Short URL for this page:
bit.ly/AenTactD
| |||||||||||||||||||||
|
p84 16 Καὶ ἐὰν μὲν ᾖ ἡ χώρα μὴ εὐείσβολος, ἀλλ’ ὀλίγαι ὦσιν αἱ εἰσβολαὶ καὶ στεναί, προκατασκευάσαντας1 p86 αὐτάς,2 ὡς προγέγραπται οὕτω μερισθέντας,3 ἐπὶ ταῖς εἰσβολαῖς4 ἐναντιοῦσθαι τοῖς ἐπιχειροῦσι καὶ βουλομένοις πρὸς τὴν πόλιν προσιέναι, προδιαταξαμένους5 καὶ τοὺς6 φρυκτοῖς γνωρίζοντας τὰ ἀλλήλων πάθη, ὅπως τὰ μέρη βοηθῇ, ἄν τι δέωνται ἀλλήλων. 17 ἂν δὲ μὴ δυσείσβολος ᾖ ἡ χώρα, ᾖ δὲ7 πολλαχῇ πολλοὺς εἰσβάλλειν, χρησίμους8 καταλαβεῖν τῆς χώρας τόπους, ὥστε τοῖς πολεμίοις χαλεπὴν εἶναι τὴν πάροδον ἐπὶ τὴν πόλιν. 18 ἂν δὲ μηδὲ ταῦτα ὑπάρχῃ, τῶν λοιπῶν καταλαβεῖν ἐγγὺς τῆς πόλεως χωρία σύμμαχα πρὸς τὸ μάχεσθαί τε9 πλεονεκτικῶς καὶ εὐαπαλλάκτως ἔχειν τοῦ χωρίου10 ὅταν βούλῃ11 ἀπιέναι πρὸς τὴν πόλιν· κἂν12 οὕτως ἐμβαλόντες οἱ πολέμιοι εἰς τὴν χώραν πρὸς τὴν πόλιν πορεύωνται, κατάρχειν13 ὑμᾶς τῆς μάχης ἐκ τῶν χωρίων τούτων ὁρμωμένους. 19 τὰς δ’ ἐπιθέσεις αὐτοῖς ποιεῖσθαι ἀεὶ πλεονεκτοῦντα ἐκ τῆς χώρας τῇ συνηθείᾳ· πολὺ γὰρ προέξεις14 προειδὼς τὰ χωρία καὶ προάγων εἰς τόπους οἵους ἂν σὺ βούλῃ,15 σοι μὲν γνωστοὺς16 καὶ ἐπιτηδείους καὶ φυλάξασθαι καὶ διῶξαι καὶ φυγεῖν καὶ ἀπιέναι εἰς τὴν πόλιν λαθραίως καὶ φανερῶς — ἔτι δὲ καὶ τὰ ἐπιτήδεια προειδότα ὅπου ἂν τῆς χώρας ὑπάρχῃ ὑμῖν —, τοῖς δὲ πολεμίοις ἀσυνήθεις17 καὶ ἀγνῶτας καὶ λελειμμένους πάντων τούτων. p88 20 εἰδότες δὲ18 ὅτι ἄπειρον ὄντα τῆς χώρας οὐ μόνον ἀδύνατον πρᾶξαί τι ὧν θέλει, ἀλλὰ καὶ σωθῆναι χαλεπόν, τῶν γε ἐν τῇ χώρᾳ βουλομένων ἐπιχειρεῖν, πρὸς πάντ’ ἂν19 ἀτόλμως καὶ δειλῶς διακείμενοι σφάλλοιντο διὰ τὸ20 μηδὲν τῶν τοιούτων εἰκάζειν. διενέγκοι γὰρ ἂν ἑκατέροις21 ὅσον εἰ τοῖς μὲν νυκτὸς μάχεσθαι εἰλήχει22 τοῖς δὲ ἡμέρας, εἰ οἷόν τέ πως ἦν23 τοῦτο ἅμα γενέσθαι. 21 ὑπάρχοντος δέ σοι ναυτικοῦ, πεπληρῶσθαι τὰς ναῦς· οὐ γὰρ ἐλάσσω τοὺς πολεμίους ὀχλήσουσιν οἱ ἐν ταῖς ναυσίν, ἐάν γε24 παραπλέον25 ὑπάρχῃ πρὸς τὰ ἐπιθαλάσσια χωρία καὶ τὰς παρὰ θάλασσαν ὁδούς, ἵν’ ὑπὸ ὑμῶν26 τε ὀχλῶνται καὶ ὑπὸ τῶν ἐκ τῶν27 νηῶν κατὰ νώτου αὐτοῖς τὴν ἀπόβασιν ποιουμένων. 22 ταῦτα δὲ οὕτως πράττοντες28 ἀπαρασκευαστοτάτοις ἂν τοῖς πολεμίοις ἐπιθεῖσθε καὶ παρὰ δόξαν τὰ ἀφ’ ὑμῶν αὐτοῖς ἀποβαίη.
1 Ἐν29 δὲ μὴ ὁμονοούσῃ πόλει καὶ ὑπόπτως πρὸς ἀλλήλους ἐχόντων χρὴ προνοοῦντα εὐλαβεῖσθαι τὰς30 μετ’ ὄχλου ἐξόδους ἐπὶ θεωρίαν λαμπάδος καὶ ἱπποδρομίας καὶ τῶν ἄλλων ἀγώνων ὅσαι γε p90 ἱεροποιίαι πανδημεὶ ἐκτὸς τῆς πόλεως καὶ σὺν ὅπλοις πομπαὶ ἐκπέμπονται, ἔτι καὶ περὶ τὰς πανδήμους νεωλκίας31 καὶ τὰς συνεκφορὰς τῶν τελευτησάντων· ἔνι γὰρ καὶ ἐν τοιῷδε καιρῷ σφαλῆναι τοὺς ἑτέρους.32 2 παράδειγμα δὲ ἐξοίσω γενόμενον πάθος. ἑορτῆς γὰρ πανδήμου ἔξω τῆς πόλεως Ἀργείων γενομένης ἐξῆγον33 πομπὴν σὺν ὅπλοις τῶν ἐν τῇ ἡλικίᾳ· συχνοί δὲ τῶν ἐπιβουλευόντων καὶ αὐτοὶ παρεσκευάζοντο καὶ αὐτοῖς συνείποντο ἔνοπλοι εἰς τὴν πομπήν, 3 καὶ ὡς34 ἐγένετο πρὸς τῷ ναῷ τε καὶ τῷ βωμῷ, οἱ μὲν πολλοὶ τὰ ὅπλα θέμενοι ἀπωτέρω τοῦ ναοῦ πρὸς τὰς εὐχάς τε καὶ τὸν βωμὸν ὥρμησαν. τῶν δὲ ἐπιβουλευόντων οἱ μὲν ἐπὶ τῶν ὅπλων ὑπέμειναν, οἱ δὲ ταῖς ἀρχαῖς τε καὶ τῶν πολιτῶν τοῖς προέχουσι παρέστησαν ἐν ταῖς εὐχαῖς, ἀνὴρ ἀνδρί, ἔχοντες ἐγχειρίδια· 4 καὶ τοὺς μὲν κατεβεβλήκεσαν,35 οἱ δὲ αὐτῶν εἰς τὴν πόλιν σὺν τοῖς ὅπλοις ἔσπευσαν. ἕτεροι δὲ τῶν συνεπιβουλευόντων ὑπομείναντες ἐν τῇ πόλει μετὰ τῶν προαλισθέντων36 ὁπλιτῶν37 προκατέλαβον οὓς προσῆκε τόπους τῆς πόλεως, ὥστε δέξασθαι τῶν ἔξω οὓς ἐβούλοντο.38 διὸ δεῖ39 τὰς τοιαύτας ἐπιβουλὰς ἐν οὐδενὶ καιρῷ ἀφυλάκτως διακεῖσθαι. 5 Χῖοι δὲ ἄγοντες τὰ Διονύσια καὶ πέμποντες πομπὰς λαμπρὰς πρὸς τοῦ Διονύσου τὸν βωμόν, προκαταλαμβάνουσι p92 τὰς εἰς τὴν ἀγορὰν φερούσας ὁδοὺς φυλακαῖς καὶ δυνάμεσι πολλαῖς, κώλυμα γοῦν40 οὐ μικρὸν τοῖς βουλομένοις νεωτερίζειν. 6 ἄριστον δὲ τὰς ἀρχὰς πρῶτον μετὰ τῆς προῃρημένης41 δυνάμεως ἱεροποιῆσαι, τούτων δὲ ἐκ τοῦ ὄχλου ἀπαλλαγέντων, οὕτω τοὺς ἄλλους συνιέναι.
1 Ὅταν δὲ οἱ ἐκπορευθέντες42 παραγένωνται καὶ δείλη γίγνηται, σημαίνειν43 δειπνοποιεῖσθαι καὶ εἰς φυλακὴν ἰέναι. ἐν ᾧ οἱ φύλακες εὐτρεπίζονται, ἐν τούτῳ περὶ τῶν πυλῶν ἐπιμελητέον ὅπως καλῶς κλείωνται· καὶ γὰρ44 περὶ τὰς βαλάνους πολλὰ σφάλματα γίγνεται διὰ τὰς τῶν ἀρχόντων μαλακίας. 2 ὅταν γὰρ ἐπὶ τὰς πύλας τις αὐτῶν ἐλθὼν κλεῖσαι μὴ αὐτουργοὺς γίγνηται, ἀλλὰ παραδοὺς τὴν βάλανον τῷ πυλωρῷ κλεῖσαι κελεύῃ, τάδε κακουργεῖται ὑπὸ πυλωρῶν βουλομένων νυκτὸς δέξασθαι τοὺς πολεμίους. 3 ὁ μέν τις p94 ἡμέρας εἰς τὴν βαλανοδόκην τῶν πυλῶν ἄμμον προενέβαλεν, ὅπως ἡ βάλανος ἔξω μένῃ καὶ μὴ45 ἐμβάλληται εἰς τὸ τρύπημα. φασὶ δὲ καὶ ἐμβεβλημένας46 βαλάνους ὧδε ἐξαιρεθῆναι. 4 ἐμβαλλομένης κατ’ ὀλίγον ἄμμου εἰς τὴν βαλανοδόκην σείεσθαι ἀψοφητί, ἵνα μηδεὶς αἴσθηται. μετέωρος οὖν ἡ βάλανος ἐγίγνετο προσπιπτούσης τῆς ψάμμου, ὥστε ῥᾳδίως αὐτὴν ἐξαιρεθῆναι.
5 Ἤδη δὲ πυλωρὸς δεξάμενος τὴν βάλανον παρὰ στρατηγοῦ ἐμβαλεῖν, ἐντεμὼν λάθρᾳ σμίλῃ47 ἢ ῥίνῃ τὴν βάλανον, βρόχον λίνου περιβαλὼν ἐνέβαλεν, εἶτα μετ’ ὀλίγον τῷ λίνῳ ἀνέσπασεν. 6 ἄλλος δὲ προετοιμάσας ἐν γυργάθῳ λεπτῷ ἐνέβαλεν48 προσημμένου λίνου, καὶ ὕστερον ἀνέσπασεν. ἐξῃρέθη δὲ καὶ ἀνακρουσθεῖσα ἡ βάλανος. ἔτι δὲ καὶ θερμαστίῳ λεπτῷ ἐξῃρέθη· χρὴ δὲ τοῦ θερμαστίου τὸ μὲν ἓν μέρος εἶναι οἷον σωλῆνα, τὸ δὲ ἕτερον πλατύ, ὥστε τῷ μὲν σωληνοειδεῖ ὑπολαμβάνειν τὴν βάλανον, τῷ δὲ ἐπιλαμβάνειν. 7 ἕτερος δὲ ἔλαθεν τρέψας τὸν μοχλὸν μέλλων ἐμβάλλειν, ἵνα μὴ κατέλθῃ εἰς τὸ τρύπημα ἡ βάλανος καὶ ὕστερον ὠσθεῖσα49 ἀνοιχθῇ ἡ πύλῃ.50
8 Περὶ Ἀχαΐαν δὲ ἐν πόλει51 . . . ἐπιχειροῦντες κρυφαίως δέξασθαι ξένους πρῶτον μὲν τῆς βαλάνου p96 ἔλαβον τὰ μέτρα τρόπῳ τοιῷδε. 9 προκαθέντες ἐν τῇ ἡμέρᾳ εἰς τὴν βαλανοδόκην λίνου λεπτοῦ καὶ ἰσχυροῦ βρόχον καὶ τὰς ἀρχὰς ἔξω οὔσας ἀφανεῖς, ὡς ἐν τῇ νυκτὶ ἐνεβλήθη ἡ βάλανος, ἀνέσπασαν52 ταῖς ἀρχαῖς53 τοῦ λίνου τὸν βρόχον καὶ τὴν βάλανον, λαβόντες δὲ τὰ μέτρα αὐτῆς πάλιν καθῆκαν. ἔπειτα πρὸς μέτρα οὕτω τῆς βαλάνου βαλανάγραν ἐποιήσαντο τρόπῳ τοιῷδε. 10 ἐχαλκεύσαντο σίφωνά τε καὶ φορμορραφίδα.54 ἦν δὲ ὁ μὲν σίφων ἐργασθεὶς καθάπερ εἴωθε γίγνεσθαι· τῆς δὲ55 φορμορραφίδος τὸ μὲν ὀξὺ καὶ πολὺ μέρος εἴργαστο καθάπερ ταῖς ἄλλαις φορμορραφίσιν, ἡ δὲ λαβὴ ἦν κοίλῃ ὥσπερ στυρακίου ᾗ τὸ στελεὸν56 ἐμβάλλεται. 11 καὶ παρὰ μὲν τῷ χαλκεῖ ἐνεβλήθη στελεόν, ἀπενεχθέντος δὲ ἐξῃρέθη, ὥστε πρὸς τὴν βάλανον57 προσαχθεῖσαν ἁρμόσαι. προνοητικῶς δὴ δοκεῖ ποιηθῆναι πρὸς τὸ58 τὸν χάλκεα μηδὲν ὑποπτεῦσαι ὅ τε σίφων οὗ ἕνεκα ἐργασθεὶς εἴη καὶ ἡ φορμορραφίς, καὶ τὰ ἄρμενα γίγνεσθαι.
12 Ἤδη δέ τινες ἐν τῇ βαλανοδόκῃ οὔσης βαλάνου τὸ περίμετρον ὧδε ἔλαβον. πηλὸν κεραμικὸν περιελίξαντες ὀθονίῳ λεπτῷ καθῆκαν, ἀρμένῳ πιέζοντες περὶ τὴν βάλανον τὸν πηλόν· ἔπειτα ἀνέσπασαν τὸν πηλὸν καὶ ἔλαβον τὸν τύπον τῆς βαλάνου, πρὸς ὃν τὴν βαλανάγραν ἐποιήσαντο.
13 Συμβάλλεται59 γενέσθαι Τημένῳ Ῥοδίῳ ἐν Ἰωνίᾳ p98 Τέως πόλις εὐμεγέθης πρόδοτος60 ὑπὸ τοῦ πυλωροῦ. ἄλλα τε οὖν προσυνέθεντο καὶ νύκτα ἀσέληνον καὶ σκοτεινήν, ἐν ᾗ ἔδει τὸν μὲν ἀνοῖξαι, τὸν δὲ μετὰ ξένων εἰσελθεῖν. 14 ἐπεὶ δ’ ἔδει61 εἰς τὴν ἐπιοῦσαν νύκτα πραχθῆναι, παρῆν τῷ πυλωρῷ ἀνὴρ ὅστις ἔπιε ὀψὲ ἦν καὶ φυλακαί τε ἐπὶ τοῦ τείχεος καθίσταντο καὶ αἱ πύλαι ἔμελλον κλείεσθαι, σκότους οὖν ἤδη ὄντος, ἀπηλλάσσετο, ἐκδήσας ἀρχὴν ἀγαθίδος62 λίνου κλωστοῦ, ὅπερ οὐκ ἔμελλεν ῥᾳδίως διαρραγῆναι. 15 τὴν δὲ ἀγαθίδα ἐπορεύθη63 ἀπελίσσων64 ἀπὸ τῆς πόλεως πέντε στάδια, ὅπῃ ἔμελλον οἱ εἰσπορευσόμενοι65 ἥξειν. 16 ἐπεὶ δὲ παρῆν ὁ στρατηγὸς κλεῖσαι τὰς πύλας, καὶ ἔδωκε κατὰ τὸ ἔθος τῷ πυλωρῷ ἐμβαλεῖν τὴν βάλανον, δεξάμενος ἐνέτεμεν λαθραίως ἀψοφητὶ ῥίνῃ ἢ σμίλῃ66 τὴν βάλανον, ὥστε ἐνέχεσθαι λίνον. εἶτα βρόχον περιθεὶς καθῆκε τὴν βάλανον ἐχομένην ὑπὸ τοῦ λίνου· μετὰ δὲ ταῦτα κινήσας τὸν μοχλὸν καὶ ἐπιδείξας τῷ στρατηγῷ κεκλεισμένην τὴν πύλην εἶχεν ἡσυχίαν. 17 χρόνου δὲ προϊόντος ἀνασπάσας τὴν βάλανον, τὴν ἀρχὴν τοῦ σπάρτου πρὸς αὑτὸν67 ἔδησεν τοῦδε ἕνεκεν, ὅπως,68 εἰ καθυπνώσας τύχοι,69 ἐγερθείη σπώμενος ὑπὸ τοῦ λίνου. 18 ὁ δὲ Τήμενος παρῆν διεσκευασμένος μέθ’ ὧν ἔμελλεν εἰσπορεύεσθαι εἰς χωρίον ῥητὸν πρὸς τὸν τὴν ἀγαθίδα ἔχοντα. ἦν δὲ προσυγκείμενον p100 τῷ Τημένῳ πρὸς τὸν πυλωρὸν ἐλθόντι70 εἰς τὸν χῶρον σπᾶν τὸ71 σπάρτον. 19 καὶ εἰ μὲν ἦν ἕτοιμα τῷ πυλωρῷ ἅπερ ἤθελε, προσεπιδῆσαι72 πρὸς τὴν ἀρχὴν τοῦ λίνου μαλλὸν ἐρίου καὶ ἀφεῖναι, ὅπερ ἰδὼν ὁ Τήμενος ἔμελλεν σπεύδειν πρὸς τὰς πύλας· εἰ δ’ ἀπετύγχανεν ὁ πυλωρὸς τοῦ θελήματος . . .73 οὐδὲν προσάψας ἀφῆκεν τὸ λίνον,74 ὥστε τὸν Τήμενον ἐκ πολλοῦ φθάσαι τε καὶ λαθεῖν ἀπαλλαγέντα.75 ᾐσθάνοντο οὖν ἐν τῇ νυκτὶ τὸ σπάρτον ὑπάρχον . . .76 ἐν τῇ πόλει, οὐχ οἷόν τε ἦν προϊέναι.
20 Τρόπον δὲ κατὰ τόνδε προεδόθη πόλις ὑπὸ πυλωροῦ. σύνηθες ἐποιήσατο, ἐπεὶ μέλλοιεν αἱ πύλαι κλείεσθαι, ὑδρίον ἔχων ἐξιέναι77 ὡς ἐφ’ ὕδωρ. ἀφικνούμενος δὲ ἐπὶ τὴν κρήνην78 λίθους ἐτίθει εἰς τόπον γνωστὸν τοῖς πολεμίοις, ἐφ’ οὗ φοιτῶντες εὕρισκον διὰ τῶν τιθεμένων λίθων ἅπερ θέλοι δηλοῦν ὁ τῆς πόλεως φύλαξ. 21 εἰ μὲν γὰρ πρώτην φυλάσσοι,79 ἕνα λίθον80 ἐτίθει πρὸς τὸν συγκείμενον τόπον, εἰ δὲ δευτέραν, δύο, εἰ δὲ τρίτην, τρεῖς,81 εἰ δὲ τετάρτην, τέτταρας. ἔτι δὲ καὶ ᾗ82 τοῦ τείχους καὶ κατὰ τί83 τῶν φυλακῶν84 λελόγχοι, τούτῳ δοὖν85 τῷ τρόπῳ σημαίνων ἐνέδωκεν. ταῦτα δεῖ οὖν συμβαλλόμενον πάντα φυλάττεσθαι p102 καὶ τὰς πύλας αὐτὸν τὸν ἄρχοντα κλείειν καὶ μὴ ἄλλῳ διδόναι τὴν βάλανον.
22 . . .86 πράσσοντα δέ τι τοιοῦτον τὸν μοχλὸν ἀφανίζειν· ἤδη γάρ τινες ἐπιφανέντες ὑπεναντίοι ἐβιάσαντο πάλιν κλεῖσαι, τοῦ μοχλοῦ παρόντος. διὰ δεῖ πάντα τὰ τοιαῦτα προνοεῖν.
1 Διαπρίοντα δὲ μοχλὸν ἔλαιον ἐπιχεῖν· θᾶσσον γὰρ καὶ ἀψοφητὶ μᾶλλον πρισθήσεται. ἐὰν δὲ καὶ σπόγγος ἐπί τε τὸν πρίονα καὶ τὸν μοχλὸν ἐπιδεθῇ, πολλῷ κωφότερος ὁ ψόφος87 ἔσται. πολλὰ δ’ ἄν τις καὶ ἄλλα ὁμότροπα τούτοις γράψαι. ἀλλὰ ταῦτα μὲν παρετέον.
1 Εἰς δὲ τὸ τούτων μηδὲν κακουργεῖσθαι χρὴ πρῶτον μὲν στρατηγὸν μὴ δεδειπνηκότα δι’ αὑτοῦ88 τὴν κλεῖσιν καὶ τὴν ἐπιμέλειαν ποιεῖσθαι, μηδὲ ἄλλῳ πιστεύειν ῥᾳθύμως διακείμενον· ἐν δὲ τοῖς89 ἐπικινδύνοις καὶ πάμπαν σύννουν δεῖ περὶ ταύτην εἶναι. 2 ἔπειτα τὸν μοχλὸν σεσιδηρῶσθαι διὰ μήκους τριχῇ ἢ τετραχῇ· ἄπριστος γὰρ ἔσται. ἔπειτα βαλάνους ἐμβάλλεσθαι τρεῖς μὴ ὁμοτρόπους, τοῦτον δὲ ἕκαστον φυλάττειν p104 ἀνὰ μίαν90 τῶν στρατηγῶν· εἰ δὲ πλείονες εἴησαν, πάλῳ καθ’ ἡμέραν τοὺς λαχόντας. 3 ἄριστον δὲ τὰς βαλάνους μὴ ἐξαιρετὰς εἶναι, ὑπὸ δὲ λοπίδος σιδηρᾶς κατέχεσθαι, ἵνα μὴ πλέον ἐξαιρομένη μετεωρίζηται τῷ καρκίνῳ ἢ ὥστε τὸν μοχλὸν ὑπωθεῖσθαι91 ἐπικλειομένων τῶν πυλῶν καὶ ἀνοιγομένων· τὸν δὲ καρκίνον ἐσκευάσθαι, ὅπως ὑπὸ τὴν λοπίδα καθίηται92 καὶ ῥᾳδίως τὴν βάλανον μετεωρίζῃ. 4 Ἀπολλωνιᾶται δὲ οἱ ἐν τῷ Πόντῳ παθόντες τι τῶν προγεγραμμένων κατεσκεύασαν τὰς πύλας κλείεσθαι ὑπὸ σφύρας τε μεγάλης καὶ κτύπου παμμεγέθους γιγνομένου, ὡς σχεδὸν κατὰ πᾶσαν τὴν πόλιν ἀκούεσθαι ὅταν κλείωνται ἢ ἀνοίγωνται αἱ πύλαι· οὕτω μεγάλα τε καὶ σεσιδηρωμένα ἦν τὰ93 κλεῖθρα. 5 τὸ δὲ αὐτὸ καὶ ἐν Αἰγίνῃ. ὅταν δὲ αἱ πύλαι κλεισθῶσιν, τοῖς φύλαξι σύνθημα καὶ παρασύνθημα δόντας ἐπὶ τὰ φυλάκια διαπέμψαι.
1 Köchly and Rüstow: προκατασκευάσαντα M.
2 Orelli: αὐτὰ M: αὐταῖς Capps.
3 Casaubon: μερισθέντα M: μέρη μερισθέντα Capps.
4 Köchly and Rüstow: τῆς εἰσβολῆσ M.
5 Casaubon: προσδιαταξαμένουσ M.
6 Added by Hercher.
7 Hertlein: ἤδη M.
8 Herm. Schöne: χρὴ ὑμᾶς M.
9 Casaubon: τι M.
10 Herm. Schöne: ἔχων τὸ χωρίον M.
11 Hertlein: ὅτ’ ἂν βούλει M.
12 Herm. Schöne: καὶ M.
13 Herm. Schöne: πορεύονται καὶ ἄρχειν M.
14 Reiske: προήξεις M.
15 Hertlein: βούλει M.
16 Casaubon: γνωτοὺς M.
18 Hertlein: εἰδότας ὅτι M.
19 R. Schöne: πάντα· ἢ M.
20 Casaubon: διότι M.
21 τοῖς ἑτέροις M: τοῖς deleted by Schöne: ἑκατέροις Hercher.
22 Herm. Schöne: νυκτὸς (space of 6 lett.) ηχη M.
23 Hercher: ἢ M.
24 Köchly and Rüstow: τε M.
25 Köchly and Rüstow: παραπλέων M.
26 Casaubon: ἡμῶν M.
27 Added by R. Schöne.
28 Casaubon: πράττων M.
29 Casaubon: ἐὰν M.
30 Casaubon: τοὺσ M.
31 Casaubon: νεολκίασ M.
32 Casaubon: ἑταίρους M.
33 Casaubon: ἐξείργων M.
34 συχνοί (Meier) δὲ τῶν (Köchly and Rüstow) . . . παρεσκευάζοντο (Meier) . . . συνείποντο ἔνοπλοι (Hercher) . . . ὡς (added by Orelli): συχνῶν τῶν δὲ κτλ. . . . παρεσκεύαζον κτλ. . . . συνηττοῦντο ὅπλα M.
35 Hertlein: κατεβεβλήκεισαν M.
36 W. Dindorf: προσαλισθέντων M.
37 Meineke: ὅπλων M.
38 Casaubon: ἐβουλεύοντο M.
39 Casaubon: δὴ M.
40 Köchly and Rüstow: οὖν M.
41 Meier: προειρημένης M.
42 Meineke: εἰσπορευθέντας M.
43 Casaubon: σημαίνει M.
44 Oldfather (cf. XXIII.2): κλείωνται (space of 5 letters) περὶ πέρτασ M: γὰρ B in margin (for πέρτασ): περὶ γὰρ τὰς Casaubon.
45 Casaubon: ἑζομένη μὴ M.
46 ἐμβεβλημμένας M.
47 Casaubon: σμηλη M.
48 Köchly and Rüstow: ἔβαλεν M.
49 Hertlein: ἐωσθεῖσα M.
50 Added by Köchly and Rüstow: space of four letters vacant in M.
51 Casaubon added Ἡραιέων from Polyaenus II.36, but that is more than doubtful.
52 Orelli: ἀνέσπασεν M.
53 Lange: τὰς ἀρχὰς M.
54 L. Dindorf: φορμοροφίδα M (and so below where M has only one ρ).
55 Köchly and Rüstow: τε M.
56 R. Schöne: ἢ· (lacuna of thirty letters) στελέα M.
57 σίφωνα Köchly.
58 Köchly and Rüstow: πρὸς τῷ Behrendt: πρόστε M.
59 Herm. Schöne suggests παρ’ ἐλάχιστον ἦλθεν ὑποχείριος in place of συμβάλλεται, because it appears that the town was not actually captured; the end of the narrative, however, § 19, is suspiciously abrupt.
60 Schenkl: προειδότοσ M (defended by Hunter who follows Hug placing ὑπό before Τημένῳ).
61 Haase: δὲ M.
62 Casaubon: ἀκανθίδος M (and similarly below).
63 Casaubon: ἐπορεύθην M.
64 Hertlein: ἀπιλάσσων M.
65 Hertlein: εἰσπορευόμενοι M.
66 Casaubon: σμήλη M.
68 Hercher: ὅτι M.
69 L. Dindorf: τύχη M.
70 Hertlein: ἐλθὼν M.
71 Köchly and Rüstow: τὸν M.
72 Casaubon: προσπηδῆσαι M.
73 Capps and Rouse indicate a lacuna.
74 Hertlein: τὸν λίνον M.
75 Casaubon: ἀπαλλαγέντασ M.
76 R. Schöne suggests ἄνευ μαλλοῦ and an indication that from this Temenus concluded that conditions were unfavourable for his attempt.
77 Casaubon: εἰσιέναι M.
78 Casaubon: κλίνην M.
79 Köchly and Rüstow: φυλάσσοιεν AB.
80 Casaubon: ἀνθ’ ὧν AC (ἀνθὧνº B).
81 Casaubon: τρίτησ M.
82 Casaubon: ἡ ABC.
83 Orelli: τι M.
84 Köchly and Rüstow: φυλάκων M.
85 R. Schöne (sc. δὴ οὖν): δ’ οὖν ABC.
86 Hercher indicated the lacuna: a short space in M.
87 Haupt: κουφότερος ὁ μοχλὸς M.
89 Added by Hertlein.
90 R. Schöne: ἄνδρα M.
91 Eberhard: ὥστε μοχλῷ ὑποθεῖσθαι M.
92 "Nescio quis" in Hercher's ed.: κάθηται M.
93 R. Schöne: πάντα M.
Images with borders lead to more information.
|
||||||
ΑΝΩ: |
Αἰνείας ὁ Τακτικός |
Ἀρχαία Στρατιωτική Ἱστορία |
Στρατιωτικὴ Ἱστορία |
Εἴσοδος |
||
Κλασικά Κείμενα |
ΛακουσΚούρτιος |
|||||
A page or image on this site is in the public domain ONLY if its URL has a total of one *asterisk. If the URL has two **asterisks, the item is copyright someone else, and used by permission or fair use. If the URL has none the item is © Bill Thayer. See my copyright page for details and contact information. |
Page updated: 20 Jul 13