mail:
Bill Thayer |
![]() English |
![]() Help |
![]() Up |
![]() Εἴσοδος |
|||
|
1 Οἱ ἄνθρωποι γίγνονται καταφανεῖς ὁποίαν ἔχουσι διάνοιαν ἕκαστος ἐν ταῖς πανηγύρεσιν οὐχ ἧττον ἢ ἐν τοῖς συμποσίοις, πλὴν ὅτι ποικιλώτερον τὸ1 τῶν πανηγύρεων καὶ χρόνου πλείονος.
Οὐκοῦν εἰς τὰ συμπόσια δήπου οἱ μέν τινες ἀφικνοῦνται τοῦ πιεῖν ἕνεκεν καὶ οὐθὲν ἄλλο πράττουσιν, ὥσπερ οἱ διψῶντες τῶν ὁδοιπόρων, ἐπειδὰν ἔλθωσιν ἐπὶ κρήνην τινά, πίνουσιν ἐπικύψαντες. ἀλλὰ ἐκεῖνοι μὲν ἐμπλησθέντες καὶ τὸ δίψος ἀποσβέσαντες ἡσυχῇ ἀπαλλάττονται, οὔτε πράξαντες2 οὔτε εἰπόντες ἄτοπον οὐδέν,3 οἱ δὲ πολλὰ καὶ δυσχερῆ ἐνίοτε καὶ λέγουσι καὶ δρῶσιν. 2 οὐ γὰρ ὁμοίως ὑποδέχονται τοὺς δεομένους αὐτῶν αἵ τε Νύμφαι καὶ ὁ Διόνυσος· ἀλλὰ ἅτε διθύραμβος p350 ὢν ὁ Διόνυσος καὶ ὑπὸ κεραυνοῦ καὶ βροντῆς γενόμενος, ὥς φασιν οἱ ποιηταί, τοὺς ἀμαθέστερον χρωμένους ἀτεχνῶς πυρὸς πίμπλησι καὶ τῷ ὄντι πολλοὺς αὐτῶν ἐμβροντήτους ἐποίησεν. οὗτοι μὲν οὖν σχεδόν τι μαινόμενοι πολλὰ κακὰ δρῶσιν, ὥσπερ Ὅμηρός φησι τὸν Κένταυρον μεθυσθέντα ἐν τῇ τοῦ Πειρίθου οἰκίᾳ κακὰ ἐργάσασθαι. 3 καὶ ἄλλοι δὲ φύσει ἀδολέσχαι οἷον ἀκροατῶν τινων λαβόμενοι τῶν συμποτῶν ἀναισθήτους καὶ μακροὺς διατίθενται λόγους· οἱ δὲ ᾄδουσι καὶ ἀπᾴδουσι, σφόδρα ἄμουσοι ὄντες, καὶ σχεδόν τι μᾶλλον λυποῦσι τῶν μαχομένων καὶ λοιδορουμένων. ἕτεροι δὲ αὐστηροὶ καὶ σώφρονες εἶναι λέγοντες ἀποκναίουσιν ἀηδίᾳ, μήτε ποτοῦ τὸ μέτριον4 μήτε λαλιᾶς κοινωνεῖν ἀξιοῦντες. 4 ὃς δ’ ἂν ᾖ πρᾷος ἀνὴρ καὶ τὸν τρόπον ἱκανῶς ἡρμοσμένος, τῶν τε ἄλλων ῥᾳδίως ὑπομένει τὴν δυσκολίαν καὶ αὐτὸς εὐσχημονεῖ5 ὡς οἷόν τε τὸν6 ἀμαθῆ χορὸν εἰς τὸ δέον καθιστὰς ῥυθμῷ τε καὶ μέλει τῷ προσήκοντι, τούς τε οἰκείους λόγους εἰσφέρων καὶ δεξιότητι καὶ πειθοῖ προσαγόμενος τοὺς παρόντας, ὥστε ἐμμελέστερον καὶ φιλικώτερον ξυνεῖναι ἀλλήλοις.
5 Τὰ μὲν δὴ τῶν συμποσίων τοιαῦτα. ἀφικνοῦνται δὲ καὶ πρὸς τὰς πανηγύρεις, οἱ μὲν ἱστορίας p352 ἕνεκεν τῶν τε ἄλλων θεαμάτων καὶ τῶν ἀγώνων· καὶ τούτων ὅσοι σφόδρα ἐσπουδακότες περὶ τὸ πρᾶγμα, διατελοῦσιν οὐθὲν ἄλλο πράττοντες ἐξ ἑωθινοῦ· πολλοὶ δὲ ὤνια κομίζοντες παντοδαπά, ἀγοραῖος ὄχλος, οἱ δέ τινες ἑαυτῶν ἐπιδειξόμενοι τέχνας καὶ δημιουργίας, 6 ἄλλοι δὲ σοφίαν τινὰ αὑτῶν7 ἐκφαίνοντες, πολλοὶ μὲν ποιήματα ἐπιδεικνύντες τραγῳδίας τε καὶ ἐπῶν, πολλοὶ δὲ καταλογάδην συγγράμματα, τὸν σχολῆς ἕνεκεν ἥκοντα καὶ ῥᾳθυμεῖν βουλόμενον ἐνοχλοῦντες· οὗτοι δὲ μάλιστα ἐοίκασι τοῖς μινυρίζουσι καὶ ᾄδουσιν ἐν τοῖς συμποσίοις, ὧν ἐξ ἀνάγκης ἀκούειν ἔστι, κἂν μὴ θέλῃ τις.
Ἐν τούτοις ὁ δυνάμενος λόγους εἰπεῖν ὠφελίμους καὶ συμφέροντας καὶ τὴν ὅλην σύνοδον εὐσημονεστέραν καὶ ἀμείνω παρασχεῖν, οὗτος ὑπὸ τῆς ταραχῆς καὶ τοῦ πλήθους τῶν ἄλλων ἡσυχίαν ἄγει καὶ τρέπεται καθ’ αὑτόν.
7 Πεπόνθασι γὰρ δὴ οἱ πολλοὶ πρὸς τοὺς ἐκ φιλοσοφίας λόγους ὅπερ, οἶμαι, πρὸς τὰ τῶν ἰατρῶν φάρμακα. οὔτε γάρ τις ἐκείνοις εὐθὺς πρόσεισιν οὐδὲ ὠνεῖται πρὶν ἢ περιπεσεῖν φανερῷ νοσήματι καὶ ἀλγῆσαί τι τοῦ σώματος· οὔτε τῶν τοιούτων λόγων ἀκούειν ἐθέλουσιν ὡς τὸ πολύ, ὅτῳ ἂν μὴ λυπηρόν τι ξυνενεχθῇ καὶ τῶν δοκούντων χαλεπῶν. 8 αὐτίκα τὸν εὐτυχοῦντα, ὁποίαν τινά φασιν οἱ πολλοὶ τὴν εὐτυχίαν, οἷον χρήματα εἰσδανείζοντα8 πολλὰ ἢ χώραν ἱκανὴν κεκτημένον καὶ αὐτὸν ὑγιαίνοντα καὶ τέκνων σῳζομένων καὶ γυναικός, καί τινα δύναμιν καὶ p354 ἀρχὴν ἔχοντα μεγάλην ἄνευ πολέμου καὶ στάσεως καί τινων φανερῶν κινδύνων, οὐκ ἂν εὕροι τις ῥᾳδίως προσιόντα τοῖς τοιούτοις οὐδὲ ἀξιοῦντα κοινωνεῖν τῶν ἐκ φιλοσοφίας λόγων. 9 εἰ δέ τῷ ξυμβαίη τι πταῖσμα κατὰ τὸν βίον καὶ9 ἤτοι πένης ἐκ πλουσίου γένοιτο ἢ ἀσθενὴς καὶ ἀδύνατος ἐκ δυναμένου ἢ ἄλλην τινὰ ἔχων λύπην, οἱ δὲ οἰκειότερόν πως διατίθενται πρὸς τὸ πρᾶγμα καὶ τρόποων τινὰ ὑπομένουσι τοὺς τῶν φιλοσόφων λόγους καί πώς φασι δεῖσθαι παραμυθίας. κἂν ἀπολέσας τύχῃ τινὰ10 τῶν οἰκείων, ἢ γυναῖκα ἢ παῖδα ἢ ἀδελφόν, ἀξιοῦσιν ἀφικνεῖσθαι τὸν φιλόσοφον καὶ παρηγορεῖν, ὡς τότε11 δέον σκοπεῖν ὅπως μετρίως φέρῃ τις τὰ γιγνόμενα καὶ δυνήσονται ἀντέχειν τοῖς λοιποῖς, πρότερον δὲ οὔ· 10 ὥσπερ12 καὶ περὶ τὸ σῶμα ἔχουσι σχεδὸν οἱ ἀνόητοι· τὸν μὲν ἄλλον χρόνον οὐθὲν αὐτοῖς μέλει ὅπως δύνωνται ὑγιαίνειν, ἀλλὰ13 σιτίοις τε καὶ οἴνῳ καὶ ἀφροδισίοις καὶ τῇ ἄλλῃ διαίτῃ ὡς οἷόν τε ἀκολάστως καὶ ἀδεῶς χρῶνται, ἐὰν δ’14 ἄρα τις καταλαμβάνῃ κόπος καὶ πυρετὸς15 περὶ τὰς τοῦ ἀέρος μεταβολάς, καὶ16 θεραπεύειν σφᾶς κελεύουσι μεστοὶ ὄντες ἀταξίας πολλῆς καὶ νοσημάτων ἰσχυρῶν, οἷον εἰκὸς τοὺς τοιούτους καταλαμβάνειν, ὅπως δὲ μηδὲν ἰατροῦ δεήσονται, τοῦτο τὴν ἀρχὴν οὐ σκοποῦσιν.
1 τὸ Emperius: τὰ.
❦
2 πράξαντες Emperius: κράξαντες.
❦
3 οὐδὲν added by Arnim.
❦
4 μέτριον Geel: μέτρον.
❦
5 εὐσχημονεῖ added by Reiske.
❦
6 τὸν added by Cohoon.
❦
7 αὑτῶν Dindorf: αὐτῶν.
❦
8 εἰσδανείζοντα Geel: ἐκ δανείων τὰ.
❦
9 καὶ added by Dindorf.
❦
10 τινὰ Emperius: τινὰς.
❦
11 ὡς τότε Reiske: ὡς τὸ M, ὥστε τὸ UB.
❦
12 ὥσπερ Emperius: ὡς γὰρ.
❦
13 The words ἀλλὰ . . . χρῶνται moved here by Casaubon from their position after μεταβολὰς (infra) in the MSS.
❦
14 δ’ added by Casaubon.
❦
15 πυρετὸς added by Reiske.
❦
16 Emperius deleted καὶ.
Images with borders lead to more information.
|
||||||
ΑΝΩ· |
![]() Δίων ὁ Χρυσόστομος |
![]() Κλασικά Κείμενα |
![]() ΛακουσΚούρτιος |
![]() Εἴσοδος |
||
A page or image on this site is in the public domain ONLY if its URL has a total of one *asterisk. If the URL has two **asterisks, the item is copyright someone else, and used by permission or fair use. If the URL has none the item is © Bill Thayer. See my copyright page for details and contact information. |
Page updated: 27 Mar 12