Short URL for this page:
bit.ly/DioChr14


[image ALT: Much of my site will be useless to you if you've got the images turned off!]
mail:
Bill Thayer

[image ALT: Click here for an English translation of this page.]
English

[image ALT: Cliccare qui per una pagina di aiuto in Italiano.]
Italiano

[Link to a series of help pages]
Help
[Link to the next level up]
Up
[Link to my homepage]
Εἴσοδος

This webpage reproduces one of the
Discourses

by
Dio Chrysostom

published in the Loeb Classical Library, 1939

The text is in the public domain.

This page has been carefully proofread
and I believe it to be free of errors.
If you find a mistake though, please
let me know!

ὕστερον·

[image ALT: link to next section]
Λόγος ιε´

(Vol. II) Δίων Χρυσόστομος
Λόγοι

 p124  14. ΠΕΡΙ ΔΟΥΛΕΙΑΣ ΚΑΙ ΕΛΕΥΘΕΡΙΑΣ Α

1 Οἱ ἄνθρωποι ἐπιθυμοῦσι μὲν ἐλεύθεροι εἶναι μάλιστα πάντων, καί φασι τὴν ἐλευθερίαν μέγιστον τῶν ἀγαθῶν, τὴν δὲ δουλείαν αἴσχιστον καὶ δυστυχέστατον ὑπάρχειν, αὐτὸ δὲ τοῦτο ὅ τι ἐστὶ τὸ ἐλεύθερον εἶναι ἢ ὅ τι τὸ δουλεύειν, οὐκ ἴσασιν. καὶ τοίνυν οὐδὲ ποιοῦσιν οὐδέν, ὡς ἔπος εἰπεῖν, ὅπως τὸ μὲν αἰσχρὸν καὶ χαλεπὸν ἐκφεύξονται, τὴν δουλείαν, ὃ δὲ δοκεῖ αὐτοῖς πολλοῦ ἄξιον εἶναι, κτήσονται, τὴν ἐλευθερίαν, ἀλλὰ τοὐναντίον ταῦτα πράττουσιν ἐξ ὧν ἀνάγκη τοὺς ἐπιτηδεύοντας διατελεῖν δουλεύοντας τὸν ἅπαντα χρόνον καὶ μηδεπώποτε ἐλευθερίας ἐπιτυγχάνειν. 2 πλὴν τούτους οὐκ ἄξιον ἴσως θαυμάσαι ὅτι οὔτε ἑλεῖν οὔτε φυλάξασθαι δύνανται ὃ τυγχάνουσιν ἀγνοοῦντες. εἰ γοῦν ἐτύγχανον ἀγνοοῦντες πρόβατον καὶ λύκον ὅ τι​1 ἐστὶν ἑκάτερον αὐτοῖν, ὅμως δὲ ἡγοῦντο​2 τὸ μὲν ὠφέλιμον καὶ κτήσασθαι ἀγαθόν, τὸ δὲ βλαβερὸν καὶ ἀσύμφορον, οὐκ ἂν ἦν​3 θαυμαστὸν οὐδέν, εἰ τὸ μὲν πρόβατον ἐφοβοῦντο καὶ ἔφευγον ἐνίοτε ὡς λύκον, τὸν δὲ λύκον προσίεντο καὶ ὑπέμενον, νομίσαντες πρόβατον· ἡ γὰρ ἄγνοια τοιαῦτα ἐργάζεται τοὺς οὐκ εἰδότας καὶ ἀναγκάζει τἀναντία φεύγειν καὶ διώκειν ὧν βούλονται καὶ τῶν συμφερόντων.

 p126  3 Φέρε δὴ σκεψώμεθα εἰ ἄρα τι οἱ πολλοὶ ἐπίστανται περὶ ἐλευθερίας καὶ δουλείας σαφές. ἴσως γάρ τοι μάτην αὐτοὺς αἰτιώμεθα, οἱ δὲ παντὸς μᾶλλον ταῦτα ἴσασιν.

Εἰ οὖν ἔροιτό τις αὐτοὺς ὅ τι ἐστὶ τὸ ἐλεύθερον εἶναι, φαῖεν ἂν ἴσως τὸ μηδενὸς ὑπήκοον, ἀλλὰ πράττειν ἁπλῶς τὰ δοκοῦντα ἑαυτῷ· 4 τὸν δὲ τοῦτο ἀποκρινάμενον ἐάν τις ἐπερωτᾷ, εἰ ἐν χορῷ χορευτὴν ὄντα μὴ προσέχειν τῷ κορυφαίῳ μηδὲ ὑπήκοον εἶναι αὐτοῦ, ἀλλ’ ᾆδειν τε καὶ ἀπᾴδειν, ὅπως ἂν αὐτῷ ἐπίῃ, τοῦτο καλὸν οἴεται εἶναι καὶ ἐλευθέριον, τὸ δὲ ἐναντίον τούτου, τὸ προσέχειν καὶ πείθεσθαι τῷ ἡγεμόνι τοῦ χοροῦ, καὶ τότε ἄρχεσθαι καὶ παύεσθαι ᾄδοντα ὁπόταν ἐκεῖνος κελεύσῃ, αἰσχρὸν εἶναι καὶ δουλοπρεπές, οὐκ ἄν, οἶμαι, ὁμολογοῖ. 5 οὐδὲ εἴ τις ἐρωτήσειε, πλέοντα μὴ φροντίζειν τοῦ κυβερνήτου μηδὲ ποιεῖν ἅττ’ ἂν ἐκεῖνος εἴπῃ, εἰ τὸ τοιοῦτον ἐλευθέριον οἴοιτο· οἷον κελεύσαντος καθῆσθαι ἑστάναι ἐν τῇ νηὶ, ἂν αὐτῷ μόνον​4 ἐπίῃ, κἂν κελεύσῃ ἀντλεῖν ποτὲ ἢ συνέλκειν τὰ ἱστία, μήτ’ ἀντλῆσαι μήθ’ ἅψασθαι τῶν κάλων, οὐδὲ τοῦτον εἴποι ἂν ἐλεύθερον οὐδὲ ζηλωτόν, ὅτι πράττει τὰ δοκοῦντα αὑτῷ.​5 6 καὶ μὴν τούς γε στρατιώτας οὐκ ἂν φαίη δούλους εἶναι, διότι ὑπήκοοί εἰσι τοῦ στρατηγοῦ, καὶ τότε ἀνίστανται ὁπόταν ἐκεῖνος προστάξῃ, καὶ σῖτον αἱροῦνται καὶ ὅπλα λαμβάνουσι καὶ παρατάττονται καὶ ἐπίασι καὶ ἀναχωροῦσιν οὐκ ἄλλως ἢ τοῦ στρατηγοῦ κελεύσαντος· οὐδέ  p128 γε τοὺς κάμνοντας, ὅτι πείθονται τοῖς ἰατροῖς, οὐ διὰ τοῦτο φήσουσι δούλους εἶναι· 7 καίτοι οὐ σμικρά γε οὐδὲ ῥᾴδια πείθονται αὐτοῖς, ἀλλὰ καὶ πεινῆν καὶ διψῆν ἐνίοτε προστάττουσι· κἂν δόξῃ ποτὲ τῷ ἰατρῷ τὸν κάμνοντα δῆσαι, παραχρῆμα ἐδέθη, κἂν τεμεῖν ἢ καῦσαι, καυθήσεται καὶ τμηθήσεται ἐφ’ ὅσον ἂν ἐκείνῳ δοκῆ· ἐὰν δὲ μὴ πείθηται, πάντες οἱ ἐν τῇ οἰκίᾳ τῷ ἰατρῷ συναγωνιοῦνται, οὐ μόνον οἱ ἐλεύθεροι, ἀλλὰ πολλάκις οἱ τοῦ νοσοῦντος οἰκέται αὐτοὶ καταδοῦσι τὸν δεσπότην, καὶ τὸ πῦρ κομίζουσιν, ὅπως καυθήσεται, καὶ τἄλλα ὑπηρετοῦσιν. 8 μὴ οὖν οὐ φῂς ἐλεύθερον εἶναι τὸν ἄνδρα τοῦτον, ὅτι πολλὰ καὶ ἀηδῆ ἑτέρου κελεύοντος ὑπομένει; οὐ γὰρ δήπου τὸν Περσῶν βασιλέα Δαρεῖον οὐκ ἂν ἔφης ἐλεύθερον εἶναι, ἐπειδὴ καταπεσὼν ἀπὸ τοῦ ἵππου ἐν κυνηγεσίοις, τοῦ ἀστραγάλου ἐκχωρήσαντος, ὑπήκουε τοῖς ἰατροῖς ἕλκουσι καὶ στρεβλοῦσιν αὐτοῦ τὸν πόδα, ὅπως καταστήσεται τὸ ἄρθρον, καὶ ταῦτα Αἰγυπτίοις ἀνθρώποις· οὐδ’ αὖ Ξέρξην, ὁπηνίκα ἀναχωρῶν ἐν τῆς Ἑλλάδος καὶ χειμαζόμενος ἐν τῇ νηὶ πάντα ἐπείθετο τῷ κυβερνήτῃ καὶ παρὰ τὴν ἐκείνου γνώμην οὐκ ἐπέτρεπεν αὑτῷ οὐδὲ νεῦσαι οὐδὲ μεταβῆναι. οὔκουν τὸ​6 μηδενὸς ἀνθρώπων ὑπακούειν οὐδὲ τὸ πράττειν ὅ τι ἂν τις ἐθέλῃ ἐλευθερίαν ἔτι φήσουσιν εἶναι.

9 Ἀλλ’ ἴσως ἐροῦσιν ὅτι οὗτοι μὲν ἐπὶ τῷ αὑτῶν συμφέροντι ὑπακούουσιν, ὡς οἱ πλέοντες τῷ  p130 κυβερνήτῃ καὶ οἱ στρατιῶται τῷ στρατηγῷ, καὶ οἱ κάμνοντες δὲ τῷ ἰατρῷ διὰ τοῦτο πείθονται. οὐδὲ γὰρ ἀλλ’ ἄττα προστάττουσιν οὗτοι ἢ τὰ συμφέροντα αὐτοῖς. οἱ δέ γε δεσπόται τοῖς δούλοις οὐ ταῦτα​7 ἐπιτάττουσιν ἃ ἐκείνοις συνοίσει, ἀλλ’ ὅπερ αὑτοῖς οἴονται λυσιτελεῖν. 10 τί δή; ἆρά γε συμφέρει τῷ δεσπότῃ τὸ τεθνάναι τὸν οἰκέτην ἢ νοσεῖν ἢ πονηρὸν εἶναι; οὐδεὶς ἂν εἴποι, ἀλλὰ τοὐναντίον, οἶμαι, τό τε ζῆν καὶ ὑγιαίνειν καὶ χρηστὸν εἶναι. τὰ αὐτὰ δὲ ταῦτα φανεῖται καὶ τῷ οἰκέτῃ συμφέροντα· ὥστε καὶ τῷ οἰκέτῃ ὁ δεσπότης οὐδὲν ἧττον, ἄνπερ ἔχῃ νοῦν, τὰ συμφέροντα ἐκείνῳ προστάξει· ταῦτα γὰρ καὶ αὐτῷ φαίνεται συμφέρειν.

11 Ἀλλὰ ὑπὲρ ὅτου ἂν τις ἀργύριον καταβάλῃ, οὗτος ἐξ ἀνάγκης δοῦλός ἐστιν.

Οὔκουν πολλοὶ περὶ πολλῶν καὶ ἐλευθέρων καταβεβλήκασιν ἀργύριον, οἱ μὲν πολεμίοις, οἱ δὲ λῃσταῖς λύτρα διδόντες, οἱ δέ τινες τὴν αὑτῶν τιμὴν καταβεβλήκασι τοῖς δεσπόταις; καὶ οὐ δήπου δοῦλοί εἰσιν οὗτοι αὑτῶν.

12 Ἀλλὰ μὴν ὃν ἂν ἐξῇ ἑτέρῳ μαστιγῶσαι καὶ δῆσαι καὶ ἀνελεῖν καὶ ἄλλο ὅ τι ἂν βούληται ἐργάσασθαι, οὗτος ἐκείνου δοῦλός ἐστιν.

Τί δέ; οὐκ ἔξεστι τοῖς λῃσταῖς ταῦτα ποιεῖν τοὺς ληφθέντας; καὶ οὐδὲν ἧττον οὐ δοῦλοί εἰσιν. τί δέ; τοῖς δικασταῖς οὐκ ἔξεστι τιμᾶν  p132 καὶ δεσμοῦ καὶ θανάτου καὶ ἄλλου ὅτου ἂν βούλωνται πολλοῖς τῶν κρινομένων; καὶ οὐ δήπου δοῦλοί εἰσιν οὗτοι. εἰ δὲ μίαν ἡμέραν, ἐν ἡ κρίνεται ἕκαστος, οὐδὲν τοῦτο· καὶ γὰρ μίαν ἡμέραν ἤδη τις λέγεται γενέσθαι δοῦλος;

13 Ἀλλὰ μὴν ἑνὶ λόγῳ συλλαβόντα χρὴ ἀποφήνασθαι ὡς ὅτῳ μὲν ἔξεστιν ὃ βούλεται πράττειν, ἐλεύθερός ἐστιν, ὅτῳ δὲ μὴ ἔξεστι, δοῦλος.

Οὐ δὴ​8 ἐπὶ τῶν πλεόντων οὐδὲ τῶν καμνόντων οὐδὲ τῶν στρατευομένων οὐδὲ τῶν μανθανόντων γράμματα ἢ κιθαρίζειν ἢ παλαίειν ἢ ἄλλην τινὰ τέχνην ἐρεῖς αὐτό· οὐ γὰρ ἔξεστι τούτοις πράττειν ὡς αὐτοὶ ἐθέλουσιν, ἀλλ’ ὡς ὅ τε κυβερνήτης καὶ ἰατρὸς καὶ διδάσκαλος προστάττει.​9 οὐ τοίνυν οὐδὲ τοῖς ἄλλοις ἔξεστιν ἃ ἐθέλουσι ποιεῖν, ἀλλ’ ἐάν τις παρὰ τοὺς νόμους τοὺς κειμένους πράττῃ, ζημιώσεται.

14 Οὐκοῦν ὅσα μὴ ἀπείρηται ὑπὸ τῶν νόμων μηδὲ προστέτακται, ὁ περὶ τούτων ἔχων αὐτὸς τὴν ἐξουσίαν τοῦ πράττειν ὡς βούλεται ἢ μὴ ἐλεύθερος, ὁ δὲ τοὐναντίον ἀδύνατος δοῦλος.

Τί δέ;​10 οἴει σοι ἐξεῖναι, ὅσα μὴ ἀπείρηται μὲν ὑπὸ τῶν νόμων ἐγγράφως, αἰσχρὰ δὲ ἄλλως δοκεῖ τοῖς ἀνθρώποις καὶ ἄτοπα· λέγω δὲ οἷον τελωνεῖν ἢ πορνοβοσκεῖν ἢ ἄλλα ὁμοία πράττειν;

Οὐ μὰ Δία φαίην ἂν οὐδὲ τὰ τοιαῦτα ἐξεῖναι τοῖς ἐλευθέροις. καὶ γὰρ περὶ τούτων ἐπίκειται  p134 ζημία τὸ μισεῖσθαι ἢ δυσχεραίνεσθαι ὑπὸ τῶν ἀνθρώπων.

15 Τί δέ; τοῖς ἀκολάστοις ἀνθρώποις, ὅσα ποιοῦσι διὰ τὴν ἀκολασίαν, καὶ τοῖς ἀνοήτοις, ὅσα διὰ τὴν ἄγνοιαν,​11 ἢ οὐσίας ἀμελοῦντες ἢ σώματος ἢ ἀδίκως καὶ ἀγνωμόνως προσφερόμενοι ἀλλήλοις, οὐ πάντα ταῦτα ἐπιζήμια τοῖς ποιοῦσίν ἐστιν; ἢ γὰρ εἰς τὸ σῶμα ἢ τὴν οὐσίαν ἢ τὸ μέγιστον τὴν ψυχὴν τὴν αὑτῶν βλάπτονται.

Τοῦτο μὲν ἀληθές λέγεις.

Οὔκουν​12 οὐδὲ ταῦτα ἔξεστι πράττειν;

Οὐ γὰρ οὖν.

16 Ἑνὶ δὴ λόγῳ τὰ μὲν φαῦλα καὶ ἄτοπα καὶ ἀσύμφορα οὐκ ἔξεστι πράττειν, τὰ δὲ δίκαια καὶ συμφέροντα καὶ ἀγαθὰ χρὴ φάναι ὅτι προσήκει τε καὶ ἔξεστιν;

Ἐμοὶ γοῦν δοκεῖ.

Οὐκοῦν οὐδενὶ τά τε φαῦλα καὶ ἀσύμφορα ποιεῖν ἀζήμιόν ἐστιν οὔτε Ἕλληνι οὔτε βαρβάρῳ . . .​13 οὔτε ὑπὲρ ὅτου τις τιμὴν δέδωκεν ἀργύριον;

Οὐ γὰρ οὖν.

Τὰ δέ γε ἐναντία πᾶσιν ὁμοίως ἐφεῖται, καὶ οἱ μὲν τὰ ἐφειμένα πράττοντες ἀζήμιοι διατελλοῦσιν, οἱ δὲ τὰ κεκωλυμένα ζημιοῦνται. 17 ἄλλοι οὖν δοκοῦσί σοι πράττειν ἃ ἔξεστιν ἢ οἱ ἐπιστάμενοι ταῦτα, καὶ ἄλλοι τἀναντία ἢ οἱ ἀγνοοῦντες;

Οὐδαμῶς.

 p136  Οὐκοῦν οἱ φρόνιμοι ὅσα βούλονται πράττειν, ἔξεστιν αὐτοῖς· οἱ δὲ ἄφρονες ἃ βούλονται οὐκ ἐξὸν ἐπιχειροῦσι πράττειν· ὥστε ἀνάγκη τοὺς μὲν φρονίμους ἐλευθέρους τε εἶναι δ ἐξεῖναι αὐτοῖς ποιεῖν ὡς ἐθέλουσι, τοὺς δὲ ἀνοήτους δούλους τε εἶναι καὶ ἃ μὴ ἔξεστιν αὐτοῖς ταῦτα ποιεῖν;

Ἴσως.

18 Οὐκοῦν καὶ τὴν ἐλευθερίαν χρὴ λέγειν ἐπιστήμην τῶν ἐφειμένων​14 καὶ τῶν κεκωλυμένων, τὴν δὲ δουλείαν ἄγνοιαν​15 ὧν τε ἔξεστι καὶ ὧν μή. ἐκ δὲ τούτου τοῦ λόγου οὐδὲν ἂν κωλύοι τὸν μέγαν βασιλέα πάνυ μεγάλην τιάραν ἐπὶ τῆς κεφαλῆς ἔχοντα δοῦλον εἶναι καὶ μὴ ἐξεῖναι αὐτῷ πράττειν μηδὲν ὧν ποιεῖ· πάντα γὰρ ἐπιζημίως καὶ ἀσυμφόρως πράξει· ἄλλον δέ τινα δοῦλον δοκοῦντα καὶ ὀνομαζόμενον, οὐχ ἅπαξ, ἀλλὰ πολλάκις, ἂν οὕτω τύχῃ, πεπραμένον, εἰ δὲ ἄρα τοῦτο συμβαίνοι, πέδας πάνυ παχείας ἔχοντα, μᾶλλον ἐλεύθερον εἶναι τοῦ μεγάλου βασιλέως.

19 Ἐμοὶ μὲν σφόδρα δοκεῖ ἄτοπον, εἰ πέδας ἔχων τις ἢ ἐστιγμένος ἢ ἐν μυλῶνι ἀλῶν ἐλεύθερος ἔσται μᾶλλον τοῦ μεγάλου βασιλέως.

Τί δέ; ἐν Θρᾴκη γέγονας;

Ἔγωγε.

Ἑώρακας οὖν ἐκεῖ τὰς γυναῖκας τὰς ἐλευθέρας στιγμάτων μεστάς, καὶ τοσούτῳ πλείονα ἐχούσας στίγματα καὶ ποικιλώτερα ὅσῳ ἂν βελτίους καὶ ἐκ βελτιόνων δοκῶσιν;16

 p138  Τί οὖν δὴ τοῦτο;

20 Ὅτι βασίλισσαν, ὡς ἔοικεν, οὐδὲν κωλύει ἐστιγμένην εἶναι· βασιλέα δὲ οἴει κωλύειν; σὺ τοίνυν οὐδὲ περὶ ἐκείνου τοῦ ἔθνους ἀκήκοας, παρ’ οἷς ὁ βασιλεὺς ἐν πύργῳ πάνυ ὑψηλῷ φυλάττεται, καὶ οὐκ ἔξεστιν αὐτῷ καταβῆναι ἀπὸ τοῦ πύργου; εἰ δέ γε ἀκηκόεις, ἠπίστω ἂν ὅτι καὶ περιειργμένον ἐστιν εἶναι βασιλέα.​17 καὶ τυχὸν ἤκουες ἂν ἐκείνων τῶν ἀνθρώπων θαυμαζόντων, εἰ διηγοῦ σὺ περὶ τοῦ Περσῶν βασιλέως, καὶ ἀπιστούντων ὅτι ἔστι τις βασιλεὺς περιελαύνων ἐφ’ ἅρματος καὶ ὅποι βούλεται ἀπιών.

Ἀλλὰ δεδεμένον οὐκ ἀποδείξεις βασιλέα.

21 Οὐ τῶν γε ἀνθρώπων τυχόν· ἐπεὶ ὅ γε τῶν θεῶν βασιλεὺς ὁ πρῶτος καὶ πρεσβύτατος δέδεται, ὥς φᾶσιν, εἰ χρὴ πιστεύειν Ἡσιόδῳ τε καὶ Ὁμήρῳ καὶ ἄλλοις σοφοῖς ἀνδράσιν, οἳ περὶ Κρόνου ταῦτα λέγουσι, καὶ μὰ Δία οὐχ ὑπ’ ἐχθροῦ ἀδίκως παθόντα τοῦτο, ἀλλ’ ὑπὸ τοῦ δικαιοτάτου καὶ φιλτάτου, δῆλον ὅτι ὡς βασιλικὰ καὶ συμφέροντα ἐκείνῳ δρῶντος. 22 οἱ δὲ τοῦτο μὲν ἀγνοοῦσι καὶ οὐδέποτ’ ἂν οἰηθεῖεν πτωχὸν ἢ δεσμώτην ἢ ἄδοξον γενέσθαι βασιλέα, καίτοι τὸν Ὀδυσσέα ἀκούοντες ὅτι πτωχὸς ὢν καὶ τοὺς μνηστῆρας αἰτῶν οὐδὲν ἧττον βασιλεὺς ἦν καὶ τῆς οἰκίας κύριος· ὁ δὲ  p140 Ἀντίνους καὶ ὁ Εὐρύμαχος, οὓς Ὅμηρος ὠνόμαζε βασιλέας, ἄθλιοι καὶ δυστυχεῖς· ἀλλὰ ταῦτα μέν, ὡς ἔφην, ἀγνοοῦσι· σημεῖα δὲ αὐτοῖς περιτιθέασι τιάρας καὶ σκῆπτρα καὶ διαδήματα, μὴ λάθωσι βασιλεῖς ὄντες· ὥσπερ, οἶμαι, τοῖς βοσκήμασι χαρακτῆρας ἐπιβάλλουσιν οἱ δεσπόται, ὅπως ἐπίσημα ἔσται. 23 τοιγαροῦν ὁ Περσῶν βασιλεὺς ὅπως μὲν ἕξει μόνος ὀρθὴν τὴν τιάραν ἐφρόντιζεν, καὶ εἴ τις ἄλλος τοῦτο ἐποίησεν, εὐθὺς ἐκέλευσεν ἀποθνῄσκειν αὐτόν, ὡς οὐ καλὸν​18 οὐδὲ συμφέρον ἐν τοσαύταις μυριάσιν ἀνθρώπων δύο εἶναι φοροῦντας ὀρθὰς​19 τιάρας· ὅπως δὲ τὴν γνώμην ὀρθὴν ἕξει 24 καὶ μηδεὶς ἄλλος φρονήσει αὑτοῦ​20 σοφώτερον οὐδὲν αὐτῷ ἔμελεν. μὴ οὖν, ὥσπερ τῆς βασιλείας τῆς τότε τοιαῦτα ὑπῆρχε σημεῖα, καὶ νῦν δέῃ·​21 τῆς ἐλευθερίας τοιαῦτα ὑπάρχειν σύμβολα καὶ βαδίζειν πῖλον ἔχοντα ἐπὶ τῆς κεφαλῆς, ἄλλως δὲ οὐ δυνησόμεθα γνῶμαι τὸν ἐλεύθερον ἢ τὸν δοῦλον.


The Loeb Editor's Notes:

1 τι added by Morel.

2 ἡγοῦντο Reiske: ἡγοῖντο.

3 οὐκ ἂν ἦν Emperius: οὐ καλόν.

4 μόνον Cohoon: μὴ.

5 αὑτῷ Dindorf: αὐτῷ.

6 οὔκουν τὸ Reiske: διοικοῦντι M, δοκοῦντι UB.

7 ταῦτα Reiske: τὰ αὐτὰ.

8 οὐ δὴ Arnim: οὐδ’.

9 προστάττει Valesius: πράττει.

10 δὲ Dindorf: δαὶ.

11 ἄγνοιαν Capps: ἄνοιαν.

12 οὔκουν Dindorf: οὐκοῦν.

13 After βαρβάρῳ Arnim supposes a lacuna in which Dio opposed the buyer to the man who was bought with money.

14 ἐφειμένων Reiske: ἐφιεμένων.

15 ἄγνοιαν T, ἄνοιαν UBM.

16 δοκῶσιν Emperius: δοκοῦσιν.

17 περιειργμένον ἔστιν εἶναι βασιλέα Reiske: δεδεμένον ἔστιν εἶναι βασιλέα περιειργμένον.

18 οὐ καλὸν Wilamowitz: οὐκ ἐνὸν.

19 ὀρθὰς added by Casaubon.

20 αὑτοῦ Capps: αὐτοῦ.

21 δέῃ Emperius: δὴ BM, δεῖ U.


[image ALT: Valid HTML 4.01.]

Page updated: 28 Jun 12