Short URL for this page:
bit.ly/DioChr16
mail:
Bill Thayer |
English |
Italiano |
Help |
Up |
Εἴσοδος |
|||
|
1 Τὸ μὲν ὑφ’ Ἡδονῆς κρατεῖσθαι τοὺς πολλοὺς αἰτίαν ἴσως ἔχει· κηλούμενοι γὰρ καὶ γοητευόμενοι παρὰ ταύτῃ μένουσι· τὸ δὲ Λύπῃ δεδουλῶσθαι παντελῶς ἄλογον καὶ θαυμαστόν. ὀδυνώμενοι γὰρ καὶ βασανιζόμενοι τῇ χαλεπωτάτῃ πασῶν βασάνῳ μένομεν ἐν αὐτῇ καὶ τὸν λόγον τὸν1 ἐλευθεροῦντα ἡμᾶς καὶ ἀπαλλάσσοντα τῆς ἀλγηδόνος οὐ προσιέμεθα. καίτοι τί μὲν ταπεινότερον ἀνδρὸς λυπουμένου; τί δὲ οὕτως αἰσχρὸν θέαμα; καθικνεῖται καὶ γάρ, οἶμαι, καὶ τοῦ σώματος τὸ πάθος καὶ τοῦτο συστέλλει καὶ σκυθρωπὸν καὶ δυσειδὲς ὀφθῆναι παρέχει. 2 τὸ δὲ μὴ μόνον εἴκειν τῇ φορᾷ τῆς διανοίας, ἀλλὰ καὶ προσμηχανᾶσθαί τινα ἔξωθεν, οἷον μέλαιναν ἐσθῆτα καὶ συμπλοκὰς χειρῶν καὶ ταπεινὰς καθέδρας, ὡς ὑπὸ τούτων πάντων ἀναγκάζεσθαι τρόπον τινὰ τὴν διάνοιαν μηδέποτε ἀφίστασθαι τῆς λύπης, ἀλλ’ ἀεὶ μνημονεύειν τοῦ2 λυπεῖσθαι, διεγνωκότας δὴ3 ἔσεσθαί τινα ἀπαλλαγὴν τούτου καὶ μὴ πάντως ἀεὶ φανεῖσθαι4 τινα αἰτίαν τοῦ πάθους, οὐχὶ σφόδρα εὔηθες; 3 ἢ γὰρ προσήκοντος θάνατος ἢ νόσος ἐκείνων τινὸς ἢ καὶ αὐτοῦ· πρὸς δὲ p178 τούτοις ἀδοξία, χρημάτων ἀποβολή, τὸ μὴ περᾶναί5 τι τῶν προκειμένων ἢ6 παρὰ τὸ δέον, ἀσχολία, κίνδυνος, μυρία ἄλλα ὅσα συμβαίνει κατὰ τὸν βίον· καὶ σχεδὸν ἀνάγκη τούτων ἀεί τι παρεῖναι· 4 τὸ δὲ τελευταῖον, ἂν ἄρα γίγνηται7 χρόνος ἐν ᾧ μηδὲν ἀπαντᾷ δύσκολον, ἀλλά τοι τὸ προσδοκᾶν αὐτά καὶ γιγνώσκειν ὡς δυνατόν ἐστι συμβῆναι, καθάψεται τῆς γνώμης τῶν οὕτως διακειμένων. οὔκουν καθ’ ἕκαστον αὐτῶν δεῖ ποιεῖσθαι τὴν παραμυθίαν — ἀνήνυτον γὰρ τὸ πρᾶγμα καὶ λυπηρός ἐστιν ὁ βίος — ἀλλὰ ὅλως ἐξελόντα τῆς ψυχῆς τὸ πάθος καὶ τοῦτο κρίναντα βεβαίως, ὅτι μὴ λυπητέον ἐστὶ περὶ μηδενὸς τῷ νοῦν ἔχοντι, τὸ λοιπὸν ἐλευθεριάζειν, καὶ πάντων ἄδεια τῶν δυσχερῶν ἔσται. οὐδὲν γάρ ἐστιν αὐτὸ δεινόν, ἀλλὰ ὑπὸ τῆς δόξης καὶ τῆς ἀσθενείας τῆς ἡμετέρας γίγνεται τοιοῦτον. 5 οἱ γοῦν πολλοί, ἐὰν8 γένηταί τι τῶν νομιζομένων ἀτόπων, ἀεὶ τούτου μνημονεύουσι, δυσχεροῦς οὔσης τῆς μνήμης, ὅμοιον δή τι πάσχοντες τοῖς παιδίοις. καὶ γὰρ ἐκεῖνα τοῦ πυρὸς ἅψασθαι προθυμεῖται, καίτοι σφόδρα ἀλγοῦντα, κἂν ἀφῇς, ἅψεται πάλιν.
6 Ὥσπερ οὖν τοῖς εἰς πόλεμον ἐξιοῦσιν οὐδέν ἐστιν ὄφελος, ἂν γυμνοὶ προελθόντες ἔπειτα ἕκαστον τῶν φερομένων βελῶν ἐκκλίνειν ἐθέλωσιν· οὐ γὰρ ἔνι φυλάττεσθαι πάντα, δεῖ δὲ θώρακος στερεοῦ καὶ τῆς ἄλλης πανοπλίας, ὥστε, κἂν p180 ἔμπέσῃ τι, μὴ διικνεῖσθαι· τὸν αὐτὸν τρόπον καὶ τοῖς εἰς τὸν βίον προελθοῦσιν οὐχ οἷόν τε ἐκκλίνειν οὐδὲ φυλάττεσθαι ὥστε ὑπὸ μηδενὸς παίεσθαι τῶν ἐκ τῆς τύχης, μυρίων ἐφ’ ἕκαστον φερομένων, ἀλλὰ διανοίας ἰσχυρᾶς ἐστιν ἡ χρεία, μάλιστα μὲν ἀτρῶτου καὶ πρὸς μηδὲν εἰκούσης, εἰ δὲ μή, μή γε9 ῥᾳδίως μηδὲ ὑπὸ τοῦ τυχόντος τιτρωσκομένης· ἐπεὶ πολλάκις ἀνάγκη κεντεῖσθαι καὶ μυρία τραύματα λαμβάνειν. 7 καὶ γὰρ οἱ τοὺς πόδας ἔχοντες ἁπαλοὺς καὶ παντελῶς ἀτρίπτους, ἔπειτα γυμνοῖς αὐτοῖς βαδίζοντες, οὐδέποτε τοιαύτην εὑρήσουσιν ὁδὸν ὥστε μὴ νύττεσθαι μηδὲ ἀλγεῖν, ἀλλὰ καὶ τὸ τυχὸν αὐτῶν ἅπτεται· τοῖς δὲ ἠσκηκόσιν οὐδὲ ἡ πάνυ τραχεῖα χαλεπή.
Τοσούτων οὖν δυσκόλων ὄντων ἀπὸ τῶν10 τοῦ σώματος ἀρξαμένοις, τί δεῖ προσδοκᾶν, ἢ πῶς ἔνεστιν, ἑκάστου τούτων αἰσθανόμενον καὶ ῥᾳδίως ἐνδιδόντα μὴ κακοδαιμονέστατον ἁπάντων εἶναι, ἀεὶ11 προσευχόμενον τοῖς θεοῖς ὅπως μὴ τοῦτο μηδὲ τοῦτο συμβῇ; 8 καθάπερ εἴ τις ἐν ὄμβρῳ πορευόμενος σκέπασμα μὲν ἔχοι μηδέν, εὔχοιτο δὲ μόνον ἕκαστον τῶν σταλαγμῶν διαφυγεῖν (πολὺ γοῦν τῶν σταλαγμῶν συνεχέστερά ἐστι τὰ δυσχερῆ τὰ12 παρὰ τῆς τύχης), ἢ νὴ Δία εἴ τις πλέων ἀντὶ τοῦ τοῖς οἴαξι προσέχειν καὶ τὸ προσπῖπτον δέχεσθαι καλῶς εὔχοιτο μηδὲν τῶν κυμάτων κατὰ τὴν ναῦν γενέσθαι. φέρε γὰρ, p182 ὦ μάταιε, κἂν πάντα σοι τἄλλα ἔχῃ κατὰ τρόπον, ἀλλὰ τοῦ γε εἰς τὴν ἐπιοῦσαν ἡμέραν βιώσεσθαι τίνα ἔχεις πίστιν κἂν μὴ μεταξὺ πάντων ἀθρόως ἀφαιρεθῆναι τῶν δοκούντων ἀγαθῶν· οὐκοῦν σε περὶ τούτου πρώτου προσήκει λυπεῖσθαι καὶ δεδιέναι, τὴν ἀδηλότητα τοῦ πράγματος. 9 ἂν δὲ ἐκεῖνο ἐννοηθῇς ὅτι μηδεὶς ὅλως ἐστὶ τοῦ βίου κύριος,13 ἀλλὰ πάντες οἱ μακάριοι καὶ λίαν εὐδαίμονες δόξαντες εἶναι τεθνήκασι καὶ σοὶ πάρεστιν ἤδη τοῦτο τὸ πέρας, κἂν ἐπὶ πλεῖστον ἔλθῃς τοῦ βίου, πολὺν λῆρον ἡγήσῃ καὶ μεγάλην εὐήθειαν τὸ νομίζειν ὅλως τι δεινὸν εἶναι τῶν γιγνομένων ἢ μέγα ἢ θαυμαστόν, δίχα γε ἑνὸς τοῦ χωρὶς λύπης καὶ φόβου καὶ τῶν τοιούτων παθῶν μίαν γοῦν ἡμέραν διαγαγεῖν.
10 Τὸν Ἰάσονά φασι χρισάμενον14 δυνάμει τινί, λαβόντα παρὰ τῆς Μηδείας, ἔπειτα, οἶμαι, μήτε παρὰ τοῦ δράκοντος μηδὲν παθεῖν μήτε ὑπὸ τῶν ταύρων τῶν τὸ πῦρ ἀναπνεόντων. ταύτην οὖν δεῖ κτήσασθαι τὴν δύναμιν παρὰ τῆς Μηδείας, τουτέστι τῆς φρονήσεως, λαβόντα, καὶ τὸ λοιπὸν ἁπάντων καταφρονεῖν. εἰ δὲ μή, πάντα πῦρ ἡμῖν καὶ πάντα ἄϋπνοι δράκοντες.
p184 11 Καίτοι τῶν λυπουμένων ἕκαστος αὑτῷ τὸ συμβεβηκός φησιν εἶναι δεινότατον καὶ μάλιστα ἄξιον λύπης· καὶ γὰρ τῶν φερόντων ἕκαστος, ὃ φέρει, τοῦτ’ εἶναι δοκεῖ βαρύτατον. ἔστι δὲ ἀσθενοῦς τοῦτο καὶ φαύλου σώματος· τὸ γὰρ αὐτὸ ἕτερος λαβὼν ἂν ἰσχυρότερος ῥᾳδίως οἴσει.15
1 τὸν added by Dindorf.
❦
2 τοῦ Capps: καὶ.
❦
3 δὴ Arnim: μὴ.
❦
4 φανεῖσθαι Dindorf: φαίνεσθαι.
❦
5 περᾶναί Emperius: παρεῖναι.
❦
6 ἢ Venetian edition: ἡ UB, omitted by M.
❦
7 γίγνηται Selden: γίγνώσκηται.º
❦
8 ἐᾶν Jacobs: κἂν.
❦
9 μή, μή γε Reiske: μή γε, μή.
❦
10 τῶν added by Capps.
❦
11 ἀεὶ added by Jacobs.
❦
12 τὰ added by Arnim.
❦
13 κύριος Wilamowitz: χρόνος.
❦
14 χρισάμενον Reiske: χρησάμενον.
❦
15 Sonny considered the final paragraph a fragment drawn from an essay by another author. Arnim believed that it is either (especially the last sentence) very corrupt or composed by another than Dio.
Images with borders lead to more information.
|
||||||
ΑΝΩ· |
Δίων ὁ Χρυσόστομος |
Κλασικά Κείμενα |
ΛακουσΚούρτιος |
Εἴσοδος |
||
A page or image on this site is in the public domain ONLY if its URL has a total of one *asterisk. If the URL has two **asterisks, the item is copyright someone else, and used by permission or fair use. If the URL has none the item is © Bill Thayer. See my copyright page for details and contact information. |
Page updated: 28 Jun 12