Short URL for this page:
bit.ly/AenTactB
| |||||||||||||||||||||
|
p62 25 ἔστωσαν δὲ διειλημμένοι ὡς εἰς παρατήρησιν·1 οὕτως γὰρ ἂν διακείμενοι ἥκιστα ἂν δύναιντο νεωτερίσαι.
Ἔτι τοίνυν μηδὲ εἰς τὰς κοίτας λαμπτῆρας φέρεσθαι μηδὲ ἄλλο νυκτερινὸν φέγγος· ἤδη γάρ τινες, ἐπεὶ πάντῃ2 ἐξείργονται μηδὲν3 νεωτερίσαι, θέλοντες, μηδὲ πρὸς τοὺς πολεμίους τι πρᾶξαι, τοιόνδε τεχνάζουσι. 26 σὺν γὰρ τοῖς καλάθοις4 καὶ στρώμασιν φερόμενοι5 εἰς τὰς φυλακὰς λύχνα οἱ δὲ δᾷδας οἱ δὲ λαμπτῆρας, ἵνα δὴ6 πρός τι κοιτασθῶσιν, διὰ7 τούτων τῶν φεγγέων8 σύσσημον ἐποιήσαντο· διὸ δεῖ πάντα τὰ τοιαῦτα ὑποπτεύειν.
1 Ἔτι δὲ καὶ τῶν πολιτῶν δεῖ τοῖς9 ἀντιπροθυμουμένοις προσέχειν τὸν νοῦν καὶ μηδὲν εὐθέως10 ἀποδέχεσθαι διὰ τάδε. 2 ῥηθήσονται δὲ ἑξῆς αἱ p64 ἐπιβουλαὶ ἐκ τῆς βίβλου11 παραδείγματος ἕνεκεν, ὅσαι κατὰ πόλιν ἐξ ἀρχόντων ἢ ἰδιωτῶν γεγόνασιν καὶ ὡς ἔνιαι αὐτῶν κωλυθεῖσαι διελύθησαν.
3 Χίου γὰρ μελλούσης προδίδοσθαι, τῶν ἀρχόντων τις, συμπροδιδοὺς καὶ ἀπατῶν τοὺς συνάρχοντας12 ἔπεισε λέγων, ὡς, ἐπειδὴ εἰρήνη εἴη, τοῦ τε λιμένος τὸ κλεῖθρον εἰς γῆν ἀνασπάσαντας ξηρᾶναι δεῖ καὶ πισσαλοιφῆσαι καὶ τὰ παλαιὰ τῶν νεὼν ἄρμενα ἀποδόσθαι, τῶν τε νεωρίων ἐπεσκευάσθαι τὰ στάζοντα καὶ τὴν ἐχομένην αὐτῶν στοὰν καὶ τὸν πύργον, ἐν ᾧ διῃτῶντο οἱ ἄρχοντες, ἐχόμενον τῆς στοὰς, ἵνα ἐκ προφάσεως κλίμακες προπορισθῶσιν13 τοῖς μέλλουσι καταλαμβάνειν τὰ νεώρια καὶ τὴν στοὰν καὶ τὸν πύργον. 4 ἔτι δὲ συνεβούλευε καὶ τὸ πλῆθος τῶν τὴν πόλιν φυλασσόντων ἀπόμισθον ποιῆσαι, ἵν’ ὡς ἐλάχιστον δῆθεν ἀνάλωμα τῇ πόλει ᾖ.14 5 καὶ ἄλλα τούτοις ὁμότροπα λέγων ἔπεισε τοὺς συνάρχοντας ἅπερ ἔμελλεν15 τοῖς προδιδοῦσι καὶ ἐπιτιθεμένοις16 συνοίσειν πρὸς τὴν κατάληψιν· ὥστε ἀεὶ δεῖ προσέχειν τοῖς τὰ τοιαῦτα τελειοῦν17 σπουδάζουσιν. 6 ἅμα δὲ τοῦ τείχους ἐκδήσας18 κατεκρέμασε δίκτυα ἐλάφεια καὶ σύεια, ὡσεὶ ξηρᾶναι θέλων, καὶ ἄλλῃ ἱστία19 ἔξω τοὺς καλοὺς ἔχοντα· καθ’ ἅπερ ἐν νυκτὶ ἀνέβησαν στρατιῶται.
p66 7 Πρὸς δὲ ἀντιστασιώτας τοιόνδε ἐπράχθη ἐν Ἄργει. μελλόντων γὰρ τῶν πλουσίων τὴν δευτέραν ἐπίθεσιν ἐπιτίθεσθαι τῷ δήμῳ καὶ ξένους ἐπαγομένων, ὁ τοῦ δήμου προστάτης, προαισθόμενος τὸ μέλλον, τῶν ἐπιθησομένων τινὰς τῶν ὑπεναντίων ὄντων τῷ δήμῳ ἄνδρας δύο προσποιησάμενος φίλους εἶναι ἀπορρήτους, πολεμίους αὑτῷ20 καθίστησιν αὐτοὺς καὶ ἐποίει κακῶς ἐν τῶν φανερῷ, σιγῇ δὲ τὰ21 ἐκ τῶν ἐναντίων βουλεύματα ἤκουεν παρ’ αὐτῶν. 8 ἐπεὶ δ’ ἐν τῷ εἰσάγεσθαι τοὺς ξένους ἦσαν οἱ πλούσιοι, ἅμα δὲ καὶ τῶν ἐν τῇ πόλει τινὲς ἦσαν ἕτοιμοι, καὶ εἰς τὴν ἐπιοῦσαν νύκτα ἔμελλεν τὸ ἔργον ἔσεσθαι, ἔδοξε τῷ τοῦ δήμου προστάτῃ τὴν22 ταχίστην ἐκκλησίαν συναγαγεῖν καὶ τὸ μέλλον μὴ προειπεῖν, ἵνα μὴ πᾶσα ἡ πόλις ταραχθῇ, εἰπόντα23 δὲ ἄλλα τε καὶ ὅτι συμφέρον εἴη ἐν τῇ ἐπιούσῃ νυκτὶ σὺν τοῖς ὅπλοις πάντας Ἀργείους24 παρεῖναι ἐν τῇ αὑτοῦ25 φυλῇ ὄντας ἕκαστον.26 9 ἐὰν δέ τις ἄλλως27 ἐκθῆται τὰ ὅπλα ἢ ἄλλῃ ἐξενεγκάμενος φανῇ, ὡς προδότης καὶ ἐπιβουλεύων τῷ δήμῳ πασχέτω τι. 10 τοῦτο δὴ αὐτὸ ἵνα κατὰ τὰς φυλὰς ὄντες οἱ πλούσιοι μὴ δύνωνται εἰς ταὐτὸ ἀθροισθέντες μετὰ τῶν ξένων ἐπιθέσθαι, ἀλλ’ ἐν ταῖς φυλαῖς ὄντες διακεχωρισμένοι ὦσιν ἐν πολλοῖς ὀλίγοι φυλέταις. καλῶς δὲ δοκεῖ καὶ ἀγχινόως μετ’ ἀσφαλείας διαλῦσαι τὸ μέλλον.
p68 10a Παραπλησίως δὲ ἐν Ἡρακλείᾳ τῇ ἐν τῷ Πόντῳ, οὔσης δημοκρατίας καὶ ἐπιβουλευόντων τῶν πλουσίων τῷ δήμῳ καὶ μελλόντων ἐπιτίθεσθαι, προγνόντες οἱ προστάται τοῦ δήμου τὸ μέλλον, οὐσῶν αὐτοῖς τριῶν φυλῶν καὶ τεσσάρων ἑκατοστύων, ἔπεισαν τὸ πλῆθος ἑξήκοντα εἶναι ἑκατοστύας, ἵνα ἐν ταύταις καὶ εἰς τὰς φυλακὰς καὶ εἰς τὰς ἄλλας λειτουργίας φοιτῶσιν οἱ πλούσιοι. 11 συνέβαινεν καὶ ἐνταῦθα διεσκεδασμένους εἶναι τοὺς πλουσίους καὶ ἐν ταῖς ἑκατοστύσιν ὀλίγους28 ἑκάστοθι παραγίγνεσθαι ἐν πολλοῖς δημόταις· 12 ὁμότροπον δέ τι τούτῳ καὶ πάλαι29 ἐν Λακεδαίμονι γενέσθαι.30 μηνυθείσης γὰρ ἐπιβουλῆς τοῖς ἄρχουσιν ὅτι ὅταν ὁ πῖλος31 ἀρθῇ ἐπιθήσονται, ἔπαυσαν τοὺς ἐγχειροῦντας ἐπιθέσθαι, κήρυγμα ἀναγγείλαντες τοὺς τὸν πῖλον32 μέλλοντας ἆραι μὴ ἆραι.
13 Ἐν Κορκύρᾳ δὲ ἐπανάστασιν δέον γενέσθαι ἐκ τῶν πλουσίων καὶ ὀλιγαρχικῶν τῷ δήμῳ (ἐπεδήμει33 δὲ καὶ Χάρης Ἀθηναῖος φρουρὰν ἔχων, ὅσπερ34 συνήθελεν τῇ ἐπαναστάσει) ἐτεχνάσθη τοιόνδε. 14 τῶν τῆς φρουρᾶς τινες ἄρχοντες σικύας προσβαλόμενοι35 p70 καὶ τομὰς ἐν τῷ σώματι ποιησάμενοι καὶ αἱματωθέντες ἐξέδραμον εἰς τὴν ἀγορὰν ὡς πληγὰς ἔχοντες, ἅμα δ’ αὐτοῖς εὐθὺς προπαρεσκευασμένοι οἵ τε ἄλλοι στρατιῶται τὰ ὅπλα ἐξηνέγκαντο καὶ τῶν Κορκυραίων οἱ ἐπιβουλεύοντες. 15 τῶν δ’36 ἄλλων ἀγνοούντων τὸ πρᾶγμα καὶ εἰς ἐκκλησίαν παρακληθέντων συνελαμβάνοντο οἱ προστάται τοῦ δήμου, ὡς ἐπαναστάσεως γενομένης37 ἐξ αὐτῶν, καὶ τὰ ἄλλα μεθίστασαν πρὸς τὸ συμφέρον αὑτοῖς.38
1 Χρὴ δὲ καὶ συμμάχων εἰς τὴν πόλιν . . .39 μήποτε ἅμα διατελεῖν τοὺς συμμάχους, ἀλλὰ διεσκεδάσθαι ὁμοτρόπως τῶν αὐτῶν ἕνεκεν τοῖς προειρημένοις. 2 τὸ δὲ αὐτὸ καὶ μετὰ ξένων μισθοφόρων μέλλοντάς τι πράσσειν ἀεὶ χρὴ ὑπερέχειν πλήθει καὶ δυνάμει τοὺς ἐπαγομένους πολίτας τῶν ξένων· εἰ δὲ μή, ἐπ’ ἐκείνοις γίγνονται αὐτοί τε καὶ ἡ πόλις. 3 οἷον Χαλκηδονίοις πολιορκουμένοις παρόντες σύμμαχοι . . .40 ἔπεμψαν φρουρὰν αὐτοῖς οἱ τῶν Χαλκηδονίων41 σύμμαχοι. βουλευομένων τὰ αὑτοῖς42 συμφέροντα οὐκ ἔφασαν43 οἱ φρουροὶ ἐπιτρέψειν, ἐὰν μὴ καὶ Κυζικηνοῖς δοκῇ44 εἶναι συμφέροντα, ὥστε τοῖς Χαλκηδονίοις45 τὴν φρουρὰν ἔσω οὖσαν46 p72 πολὺ φοβερωτέραν εἶναι τῶν προκαθημένων πολεμίων. 4 δεῖ οὖν μήποτε εἰς πόλιν οἰκεῖαν μείζω δύναμιν ἐπακτὸν47 δέχεσθαι τῆς ὑπαρχούσης τοῖς πολίταις, ξένοις τέ χρωμένην48 ἀεὶ δεῖ τὴν πόλιν πολλῷ ὑπερέχειν τῆς τῶν ξένων δυνάμεως· οὐ γὰρ ἀσφαλὲς ξενοκρατεῖσθαι καὶ ἐπὶ49 μισθοφόροις γίγνεσθαι. 5 οἷον καὶ Ἡρακλεώταις τοῖς ἐν τῷ Πόντῳ συνέβη. ἐπαγόμενοι γὰρ ξένους πλείονας τοῦ προσήκοντος, πρῶτον μὲν τοὺς ἀντιστασιώτας ἀνεῖλον, ἔπειτα αὑτοὺς50 καὶ τὴν πόλιν ἀπώλεσαν, τυραννευθέντες ὑπὸ τοῦ εἰσάγοντος τοὺς ξένους.
1 Ἂν δὲ δέῃ ξενοτροφεῖν, ὧδε ἂν ἀσφαλέστατα52 γίγνοιτο. χρὴ τοῖς ἐν τῇ πόλει εὐπορωτάτοις προστάξαι κατὰ δύναμιν ἑκάστῳ παρασχεῖν ξένους ἕκαστον, τοὺς μὲν τρεῖς, τοὺς δὲ δύο, τινὰς δὲ ἕνα· ἀθροισθέντων δὲ ὅσων ἂν δέοιο,53 διελεῖν αὐτοὺς54 εἰς λόχους, 2 καταστήσαντας ἐπ’ αὐτοὺς τῶν πολιτῶν τοὺς πιστοτάτους λοχαγούς. τὸν δὲ μισθὸν καὶ τὴν τροφὴν οἱ ξένοι παρὰ τῶν μισθωσαμένων λαμβανόντων, τὸ μέν τι παρ’ αὐτῶν, 3 τὸ δὲ καὶ τῆς πόλεως συμβαλλομένης. καὶ διαιτάσθωσαν ἕκαστοι ἐν ταῖς τῶν μισθωσαμένων οἰκίαις, οἱ δὲ τὰς λειτουργίας καὶ τὰς p74 ἐκκοιτίας καὶ τὰ ἄλλα ἐπιτάγματα ἐκ τῶν ἀρχόντων ἀθροιζόμενοι ὑπὸ τῶν λοχαγῶν ὑπηρετούντων. 4 κομιδὴ δὲ τοῖς προαναλίσκουσιν εἰς τοὺς ξένους χρόνῳ τινὶ γενέσθω ὑπολογιζομένων55 τῶν εἰς τὴν πόλιν εἰσφερομένων παρὰ ἑκάστου τελῶν· οὕτω γὰρ ἂν τάχιστά τε καὶ ἀσφαλέστατα καὶ εὐτελέστατα ξενοτροφηθείη.
1 Τοῖς μὲν οὖν ἐν τῇ πόλει ὑπεναντία θέλουσιν τοῖς καθεστηκόσι προσφέρεσθαι ὡς προγέγραπται. τὸ δὲ πλῆθος τῶν πολιτῶν εἰς ὁμόνοιαν τέως μάλιστα χρὴ προάγειν, ἄλλοις τε ὑπαγόμενον αὐτοὺς καὶ τοὺς χρεωφειλέτας57 κουφίζοντα τόκων βραχύτητι ἢ ὅλως ἀφαιροῦντα, ἐν δὲ τοῖς λίαν ἐπικινδύνοις καὶ τῶν ὀφειλημάτων τι μέρος, καὶ πάντα ὅταν δέῃ,58 ὡς πολύ γε φοβερώτατοι ἔφεδροί εἰσιν οἱ τοιοίδε ἄνθρωποι, τούς τε ἐν ἀπορίᾳ ὄντας τῷ ἀναγκαίων εἰς εὐπορίαν καθιστάναι. 2 καὶ ὅπως ἴσως καὶ ἀλύπως τοῖς πλουσίοις ταῦτ’ ἂν59 γιγνόμενα πράττοιτο καὶ ἐξ οἵων πόρων60 πορίζοιτο, καὶ περὶ τούτων ἐν τῇ Ποριστικῇ βίβλῳ δηλωτικῶς γέγραπται.
1 Köchly and Rüstow: ὡσεὶ παρὰ τρισίν M.
2 Casaubon: ἐπὶ πάντη M.
4 Orelli: ἀκολούθοις M.
5 Haase: φερομένοις M.
6 Casaubon: δὲ M.
7 Added by Hercher.
8 Hercher (φέγγων: φεγγέων Behrendt): τοῦτον τὸν φεγγαῖον M.
9 R. Schöne: τοῖσ δει (with indication of wrong order) M.
10 εὐήθως (cf. XXVIII.7) Herm. Schöne.
11 ποριστικῆς βίβλου Hercher: πολιτικῆς Köchly and Rüstow: Casaubon thought of the ἀκούσματα: R. Schöne with great probability suggests an ἐπιβουλῶν βίβλος.
12 Casaubon: ἄρχοντας M.
13 R. Schöne: προσπορισθῶσιν M.
14 Casaubon: ἢ M.
15 Meineke: ἔμελλον M.
16 Köchly and Rüstow: ἐπιθεμένοις M.
17 B2C: λειοῦν M.
18 Haupt: ἐπιδήσας M.
19 Orelli: σύεια M.
20 Orelli: αὐτῶ M.
21 Casaubon: τὸ M.
22 Added by Schenkl.
23 εἰπεῖν Köchly and Rüstow: εἶπεν Herm. Schöne.
24 Schöne: M, now illegible, formerly reported to have μὲν οὓσ (?): ἄγει οὓς A: ἔχει οὓς B.
25 Köchly and Rüstow: ἀυτοῦ M.
26 Meier: ἑκατὸν M.
27 ἄλλοσε Reiske (ἄλλοσ’ R. Schöne).
28 Casaubon: ὀλίγοις M.
29 Köchly and Rüstow: παλαιὸν M.
30 C: γίνεσθαι M.
31 Casaubon: ὅτ’ ἂν ὁ πηλὸς M.
32 Casaubon: πηλὸν M.
33 Casaubon: ἐπιδημεῖ M.
34 Casaubon: ὥσπερ M.
35 Casaubon: προβαλλόμενοι M.
36 Added by Casaubon.
37 Meineke: γινομένης M.
38 Hercher: ἀυτοῖς M.
39 Casaubon indicated the lacuna: Reiske suggested ἐπηγμένων, which is followed in the translation.
40 Sauppe indicated the lacuna: R. Schöne suggests that an expression like κίνδυνον παρεσκεύασαν and some mention of the Cyzicenes have fallen out.
41 καλχιδονίων M.
42 Köchly and Rüstow: ἀυτοῖσ M.
43 Casaubon: ἔφησαν M.
44 Casaubon: δοκεῖ M.
45 καλχιδονίοισ M.
46 Casaubon: ἔσω ὁρᾶν M.
47 Casaubon: ἐπ’ ἀυτὸν M.
48 Köchly and Rüstow: χρώμενον M.
49 Casaubon: ἔτι M.
50 R. Schöne: ἀυτοὺς M.
51 In M this word follows the next sentence.
52 Hercher: ἀσφαλέστατοι M.
53 R. Schöne: ὅσων δέοιτο M.
54 C (?), Casaubon: ἑαυτοὺσ M.
55 Haase: ὑπολογιζομένοις ὑπὸ M.
56 In M these words follow the next sentence.
57 Casaubon: χρεοφειλέτας M.
58 Haase: ὅτ’ ἂν δὲ M.
59 Hertlein: ταῦτα M.
60 Casaubon: πόνων M.
Images with borders lead to more information.
|
||||||
ΑΝΩ: |
Αἰνείας ὁ Τακτικός |
Ἀρχαία Στρατιωτική Ἱστορία |
Στρατιωτικὴ Ἱστορία |
Εἴσοδος |
||
Κλασικά Κείμενα |
ΛακουσΚούρτιος |
|||||
A page or image on this site is in the public domain ONLY if its URL has a total of one *asterisk. If the URL has two **asterisks, the item is copyright someone else, and used by permission or fair use. If the URL has none the item is © Bill Thayer. See my copyright page for details and contact information. |
Page updated: 20 Jul 13