Short URL for this page:
bit.ly/DioChr25
mail:
Bill Thayer |
English |
Help |
Up |
Εἴσοδος |
|||
|
1 Φασὶ τοὺς φιλοσόφους λέγειν ὡς ἄρα εὐδαίμων εἴη μόνος ὁ σοφός.
Δ. Λέγουσι γάρ.
Ἆρ’ οὖν ἀληθῆ σοι δοκοῦσι λέγειν;
Δ. Ἔμοιγε.
Τί οὖν οὐχὶ κἀμοὶ ἔφρασας τὴν διάνοιαν αὐτῶν;
Δ. Ἐὰν ἐμοὶ σὺ πρῶτον εἴπῃς ὅ τι νομίζεις τὸν δαίμονα εἶναι.
Ἐγὼ μὲν τὸ κρατοῦν ἑκάστου καὶ καθ’ ὃν ζῇ τῶν ἀνθρώπων ἕκαστος, ὁμοίως μὲν ἐλεύθερος, ὁμοίως δὲ δοῦλος, καὶ πλούσιος καὶ πένης καὶ βασιλεὺς καὶ ἰδιώτης, καὶ πράττει ὅσα ἂν πράττη.
Δ. Τοῦτο δὲ ἐν αὐτῷ νομίζεις εἶναι τῷ ἀνθρώπῳ, τὸ κρατοῦν ἑκάστου, ὃ δαίμονα καλεῖς, ἢ ἔξω τι1 ὄν, ἄρχον τε2 καὶ κύριον τοῦ ἀνθρώπου;
p326 Ἔγωγε.
2 Δ. Ἆρά γε ἄνθρωπον ἕτερον; ἔστι γάρ που ἄνθρωπος, ὁ μέν τινος ἑνὸς κρατῶν, ὁ δὲ πολλῶν, καὶ ἄγων ὅπῃ τε καὶ ὅπως αὐτὸς βούλεται ἤτοι πειθοῖ ἢ βίᾳ ἢ καὶ ἀμφοτέροις. λέγω δὲ οὐδὲν ἄγνωστον, ἀλλὰ τούς τε δημαγωγούς, οἷς πάντα πείθονται αἱ πόλεις καὶ ὅπως ἂν ἐκεῖνοι3 ἐξηγῶνται καὶ συμβουλεύωσιν, οὕτω πράττουσιν, ἔάν τε πολεμεῖν συμβουλεύωσιν ἐάν τε εἰρήνην ἄγειν ἐάν τε τείχη οἰκοδομεῖσθαι ἐάν τε τριήρεις κατασκευάζεσθαι ἐάν τε θυσίας θύειν ἐάν τε ἐκβάλλειν τινὰς αὐτῶν ἢ χρήματα ἀφαιρεῖσθαι ἢ καὶ ἀποσφάττειν· καὶ τοὺς βασιλέας καὶ τοὺς τυράννους, ὁμοίως δὲ καὶ τοὺς δεσπότας τῶν οἰκετῶν, ὅσοι ἀργύριον καταβαλόντες ἢ ἄλλῳ τῷ τρόπῳ κέκτηνταί τινα· 3 ὡς ἂν εἰ Λυκοῦργόν τε Λακεδαιμονίων δαίμονα καλοῖς — ἐκείνου γὰρ κελεύσαντος ἔτι νῦν μαστιγοῦνται Λακεδαιμόνιοι καὶ θυραυλοῦσι καὶ γυμνητεύουσι καὶ ἄλλα πολλὰ καὶ χαλεπὰ δόξαντα ἂν ἑτέροις ἀνέχονται — καὶ Πεισίστρατον Ἀθηναίων τῶν4 πρότερον. οἶσθα γὰρ δήπου ὅτι Πεισιστράτου προστατοῦντος5 καὶ ἄρχοντος εἰς μὲν τὴν πόλιν οὐ κατῄεσαν ὁ δῆμος, ἐν δὲ τῇ χώρᾳ διστρίβοντες γεωργοὶ ἐγίγνοντο· καὶ τὴν Ἀττικήν, πρότερον ψιλὴν καὶ ἄδενδρον οὖσαν, ἐλαίαις κατεφύτευσαν, Πεισιστράτου προστάξαντος· καὶ τἄλλα ὅπως ἐκεῖνος ἐβούλετο, οὕτως ἔπραττον.
4 Ὕστερον δὲ ἴσως ἄλλους τε φαίη τις ἂν καὶ p328 Θεμιστοκλέα καὶ Περικλέα γενέσθαι· οὐ γὰρ ἀνήκοος δήπου τυγχάνεις περὶ τοῖν ἀνδροῖν, τὸν μέν, ὅτι ναυμαχεῖν Ἀθηναίους ἠνάγκασε πεζοὺς πρότερον ὄντας καὶ τὴν χώραν καὶ τὴν πόλιν προεμένους τοῖς βαρβάροις καὶ θεῶν ἱερὰ καὶ τάφους προγόνων ἐν ταῖς ναυσὶ ποιήσασθαι πάντα τὰ σφέτερα πράγματα, καὶ ὕστερον τὸν Πειραιᾶ τειχίσαι πλειόνων ἢ ἐνενήκοντα σταδίων καὶ ἄλλα τοιαῦτα προσέταξεν αὐτοῖς, ὧν τὰ μὲν ἐπὶ τοσοῦτον ἔπραττον ἐφ’ ὅσον ἐκεῖνος παρῆν, τὰ δὲ καὶ φυγόντος αὐτοῦ καὶ τελευτήσαντος. καὶ μετὰ ταῦτα ἄλλους τινὰς ἴσως φήσεις δαίμονας γεγονέναι τῶν Ἀθηναίων, οἷον Ἀλκιβιάδην τὸν Κλεινίου καὶ Νικίαν καὶ Κλέωνα καὶ Ὑπέρβολον, τοὺς μέν τινας ἐπιεικεῖς τυχόν, τοὺς δὲ πάνυ πονηρούς τε καὶ χαλεπούς.
5 Ἔτι δὲ Κῦρον Περσῶν ἐπὶ χρόνον τινὰ6 δαίμονα γενέσθαι, δαίμονα7 βασιλικόν τινα καὶ ἐλευθέριον, ὃς δουλεύοντας αὐτοὺς Μήδοις πρότερον εἰς ἐλευθερίαν ἀφείλετο καὶ πάντων ἀπέφηνε δεσπότας τῶν κατὰ τὴν Ἀσίαν. ἔτι δὲ Καμβύσην p330 καὶ Δαρεῖον καὶ τοὺς ἄλλους τοὺς ἐφεξῆς, τὸν μὲν Καμβύσην τά τε χρήματα αὐτῶν ἀναλίσκοντα καὶ αὐτοὺς κατατοξεύοντα καὶ στρατείας προστάσσοντα χαλεπὰς καὶ συνεχεῖς καὶ μηδέποτε ἐῶντα οἴκοι μένειν· τὸν δὲ Δαρεῖον χρήματα μὲν ὡς οἷόν τε πολλὰ συναγαγόντα καὶ τῇ χώρᾳ γενόμενον αἴτιον ὅπως ἐργασθήσεται, πολέμους δὲ καὶ τοῦτον ἀναγκάζοντα πολεμεῖν χαλεποὺς καὶ ἐπικινδύνους, καθάπερ, οἶμαι, τὸν πρὸς Σκύθας καὶ τὸν πρὸς Ἀθηναίους.
6 Οὕτω δὲ καὶ Νουμᾶν μὲν Ῥωμαῖοι τυχὸν ἂν λέγοιεν αὑτῶν8 δαίμονα, Καρχηδόνιοι δὲ Ἄννωνα καὶ Ἀννίβαν, Μακεδόνες δὲ Ἀλέξανδρον ἢ Φίλιππον, ὃς Μακεδόνας ταπεινοὺς ὄντας καὶ ἀσθενεῖς, καὶ τοῦ πατρὸς αὐτοῦ παραχωρήσαντος Ὀλυνθίοις τῆς ἀρχῆς, ἰσχυροὺς ἐποίησε καὶ πολεμικοὺς καὶ μικροῦ δεῖν ἁπάσης Εὐρώπης ἐγκρατεῖς· Ἀλέξανδρος δὲ ὕστερον μετ’ ἐκεῖνον εἰς τὴν Ἀσίαν ἐξαγαγὼν ἅμα μὲν πλουσιωτάτους ἁπάντων ἀνθρώπων ἀπέδειξεν, ἅμα δὲ πενιχροτάτους, καὶ ἅμα μὲν ἰσχυρούς, ἅμα δὲ ἀσθενεῖς, φυγάδας τε καὶ βασιλέας τοὺς αὐτούς, Αἴγυπτόν τε9 καὶ βαβυλῶνα καὶ Σοῦσα καὶ Ἐκβάτανα προσθείς, p332 Αἰγὰς δὲ καὶ Πέλλαν καὶ Δῖον ἀφελόμενος. 7 Καρχηδονίους δὲ Ἄννων μὲν ἀντὶ Τυρίων ἐποίσε Λίβυας, καὶ Λιβύην κατοικεῖν ἀντὶ Φοινίκης, καὶ χρήματα πολλὰ κεκτῆσθαι καὶ συχνὰ ἐμπορία καὶ λιμένας καὶ τριήρεις, καὶ πολλῆς μὲν γῆς, πολλῆς δὲ θαλάττης ἄρχειν. Ἀννίβας δὲ πρὸς τῇ Λιβύῃ καὶ τῆς Ἰταλίας αὐτῆς κρατῆσαι παρέσχεν ἑπτακαίδεκα ἔτη· αὖθις δὲ αἴτιος ἐγένετο ἀναστάτους γενέσθαι καὶ τὴν πόλιν αὐτὴν μεταβαλεῖν ὑπὸ Ῥωμαίων, πολλοὺς πρότερον τῶν Ῥωμαίων ἀπολέσας, καὶ μικρὸν ἀποσχῶν αὐτὴν ἑλεῖν τὴν Ῥώμην, οὐ Βουληθεὶς δέ, ὥς φασι, διὰ τοὺς οἴκοι ἀντιστασιώτας.
Καίτοι10 τοῦτον ἴσως οὔτε Καρχηδονίοις οὔτε Ῥωμαίοις ἀγαθὸν δαίμονα προσήκει11 αὑτῶν12 καλέσαι. 8 Νουμᾶς δὲ τὴν Ῥώμην παραλαβὼν μικρὰν καὶ ἄδοξον ἔτι, ἐν ἀλλοτρίᾳ χώρᾳ δὲ ᾠκισμένην13 καὶ σύγκλυδας καὶ πονηροὺς ἔχουσαν τοὺς ἐνοικοῦντας, ἔτι δὲ τοῖς προσχώροις πᾶσιν ἐχθροὺς καὶ πένητας καὶ ἀγρίους καὶ ἐπικινδύνως ζῶντας διὰ14 τὴν Ῥωμύλου χαλεπότητα, τήν τε γῆν15 αὐτοὺς βεβαίως ἔχειν ἐποίησε καὶ p334 φίλους εἶναι τοῖς περιοίκοις καὶ νόμους καὶ θεοὺς καὶ πολιτείαν κατεστήσατο, καὶ πάσης αἴτιος ὑπῆρξε τῆς λεγομένης ὕστερον εὐδαιμονίας.
9 Ἔχοιμι δ’ ἂν καὶ περὶ τῶν ἄλλων λέγειν πόλεων καὶ γενῶν καὶ ἀνθρώπων τὸν αὐτὸν τρόπον εὖ τε καὶ κακῶς πραξάντων διά τινας ἄρχοντας αὐτῶν γενομένους καὶ προστάτας· ἀλλὰ ἱκανῶς οἶμαι τὴν ἐμαυτοῦ διάνοιαν ἐνδεδεῖχθαι. εἰ δὴ τούτους καλεῖς δαίμονας ὄντως16 τῶν ὑπ’ αὐτοῖς, καὶ δι’ οὓς ἕκαστοι βέλτιον ἢ χεῖρον ἔπραξαν, ἡδέως ἂν ἀκούοιμι.
1 ἔξω τι Capps: ἔξωθεν.
❦
2 ἄρχον τε Reiske: ἄρχοντα.
❦
3 ἐκεῖνοι Morel: ἐκείνοις.
❦
4 τῶν added by Reiske.
❦
5 προστατοῦντος Meineke: προστάττοντος.
❦
6 ἐπὶ χρόνον τινὰ Cohoon: ἀπὸ χρόνου τινὸς.
❦
7 δαίμονα Cohoon: καὶ, which Reiske deleted.
❦
8 αὑτῶν Emperius: αὐτῶν M, αὐτὸν UB.
❦
9 τε Cohoon, μὲν Reiske: δὲ.
❦
10 καίτοι Capps: καὶ.
❦
11 προσήκει Reiske: προσήκειν.
❦
12 αὑτων Emperius: αὐτῶν.
❦
13 δὲ ᾠκισμένην Emperius: διῳκισμένην.
❦
14 διὰ added by Emperius.
❦
15 χαλεπότητα, τὴν τε γῆν Emperius: χαλεπωτάτην τε γῆν M, χαλεπωτάτην γῆν UB.
❦
16 ὄντως Cohoon: ὡς.
Images with borders lead to more information.
|
||||||
ΑΝΩ· |
Δίων ὁ Χρυσόστομος |
Κλασικά Κείμενα |
ΛακουσΚούρτιος |
Εἴσοδος |
||
A page or image on this site is in the public domain ONLY if its URL has a total of one *asterisk. If the URL has two **asterisks, the item is copyright someone else, and used by permission or fair use. If the URL has none the item is © Bill Thayer. See my copyright page for details and contact information. |
Page updated: 26 Oct 10