[image ALT: Much of my site will be useless to you if you've got the images turned off!]
mail:
Bill Thayer

[image ALT: Click here for an English translation of this page.]
English

[image ALT: Cliccare qui per una pagina di aiuto in Italiano.]
Italiano

[Link to a series of help pages]
Help
[Link to the next level up]
Up
[Link to my homepage]
Εἴσοδος
πρότερον·

[image ALT: link to previous section]
Λόγος ις´

This webpage reproduces one of the
Discourses

by
Dio Chrysostom

published in the Loeb Classical Library, 1939

The text is in the public domain.

This page has been carefully proofread
and I believe it to be free of errors.
If you find a mistake though, please
let me know!

ὕστερον·

[image ALT: link to next section]
Λόγος ιη´

(Vol. II) Δίων Χρυσόστομος
Λόγοι

 p188  17. ΠΕΡΙ ΠΛΕΟΝΕΞΙΑΣ

1 Οἱ μὲν πολλοὶ τῶν ἀνθρώπων ὑπὲρ τούτων οἴονται δεῖν​1 λέγειν ὑπὲρ ὧν ἕκαστος οὐκ ἔχει τὴν ἀληθῆ δόξαν, ὅπως ἀκούσαντες ὑπὲρ ὧν ἀγνοοῦσι μάθωσι· περὶ δὲ τῶν γνωρίμων καὶ πᾶσιν ὁμοίως φαινομένων περιττὸν εἶναι διδάσκειν. ἐγὼ δὲ εἰ μὲν ἑώρων ἡμᾶς οἷς νομίζομεν ὀρθῶς ἔχειν ἐμμένοντας καὶ μηδὲν ἔξωθεν πράττοντας τῆς ὑπαρχούσης ὑπολήψεως, οὐδ’ ἂν αὐτὸς ᾤμην ἀναγκαῖον εἶναι διατείνασθαι περὶ τῶν προδήλων. 2 ἐπεὶ δὲ οὐχὶ τὴν ἄγνοιαν ἡμᾶς τῶν ἀγαθῶν καὶ τῶν κακῶν τοσοῦτον ὁρῶ λυποῦσαν ὅσον τὸ μὴ πείθεσθαι τοῖς ὑπὲρ τούτων διαλογισμοῖς μηδὲ ἀκολουθεῖν αἷς ἔχομεν αὐτοὶ δόξαις, μεγάλην ὠφέλειαν ἡγοῦμαι τὸ συνεχῶς ἀναμιμνήσκειν καὶ διὰ τοῦ λόγου παρακαλεῖν πρὸς τὸ πείθεσθαι καὶ φυλάττειν ἔργῳ τὸ προσῆκον.

Ὥσπερ γάρ, οἶμαι, καὶ τοὺς ἰατροὺς καὶ τοὺς κυβερνήτας ὁρῶμεν πολλάκις τὰ αὐτὰ προστάττοντας, καίτοι τὸ πρῶτον ἀκηκοότων οἷς ἂν κελεύωσιν, ἀλλ’ ἐπειδὰν ἀμελοῦντας αὐτοὺς καὶ μὴ προσέχοντας βλέπωσιν, οὕτως καὶ κατὰ  p190 τὸν βίον χρήσιμόν ἐστι γίγνεσθαι πολλάκις περὶ τῶν αὐτῶν τοὺς λόγους, ὅταν εἰδῶσι​2 μὲν οἱ πολλοὶ τὸ δέον, μὴ μέντοι πράττωσιν. 3 οὐ γάρ ἐστι τέλος οὔτε τοῖς κάμνουσι τὸ γνῶναι τὸ συμφέρον αὐτοῖς, ἀλλ’, οἶμαι, τὸ χρήσασθαι· τοῦτο γὰρ αὐτοῖς παρέξει τὴν ὑγίειαν· οὔτε τοῖς ἄλλοις τὸ μαθεῖν τά τε​3 ὠφελοῦντα καὶ βλάπτοντα πρὸς τὸν βίον, ἀλλὰ τὸ μὴ διαμαρτάνειν τῇ τούτων αἱρέσει. καθάπερ γὰρ ἔστιν ἰδεῖν τοὺς ὀφθαλμιῶντας ἐπισταμένους μὲν ὅτι λυπεῖ τὸ προσάγειν τοῖς ὀφθαλμοῖς τὰς χεῖρας, ὅμως δὲ οὐκ ἐθέλοντας ἀπέχεσθαι, παραπλησίως καὶ περὶ τὰ ἀλλὰ πράγματα οἱ πολλοὶ καὶ λίαν εἰδότες ὡς οὐ λυσιτελεῖ τι ποιεῖν, οὐδὲν ἧττον ἐμπίπτουσιν εἰς αὐτό. 4 τίς γοῦν οὐκ οἶδε τὴν ἀκρασίαν ὡς μέγα ἐστὶ κακὸν τοῖς ἔχουσιν; ἀλλ’ ὅμως μυρίους ἄν τις ἀκρατεῖς εὕροι. καὶ νὴ Δία γε τὴν ἀργίαν ἅπαντες ἴσασιν ὡς οὐ μόνον οὐχ οἵα τε πορίζειν τὰ δέοντα πρὸς τὸ ζῆν, ἀλλ’ ἔτι​4 καὶ τὰ ὄντα ἀπόλλυσι· καίτοι τῷ ὄντι​5 πλείους ἔστιν εὑρεῖν τοὺς ἀργοὺς τῶν ἐθελόντων τι πράττειν. 5 ὅθεν, οἶμαι, προσήκει τοὺς ἄμεινον φρονοῦντας ἀεὶ συνεχῶς ὑπὲρ τούτων λέγειν, ἐάν πως γένηται δυνατὸν ἐπιστρέψαι καὶ βιάσασθαι πρὸς τὸ κρεῖττον. ὥσπερ γὰρ ἐν τοῖς μυστηρίοις ὁ ἱεροφάντης οὐχ ἅπαξ προαγορεύει τοῖς μνουμένοις ἕκαστον ὧν χρή, τὸν αὐτὸν τρόπον καὶ τοὺς ὑπὲρ τῶν συμφερόντων λόγους ὥσπερ  p192 τινὰ πρόρρησιν ἱερὰν λυσιτελεῖ πολλάκις, μᾶλλον δὲ ἀεὶ λέγεσθαι. 6 τὰ γοῦν φλεγμαίνοντα τῶν σωμάτων οὐκ εὐθὺς ἐνέδωκε πρὸς τὴν πρώτην καταιόνησιν, ἄλλ’ ἂν συνεχῶς τοῦτο ποιῇ τις, ἐμαλάχθη καὶ ῥᾷον ἔσχεν· οὐκοῦν ὁμοίως καὶ τὴν ἐν τῇ ψυχὴ τῶν πολλῶν φλεγμονὴν ἀγαπητὸν εἴ τις δύναιτο πραΰναι διηνεκῶς τῷ λόγῳ χρώμενος.

Φημὶ δὴ καὶ περὶ τῆς πλεονεξίας εἰδέναι μὲν ἅπαντας ὡς οὔτε συμφέρον οὔτε καλόν ἐστιν, ἀλλὰ τῶν μεγίστων κακῶν αἴτιον, μὴ μέντοι γε ἀπέχεσθαι μηδὲ ἐθέλεν μηδένα ἀνθρώπων ἴσον ἔχειν τῷ πέλας. 7 καίτοι τὴν μὲν ἀργίαν καὶ τὴν ἀκρασίαν καὶ καθόλου πάσας ἁπλῶς τὰς ἄλλας κακίας εὕροι τις ἂν αὐτοῖς τοῖς ἔχουσι βλαβεράς, καὶ νουθεσίας μέν, οἶμαι, καὶ καταγνώσεως τοὺς ἐν τινι τούτων ὑπάρχοντας δικαίως τυγχάνοντας, οὐ μὴν μισουμένους γε οὐδὲ κοινοὺς ἅπασι δοκοῦντας ἐχθροῦς· ἡ πλεονεξία δὲ μέγιστον μέν​6 ἐστιν αὐτῷ τινι κακὸν, λυπεῖ δὲ καὶ τοὺς πέλας. καὶ τὸν πλεονέκτην οὐδεὶς ἐλεεῖ δήπουθεν οὐδὲ ἀξιοῖ διδάσκειν, προβάλλονται δὲ ἅπαντες καὶ πολέμιον αὑτῶν νομίζουσιν. 8 ἕκαστος οὖν τῶν αὐτοῦ​7 εἰ βούλεται γνῶναι τὸ μέγεθος τῆς τοιαύτης πονηρίας, ἐννοησάτω πῶς αὐτὸς ἔχει πρὸς τοὺς ἐπιχειροῦντας  p194 πλεονεκτεῖν· οὕτως γὰρ ἂν συμβάλοι πῶς καὶ τοὺς λοιποὺς ἀνάγκη πρὸς ἐκεῖνον ἔχειν, ἐὰν ᾖ τοιοῦτος. καὶ μὴν ὅ γε Εὐριπίδης, οὐδενὸς ἧττον ἔνδοξος ὢν τῶν ποιητῶν, τὴν Ἰοκάστην εἰσάγει λέγουσαν πρὸς τὸν Ἐτεοκλέα, παρακαλοῦσαν αὐτὸν ἀποστῆναι τοῦ πλεονεκτεῖν τὸν ἀδελφόν, οὕτω πως·

9τί τῆς κακίστης δαιμόνων ἐφίεσαι

πλεονεξίας,​8 παῖ; μὴ σύ γ’. ἄδικος ἡ θεός.

πολλοὺς δ’ ἐς οἴκους καὶ πόλεις εὐδαίμονας

εἰσῆλθε κἀξῆλθ’ ἐπ’ ὀλέθρῳ τῶν χρωμένων·

ἐφ’ ᾗ σὺ μαίνει. τοῦτο κάλλιστον βροτοῖς,​9

ἰσότητα τιμᾶν καὶ φίλους εἶναι​10 φίλοις

πόλεις τε πόλεσι συμμάχους τε συμμάχοις

συνδεῖν·​11 τὸ γὰρ ἴσον νόμιμον ἀνθρώποις ἔφυ,

τῷ πλέονι δ’ ἀεὶ πολέμιον καθίσταται

τοὔλασσον, ἔχθρας θ’ ἡμέρας κατάρχεται.

10 παρεθέμην δὲ ἑξῆς τὰ ἰαμβεῖα· τὸ γὰρ τοῖς καλῶς εἰρημένοις αὐτοῖς χρῆσθαι νοῦν ἔχοντός ἐστιν.

Ἐν δὴ τούτοις ἅπαντα ἔνεστι τὰ συμβαίνοντα ἐκ τῆς πλεονεξίας, ὅτι μήτε ἰδίᾳ μήτε κοινῇ συμφέρει, τοὐναντίον δὲ καὶ τὴν τῶν οἴκων εὐδαιμονίαν καὶ τὴν τῶν πόλεων ἀνατρέπει καὶ διαφθείρει καὶ πάλιν ὡς νόμος ἀνθρώποις τιμᾶν τὸ ἴσον, καὶ τοῦτο μὲν κοινῆν φιλίαν καὶ πᾶσιν εἰρήνην  p196 πρὸς ἀλλήλους ποιεῖ, τὰς δὲ διαφορὰς καὶ τὰς ἐμφύλους ἔριδας καὶ τοὺς ἔξω πολέμους κατ’ οὐδὲν ἕτερον συμβαίνοντας ἢ διὰ τὴν τοῦ πλείονος ἐπιθυμίαν, ἐξ ὧν ἕκαστος καὶ τῶν ἱκανῶν ἀποστερεῖται. 11 καὶ γάρ τοι​12 τί τοῦ ζῆν ἀναγκαιότερόν ἐστιν, ἢ τί τούτου περὶ πλείονος​13 ποιοῦνται πάντες; ἀλλ’ ὅμως καὶ τοῦτο ἀπολλύουσι χρημάτων, οἱ δὲ καὶ τὰς πατρίδας τὰς αὑτῶν​14 ἀναστάτους ἐποίησαν. μετὰ ταῦτα τοίνυν ὁ αὐτὸς ποιητὴς οὔ φησιν ἐν τοῖς θείοις εἶναι πλεονεξίαν· διὰ τοῦτο ἄφθαρτα καὶ ἀγήρω μένειν αὐτά, τὴν προσήκουσαν ἓν ἕκαστον ἑαυτῷ τάξιν φυλάττοντα, τήν τε νύκτα καὶ τὴν ἡμέραν καὶ τὰς ὥρας. εἰ γὰρ μὴ τοῦτον εἶχε τὸν τρόπον, οὐκ ἂν αὐτῶν οὐδὲν δύνασθαι διαμένειν. ὅταν οὖν καὶ τοῖς θείοις ἡ πλεονεξία φθορὰν ἐπιφέρῃ, τί χρὴ νομίζειν τἀνθρώπεια πάσχειν ἀπὸ ταύτης τῆς νόσου; καλῶς δὲ μέμνηται καὶ μέτρων καὶ σταθμῶν, ὡς ὑπὲρ​15 τοῦ δικαίου καὶ τοῦ πλεονεκτεῖν μηδένα μηδενὸς τούτων εὑρημένων.

12 Ὁ δὲ Ἡσίοδος καὶ πλέον εἶναι τοῦ παντός φησι τὸ ἥμισυ, τὰς ἐκ τοῦ πλεονεκτεῖν βλάβας, οἶμαι, καὶ ζημίας λογιζόμενος. τίς γὰρ πώποτε ἢ βασιλεὺς ἢ δυνάστης ἢ δῆμος ἐπιχειρήσας ὑπερβῆναι τὸ δίκαιον καὶ τοῦ πλείονος ὀρεχθῆναι οὐχ ἅπασαν μὲν τὴν ὑπάρχουσαν εὐδαιμονίαν ἀπέβαλε,  p198 μεγάλαις δὲ καὶ ἀμηχάνοις ἐχρήσατο συμφοραῖς, ἅπασι δὲ τοῖς μετ’ αὐτὸν παραδείγματα ἐμφανῆ τῆς ἀνοίας καὶ τὴν πονηρίας κατέλιπεν; ἢ τίς τῶν ἐλαττοῦσθαι βουλομένων καὶ τὴν δοκοῦσαν ἧτταν ῥᾳδίως ὑπομένειν οὐ πολλαπλάσια μὲν τῶν ἄλλων ἐκτήσατο, αὐτομάτως αὐτῷ καὶ δίχα πόνου περιγιγνόμενα, πλεῖστον δὲ χρόνον τὴν εὐημερίαν κατέσχεν, ἀσφαλέστατα δὲ ἐχρήσατο τοῖς παρὰ τῆς τύχης ἀγαθοῖς;

13 Αὐτίκα γοῦν οἱ τῆς Ἰοκάστης υἱεῖς οὐκ, ἐπεὶ διέστησαν τοῦ πλείονος χάριν, ὁ μὲν μόνος ἄρχειν βουλόμενος, ὁ δ’ ἐξ ἅπαντος τρόπου ζητῶν κομίσασθαι τῆς δυναστείας τὸ μέρος, οὐκ ἀδελφοὶ μὲν ὄντες ἀλλήλους ἀπέκτειναν, μεγάλων δὲ κακῶν αἴτιοι κατέστησαν τοῖς συναραμένοις ἀμφότεροι, τῶν μὲν ἐπιστρατευσάντων παραχρῆμα ἀπολομένων, ὧν δὲ ἀμυναμένων​16 μετὰ μικρὸν ἡττηθέντων, ἐπειδὴ τοὺς νεκροὺς οὐκ εἴων ταφῆναι; 14 καὶ μὴν δι’ ἑνὸς ἀνδρὸς πλεονεξίαν, τοῦ τὴν Ἑλένην ἁρπάσαντος καὶ τὰ τοῦ Μενελάου κτήματα, οἱ τὴν​17 μεγίστην τῆς Ἀσίας οἰκοῦντες πόλιν ἀπώλοντο μετὰ παίδων καὶ γυναικῶν, καὶ μίαν γυναῖκα ὑποδεξάμενοι καὶ χρήματα ὀλίγα τηλικαύτην τιμωρίαν ἔτεισαν. ὁ τοίνυν Ξέρξης, ὁ τῆς ἑτέρας ἠπείρου κύριος, ἐπειδὴ καὶ τῆς Ἑλλάδος ἐπεθύμησε καὶ τοσοῦτον στόλον καὶ τοσαύτας μυριάδας συναγαγὼν ἤνεγκεν, ἅπασαν μὲν αἰσχρῶς ἀπέβαλε τὴν δύναμιν, μόλις δὲ τὸ σῶμα ἴσχυσε διασῶσαι φεύγων αὐτός. πορθουμένης δὲ μετὰ  p200 ταῦτα τῆς χώρας καὶ τῶν πόλεων τῶν ἐπὶ θαλάττῃ φέρειν ἠναγκάζετο. 15 καὶ μὴν Πολυκράτην φασίν, ἕως μὲν Σάμου μόνης ἦρχεν, εὐδαιμονέστατον ἁπάντων γενέσθαι· βουλόμενον δέ τι καὶ τῶν περᾶν πολυπραγμονεῖν, διαπλεύσαντα πρὸς Ὀροίτην, ὡς χρήματα λάβοι, μηδὲ ῥᾳδίου γε θανάτου τυχεῖν, ἀλλὰ ἀνασκολοπισθέντα ὑπὸ τοῦ βαρβάρου διαφθαρῆναι.

Ταῦτα μέν, ἵν’ ᾖ παραδείγματα ὑμῖν, ἐκ τε τῶν σφόδρα παλαιῶν καὶ τῶν μετὰ ταῦτα καὶ τῶν ἐν ποιήμασι καὶ τῶν ἄλλως ἱστορουμένων παρήνεγκα. 16 ἄξιον δ’ ἐνθυμηθῆναι καὶ τὸν θεόν, ὡς κἀκεῖνος κολάζειν πέφυκε τοὺς πλεονεκτοῦντας. Λακεδαιμονίοις γὰρ χρωμένοις, εἰ δίδωσιν αὐτοῖς τὴν Ἀρκαδίαν, οὐ μόνον ἀπεῖτε καὶ τὴν ἀπληστίαν ὠνείδισεν, οὕτως εἰπών·

Ἀρκαδίην μ’ αἰτεῖς, μέγα μ’ αἰτεῖς, οὔτοι δώσω·

ἀλλὰ καὶ τιμωρίαν αὐτοῖς ἐπέθηκε, προειπὼν μὲν τὸ μέλλον, οὕτως δὲ ὥστε ἐκείνους μὴ συνέντας ἐπὶ Τεγέαν στρατεύεσθαι καὶ ταῖς γιγνωσκομέναις ὑπὸ πάντων συμφοραῖς περιπεσεῖν. καίτοι φανερῶς τὴν Ἀρκαδίαν αὐτοῖς ἀρνούμενος οὐδὲ τὴν Τεγέαν ἐδίδου. τὸ γὰρ ἰσχυρότατον​18 τῆς Ἀρκαδίας καὶ μέγιστον τοῦτ’ ἦν. ἀλλ’ ὅλως​19 διὰ τὴν πλεονεξίαν οὐδὲ ὦτα ἔχουσιν οἱ πολλοὶ τῶν ἀνθρώπων οὐδὲ τῶν λεγομένων αἰσθάνονται.

 p202  17 Πάλιν τοίνυν Ἀθηναίοις ἐρωτῶσι περὶ τῆς νήσου Σικελίας ἔχρησε προσλαβεῖν τῇ πόλει τὴν Σικελίαν, λόφον τινὰ ἐγγὺς ὄντα τῆς πόλεως. οἱ δὲ τῶν μὲν παρακειμένων καὶ τῶν ἐν ὀφθαλμοῖς ἠμέλησαν· οὕτως ἔκφρονες ὑπῆρχον διὰ τὴν ἐπιθυμίαν τοῦ πλείονος, ὥστε τὸν θεὸν αὐτοῖς ἐνόμιζον λέγειν ἐν ἑνὶ τείχει περιλαβεῖν τὰς Ἀθηνᾶς καὶ τὴν ἀπὸ μυρίων που σταδίων οὖσαν νῆσον. τοιγαροῦν ἐκεῖσε πλεύσαντες οὐ μόνον Σικελίας διήμαρτον, ἀλλὰ καὶ τῆς Ἀττικῆς ἐστερήθησαν, καὶ τὴν πόλιν αὐτὴν ἐπεῖδον ἐπὶ τοῖς πολεμίοις γεγενημένην.

18 Καὶ τὰ μὲν τοιαῦτα εἰ θέλοι τις ἐπεξιέναι, δῆλον ὡς οὐδ’ ἐν ἔτει​20 ἐπιλείψει. σκοπεῖτε​21 δ’ ὅτι τὴν ἰσχὺν οἱ πλεῖστοι τῶν ἀγαθῶν εἶναι νομίζουσιν. ἀλλ’ οἶμαι, τοῖς ἐπ’ ἄκρον ἰσχύουσι καὶ λίαν ὑπερβάλλουσι τῇ κατὰ τὸ σῶμα εὐεξίᾳ συμφέρει μέρος τι αὐτῆς ἀφελεῖν· τὸ γὰρ πλέον, οἶμαι, τοῦ συμμέτρου παγχάλεπον. ὁμοίως ὁ πλοῦτος ἔχων τὴν​22 χρείαν, ἐὰν μὲν ᾗ μέτριος, οὐ λυπεῖ τοὺς ἔχοντας, ἀλλ’ εὐχερέστερον καὶ νὴ Δί’ ἀνεπιδεῆ παρέχει τὸν βίον· ἐὰν δὲ ὑπερβάλῃ, πλείονας παρέχει τὰς φροντίδας καὶ τὰ λυπηρὰ τῆς δοκούσης ἡδονῆς, καὶ πολλοὶ μετενόησαν σφόδρα πλουτήσαντες, οἱ δὲ δι’ αὐτὸ τοῦτο ἄποροι καὶ τῶν ἐλαχίστων κατέστησαν.

19 Εἶεν· ἀλλ’ ἐν ἡμῖν αὐτοῖς, εἰ τῶν τῆς φύσεως μερῶν ἕκαστον ἐθέλοι πλεονεκτεῖν, ἔσθ’ ὅπως  p204 τὸν βραχύτατον καιρὸν διαμεῖναι δυνησόμεθα; λέγω δὲ οἷον εἰ πλέον τινὶ τοῦ συμμέτρου αἷμα γίγνοιτο, ἢ νὴ Δία τὸ πνεῦμα τὸ θερμὸν ὁ τι δήποτ’ ἐν ἡμῖν ἐπιτείνοι παρὰ τὴν σύμμετρον καὶ τὴν προσήκουσαν, οὐχὶ μεγάλας ἐπίστασθε καὶ χαλεπὰς ἐκ τούτων ἀπαντᾶν νόσους; ἐν δὲ ταῖς ἁρμονίαις τῶν ὀργάνων τούτων, εἰ πλεονεκτήσειε τῶν χορδῶν​23 τις τῇ τάσει, πρὸς τοῦ Διὸς οὐκ ἀνάγκη πᾶσαν λελύσθαι τὴν ἁρμονίαν;

20 Σφόδρα δ’ ἔγωγε θαυμάζω τί ἂν ἐποιήσαμεν, εἰ μὴ καὶ τοῦ βίου τὸ ἐλάχιστον παρὰ τῶν θεῶν μέτρων εἴχομεν· ἀλλ’,​24 ὥσπερ εἰς τὸν αἰῶνα παρασκευαζόμενοι πλέον ἄλλος ἄλλου φιλοτιμούμεθα ἔχειν. ὥσπερ οὖν εἴ τις εἰδὼς ὅτι ἢ δύ’ ἢ τριῶν ἡμερῶν, ἐὰν πλεῖστος διαγένηται χρόνος, ἔχει πλοῦν, ἔπειτα δὲ ἐνιαυτοῦ σῖτα ἐμβάλοιτο, ἀνόητος δόξει· τὸν αὐτὸν τρόπον, εἴ τις ἐπιστάμενος ὅτι πλείω τῶν ἑβδομήκοντα ἐτῶν οὐκ ἂν βιώσειεν, εἰς ἔτη χίλια πορίζοιτο βίον οὐκ ἴσως​25 καὶ ὁμοίως ἂν εἴη μαινόμενος; ἔνιοι μὲν γὰρ τοσαῦτα παρασκευάζονται, ὡς εἴ γ’ ἔπλεον, εὐθὺς ἂν καταδῦναι τὴν ναῦν. καὶ νὴ Δία γε συμβαίνει μυρίοις.

21 Εἶεν· εἰ δὲ δή τις ἐφ’ ἑστίασιν κεκληκὼς δέκα ἀνθρώπους ἢ πεντεκαίδεκα, τοσούτους​26 αὐτὸν ἐμπλῆσαι δέον, ὁ δὲ πεντακοσίοις ἢ χιλίοις ἑτοιμάζοι τροφήν, οὐ παντελῶς ἐξεστάναι δόξει;  p206 τοιγαροῦν καὶ ἡμεῖς εἰδότες τὰς τοῦ σώματος χρείας εὐαριθμήτους τινάς· ἐσθῆτος γάρ, οἶμαι, καὶ σκέπης καὶ τροφῆς δεόμεθα· ἔπειτα κατατεινόμεθα ὥσπερ στρατοπέδῳ τὰ ἐπιτήδεια συνάγοντες· καὶ νὴ Δία εἰκότως. οἱ γὰρ πολλοὶ βόσκουσι παρ’ ἑαυτοῖς τῶν ἐπιθυμιῶν στρατόπεδον. καὶ ἐσθῆτα μὲν οὐδεὶς βούλεται μείζω τοῦ σώματος ἔχειν, ὡς δύσχρηστον ὄν· οὐσίαν δὲ τῷ παντὶ μείζω τῆς χρείας ἔχειν ἅπαντες ἐπιθυμοῦσιν, οὐκ εἰδότες ὅτι τοῦτο ἐκείνου χαλεπώτερον.

22 Δοκεῖ δέ μοι Κροῖσος καλῶς ὁ Λυδός, τὴν ἀπληστίαν τῶν ἀνθρώπων ἐλέγξαι βουλόμενος, εἰς τοὺς θησαυροὺς εἰσαγαγών τινας τοσοῦτο χρυσίον αὐτοῖς ἐπιτρέπειν ἐξενεγκεῖν ὅσον ἕκαστος ἂν δύνηται τῷ σώματι. τοὺς γὰρ πολλοὺς οὐ μόνον τὸν κόλπον ἐμπλήσαντας, ἀλλὰ καὶ τῇ κεφαλῇ τοῦ ψήγματος ἐκφέρειν καὶ τῷ στόματι, καὶ μόλις πορεύεσθαι πάνυ γελοίους καὶ διεστραμμένους. οὕτως ἡγοῦμαι​27 καὶ κατὰ τὸν βίον πορεύεσθαί τινας ἀσχημονοῦντας ὑπὸ τῆς πλεονεξίας καὶ καταγελάστους ὄντας.


The Loeb Editor's Notes:

1 δεῖν added by Casaubon.

2 εἰδῶσι Venetian edition: ἴδωσι.

3 τε Reiske: γε.

4 ἔτι Reiske: ὅτι.

5 καίτοι τῷ ὄντι Capps, καίτοι τῷ παντὶ Emperius, καίτοι σχεδὸν τι Arnim: καὶ τῷ ὄντι.

6 μὲν added by Pflugk.

7 τῶν αὐτοῦ Capps, αὑτῶν Emperius: αὐτῶν or αὐτὸν.

8 Euripides' text has φιλοτιμίας, "ambition."

9 Euripides' text has κεῖνο κάλλιον, τέκνον.

10 Euripides' text has ἡ φίλους ἀεὶ.

11 Euripides' text has συνδεῖ.

12 καὶ γὰρ τοι Sonny: καίτοι.

13 πλείονος Reiske: πλείστου.

14 αὑτῶν Dindorf: αὐτῶν.

15 ὡς ὑπὲρ Casaubon: ὥσπερ.

16 ἀμυναμένων Emperius: αἰτιωμένων.

17 τὴν added by Wilamowitz.

18 ἰσχυρότατον Pflugk: ἰσχυρὸν.

19 ὅλως Sonny: ὅμως.

20 οὐδ’ ἐν ἔτει Emperius: οὐδὲν ἔτι.

21 σκοπεῖτε Emperius: σκόπει M, σκοπεῖν UB.

22 τὴν Emperius: τινὰ.

23 χορδῶν Cohoon: φθόγγων.

24 οἵ γε Capps, οἵ γε καὶ νῦν Emperius, οἵπερ καὶ νῦν Arnim: ἀλλ’.

25 οὐκ ἴσως καὶ ὁμοίως Rouse: ἴσως οὐχ ὁμοίως. Geel and Arnim delete ἴσως.

26 τοσούτους Capps: τούτους.

27 ἡγοῦμαι Capps: οὖν. Reiske retains οὖν and adds ἡγοῦμαι after βίον.


[image ALT: Valid HTML 4.01.]

Page updated: 25 Jun 12