γένηται, καύματα ἰσχυρὰ ἐν τοῖς πεδινοῖς καὶ κοίλοις γίνεται. δεῖ οὖν τὴν ἀρχὴν ὁρᾷν. ἐὰν τὸ μετόπωρον εὐδιεινὸν γίνηται p426σφόδρα τὸ ἔαρ ὡς τὸ πολλὰ γίνεται ψυχρόν· ἐὰν δὲ τὸ ἔαρ ὄψιον γένηται καὶ ψυχρὸν, ἡ ὄπωρα ὀψία γίνεται καὶ <τὸ> μετόπωρον ὡς τὰ πολλὰ πνιγηρόν.

[link to English translation] 49 Οἱ πρῖνοι ὅταν εὐκαρπῶσι σφόδρα, ὡς μὲν τὰ πολλὰ χειμῶνα ἰσχυρὸν σημαίνουσιν, ἐνίοτε δὲ καὶ αὐχμούς φασι γίνεσθαι. καὶ ἐάν τις σπάλακα λαβὼν ὑποπάσας ἄργιλον εἰς πιθάκνην θῇ, σημαίνει ταῖς φωναῖς αἷς ἀφίησιν ἄνεμον καὶ εὐδίαν. καὶ τὸ πανταχοῦ δὲ λεγόμενον σημεῖον δημόσιον χειμέριον, ὅταν μῦες περὶ φορυτοῦ μάχωνται καὶ φέρωσιν.

4 [link to English translation] 50 Εὐδίας δὲ σημεῖα τάδε. ἥλιος μὲν ἀνιὼν λαμπρὸς καὶ μὴ καυματίας καὶ μὴ ἔχων σημεῖον μηδὲν ἐν ἑαυτῷ εὐδίαν σημαίνει. ὡς δ᾽ αὕτως σελήνη πανσελήνῳ. καὶ δυόμενος ἥλιος χειμῶνος εἰς καθαρὸν εὐδιεινὸς, ἐὰν μὴ ταῖς προτέραις ἡμέραις εἰς μὴ καθαρὸν δεδυκὼς ᾖ ἐξ εὐδιῶν· οὕτω δὲ ἄδηλον. καὶ ἐὰν χειμάζοντος ἡ δύσις γένηται εἰς καθαρὸν, εὐδιεινόν· καὶ ἐὰν δύνων χειμῶνος ὠχρὸς ᾖ, εὐδίαν σημαίνει.

[link to English translation] 51 Καὶ ὁ μεὶς ἐὰν τριταῖος ὢν λαμπρὸς ᾖ, εὐδιεινόν. καὶ ἡ τοῦ ὄνου Φάτνη ὅτε ἂν καθαρὰ καὶ λαμπρὰ φαίνηται, εὐδιεινόν. ἅλως δὲ ἐὰν ὁμαλῶς p428παγῇ καὶ μαρανθῇ, εὐδίαν σημαίνει. αἱ κηλάδες νεφέλαι χειμῶνος εὐδιειναί. Ὄλυμπος δὲ καὶ Ἄθως καὶ ὅλως τὰ ὄρη τὰ σημαντικὰ ὅταν τὰς κορυφὰς καθαρὰς ἔχωσιν, εὐδίαν σημαίνει. καὶ ὅταν τὰ νέφη πρὸς τὴν θάλασσαν αὐτὴν παραζωννύῃ, εὐδιεινόν. καὶ ὅταν ὕσαντος πρὸς δυσμὰς χαλκῶδες τὰ νέφη χρῶμα ἔχῃ· εὐδία γὰρ ὡς τὰ πολλὰ τῇ ὑστεραίᾳ.

[link to English translation] 52 Ὅταν δὲ ὁμίχλη γένηται, ὕδωρ οὐ γίνεται ἢ ἔλαττον. ὅταν γέρανοι πέτωνται καὶ μὴ ἀνακάμπτωσιν, εὐδίαν σημαίνει· οὐ γὰρ πέτονται πρὶν ἢ ἂν πετόμενοι καθαρὰ ἴδωσι. γλαῦξ ἡσυχαῖον φθεγγομένη ἐν χειμῶνι εὐδίαν προσημαίνει· καὶ νύκτωρ χειμῶνος ἡσυχαῖον ᾄδουσα. θαλαττία δὲ γλαῦξ ᾄδουσα χειμῶνος μὲν εὐδίαν σημαίνει, εὐδίας δὲ χειμῶνα. καὶ κόραξ δὲ μόνος μὲν ἡσυχαῖον κράζων, καὶ ἐὰν τρὶς κράξῃ μετὰ τοῦτο πολλάκις κράξῃ, εὐδιεινός. . . .

[link to English translation] 53 Καὶ κορώνη ἕωθεν εὐθὺς ἐὰν κράξῃ τρὶς, εὐδίαν καὶ ἑσπέρας χειμῶνος ἡσυχαῖον ᾄδουσα. καὶ ὄρχιλος ἐξ ὀπῆς ἐκπετόμενος καὶ ἐξ ἑρκίων καὶ ἐξ οἰκίας ἔξωθεν εὐδίαν σημαίνει. καὶ ἐὰν χειμῶνος βορεύοντος βορρᾶθεν ὑπόλαμψις γένηται λευκὴ, νοτόθεν δὲ ἐναντία τεταγμένη ᾖ νεφέλη ὀγκώδης, ὡς ἐπὶ τὸ πολὺ εἰς εὐδίαν σημαίνει μεταβολήν. καὶ ὅταν βορέας νεφέλας πολλὰς κινῇ ἐκπνέων μέγας, εὐδίαν σημαίνει.

p430 [link to English translation] 54 Πρόβατα ὀψὲ ὀχευόμενα εὐδιεινὸν ἀποτελοῦσι τὸ σημεῖον. καὶ βοῦς ἐπὶ τὸ ἀριστερὸν ἰσχίον κατακλινόμενος εὐδίαν σημαίνει· καὶ κύων ὡσαύτως· ἐπὶ δεξιὸν δὲ χειμῶνα. τέττιγες πολλοὶ γινόμενοι νοσῶδες τὸ ἔτος σημαίνουσι. λύχνος χειμῶνος καιόμενος ἡσυχαῖος εὐδίαν σημαίνει. καὶ ἐὰν ἐπ᾽ ἄκρῳ οἷον κέγχρους ἔχῃ λαμπράς· καὶ ἐὰν ἐν κύκλῳ τὴν μύξαν περιγράφῃ λαμπρὰ γραμμή.

[link to English translation] 55 Ὁ τῆς σχίνου καρπὸς σημαίνει τοὺς ἀρότους· ἔχει δὲ τρία μέρη καὶ ἔστιν ὁ πρῶτος τοῦ πρώτου ἀρότου σημεῖον, ὁ δεύτερος τοῦ δευτέρου, ὁ τρίτος τοῦ τρίτου· καὶ ὡς ἂν τούτων ἐκβαίνῃ κάλλιστα καὶ γένηται ἁδρότατος, οὕτως ἕξει καὶ ὁ κατὰ τοῦτον ἄροτος.

[link to English translation] 56 Λέγεται δὲ καὶ τοιάδε σημεῖα ὅλων τε τῶν ἐνιαυτῶν γίνεσθαι καὶ τῶν μορίων· ἐὰν ἀρχομένου τοῦ χειμῶνος ζόφος ᾖ καὶ καύματα γίνηται καὶ ταῦτα ἄνευ ὕδατος ὑπ᾽ ἀνέμων διαλυθῇ, πρὸς τὸ ἔαρ σημαίνει χάλαζαν ἐσομένην. καὶ ἐὰν μετὰ τὴν ἐαρινὴν ἰσημερίαν ὁμίχλαι πίπτωσι, πνεύματα καὶ ἀνέμους σημαίνουσιν εἰς ἕβδομον μῆνα ἀμφοτέρων ἀριθμουμένων. ὅσαι μὲν ἅμα μηνοειδεῖ τῇ σελήνῃ πίπτουσιν, αὗται μὲν πνεύματα σημαίνουσιν εἰς ἐκεῖνον τὸν χρόνον, ὅσαι δ᾽ ἀμφικύρτου οὔσης τῆς σελήνης ὕδατα. Καὶ ὅσῳ p432ἂν μᾶλλον ἐφ᾽ ἑκατέρῳ τῷ σχήματι ὁμίχλαι πίπτωσι, μᾶλλον τὰ εἰρημένα σημαίνει.

[link to English translation] 57 Σημαίνει δὲ καὶ τὰ πνεύματα ἅμα ταῖς ὁμίχλαις ἐπιπιπτούσαις γινόμενα· καὶ ἐὰν μὲν ἀπ᾽ ἠοῦς καὶ μεσημβρίας γίνηται τὰ πνεύματα, ὕδατα σημαίνει· ἐὰν δ᾽ ἀφ᾽ ἑσπέρας καὶ ἀπὸ τῆς ἄρκτου πνεύματα καὶ ψύχη. οὓς δὲ κομήτας Αἰγύπτιοι λέγουσιν οὐ μόνον τὰ προειρημένα σημαίνουσιν ὅταν φαίνωνται ἀλλὰ καὶ ψύχη· ἐπὶ δὲ τοῖς ἄστροις εἴωθεν ὡς ἐπὶ τὸ πολὺ σημαίνειν καὶ ταῖς ἰσημερίαις καὶ τροπαῖς, οὐκ ἐπ᾽ αὐταῖς ἀλλ᾽ ἢ πρὸ αὐτῶν ἢ ὕστερον μικρῶ.


[image ALT: Valid HTML 4.01.]

Page updated: 13 May 12