Short URL for this page:
bit.ly/Colluthus


[ALT imaginis: Si imagines extingues, maior pars situs mei inutilis erit!]
mail: Bill Thayer 
[ALT imaginis: Click here to go to the English-language version of this page.]
English

[ALT imaginis: Cliccare qui per una pagina di aiuto in Italiano.]
Italiano

[Legamen ad varias paginas adiutivas]
Adiutorium

[Legamen ad paginam superiorem]
Ἄνω

[Legamen ad ostium meum]
Εἴσοδος
[image ALT: a blank space]

This webpage reproduces
The Rape of Helen

by
Colluthus

published in the Loeb Classical Library,
1928

The text is in the public domain.

This page has been carefully proofread
and I believe it to be free of errors.
If you find a mistake though, please
let me know!

[image ALT: a blank space]

 p542  ΚΟΛΛΟΥΘΟΥ ΠΟΙΗΤΟΥ ΛΥΚΟΠΟΛΙΤΟΥ
ΑΡΠΑΓΗ ΤΗΣ ΕΛΕΝΗΣ

[link to English translation] Νύμφαι Τρωιάδες, ποταμοῦ Ξάνθοιο γενέθλη,

αἳ πλοκάμων κρήδεμνα καὶ ἱερὰ παίγνια χειρῶν

πολλάκι πατρῴῃσιν ἐπὶ ψαμάθοισι λιποῦσαι

ἐς χορὸν Ἰδαίῃσιν ἐπεντύνασθε χορείαις,

5 δεῦτε, θεμιστοπόλοιο νοήματα μηλοβοτῆρος

εἴπατέ μοι, κελάδοντος ἀπορνύμεναι ποταμοῖο,

ἐξ ὀρέων πόθεν ἦλθεν ἀήθεα πόντον ἐλαύνων

ἀγνώσσων ἁλὸς ἔργα; τί δὲ χρέος ἔπλετο νηῶν

ἀρχεκάκων, ἵνα πόντον ὁμοῦ καὶ γαῖαν ὀρίνῃ

10 βουκόλος; ὠγυγίη δὲ τίς ἔπλετο νείκεος ἀρχή,

ὄφρα καὶ ἀθανάτοισι θεμιστεύσωσι νομῆες;

τίς δὲ δικασπολίη; πόθεν ἔκλυεν οὔνομα νύμφης

Ἀργείης; αὐταὶ γὰρ ἐθηήσασθε μολοῦσαι

Ἰδαίης τρικάρηνον ὑπὸ πρηῶνα Φαλάκρης

15 καὶ Πάριν οἰοπόλοισιν ἐφεδριόωντα θοώκοις

καὶ Χαρίτων βασίλειαν ἀγαλλομένην Ἀφροδίτην.

[link to English translation] ὣς ὁ μὲν ὑψιλόφοισιν ἐν οὔρεσιν Αἱμονιήων

νυμφιδίων Πηλῆος ἀειδομένων ὑμεναίων

Ζηνὸς ἐφημοσύνῃσιν ἐῳνοχόει Γανυμήδης·

20 πᾶσα δὲ κυδαίνουσα θεῶν ἔσπευδε γενέθλη

 p544  αὐτοκασιγνήτην λευκώλενον Ἀμφιτρίτης,

Ζεὺς μὲν ἀπ’ Οὐλύμποιο, Ποσειδάων δὲ θαλάσσης·

ἐκ δὲ Μελισσήεντος ἀπ’ εὐόδμου Ἑλικῶνος

Μουσάων λιγύφωνον ἄγων χορὸν ἦλθεν Ἀπόλλων·

25 39 χρυσείοις​1 δ’ ἑκάτερθε τινασσόμενος πλοκάμοισι

40 βότρυς ἀκερσεκόμης ζεφύρῳ στυφελίζετο χαίτης.

τὸν δὲ μέθ’ ὡμάρτησε κασιγνήτη Διὸς Ἥρη.

οὐδ’ αὐτὴ βασίλεια καὶ ἁρμονίης Ἀφροδίτη

ἐρχομένη δήθυνεν ἐς ἄλσεα Κενταύροιο.

30 καὶ στέφος ἀσκήσασα γαμήλιον ἤλυθε Πειθώ,

τοξευτῆρος Ἔρωτος ἐλαφρίζουσα φαρέτρην.

καὶ βριαρὴν τρυφάλειαν ἀπὸ κροτάφοιο μεθεῖσα

ἐς γάμον ὡμάρτησε γάμων ἀδίδακτος Ἀθήνη.

οὐδὲ κασιγνήτη Λητωιὰς Ἀπόλλωνος

35 Ἄρτεμις ἠτίμησε καὶ ἀγροτέρη περ ἐοῦσα.

οἷος δ’ οὐ κυνέην, οὐ δήιον ἔγχος ἀείρων

ἐς δόμον Ἡφαίστοιο σιδήρεος ἔρχεται Ἄρης,

τοῖος ἄτερ θώρηκος, ἄτερ θηκτοῖο σιδήρου

μειδιόων ἐχόρευεν. Ἔριν δ’ ἀγέραστον ἐάσας

40 οὐ Χειρῶν ἀλέγιζε καὶ οὐκ ἐμπάζετο Πηλεύς.

[link to English translation] ἡ δ’ ἅτε βησσήεντος ἀποπλαγχθεῖσα νομοῖο

πόρτις ἐρημαίῃσιν ἑνὶ ξυλόχοισιν ἀλᾶται

φοινήεντι μύωπι, βοῶν ἐλατῆρι, τυπεῖσα·

τοῖα βαρυζήλοισιν Ἔρις πληγῇσι δαμεῖσα

45 πλάζετο μαστεύουσα, θεῶν πῶς δαῖτας ὀρίνοι.

πολλάκι δ’ εὐλάιγγος ἀπὸ κλισμοῖο θοροῦσα

ἵστατο καὶ παλίνορσος ἐφέζετο· χειρὶ δὲ γαίης

οὔδεϊ κόλπον ἄραξε καὶ οὐκ ἐφράσσατο πέτρην·

 p546  ἤθελεν ὀρφναίων γυάλων κληῖδας ἀνεῖσα,

50 ἐκ χθονίων Τιτῆνας ἀναστήσασα βερέθρων

οὐρανὸν ὑψιμέδοντος ἀιστῶσαι Διὸς ἕδρην.

ἤθελεν ἠχήεντα πυρὸς πρηστῆρα τινάσσειν,

Ἡφαίστῳ δ’ ὑπόεικεν ἀμαιμακέτη περ ἐοῦσα,

καὶ πυρὸς ἀσβέστοιο καὶ ὀπτευτῆρι σιδήρου.

55 καὶ σακέων βαρύδουπον ἐμήσατο κόμπον ἀράσσειν,

εἴ ποτε δειμαίνοντες ἀναθρῴσκοιεν ἰωήν·

ἀλλὰ καὶ ὁπλοτέρης δολίης ἀνεχάσσατο βουλῆς

Ἀρέα δειμαίνουσα, σιδήρεον ἀσπιδιώτην.

[link to English translation] ἤδη δ’ Ἑσπερίδων χρυσέων ἐμνήσατο μήλων·

60 ἔνθεν Ἔρις, πολέμοιο προάγγελον ἔρνος ἑλοῦσα

μῆλον, ἀριζήλων ἐφράσσατο δήνεα μόχθων.

χειρὶ δὲ δινήσασα μόθου πρωτόσπορον ἀρχὴν

ἐς θαλίην ἔρριψε, χορὸν δ’ ὤρινε θεάων.

Ἥρη μὲν παράκοιτις ἀγαλλομένη Διὸς εὐνῇ

65 ἵστατο θαμβήσασα καὶ ἤθελε ληίζεσθαι·

πασάων δ’ ἅτε Κύπρις ἀρειοτέρη γεγαυῖα

μῆλον ἔχειν ἐπόθησεν, ὅτι κτέρας ἐστὶν Ἐρώτων·

Ἥρη δ’ οὐ μεθέηκε καὶ οὐχ ὑπόεικεν Ἀθήνη.

Ζεὺς δὲ θεῶν καὶ νεῖκος ἰδὼν καὶ παῖδα καλέσσας

70 τοῖον ὑφεδρήσσοντα προσέννεπεν Ἑρμάωνα·

[link to English translation] εἴ τινά που Ξάνθοιο παρ’ Ἰδαίοιο ῥεέθροις

παῖδα Πάριν Πριάμοιο, τὸν ἀγλαὸν ἡβητῆρα,

Τροίης βουκολέοντα κατ’ οὔρεα, τέκνον, ἀκούεις,

κείνῳ μῆλον ὄπαζε· διακρίνειν δὲ θεάων

75  p548  κέκλεο καὶ βλεφάρων ξυνοχὴν καὶ κύκλα προσώπων.

ἡ δὲ διακρινθεῖσα φέρειν περίπυστον ὀπώρην

κάρτος ἀρειοτέρης ἐχέτω καὶ κόσμον Ἐρώτων.

[link to English translation] ὣς ὁ μὲν Ἑρμάωνι πατὴρ ἐπέτελλε Κρονίων·

αὐτὰρ ὁ πατρῴῃσιν ἐφημοσύνῃσι πιθήσας

80 εἰς ὁδὸν ἡγεμόνευε καὶ οὐκ ἀμέλησε θεάων.

πᾶσα δὲ λωιτέρην καὶ ἀμείνονα δίζετο μορφήν.

Κύπρις μὲν δολόμητις ἀναπτύξασα καλύπτρην

καὶ περόνην θυόεντα​2 διαστήσασα κομάων

χρυσῷ μὲν πλοκάμους, χρυσῷ δ’ ἐστέψατο χαίτην.

85 τοῖα δὲ παῖδας Ἔρωτας ἀνηΰτησεν ἰδοῦσα·

[link to English translation] ἐγγὺς ἀγών, φίλα τέκνα· περιπτύξασθε τιθήνην.

σήμερον ἀγλαΐαι με διακρίνουσι προσώπων·

δειμαίνω, τίνι μῆλον ὁ βουκόλος οὗτος ὀπάσσει.

Ἥρην μὲν Χαρίτων ἱερὴν ἐνέπουσι τιθήνην,

90 φασὶ δὲ κοιρανίην μεθέπειν καὶ σκῆπτρα φυλάσσειν·

καὶ πολέμων βασίλειαν ἀεὶ καλέουσιν Ἀθήνην·

μούνη Κύπρις ἄναλκις ἔην θεός. οὐ βασιλήων

κοιρανίην, οὐκ ἔγχος ἀρήιον, οὐ βέλος ἕλκω.

ἀλλὰ τί δειμαίνω περιώσιον ἀντὶ μὲν αἰχμῆς

95 ὡς θοὸν ἔγχος ἔχουσα μελίφρονα δεσμὸν ἐρώτων;

κεστὸν ἔχω καὶ κέντρον ἄγω καὶ τόξον ἀείρω,

κεστόν, ὅθεν φιλότητος ἐμῆς ἐμὸν οἶστρον ἑλοῦσαι

πολλάκις ὠδίνουσι καὶ οὐ θνῄσκουσι γυναῖκες.

[link to English translation] τοῖον ἐφεσπομένη ῥοδοδάκτυλος ἔννεπε Κύπρις.

100 οἱ δ’ ἄρα μητρῴης ἐρατῆς ἀίοντες ἐφετμῆς

φοιτητῆρες Ἔρωτες ἐπερρώοντο τιθήνῃ.

[link to English translation] ἄρτι μὲν Ἰδαίην ὑπερέδραμον οὔρεος ἄκρην,

ἔνθα λιθοκρήδεμνον ὑπὸ πρηῶνος ἐρίπνην

κουρίζων ἐνόμευε Πάρις πατρώια μῆλα.

105  p550  ποιμαίνων δ’ ἑκάτερθεν ἐπὶ προχοῇσιν ἀναύρου

νόσφι μὲν ἀγρομένων ἀγέλην πεμπάζετο ταύρων,

νόσφι δὲ βοσκομένων διεμέτρεε πώεα μήλων·

καί τις ὀρεσσαύλοιο δορὴ μετόπισθε χιμαίρης

ἐκκρεμὲς ᾐώρητο καὶ αὐτῶν ἥπτετο μηρῶν,

110 ποιμενίη δ’ ἀπέκειτο, βοῶν ἐλάτειρα, καλαῦροψ,

τοῖος ἐπεὶ σύριγγος, ἐς ἤθεα βαιὸν ὁδεύων,

ἀγροτέρων καλάμων λιγυρὴν ἐδίωκεν ἀοιδήν·

πολλάκι δ’ οἰοπόλοισιν ἑνὶ σταθμοῖσιν ἀείδων

καὶ ταύρων ἀμέλησε καὶ οὐκ ἐμπάζετο μήλων·

115 ἔνθεν ἔχων σύριγγα κατ’ ἤθεα καλὰ νομήων

Πανὶ καὶ Ἑρμάωνι φίλην ἀνεβάλλετο μολπήν·

οὐ κύνες ὠρύοντο καὶ οὐ μυκήσατο ταῦρος,

μούνη δ’ ἠνεμόεσσα, βοῆς ἀδίδακτος ἐοῦσα,

Ἰδαίων ὀρέων ἀντίθροος ἴαχεν Ἠχώ.

120 ταῦροι δὲ χλοερῆς κεκορηότες ὑψόθι ποίης,

κεκλιμένοι βαρύγουνον ἐπ’ ἰσχίον εὐνάζοντο.

[link to English translation] ὣς ὁ μὲν ὑψορόφοιο φυτῶν ὑπένερθε καλύπτρης

τηλόθεν Ἑρμάωνα διάκτορον εἶδε λιγαίνων.

δειμαίνων δ’ ἀνόρουσε, θεῶν δ’ ἀλέεινεν ὀπωπήν·

125 καὶ χορὸν εὐκελάδων δονάκων ἐπὶ φηγὸν ἐρείσας

μήπω πολλὰ καμοῦσαν ἑὴν ἀνέκοπτεν ἀοιδήν.

τοῖα δὲ δειμαίνοντα προσέννεπε θέσκελος Ἑρμῆς·

[link to English translation] γαῦλον ἀπορρίψας καὶ πώεα καλὰ μεθήσας

δεῦρο θεμιστεύσειας ἐπουρανίῃσι δικάζων·

130 δεῦρο διακρίνων προφερέστερον εἶδος ὀπωπῆς

φαιδροτέρῃ τόδε μῆλον, ἐπήρατον ἔρνος, ὀπάσσαις.

[link to English translation] τοῖον ἀνηΰτησεν· ὁ δ’ ἤπιον ὄμμα τανύσσας

ἦκα διακρίνειν πειρήσατο κάλλος ἑκάστης.

δέρκετο μὲν γλαυκῶν βλεφάρων σέλας, ἔδρακε δειρὴν

135 χρυσῷ δαιδαλέην, ἐφράσσατο κόσμον ἑκάστης

 p552  καὶ πτέρνης μετόπισθε καὶ αὐτῶν ἴχνια ταρσῶν.

χειρῶν μειδιόωντα δίκης προπάροιθεν ἑλοῦσα

τοῖον Ἀλεξάνδρῳ μυθήσατο μῦθον Ἀθήνη·

[link to English translation] δεῦρο, τέκος Πριάμοιο, Διὸς παράκοιτιν ἐάσας

140 καὶ θάλαμον βασίλειαν ἀτιμήσας Ἀφροδίτην

ἠνορέης ἐπίκουρον ἐπαινήσειας Ἀθήνην.

φασί σε κοιρανέειν καὶ Τρώιον ἄστυ φυλάσσειν·

δεῦρό σε τειρομένοισι σαόπτολιν ἀνδράσι θήσων,

μή ποτέ σοι βαρύμηνις ἐπιβρίσειεν Ἐνυώ.

145 πείθεο, καὶ πολέμους τε καὶ ἠνορέην σε διδάξω.

[link to English translation] ὣς ἡ μὲν πολύμητις ἀνηΰτησεν Ἀθήνη.

τοῖα δ’ ὑποβλήδην λευκώλενος ἔννεπεν Ἥρη·

[link to English translation] εἴ με διακρίνων προφερέστερον ἔρνος ὀπάσσῃς,

πάσης ἡμετέρης Ἀσίης ἡγήτορα θήσω.

150 ἔργα μόθων ἀθέριζε· τί γὰρ πολέμων βασιλῆι;

κοίρανος ἰφθίμοισι καὶ ἀπτολέμοισι κελεύει.

οὐκ αἰεὶ θεράποντες ἀριστεύουσιν Ἀθήνης·

ὠκύμοροι θνῄσκουσὶν ὑποδρηστῆρες Ἐνυοῦς.

[link to English translation] τοίην κοιρανίην πρωτόθρονος ὤπασεν Ἥρη.

155 ἡ δ’ ἑανὸν βαθύκολπον, ἐς ἠέρα γυμνώσασα

κόλπον, ἀνῃώρησε καὶ οὐκ ᾐδέσσατο Κύπρις.

χειρὶ δ’ ἐλαφρίζουσα μελίφρονα δεσμὸν ἐρώτων

στῆθος ἅπαν γύμνωσε καὶ οὐκ ἐμνήσατο μαζῶν.

τοῖα δὲ μειδιόωσα προσέννεπε μηλοβοτῆρα·

160 [link to English translation] δέξό με καὶ πολέμων ἐπιλήθεο, δέχνυσο μορφὴν

ἡμετέρην καὶ σκῆπτρα καὶ Ἀσίδα κάλλιπε γαῖαν.

ἔργα μόθων οὐκ οἶδα· τί γὰρ σακέων Ἀφροδίτῃ;

ἀγλαΐῃ πολὺ μᾶλλον ἀριστεύουσι γυναῖκες.

ἀντὶ μὲν ἠνορέης ἐρατὴν παράκοιτιν ὀπάσσω,

165  p554  ἀντὶ δὲ κοιρανίης Ἐλένης ἐπιβήσεο λέκτρων·

νυμφίον ἀθρήσει σε μετὰ Τροίην Λακεδαίμων.

[link to English translation] οὔπω μῦθος ἔληγεν, ὁ δ’ ἀγλαὸν ὤπασε μῆλον,

ἀγλαΐης ἀνάθημα, μέγα κτέρας Ἀφρογενείῃ,

φυταλιὴν πολέμοιο, κακὴν πολέμοιο γενέθλην.

170 χειρὶ δὲ μῆλον ἔχουσα τόσην ἀνενείκατο φωνὴν

Ἥρην κερτομέουσα καὶ ἀντιάνειραν Ἀθήνην·

[link to English translation] εἴξατέ μοι πολέμοιο συνήθεες, εἴξατε νίκης.

ἀγλαΐην ἐφίλησα, καὶ ἀγλαΐη με διώκει.

φασί σε, μῆτερ Ἄρηος, ὑπ’ ὠδίνεσσιν ἀέξειν

175 ἠυκόμων Χαρίτων ἱερὸν χορόν· ἀλλά σε πᾶσαι

σήμερον ἠρνήσαντο, καὶ οὐ μίαν εὗρες ἀρωγόν.

οὐ σακέων βασίλεια καὶ οὐ πυρός ἐσσί τιθήνη·

οὔ σοι Ἄρης ἐπάρηξε, καὶ εἰ δορὶ μαίνεται Ἄρης,

οὐ φλόγες Ἡφαίστοιο, καὶ εἰ φλογὸς ἆσθμα λοχεύει.

180 οἷα δὲ κυδιάεις ἀνεμώλιος, Ἀτρυτώνη,

ἣν γάμος οὐκ ἔσπειρε καὶ οὐ μαιώσατο μήτηρ,

ἀλλὰ σιδηρείη σε τομὴ καὶ ῥίζα σιδήρου

πατρῴων ἀλόχευτον ἀνεβλάστησε καρήνων.

οἷα δὲ χαλκείοισι καλυψαμένη χρόα πέπλοις

185 καὶ φεύγεις φιλότητα καὶ Ἄρεος ἔργα διώκεις,

ἁρμονίης ἀδίδακτος, ὁμοφροσύνης ἀδαήμων.

ἀγνώσσεις, ὅτι μᾶλλον ἀνάλκιδές εἰσιν Ἀθῆναι

τοῖαι, κυδαλίμοισιν ἀγαλλόμεναι πολέμοισι,

κεκριμένων μελέων οὔτ’  ἄρσενες οὔτε γυναῖκες;

190 [link to English translation] τοῖον ἐφυβρίζουσα προσέννεπε Κύπρις Ἀθήνην.

ὣς ἡ μὲν πτολίπορθον ἀέθλιον ἔλλαχε μορφῆς

 p556  Ἥρην ἐξελάσασα καὶ ἀσχαλόωσαν Ἀθήνην·

ἱμείρων δ’ ὑπ’ ἔρωτι καὶ ἣν οὐκ εἶδε διώκων,

Δύσπαρις ἀθροίσας ἐπὶ δάσκιον ἤγαγεν ὕλην

195 ἀνέρας ἐργοπόνοιο δαήμονας Ἀτρυτώνης.

ἔνθα πολυπρέμνοιο δαϊζόμεναι δρύες Ἴδης

ἤριπον ἀρχεκάκοιο περιφροσύνῃσι Φερέκλου,

ὃς τότε μαργαίνοντι χαριζόμενος βασιλῆι

νῆας Ἀλεξάνδρῳ δρυτόμῳ τεκτήνατο χαλκῷ.

200 αὐτῆμαρ προβέβουλε καὶ αὐτῆμαρ κἀμὲ νῆας,

νῆας δ’ οὐκ ἐνόησε καὶ οὐ ἤσκησεν Ἀθήνη.

[link to English translation] ἄρτι μὲν Ἰδαίων ὀρέων ἠλλάξατο πόντον

καὶ λεχέων ἐπίκουρον ἐφεσπομένην Ἀφροδίτην

πολλάκις ἀκταίοισιν ἱλασσάμενος θυέεσσιν

205 ἔπλεεν Ἑλλήσποντον ἐπ’ εὐρέα νῶτα θαλάσσης,

τῷ δὲ πολυτλήτων σημήια φαίνετο μόχθων.

κυανέη μὲν ὕπερθεν ἀναθρώσκουσα θάλασσα

οὐρανὸν ὀρφναίων ἑλίκων ἐζώσατο δεσμῷ

εἶθαρ ἀμιχθαλόεντος ἀπ’ ἠέρος ὄμβρον ἱεῖσα,

210 ἐκλύσθη δέ τε πόντος ἐρεσσομένων ἐρετάων.

τόφρα δὲ Δαρδανίην τὸ Τρώιον οὖδας ἀμείψας

Ἰσμαρίδος μεθέηκε παραπλώων στόμα λίμνης,

αἶψα δὲ Θρηικίοιο μετ’ οὔρεα Παγγαίοιο

Φυλλίδος ἀντέλλοντα φιλήνορος ἔδρακε τύμβον

215  p558  καὶ δρόμον ἐννεάκυκλον ἀλήμονος εἶδε κελευθοῦ,

ἔνθα διαστείχουσα κινύρεο, Φυλλίς, ἀκοίτην

δεχνυμένη παλίνορσον ἀπήμονα Δημοφόωντα,

ὁππότε νοστήσειεν Ἀθηναίης ἀπὸ δήμων.

τῷ δὲ βαθυκλήροιο διὰ χθονὸς Αἱμονιήων

220 ἐξαπίνης ἀνέτελλεν Ἀχαιίδος ἄνθεα γαίης,

Φθίη βωτιάνειρα καὶ εὐρυάγυια Μυκήνη.

ἔνθεν ἀνερχομένοιο παρ’ εἰαμενὰς Ἐρυμάνθου

Σπάρτην καλλιγύναικα, φίλην πόλιν Ἀτρείωνος,

κεκλιμένην ἐνόησεν ἐπ’ Εὐρώταο ῥεέθροις.

225 ἄγχι δὲ ναιομένην ὑπὸ δάσκιον οὔρεος ὕλην

γείτονα παπταίνων ἐρατὴν θηεῖτο Θεράπνην.

οὔπω κεῖθεν ἔην δολιχὸς πλόος, οὐδὲ γαλήνης

δηρὸν ἐρεσσομένων ἠκούετο δοῦπος ἐρετμῶν,

καὶ χθονὸς εὐκόλποισιν ἐπ’ ἠιόνεσσι βαλόντες

230 πείσματα νηὸς ἔδησαν, ὅσοις ἁλὸς ἔργα μεμήλει.

[link to English translation] αὐτὰρ ὁ χιονέοιο λοεσσάμενος ποταμοῖο

ᾤχετο φειδομένοισιν ἐπ’ ἴχνεσιν ἴχνος ἐρείδων,

μὴ πόδες ἱμερόεντες ὑποχραίνοιντο κονίης,

μὴ πλοκάμων κυνέῃσιν ἐπιβρίσαντες ἐθείρας

235 ὀξύτερον σπεύδοντες ἀναστέλλοιεν ἄηται.

[link to English translation] ἄρτι μὲν αἰπύδμητα φιλοξείνων ναετήρων

δώματα παπταίνων καὶ γείτονας ἐγγύθι νηοὺς

ἄστεος ἀγλαΐην διεμέτρεεν, ἔνθα μὲν αὐτῆς

χρύσεον ἐνδαπίης θηεύμενος εἶδος Ἀθήνης,

240 ἔνθα δὲ Καρνείοιο φίλον κτέρας Ἀπόλλωνος

οἶκον Ἀμυκλαίοιο παραγνάμψας Ὑακίνθου,

ὅν ποτε κουρίζοντα σὺν Ἀπόλλωνι νοήσας

δῆμος Ἀμυκλαίων ἠγάσσατο, μὴ Διὶ Λητὼ

 p560  κυσαμένη καὶ τοῦτον ἀνήγαγεν· αὐτὰρ Ἀπόλλων

245 οὐκ ἐδάη Ζεφύρῳ ζηλήμονι παῖδα φυλάσσων.

γαῖα δὲ δακρύσαντι χαριζομένη βασιλῆι

ἄνθος ἀνηέξησε, παραίφασιν Ἀπόλλωνος,

ἄνθος ἀριζήλοιο φερώνυμον ἡβητῆρος.

[link to English translation] ἤδη δ’ ἀγχιδόμοισιν ἐπ’ Ἀτρείδαο μελάθροις

250 ἵστατο θεσπεσίῃσιν ἀγαλλόμενος χαρίτεσσιν.

οὐ Διὶ τοῖον ἔτικτεν ἐπήρατον υἷα Θυώνη·

ἱλήκοις, Διόνυσε· καὶ εἰ Διός ἐσσί γενέθλης,

καλὸς ἔην καὶ κεῖνος ἐπ’ ἀγλαΐῃσι προσώπων.

ἡ δὲ φιλοξείνων θαλάμων κληῖδας ἀνεῖσα

255 ἐξαπίνης Ἑλένη μετεκίαθε δώματος αὐλὴν

καὶ θαλερῶν προπάροιθεν ὀπιπεύουσα θυράων

ὡς ἴδεν, ὣς ἐκάλεσσε καὶ ἐς μυχὸν ἤγαγεν οἴκου

καί μιν ἐφεδρήσσειν νεοπηγέος ὑψόθεν ἕδρης

ἀργυρέης ἐπέτελλε· κόρον δ’ οὐκ εἶχεν ὀπωπῆς

260 ἄλλοτε δὴ χρύσειον ὀισαμένη Κυθερείης

κοῦρον ὀπιπεύειν θαλαμηπόλον — ὀψὲ δ’ ἀνέγνω,

ὡς οὐκ ἔστιν Ἔρως· βελέων δ’ οὐκ εἶδε φαρέτρην —

πολλάκι δ’ ἀγλαΐῃσιν ἐυγλήνοισι προσώπων

παπταίνειν ἐδόκευε τὸν ἡμερίδων βασιλῆα·

265 ἀλλ’ οὐχ ἡμερίδων θαλερὴν ἐδόκευεν ὀπώρην

πεπταμένην χαρίεντος ἐπὶ ξυνοχῇσι καρήνου.

ὀψὲ δὲ θαμβήσασα τόσην ἀνενείκατο φωνήν·

[link to English translation] ξεῖνε, ποθεν τελέθεις; ἐρατὸν γένος εἶπε καὶ ἡμῖν.

ἀγλαΐην μὲν ἔοικας ἀριζήλῳ βασιλῆι,

270  p562  ἀλλὰ τεὴν οὐκ οἶδα παρ’ Ἀργείοισι γενέθλην.

πᾶσαν Δευκαλίωνος ἀμύμονος οἶδα γενέθλην·

οὐ Πύλον ἠμαθόεσσαν ἔχεις, Νηλήιον οὖδας,

— Ἀντίλοχον δεδάηκα, τεὴν δ’ οὐκ εἶδον ὀπωπὴν

οὐ Φθίην χαρίεσσαν, ἀριστήων τροφὸν ἀνδρῶν·

275 οἶδα περικλήιστον ὅλον γένος Αἰακιδάων,

ἀγλαΐην Πηλῆος, ἐυκλείην Τελαμῶνος,

ἤθεα Πατρόκλοιο καὶ ἠνορέην Ἀχιλῆος.

[link to English translation] τοῖα Πάριν ποθέουσα λιγύθροος ἔννεπε νύμφη·

αὐτὰρ ὁ μειλιχίην ἠμείβετο γῆρυν ἀνοίξας·

280 [link to English translation] εἴ τινά που Φρυγίης ἑνὶ πείρασι γαῖαν ἀκούεις,

Ἴλιον, ἣν πύργωσε Ποσειδάων καὶ Ἀπόλλων·

εἴ τινά που πολύολβον ἑνὶ Τροίῃ βασιλῆα

ἔκλυες εὐώδινος ἀπὸ Κρονίδαο γενέθλης·

ἔνθεν ἀριστεύων ἐμφύλια πάντα διώκω.

285 εἰμί, γύναι, Πριάμοιο πολυχρύσου φίλος υἱός,

εἰμι δὲ Δαρδανίδης· ὁ δὲ Δάρδανος ἐκ Διὸς ἦεν,

ᾧ καὶ ἀπ’ Οὐλύμποιο θεοὶ ξυνήονες ἀνδρῶν

πολλάκι θητεύουσι καὶ ἀθάνατοί περ ἐόντες·

ὧν ὁ μὲν ἡμετέρης δωμήσατο τείχεα πάτρης,

290 τείχεα μαρμαίροντα, Ποσειδάων καὶ Ἀπόλλων.

αὐτὰρ ἐγώ, βασίλεια, δικασπόλος εἰμι θεάων·

καὶ γὰρ ἀκηχεμένῃσιν ἐπουρανίῃσι δικάζων

Κύπριδος ἀγλαΐην καὶ ἐπήρατον ᾔνεσα μορφήν,

ἡ δὲ περικλήιστον, ἐμῶν ἀντάξιον ἔργων,

295 νύμφην ἱμερόεσσαν ἐμοὶ κατένευσεν ὀπάσσαι,

ἣν Ἑλένην ἐνέπουσι, κασιγνήτην Ἀφροδίτης,

ἧς ἕνεκεν τέτληκα καὶ οἴδματα τόσσα περῆσαι.

δεῦρο γάμον κεράσωμεν, ἐπεὶ Κυθέρεια κελεύει·

μή με καταισχύνειας, ἐμὴν <μὴ> Κύπριν ἐλέγξῃς.

300  p564  οὐκ ἐρέω· τί δὲ τόσσον ἐπισταμένην σε διδάξω;

οἶσθα γάρ, ὡς Μενέλαος ἀνάλκιδός ἐστι γενέθλης·

οὐ τοῖαι γεγάασιν ἐν Ἀργείοισι γυναῖκες,

καὶ γὰρ ἀκιδνοτέροισιν ἀεξόμεναι μελέεσσιν

ἀνδρῶν εἶδος ἔχουσι, νόθοι δ’ ἐγένοντο γυναῖκες.

305 [link to English translation] ἔννεπεν· ἡ δ’ ἐρόεσσαν ἐπὶ χθονὶ πῆξεν ὀπωπὴν

δηρὸν ἀμηχανέουσα καὶ οὐκ ἠμείβετο νύμφη.

ὀψὲ δὲ θαμβήσασα τόσην ἀνενείκατο φωνήν·

[link to English translation] ἀτρεκέως, ὦ ξεῖνε, τεῆς ποτε πυθμένα πάτρης

τὸ πρὶν ἐδωμήσαντο Ποσειδάων καὶ Ἀπόλλων;

310 ἤθελον ἀθανάτων δαιδάλματα κεῖνα νοῆσαι

καὶ νόμον οἰοπόλοιο λιγύπνοον Ἀπόλλωνος,

ἔνθα θεοδμήτοισι παρὰ προθύροισι πυλάων

πολλάκις εἰλιπόδεσσιν ἐφέσπετο βουσὶν Ἀπόλλων.

ἀγρέο νῦν Σπάρτηθεν ἐπὶ Τροίην με κομίζων.

315 ἕψομαι, ὡς Κυθέρεια γάμων βασίλεια κελεύει.

οὐ τρομέω Μενέλαον, ὅταν Τροίη με νοήσῃ.

[link to English translation] τοίην συνθεσίην καλλίσφυρος ἔννεπε νύμφη.

νὺξ δέ, πόνων ἄμπαυμα μετ’ ἠελίοιο κελεύθους,

ὕπνον ἐλαφρίζουσα, παρήορον ὤπασεν ἠῶ

320 ἀρχομένην· δοιὰς δὲ ὕλας ὤιξεν ὀνείρων,

τὴν μὲν ἀληθείης — κεραῶν ἀπελάμπετο κόσμος —

ἔνθεν ἀναθρῴσκουσι θεῶν νημερτέες ὀμφαί,

τὴν δὲ δολοφροσύνης, κενεῶν θρέπτειραν ὀνείρων.

αὐτὰρ ὁ ποντοπόρων Ἑλένην ἐπὶ σέλματα νηῶν

325 ἐκ θαλάμων ἐκόμισε φιλοξείνου Μενελάου,

κυδιόων δ’ ὑπέροπλον ὑποσχεσίῃ Κυθερείης

φόρτον ἄγων ἔσπευδεν ἐς Ἴλιον ἰωχμοῖο.

[link to English translation] Ἑρμιόνη δ’ ἀνέμοισιν ἀπορρίψασα καλύπτρην

ἱσταμένης πολύδακρυς ἀνέστενεν ήριγενείης,

330  p566  πολλάκι δ’ ἀμφιπόλους θαλάμων ἔκτοσθε λαβοῦσα,

ὀξύτατον βοόωσα τόσην ἀνενείκατο φωνήν·

[link to English translation] παῖδες, πῆ με λιποῦσα πολύστονον ᾤχετο μήτηρ,

ἣ χθιζὸν σὺν ἐμοὶ θαλάμων κληῖδας ἑλοῦσα

ἔδραθεν ὑπνώουσα καὶ ἐς μίαν ἤλυθεν εὐνήν;

[link to English translation]

335 ἔννεπε δακρυχέουσα, συνωδύροντο δὲ παῖδες.

ἀγρόμεναι δ’ ἑκάτερθεν ἐπὶ προθύροισιν ἐρύκειν

Ἑρμιόνην στενάχουσαν ἐπειρήσαντο γυναῖκες·

[link to English translation]

τέκνον ὀδυρομένη, γόον εὔνασον. ᾤχετο μήτηρ,

νοστήσει παλίνορσος· ἔτι κλαίουσα νοήσεις.

340 οὐχ ὁράᾳς; γοεραὶ μὲν ἐπιμύουσιν ὀπωπαί,

πυκνὰ δὲ μυρομένης θαλεραὶ μινύθουσι παρειαί.

ἦ τάχα νυμφάων ἐς ὁμήγυριν ἀγρομενάων

ἤλυθεν, ἰθείης δὲ παραπλάζουσα κελεύθου

ἵσταται ἀσχαλόωσα, καὶ ἐς λειμῶνα μολοῦσα

345 Ὡράων δροσόεντος ὑπὲρ πεδίοιο θαάσσει,

ἢ χρόα πατρῴοιο λοεσσομένη ποταμοῖο

ᾤχετο καὶ δήθυνεν ἐπ’ Εὐρώταο ῥεέθροις.

[link to English translation] τοῖα δὲ δακρύσασα πολύστονος ἔννεπε κούρη·

οἶδεν ὄρος, ποταμῶν ἐδάη ῥόον, οἶδε κελεύθους

350 ἐς ῥόδον, ἐς λειμῶνα· τί μοι φθέγγεσθε, γυναῖκες;

ἀστέρες ὑπνώουσι, καὶ ἐν σκοπέλοισιν ἰαύει·

ἀστέρες ἀντέλλουσι, καὶ οὐ παλίνορσος ἱκάνει.

μῆτερ ἐμή, τίνα χῶρον ἔχεις; τίνα δ’ οὔρεα ναίεις;

πλαζομένην θῆρές σε κατέκτανον; ἀλλὰ καὶ αὐτοὶ

355 θῆρες ἀριζήλοιο Διὸς τρομέουσι γενέθλην.

ἤριπες ἐξ ὀχέων χθαμαλῆς ἐπὶ νῶτα κονίης

σὸν δέμας οἰοπόλοισιν ἑνὶ δρυμοῖσι λιποῦσα;

ἀλλὰ πολυπρέμνων ξυλόχων ὑπὸ δάσκιον ὕλην

δένδρεα παπτήνασα καὶ αὐτῶν μέχρι πετήλων

360 σὸν δέμας οὐκ ἐνόησα· καὶ οὐ νεμεσίζομαι ὕλῃ.

 p568  μὴ διεροῖς στονόεντος ἐπ’ Εὐρώταο ῥεέθροις

νηχομένην ἐκάλυψεν ὑποβρυχίην σε γαλήνῃ;

ἀλλὰ καὶ ἐν ποταμοῖσι καὶ ἐν πελάγεσσι θαλάσσης

Νηιάδες ζώουσι καὶ οὐ κτείνουσι γυναῖκες.

365 [link to English translation] ὣς ἡ μὲν στενάχιζεν· ἀνακλίνουσα δὲ δειρὴν

ὕπνον ἔπνει, θανάτοιο συνέμπορον· ἦ γὰρ ἐτύχθη

ἄμφω ἀναγκαίη ξυνήια πάντα λαχόντε

ἔργα παλαιοτέροιο κασιγνήτοιο διώκειν.

ἔνθεν ἀκηχεμένοισι βαρυνόμεναι βλεφάροισι

370 πολλάκις ὑπνώουσιν, ὅτε κλαίουσι, γυναῖκες.

ἡ μὲν ἀλητεύουσα δολοφροσύνῃσιν ὀνείρων

μητέρα παπταίνειν ὠίσατο, τοῖα δὲ κούρη

ἴαχε θαμβήσασα καὶ ἀχνυμένη περ ἐοῦσα·

[link to English translation] χθιζὸν ὀδυρομένην με δόμων ἔκτοσθε φυγοῦσα

375 κάλλιπες ὑπνώουσαν ὑπὲρ λεχέων γενετῆρος.

ποῖον ὄρος μεθέηκα; τίνας προλέλοιπα κολώνας;

οὕτω καλλικόμοιο μέθ’ ἁρμονίην Ἀφροδίτης;

[link to English translation] τοῖα δὲ φωνήσασα προσέννεπε Τυνδαρεώνη·

τέκνον ἀκηχεμένη, μὴ μέμφεο δεῖνα παθούσῃ·

380 ὁ χθιζός με μολὼν ἀπατήλιος ἥρπασεν ἀνήρ.

[link to English translation] ἔννεπεν. ἡ δ’ ἀνόρουσε καὶ οὐχ ὁρόωσα τιθήνην

ὀξυτέρῃ πολὺ μᾶλλον ἀνεβρυχήσατο φωνῇ·

[link to English translation] ἠερίης, ὄρνιθες, ἐύπτερα τέκνα γενέθλης,

εἴπατε νοστήσαντες ἐπὶ Κρήτην Μενελάῳ·

385 χθιζὸν ἐπὶ Σπάρτην τις ἀνὴρ ἀθεμίστιος ἐλθὼν

ἀγλαΐην ξύμπασαν ἐὼν ἀλάπαξε μελάθρων.

[link to English translation] Ὣς ἡ μὲν πολύδακρυς ἐς ἠέρα φωνήσασα,

μητέρα μαστεύουσα, μάτην ἐπλάζετο κούρη.

καὶ Κικόνων πτολίεθρα καὶ Αἰολίδος πόρον Ἕλλης

390  p570  Δαρδανίης λιμένεσσιν ὁ νυμφίος ἤγαγε νύμφην.

πυκνὰ δὲ τίλλε κόμην, χρυσέην δ’ ἔρριψε καλύπτρην

Κασσάνδρη νεόφοιτον ἀπ’ ἀκροπόληος ἰδοῦσα.

Τροίη δ’ ὑψιδόμων πυλέων κληῖδας ἀνεῖσα

δέξατο νοστήσαντα τὸν ἀρχέκακον πολιήτην.


Critical Notes:

1 Il. 39, 40 were transposed to precede 25 by Graefe.

2 So inferior MSS., making θυόεντα feminine; πτερὸν ἐθυνθέντα M.


[image ALT: Valid HTML 4.01.]

Page updated: 11 May 19