Short URL for this page:
bit.ly/DioChr29
mail:
Bill Thayer |
English |
Help |
Up |
Εἴσοδος |
|||
|
1 Ἀλλ’ ἐμοί, ὦ ἄνδρες, οὐδ’ ὁ τι εἴπω ἔπεισιν ὑπὸ λύπης ἅμα καὶ ἐκπλήξεως τοῦ αἰφνιδίου πάθους. οὐ γὰρ μόνον διὰ τὴν ἀρχὴν ἣν ἔχω μᾶλλον ἑτέρου μοι τῶν πολιτῶν οἰκεῖον τὸ συμβεβηκός, ἀλλὰ καὶ ἰδίᾳ μοι φίλος ἦν Μελαγκόμας ὑπὲρ ἅπαντας, ὥσπερ καὶ ὑμῶν ἐπίστανται οἱ πλείους. καὶ ἔμοιγε ἄτοπον φαίνεται τὸ1 ἐπὶ τοῖς τεθνεῶσιν ἔθος, ὅτι τοῖς πλεῖστα2 λυπουμένοις μάλιστα προσήκειν δοκεῖ τὸ ἐπ’ αὐτοῖς λέγειν. οἱ γὰρ σφοδρότατα ἀνιώμενοι ἀδύνατοι λέγειν ὑπ’ αὐτοῦ τούτου εἰσίν. 2 ἔτι δὲ καὶ ἡλικίας ἐν τούτῳ εἰμί, ἐν ᾧ ἡ μὲν τοῦ λόγου δύναμις ἧττον ἅπασιν ὑπάρχει, τὸ δὲ χαίρειν καὶ τὸ λυπεῖσθαι ἰσχυρότατον γίγνεται. ἀλλ’ ἐπειδὴ τιμιώτερος μὲν στρατηγοῦ ἔπαινος ἐπὶ στρατιώτῃ ἀγαθῷ τελευτήσαντι, τιμιώτερος δὲ παντὸς ἄρχοντος ἢ ἰδιώτου, κἀμοὶ λεκτέον τῆς ἀρχῆς ἕνεκεν ὡς ἂν δύνωμαι. πρέποι δ’ ἂν τῇ ἐκείνου ἀρετῇ καὶ τῇ ἐμῇ νεότητι μηδὲν μακρὸν ἀπαιτεῖν μηδὲ ἀκριβῆ μᾶλλον ἢ γενναῖον τὸν ἔπαινον.
p376 Πρῶτον μὲν οὖν εὐγενείας ἀληθοῦς ἔτυχεν. οὐ γὰρ εἴ τῷ πλουσίων συνέβη τυχεῖν προγόνων, οὐ μὴν οὐδ’ εἰ βασιλέων, τὰ δὲ ἄλλα φαύλων, 3 ὅδε ἂν εἴη καλῶς γεγονώς, ἀλλ’ οἱ φύντες ἐξ ἀγαθῶν, ὥσπερ ὅδε. ὁ γὰρ πατὴρ αὐτοῦ τῶν κατ’ αὐτὸν διήνεγκε τοῖς καλλίστοις, εὐψυχίᾳ καὶ ῥώμῃ. δηλοῦσι δὲ αἱ νῖκαι ἃς ἐνίκησε καὶ Ὀλυμπίασι καὶ ἐν τοῖς ἄλλοις ἀγῶσιν.
Αὐτὸς δὲ ἔφυ κάλλιστος ἀνθρώπων, οὐ τῶν νῦν μόνον, ἀλλ’, ὡς ἔνεστιν εἰκάζειν ἐκ τῆς ὑπερβολῆς, καὶ ἁπάντων ἁπλῶς τῶν ἐξ ἅπαντος τοῦ χρόνου ὠνομασμένων ἐπὶ κάλλει, ὅσοι θνητοὶ ἐγένοντο. 4 οἱ μὲν γὰρ πολλοὶ τῶν νενομισμένων καλῶν, μέρη τινὰ τοῦ σώματος εὐπρεπῆ ἔχοντες, ἔπειτα δὲ ἔδοξαν καλοί, τῆς ὄψεως ἀεὶ τὰ ἥδιστα βουλομένης ὁρᾶν, τῶν δὲ ἡττόνων ἀμελούσης. οἱ δέ τινες φύσει μὲν εὐειδοῦς σώματος οὐκ ἔτυχον, ὥρα δὲ αὐτοῖς ἐπῆλθεν·3 ἡττώμενοι δὲ ὑπὸ τῆς ὥρας οἱ ἐντυγχάνοντες κάλλος αὐτὴν ὠνόμασαν, ἀνθούσης ἀεὶ τῆς ἀκμῆς ἐν ἅπασι καὶ ζῴοις καὶ φυτοῖς. 5 τοιούτους μὲν οὖν μυρίους ἂν εὕροι τὶς τοὺς αὐτοὺς ὅτε μὲν καλοὺς δοκοῦντας, ὁτὲ δὲ αἰσχρούς, καὶ τοῖς μὲν σφόδρα ἀρέσκοντας, πάρ’ ἑτέροις δὲ οὐδενὸς λόγου τυγχάνοντας. ὁλόκληρον δὲ καὶ ἀληθινὸν κάλλος θαυμαστὸν εἴ τῷ ὑπῆρξεν ὥσπερ τῷδε. ἐν ἅπαντι μὲν γὰρ p378 τῷ σώματι ἐκέκτητο αὐτό, ἀεὶ δὲ ὁμοίως, καὶ πρὸ ἥβης καὶ ὕστερον· καὶ οὐκ ἂν ποτε ἐπὶ τοσοῦτον τοῦ χρόνου προῆλθεν, οὐδὲ εἰ πάνυ μακροῦ γήρως ἔτυχεν, ὥστε ἀμαυρῶσαι τὸ εἶδος.
6 Τεκμήριον δὲ τῆς ὑπερβολῆς· οὐ γὰρ ἐν ἰδιώταις ἐξεταζόμενος διέφερεν οὐδὲ ὑπὸ ὀλίγων θεωρούμενος ὑπὸ τούτων ἐθαυμάζετο, ἀλλὰ μὴν ἀεὶ δήπου ἐν τοῖς ἁπάντων καλλίστοις, ἅμα τοῖς ἀθληταῖς ὤν. οἱ γὰρ μέγιστοι καὶ εὐειδέστατοι καὶ πλείστης ἐπιμελείας τῶν σωμάτων τυγχάνοντες οἵδε εἰσίν. ἑωράθη4 δὲ μικροῦ δεῖν ὑπὸ πάντων ἀνθρώπων. οὔτε γὰρ πόλις οὐδεμία τῶν ἐνδόξων οὔτε ἔθνος οὐδέν ἔνθα μὴ ἀφίκετο· καὶ παρὰ πᾶσιν ὁμοίως τὴν αὐτὴν εἶχε δόξαν, ὡς οὐδένα ἰδοῦσι καλλίονα. ὁ δὲ ὑπὸ πλείστων μὲν θαυμασθείς, ἐν δὲ τοῖς καλλίστοις μόνος ἔχων τὴν ὑπὲρ τοῦ κάλλους φήμην δῆλον ὡς θείας τινὸς μορφῆς ἔτυχεν.
7 Ἐγὼ οὖν πρῶτον εὐδαιμονίζω τοῦ κάλλους αὐτόν, ὃ δὴ τῶν ἀνθρωπίνων ἐστὶν ἀγαθῶν ἀριδηλότατον, καὶ ἥδιστον μὲν θεοῖς, ἥδιστον δὲ ἀνθρώποις, ἀλυπότατον δὲ τῷ ἔχοντι καὶ ἐπιγνωσθῆναι ῥᾷστον. τὰ μὲν γὰρ ἄλλα ἀγαθὰ κἂν λάθοι τινὶ προσόντα, καὶ ἀνδρεία καὶ σωφροσύνη5 καὶ φρόνησις, εἰ μὴ τύχοι ἔργου τινὸς ἀποδεικνύντος· τὸ δὲ κάλλος οὐχ οἷόν τε λανθάνειν. ἅμα γὰρ τῷ ἔχοντι φαίνεται· εἴποι δ’ ἂν τὶς ὅτι καὶ πρότερον· οὕτως6 p380 ὀξεῖαν αἴσθησιν αὑτοῦ παρέχει. ἔτι δὲ τοῖς μὲν ἄλλοις ἀγαθοῖς οἱ πλεῖστοι φθονοῦσι καὶ δυσμενεῖς γίγνονται· τὸ δὲ κάλλος τοὺς αἰσθανομένους αὐτοῦ φίλους ποιεῖται καὶ οὐδένα ἐχθρὸν ἐᾷ γίγνεσθαι.
8 Εἰ δέ τίς φησι κάλλους με ποιεῖσθαι ἐγκώμια, ἀλλ’ οὐχὶ τοῦ ἀνδρός, οὐκ ἂν ὀρθῶς αἰτιῷτο. αὐτίκα γὰρ ἔπαινος ἀνδρὸς ἂν λέγοιτο, ἐπειδὰν τὴν ἀνδρείαν αὐτοῦ ἐπεξίωμεν. ὅπου μὲν γὰρ ἀμφίλογον7 τὸ εἶναί τινα τοιοῦτον, τότε ἀποδεικνύναι χρή· ὅπου δὲ γιγνώσκεται,8 τὴν φύσιν ἐπαινεῖν τοῦ προσόντος ἀγαθοῦ τινι. ὁ γὰρ τοῦδε ἔπαινος ἅμα ἂν εἴη καὶ τοῦ ἔχοντος αὐτό.
Μάλιστα δ’ ἂν τὶς θαυμάσειε Μελαγκόμαν, ὅτι μορφῇ τοιοῦτος ὢν τῇ ἀνδρείᾳ διήνεγκεν. 9 δοκεῖ γὰρ ἔμοιγε τῇ ψυχῇ φιλονικῆσαι πρὸς τὸ σῶμα καὶ σπουδάσαι ὅπως ἂν διὰ ταύτην ἐνδοξότερος γένηται. γνοὺς οὖν τῶν πρὸς ἀνδρείαν ἔργων κάλλιστον ἅμα καὶ ἐπιπονώτατον τὴν ἄθλησιν, ἐπὶ ταύτην ἦλθεν. τῶν μὲν γὰρ πολεμικῶν ὅ τε καιρὸς οὐκ ἦν ἥ τε ἄσκησις ἐλαφρότερα. φαίην δ’ ἂν ἔγωγε καὶ ταύτῃ9 ἥττονα εἶναι, μόνης γὰρ εὐψυχίας ἐπίδειξις ἐν τοῖς πολεμικοῖς, ἡ δὲ ἄθλησις ἅμα μὲν ἀνδρείαν, ἅμα δὲ ἰσχύν, ἅμα δὲ σωφροσύνην ἐμποιεῖ. 10 καὶ τοίνυν τῆς p382 ἀθλήσεως εἵλετο οὐ τὸ ῥᾷστον, ἀλλὰ τὸ χαλεπώτατον· πυγμὴν γὰρ ἤσκησεν. χαλεπὸν μὲν οὖν καὶ τοῦ ἐλαχίστου ἔργου ἐπ’ ἄκρον ἐλθεῖν, μήτι γε ἐν τῷ μεγίστῳ καὶ δυσχερεστάτῳ πάντας ὑπερβαλέσθαι, ὥσπερ ὅδε.
Καὶ τὸ μὲν τοὺς στεφάνους αὐτοῦ καθ’ ἕκαστον ἐπεξιέναι καὶ τοὺς ἀγῶνας, ἐν οἷς ἐνίκησε, πρὸς εἰδότας ὑμᾶς περιττόν, ἄλλως τε καὶ ἑτέρους ἂν εἴποι τὶς τῶν αὐτῶν τυχόντας. ὃ δὲ μηδενὶ ὑπῆρξεν, ἐπίστασθε μὲν ὁμοίως, 11 δι’ αὐτὸ μέντοι τοῦτο ῥητέον· τοῖς γὰρ μηδὲ εἰδόσιν οὐδὲ πιστεῦσαι ῥᾴδιον· ὅτι τοσούτοις ἀνταγωνισταῖς χρησάμενος καὶ οὕτως ἀγαθοῖς ὑπ’ οὐδενὸς ἡττήθη, αὐτὸς δὲ ἀεὶ πάντας ἐνίκα. καίτοι οὔτε στρατηγὸν εὕροι τὶς ἂν ἐν παντὶ τῷ χρόνῳ ἀήττητον οὔτε ἀριστέα πολεμικόν,10 ὃς οὐκ ἤδη ποτὲ καὶ ἔφυγεν ἐκ μάχης. οὐδὲ γὰρ ὅτι ταχέως ἐτελεύτησε, διὰ τοῦτο φαίη τὶς ἂν ἀήττητον11 διαγενέσθαι· πολὺ γὰρ πλείστους ἄρ’12 ἀγῶνας ἠγωνίσατο· ἐν δὲ τῇ πείρᾳ τὸ σφάλλεσθαι, οὐκ ἐν τῷ μήκει τοῦ χρόνου. ἔτι δὲ καὶ τόδε ἄν τὶς αὐτοῦ κατεπλάγη, τὸ μήτε παιόμενον αὐτὸν μήτε παίοντα νικᾶν· τοσοῦτο τῇ ῥώμῃ περιῆν καὶ τῷ δύνασθαι πονεῖν. 12 πολλάκις γὰρ δι’ ὅλης τῆς ἡμέρας ἠγωνίσατο ἐν τῇ σφοδροτάτῃ ὥρᾳ τοῦ ἔτους, καὶ δυνάμενος θᾶττον ἂν περιγενέσθαι παίων οὐκ ἐβούλετο, p384 νομίζων τὸ μὲν πληγῇ νικῆσαι καὶ τοῦ φαυλοτάτου13 ἔσθ’ ὅτε εἶναι τὸν βέλτιστον, εἰ τύχοι· τὴν δὲ ἀληθεστάτην νίκην, ὅταν ἄτρωτον ἀναγκάσῃ τὸν ἀντίπαλον ἀπειπεῖν· οὐ γὰρ τοῦ τραύματος, ἀλλ’ ἑαυτοῦ ἡττῆσθαι· καὶ τὸ ὅλῳ τινὰ τῷ σώματι ἀπειπεῖν, ἀλλὰ μὴ τῷ πληγέντι μέρει, λαμπρόν. τὸν δὲ ἐπειγόμενον ὡς οἷόν τε τάχιστα νικῆσαι καὶ παίοντα καὶ συμπλεκόμενον αὐτὸν ἡττῆσθαι τοῦ καύματος καὶ τοῦ χρόνου.
13 Εἰ δέ τὶς οὐ ταύτῃ ὑπολαμβάνει, ἐννοείτω ὅτι σύες καὶ ἔλαφοι, μέχρι μὲν αὐτοῖς ἡ ἰσχὺς πάρεστιν, οὔτε ἀνθρώποις οὔτε κυσὶν ὁμόσε χωροῦσιν· ὅταν δὲ ἡττηθῇ καὶ κάμῃ, τηνικάδε συμπλέκεται, καὶ μᾶλλον ἐθέλει τιτρώσκεσθαι καὶ ἀποθνῄσκειν ἢ πονεῖν ἔτι διωκόμενα. ὁμοίως δὲ καὶ ἄνδρες ἐν πολέμῳ, καίτοι εἰδότες ὅτι μᾶλλον ἂν παίοιντο φεύγοντες ἢ μένοντες, διὰ τὸ μὴ βούλεσθαι πλείω χρόνον κάμνειν ἀπίασι παραδόντες αὑτοὺς τοῖς ὄπισθεν παίειν. οὕτω τό γε τραυμάτων καταφρονεῖν οὐκ ἀνδρείας ἐστίν, ἀλλὰ τοὐναντίον.
14 Οἶμαι δὴ ἐν ταὐτῷ πάντα εἰρῆσθαι καὶ περὶ ἀνδρείας καὶ περὶ εὐψυχίας καὶ περὶ ἐγκρατείας καὶ περὶ σωφροσύνης. εἰ μὴ γὰρ ἐγκρατής τε καὶ σώφρων ἦν, οὐκ ἄν, οἶμαι, τοσοῦτο τῇ ῥώμῃ ὑπερέσχεν οὐδὲ εἰ φύσει ἰσχυρότατος ὑπῆρχεν. καὶ ἔγωγε οὐκ ἂν ὀκνήσαιμι εἰπεῖν ὅτι καὶ τῶν p386 παλαιῶν ἡρώων, οὓς ἅπαντες ὑμνοῦσιν, οὐδενὸς ἐλάττονα ἀρετὴν εἶχεν, οὔτε τῶν ἐν Τροίᾳ πολεμησάντων οὔτε τῶν ὕστερον ἐν τῇ Ἑλλάδι τοὺς βαρβάρους ἀμυναμένων. καὶ εἴ γε τότε ἐγένετο, ἅπερ ἐκεῖνοι ἔπραξεν ἄν.
15 Καὶ καθόλου δὲ ἔγωγε τοῦτο τῆς ἐν τοῖς πολέμοις ἀρετῆς προκρίνω, ὅτι πρῶτον μὲν οἱ ἐνθάδε ἄριστοι κἀκεῖ14 διαφέροιεν ἂν· ὁ γὰρ ἰσχυρότερος15 τῷ σώματι καὶ πλείω χρόνον πονεῖν δυνάμενος, οὗτος, οἶμαι,16 καὶ ἄνευ ὅπλων καὶ σὺν ὅπλοις κρείττων ἐστίν· ἔπειτα οὐχ ὅμοιον πρὸς ἰδιώτας ἀγωνίζεσθαι καὶ τῷ παντὶ φαυλοτέρους καὶ17 ἐξ ἁπάσης τῆς οἰκουμένης τοὺς κρατίστους ἔχειν ἀντιπάλους. κἀκεῖ μὲν ἅπαξ ὁ κρατήσας τὸν ἀνταγωνιστὴν ἀπέκτεινεν, ὥστε μὴ αὖθις ἔχειν τὸν αὐτὸν ἀντίπαλον· ἐνθάδε δὲ ἡ νίκη περὶ τῆς ἡμέρας ἐκείνης ἐστίν, ἔπειτα καὶ τοὺς ἡττωμένους ὁμοίως ὁ νικῶν ἀνταγωνιστὰς ἔχει καὶ τῶν ἄλλων τὸν βουλόμενον. 16 ἔτι δὲ18 ἐνθάδε μὲν ὁ κρείττων τοῦ ἥττονος περίεστιν· οὐδενὶ γὰρ ἄλλῳ ἢ τῇ εὐψυχίᾳ καὶ ἰσχύϊ δεῖ κρατεῖν· ἐν δὲ τοῖς πολέμοις ἡ τοῦ σιδήρου δύναμις, πολὺ κρείττων οὖσα τῆς ἀνθρωπίνης φύσεως, οὐκ ἐᾷ τὴν τῶν σωμάτων ἀρετὴν ἐξετάζεσθαι, πολλάκις δὲ πρὸς τῶν χειρόνων γίγνεται. ὅσα δὲ αὖ περὶ ἀθλήσεως, καὶ περὶ ἀθλητοῦ εἴρηκα καὶ19 ἀποδειχθέντος γε ὅτι ἄριστός ἐστι τῶν ἐν τῷ ἔργῳ. p388 ἴσως δὲ κἀμοὶ καὶ τοῖς παροῦσι προσήκων ὁ λόγος, ὥστε τοῦτο ἄριστον ὂν20 ἀποφαίνειν.
Ὅτῳ γὰρ ὑπῆρξε μὲν κάλλος σώματος, ὑπῆρξε δὲ ἀνδρεία καὶ εὐψυχίᾳ, ἔτι δὲ σωφροσύνη καὶ τὸ ἀήττητον γενέσθαι,21 τίνα ἂν τοῦδε τοῦ ἀνδρὸς εὐδαιμονέστερόν τις φήσειεν; 17 καίτοι22 τοιούτῳ23 παραγενέσθαι χαλεπωτάτω ἐστὸν ἀνδρεία καὶ σωφροσύνη· κάλλος γὰρ ἀνθρώπους μάλιστα δὴ χαυνοῖ καὶ ἀναπείθει τρυφᾶν, ὡς ἂν δόξης μὲν ἑτέρας οὐ δεομένους, ὅταν τις περιβόητος ᾗ τὸ εἶδος, ἡδίονος δ’ οὔσης τῆς ῥᾳθυμίας. εὕροι δ’ ἂν τις ἐξ ἀρχῆς ἀναλογιζόμενος τοὺς καλλίστους τῶν πρότερον τοὺς δὴ πολλοὺς αὐτῶν οὐδὲν ἀνδρείας οὐδὲ ἀρετῆς ἔργον ἀποδειξαμένους, ἀλλὰ Γανυμήδης μὲν διὰ τὸ παῖς ἀφανισθῆναι ἐξ ἀνθρώπων οὐδὲν ἐδόκει πρᾶξαι λαμπρόν· 18 περὶ δὲ Ἀδώνιδος ἢ Φάωνος24 ἢ τῶν ὁμοίων, ὅσοι περιττῆς δόξης ἐπὶ τῷ εἴδει ἔτυχον, οὐδὲν ὅτι μὴ περὶ τοῦ κάλλους ἀκούομεν. μόνους δὲ ἂν εἴποι τις ἀνδρείους τῶν ἄγαν καλῶν Θησέα καὶ Ἀχιλλέα, καὶ τούτοις οὐ πάνυ ἡ σωφροσύνη ὑπῆρξεν. οὐ γὰρ ἂν αὐτῶν ὁ μὲν Ἑλένην πρὸς βίαν ἥρπασεν, ὁ δ’ ἐστασίαζεν ἐπὶ Τροίας ὧν p390 ἕνεκεν ἐστασίαζεν. Ἱππολύτῳ δὲ σωφροσύνη μὲν ὑπῆρξεν, ἀνδρεία δὲ ἄδηλον εἰ παρῆν· οὐ γὰρ ἀληθὲς τεκμήριον κυνηγέσια.
19 Ἀλλ’ ὃς δὴ πάντα τὰ ἐν ἀνθρώποις ἀγαθὰ ἐκτήσατο, ἄξιος ἂν εἴη καὶ τῆς τελευτῆς εὐδαιμονίζεσθαι. εἰ μὲν γὰρ ὁ πλεῖστος ἀνθρώποις χρόνος ἄριστος ἦν, ταύτῃ ἄν τὶς αὐτὸν ὠλοφύρατο· νῦν δέ, ὀλίγου τοῦ παντὸς ἀνθρώποις βίου δεδομένου, πλείστους ἂν εὕροι τὶς, οἷς πολὺ ἄμεινον εἶχεν, εἰ θᾶττον ἐτελεύτησαν· τοσαῦται συμφοραὶ καταλαμβάνουσιν. 20 ἔτι δὲ τῶν παλαιῶν τοὺς ἐξοχωτάτους ἀκούομεν οὐδένα αὐτῶν ἐπὶ πολὺ ἐλθόντα τοῦ βίου, Πάτροκλόν τε καὶ Ἀντίλοχον, ἔτι δὲ Σαρπηδόνα καὶ Μέμνονα καὶ Ἀχιλλέα καὶ Ἱππόλυτον· τούς τε Βοιωτοῦς Ὦτον καὶ Ἐφιάλτην, οὓς μεγίστους καὶ καλλίστους γενέσθαι φησὶν Ὅμηρος μετὰ Ὠρίωνα, αὐτόν τε ἐκεῖνον. ἀλλ’ οἵδε25 μὲν δι’ ἀφροσύνην ἀπώλοντο· τοὺς τε ἄλλους οὓς εἶπον, θεῶν παῖδας καὶ ἀπογόνους εἶπον. οὐκ ἂν οὖν οἱ θεοὶ τοῖς ἑαυτῶν παισὶ καὶ οὓς μάλιστα ἐφίλουν ταχεῖαν ἐποίησαν τὴν τελευτήν, εἰ μὴ ἀγαθὸν τοῖς ἀνθρώποις τοῦτο ἐτίθεντο.
21 Ταῦτα οὖν, ὦ ἄνδρες, λογιζομένους ὑμᾶς ἐκεῖνόν τε ὡς μακάριον νομίζειν χρὴ καὶ αὐτοὺς μηδὲν ἧττον διὰ τοῦτο ἐφίεσθαι τῶν πόνων καὶ τῆς φιλοτιμίας, ὡς, εἴ τινι συμπέσοι τελευτῆσαι ταχύτερον, ἀνόνητος ἐσόμενος τῶν ἀγαθῶν τινος· p392 ὁ γὰρ εὐκλεοῦς δόξης τυχὼν μεστὸς ἄπεισι τῶν ἀγαθῶν· ἀλλὰ καὶ γυμνάζεσθε προθύμως καὶ πονεῖτε, οἱ μὲν νεώτεροι νομίζοντες αὑτοῖς ἀπολελεῖφθαι τὴν ἐκείνου χώραν, οἱ δὲ πρεσβύτεροι τῶν ἰδίων ἔργων ἀξίως. καὶ φρονεῖτε δὲ ἐπ’ αὐτοῖς ὅσον χρὴ ἄνδρας26 πρὸς ἔπαινον καὶ δόξαν ἀγαθὴν βιοῦντας καὶ τῆς ἀρετῆς ὄντας ἀσκητάς. 22 τὸν δὲ ἀποιχόμενον μνήμῃ τιμᾶτε, μὴ δάκρυσιν· οὐ γὰρ πρέποι ἂν ἥδε ἡ τιμὴ γενναίοις ὑπὸ γενναίων, οὐδ’ ἂν Ὅμηρον ἐπαινέσαιμι, ὅτι φησὶ δεύεσθαι τάς τε ψαμάθους καὶ τὰ ὅπλα τοῖς δάκρυσι τῶν Ἀχαιῶν. ἀλλὰ ἐκεῖνος μὲν ποιητικῇ μᾶλλον ἠκολούθησεν ἡδονῇ, θρήνων ὑπερβολὰς ἐπιδειξάμενος, ὑμεῖς δὲ ἐγκρατῶς φέρετε.
1 φαίνεται τὸ Emperius: φαίνετο M, ἐφαίνετο τὸ UB.
❦
2 πλεῖστα Emperius: ἥκιστα.
❦
3 For ἐπῆλθεν Reiske proposed ἐπῆνθεν.
❦
4 ἑωράθη Emperius: ὡράθη UB, ἐπράθη M.
❦
5 καὶ σωφροσύνη added by Dindorf.
❦
6 οὕτως Stobaeus: ὅμως.
❦
7 ἀμφίλογον Reiske: ἀναμφίλογον.
❦
8 γιγνώσκεται Emperius: γίγνεται.
❦
9 ταύτῃ Wifstrand: ταύτης.
❦
10 πολεμικὸν Arnim: πολιτικὸν M, πολέμων UB.
❦
11 ἀήττητον Casaubon: αὐτὸν.
❦
12 ἄρ’ Cohoon: ἂν, which Reiske deleted.
❦
13 φαυλοτάτου Reiske: φαυλοτέρου.
❦
14 κἀκεῖ Emperius: ἐκεῖ.
❦
15 ἰσχυρότερος Emperius: ἰσχυρότατος.
❦
16 οἶμαι Emperius: ἂν μοι.
❦
17 καὶ Capps: ἢ.
❦
18 δὲ added by Reiske.
❦
19 Selden proposed to delete καὶ.
❦
20 ὂν added by Capps.
❦
21 γενέσθαι Emperius: γίνεσθαι.
❦
22 καίτοι Capps: καὶ.
❦
23 καὶ τοιούτῳ Sonny: καίτοι αὐτῷ τούτῳ.
❦
24 Φάωνος Wifstrand: Ἰασίωνος Emperius: ἰάσονος.
❦
25 οἵδε Arnim: οἶδε M, οἱ UB.
❦
26 ἄνδρας Morel: ἀνδρὸς.
Images with borders lead to more information.
|
||||||
ΑΝΩ· |
Δίων ὁ Χρυσόστομος |
Κλασικά Κείμενα |
ΛακουσΚούρτιος |
Εἴσοδος |
||
A page or image on this site is in the public domain ONLY if its URL has a total of one *asterisk. If the URL has two **asterisks, the item is copyright someone else, and used by permission or fair use. If the URL has none the item is © Bill Thayer. See my copyright page for details and contact information. |
Page updated: 25 Jun 12