Short URL for this page:
bit.ly/AenTactC
| |||||||||||||||||||||
|
p74 1 Κατασκευασθέντων δὲ τούτων, ἄν τι ἀγγελθῇ1 ἢ πυρσευθῇ βοηθείας δεόμενον, ἐξιέναι ἐπὶ τὰ p76 κακούμενα τῆς χώρας. 2 τοὺς δὲ στρατηγοὺς τοὺς2 παρόντας εὐθὺς συντάττειν,3 ἵνα μὴ σποράδην καὶ κατ’ ὀλίγους ἐξιόντες ἐπὶ τὰ αὑτῶν4 ἀπολλύωνται5 δι’ ἀταξίαν καὶ κόπον ἄκαιρον, ἐνεδρευόμενοί τε ὑπὸ τῶν πολεμίων καὶ κακὰ πάσχοντες. 3 ἀλλὰ χρὴ τούς τε παραγιγνομένους ἐπὶ τὰς πύλας ἀθροίζεσθαι μέχρι τινὸς πλήθους, ὡς λόχου6 ἢ διλοχίας, εἶτα συνταχθέντας καὶ ἡγεμόνος αὐτοῖς φρονίμου δοθέντος, οὕτως ἐκπέμπεσθαι καὶ σπεύδειν ἰόντας7 ἐν τάξει ὡς μάλιστα. 4 ἔπειτα ἄλλο καὶ8 ἄλλο πλῆθος9 οὕτως ἐκπέμπειν καὶ ἐν τάχει μέχρις οὗ ἱκανοὶ δοκοῦσιν ἐκβεβοηθηκέναι, ἵνα καὶ ἐν τῇ πορείᾳ ἐχόμενα ᾖ τὰ μέρη, καὶ ἐάν τε10 μέρει11 μέρος δέῃ βοηθῆσαι ἐάν τε ἅμα πάντα δέῃ, ῥᾳδίως ὑπάρχῃ12 συμμίσγειν ἀλλήλοις καὶ μὴ δρόμῳ πόρρωθεν παραγίγνωνται.13 5 πρὸ δὲ αὐτῶν δεῖ πρώτους τοὺς ὑπάρχοντας ἱππέας καὶ κούφους ἐξιέναι, μηδὲ τούτους ἀτάκτους,14 προεξερευνῶντάς τε καὶ προκαταλαμβάνοντας τὰ ὑψηλὰ τῶν χωρίων, ἵν’ ὡς ἐκ πλείστου προειδῶσιν οἱ ὁπλῖται15 τὰ τῶν πολεμίων καὶ μηδὲν ἐξαίφνης αὐτοῖς προσπέσῃ.16 6 περί τε τὰς καμπὰς τῶν χωρίων καὶ τὰς βάσεις τῶν ἀκρολοφιῶν καὶ τὰς ἐκτροπὰς τῶν ὁδῶν, ὅπου ἂν τρίοδοι ὦσιν, εἶναι σημεῖα, ἵνα μὴ περὶ ταῦτα σχίζωνται ἀπ’ ἀλλήλων οἱ ὑπολελειμμένοι δι’ ἄγνοιαν τῆς ὁδοῦ. 7 ἀπιόντα17 p78 τε εἰς τὴν πόλιν πεφυλαγμένως ἀναχωρεῖν πολλῶν ἕνεκεν καὶ μάλιστα ἐνέδρας φοβούμενον πολεμίων· ἤδη γὰρ περὶ βοήθειαν ἀφύλακτον τοιόνδε συνέβη. 8 Τριβαλλῶν ἐμβαλλόντων εἰς τὴν Ἀβδηριτῶν χώραν, ἐπεξελθόντες Ἀβδηρῖται καὶ παράταξιν ποιησάμενοι κάλλιστον ἔργον εἰργάσαντο· συμβαλόντες γὰρ κατέβαλον πολλοὺς καὶ ἐνίκων πλῆθος πολὺ καὶ μάχιμον. 9 οἱ δὲ Τριβαλλοί, ἀγανακτήσαντες τῷ συμβάντι, ἀπαλλαγέντες καὶ ἀναλαβόντες αὑτοὺς,18 πάλιν ἀφικόμενοι εἰς τὴν χώραν καὶ ἐνέδρας προκαθίσαντες ἔκειρον τὴν χώραν τὴν Ἀβδηριτῶν οὐ πόρρω τῆς πόλεως, οἱ δὲ Ἀβδηρῖται ὑπερφρονήσαντες αὐτῶν διὰ τὸ προειργασμένον ἔργον ἐπεβοήθουν πανσυδίῃ πάσῃ ῥώμῃ καὶ προθυμίᾳ· οἱ δὲ ὑπῆγον αὐτοὺς εἰς τὰς ἐνέδρας. 10 ὅπου δὴ19 λέγεται ἐκ μιᾶς πόλεως, τοσαύτης γε τὸ μέγεθος, πλείστους ἐν ἐλαχίστῳ χρόνῳ ἀπολέσθαι. οὐδὲ γὰρ ἀκούσαντες τὸν ὄλεθρον τῶν πρώτων ἐπεξελθόντων οἱ ἄλλοι ἐπέσχον τῆς βοηθείας, ἀλλ’ ἄλλος ἄλλον παρακαλῶν ἔσπευδεν βοηθεῖν τοῖς ἐπεξελθοῦσι, μέχρι ἠρημώθη ἡ πόλις ἀνδρῶν.
1 Ὅδ’20 οὖν ἄλλος τρόπος βοηθείας βελτίων ἂν εἴη ἐπὶ τοὺς ἐμβεβληκότας. 2 πρῶτον μὲν οὖν νυκτὸς21 p80 οὐ χρὴ εὐθὺς22 βοηθεῖν, εἰδότα ὅτι ἀτακτότατοι ἂν καὶ ἀπαράσκευοι πρὸ τῆς ἕω23 εἶεν οἱ ἄνθρωποι, τῶν μὲν ἐπειγομένων τὰ οἰκεῖα σῴζειν ὡς τάχιστα ἐκ τῶν ἀγρῶν, ἑτέρων δὲ πεφοβημένων εἰς τοὺς κινδύνους προϊέναι, οἷα24 εἰκὸς προσφάτως ἀγγελμένων,25 ἄλλων δὲ πάμπαν ἀπαρασκεύων ὄντων. 3 χρὴ οὖν τὴν μὲν βοήθειαν εὐτρεπίζειν ἀθροίζοντα ὅτι τάχος, ἅμα τῶν μὲν τὸ δεῖμα ἀφαιροῦντα, τοῖς δὲ θάρσος ἐμποιοῦντα26 τοὺς δὲ ὁπλίζοντα.27 4 δεῖ γάρ σε εἰδέναι ὅτι τῶν πολεμίων οἱ μετὰ ξυνέσεως καὶ ἐπιστήμης γιγνόμενοι ἐν πολεμίᾳ,28 κατ’ ἀρχὰς μὲν τὸ ἰσχυρότατον αὑτῶν29 ἐν τάξει ἄγουσι προσδεχόμενοί τινας ἐφ’ ἑαυτοὺς ἰέναι30 καὶ ἑτοίμως ἔχοντες ἀμύνεσθαι· τινὲς δὲ διασπαρέντες αὐτῶν κατὰ τὴν χώραν ἀδικοῦσιν, ἄλλοι δ’ ἂν ἐνεδρεύοιεν προσδεχόμενοί τινας βοηθοῦντας ὑμῶν31 ἄτακτον βοήθησιν. 5 δεῖ οὖν μὴ εὐθὺς αὐτοὺς προσκείμενον ἐνοχλεῖν, ἀλλ’ ἐᾶσαι τούτους πρότερον θαρσῆσαι καὶ καταφρονήσαντάς σου ἐπὶ λεηλάτησιν καὶ πλεονεξίαν ὁρμῆσαι· ἅμα δ’ ἂν οὗτοι σιτίων καὶ πόσεως πληρούμενοι καὶ οἰνωθέντες ἀμελεῖς32 καὶ ἀπειθεῖς τοῖς ἄρχουσι γίγνοιντο. 6 ἐκ δὲ τούτων εἰκὸς μοχθηροὺς αὐτῶν τοὺς ἀγῶνας καὶ τὴν ἀποχώρησιν συμβαίνειν, ἐάνπερ γε σὺ αὐτοῖς εὐκαίρως ἐπιθὴ.33 7 ἡτοιμασμένης γάρ σοι τῆς βοηθείας εἰς τὸν παρηγγελμένον τόπον καὶ ἐσπαρμένων ἤδη τῶν πολεμίων πρὸς ἁρπαγήν, οὕτω χρὴ αὐτοῖς προσκεῖσθαι τοῖς μὲν p82 ἱππεῦσιν προκαταλαμβάνοντα τὰς ἀποχωρήσεις, τοῖς δ’ ἐπιλέκτοις ἐνέδρας ποιούμενον, τοῖς δ’ ἄλλοις κούφοις34 ἐπιφαινόμενον αὐτοῖς, τοὺς δ’ ὁπλίτας ἀθρόους ἐν τάξει ἄγοντα,35 μὴ πόρρω δὲ τῶν προπεμφθέντων36 μερῶν.
Ἐπιτίθεσο δὲ τοῖς πολεμίοις ἐν οἷς ἄκων μὲν μὴ37 μαχήσῃ, μαχόμενος δὲ μὴ ἔλασσον ἕξεις τῶν πολεμίων. 8 διὰ οὖν τὰ πρότερα38 εἰρημένα λυσιτελεῖ ποτε ἐφεῖναι καὶ ἐᾶσαι τοὺς πολεμίους ὡς πλείστην κατασῦραι τῆς χώρας, ἵνα δὴ39 λεηλατοῦντες καὶ διαπεπληρωμένοι λαφύρων ῥᾳδίως σοι τὴν δίκην δώσουσιν· τά τε γὰρ ληφθέντα πάντ’ ἂν40 σῴζοιτο,41 οἵ τ’ ἀδικήσαντες κατ’ ἀξίαν λάβοιεν τὰ ἐπιτίμια. 9 ὀξέως δ’ ἂν βοηθήσας τοῖς μὲν σαυτοῦ ἀπαρασκεύοις τε καὶ οὐ42 τεταγμένοις κινδυνεύοις, οἵ τε πολέμιοι μικρὰ μὲν ἂν φθάσαιεν κακουργήσαντες, ἐν τάξει δ’ ἂν ἔτι ὄντες ἀτιμώρητοι ἂν ἀπέλθοιεν. 10 πολὺ δὲ κρεῖσσον, ὡς γέγραπται, ἐνδόντα ἀφυλάκτως διακειμένοις αὐτοῖς ἐπιθέσθαι. 11 ἐὰν δέ σε λάθῃ ἢ φθάσῃ τὰ ἐκ τῆς χώρας λεηλατηθέντα, οὐ χρὴ τὴν δίωξιν αὐτῶν ποιεῖσθαι τὰς αὐτὰς ὁδοὺς καὶ τοὺς αὐτοὺς χώρους, ἀλλὰ τῇδε43 μὲν ὀλίγους ἐπιφαίνεσθαι καὶ διώκοντας μὴ ἐπικαταλαμβάνειν ἑκουσίως καὶ ἀνυπόπτως, ἄλλο δὲ πλῆθος μετὰ ἀξιοχρέου δυνάμεως σπεύδειν κατ’ ἄλλας ὁδοὺς ὅτι τάχιστα πορευόμενον, καὶ φθάσαντας44 ἐν τῇ τῶν ἀγόντων p84 χώρᾳ περὶ τὰ ὅρια ἐνεδρεῦσαι 12 (φθάσαι δέ σε εἰκός ἐστι, πρότερον εἰς τὴν ἐκείνων ἀφικόμενον, διὰ τὸ λείαν45 ἄγοντας αὐτοὺς βραδυτέρως πορεύεσθαι), τὴν δ’ ἐπίθεσιν αὐτοῖς ποιεῖσθαι δειπνοποιουμένοις· οἱ γὰρ λεηλατήσαντες, ἔν τε τῇ αὑτῶν46 ἤδη γεγονότες καὶ ἐν ἀσφαλεῖ ὄντες, πρὸς ῥᾳθυμίαν τρεπόμενοι ἀφυλακτοτέρως ἂν διακέοιντο. 13 ἄριστον δ’,47 ἵνα νεοκμῆσιν48 τοῖς στρατιώταις χρήσῃ, ὑπαρχόντων γε49 πλοίων, κατὰ θάλατταν τὴν δίωξιν ποιεῖσθαι· τό τε γὰρ φθάσαι καὶ τὰ ἄλλα εἰς τὸ δέον σοι συμβήσεται, ἐὰν μὴ κατοφθῇς πλέων ὑπ’ αὐτῶν. 14 Κυρηναίους δὲ50 καὶ Βαρκαίους λέγεται καὶ ἄλλας τινὰς πόλεις τὰς ἁμαξηλάτους τε ὁδοὺς καὶ μακρὰς βοηθείας ἐπὶ συνωρίδων καὶ ζευγῶν βοηθεῖν· κομισθέντων δὲ εἰς τὸ προσῆκον καὶ ἑξῆς τῶν ζευγέων παραταχθέντων, ἀποβάντες οἱ ὁπλῖται καὶ ἐν τάξει γενόμενοι εὐθὺς νεοκμῆτες προσεφέροντο τοῖς πολεμίοις. 15 οἷς οὖν εὐπορία ζευγῶν, καλὸν τὸ πλεονέκτημα, ταχύ τε καὶ νεοκμῆτας τοὺς στρατιώτας εἰς τὸ δέον ἐλθεῖν· εἴησαν δὲ ἂν αἱ ἅμαξαι εὐθὺς καὶ ἔρυμα ταῖς στρατοπεδείαις· οἱ τραυματίαι καὶ εἴ τι ἄλλο γένοιτο σύμπτωμα τοῖς στρατιώταις, ἐπὶ τούτοις ἀπάγοιντ’ ἂν εἰς τὴν πόλιν.
1 Casaubon: ἀγγελθὲν M (ἀγγελθὲν ᾖ Oldfather).
2 Added by Hercher.
3 Casaubon: συντάττει M.
4 Hertlein: ἀυτῶν M.
5 Casaubon: ἀπολλύονται M.
6 Casaubon: λόχω M.
7 Reiske: ὄντασ M.
8 Meineke: καὶ κατὰ M.
9 Casaubon: πάθος M.
10 Casaubon: τὰ M.
11 Reiske: μέρη M.
12 Casaubon: ὑπάρχειν M.
13 Casaubon: παραγίγνονται M.
14 Suggested by R. Schöne.
15 Köchly and Rüstow: πολῖται M.
16 Reiske: προσπέσοι M.
17 Hertlein: ἀπιόντας M.
18 Hercher: ἀυτοὺς M.
19 Casaubon: δὲ M.
20 Hug: ὁδ’ (i.e. ὁ δ’) M.
21 Added by R. Schöne.
22 Hercher: εὐθὺ M.
23 προθέσεως Wünsch (accepted by Behrendt and Fischer).
24 Casaubon: οἱ δ’ M.
25 Defended by Behrendt from usage of Herodotus: ἠγγελμένων Casaubon.
26 Casaubon: ἐμποιοῦντασ M.
27 Casaubon: ὁπλίζοντασ M.
28 Casaubon: ἐν πόλει μιᾶ M.
29 Hercher: ἀυτῶν M.
30 Added by R. Schöne.
31 Casaubon: ἡμῶν M.
32 Casaubon: ἀμελλεῖς M.
33 Haase: ἐπιθῆσῃ M.
34 Casaubon: κούφως M.
35 Casaubon: ἄγοντασ M.
36 Casaubon: προοφθέντων M.
37 Added by Casaubon.
38 πρότερον Casaubon.
39 Reiske: ἢ M.
40 Hertlein: πάντα M.
41 Orelli: σώζοιντο M.
42 Added by Casaubon.
43 Casaubon: τῆσδε M.
44 Haase: φθάσαντος M.
45 Casaubon: λίαν M.
46 Hercher: ἀυτῶν M.
47 Added by Casaubon.
48 Casaubon: ἱνανεομησσιν M.
49 Casaubon: δὲ M.
50 Casaubon: κρηναίους καὶ M.
Images with borders lead to more information.
|
||||||
ΑΝΩ: |
Αἰνείας ὁ Τακτικός |
Ἀρχαία Στρατιωτική Ἱστορία |
Στρατιωτικὴ Ἱστορία |
Εἴσοδος |
||
Κλασικά Κείμενα |
ΛακουσΚούρτιος |
|||||
A page or image on this site is in the public domain ONLY if its URL has a total of one *asterisk. If the URL has two **asterisks, the item is copyright someone else, and used by permission or fair use. If the URL has none the item is © Bill Thayer. See my copyright page for details and contact information. |
Page updated: 20 Jul 13