mail:
Bill Thayer |
![]() English |
![]() Help |
![]() Up |
![]() Εἴσοδος |
||
|
1 Ὅπως μὲν ὑμεῖς διανοεῖσθε περὶ ἐμοῦ καὶ τῆς ἐμῆς εἴτε σοφίας εἴτε ἀμαθίας οὐ δύναμαι ξυμβαλεῖν, πότερον ὄντως ἐπιθυμεῖτε τῶν λόγων ὡς ἀκουσόμενοί τι θαυμαστὸν καὶ τοιοῦτον ὁποῖον οὐκ ἂν ἑτέρου τῶν νῦν, ἢ τοὐναντίον, ὡς ἐμὲ ἐξελέγξοντες καὶ ἀποδείξοντες οὐθὲν μέγα οὐδὲ σπουδαῖον ἐπιστάμενον. 2 εἰ μὲν γὰρ οὕτως ἔχετε, θαρρῶν ὑμῖν παρέχω ἐμαυτόν, ἵνα ἐμπλήσητε τὴν προθυμίαν· εἰ δὲ μή, φοβοῦμαι τὴν ἐναντίαν δόξαν, μήποτε ἀκούσαντες ἔπειτα οὐ δικαίως ἐμοῦ καταγνῶτε, ὅτι αὐτοὶ οὐκ1 ὀρθῶς ἐδόξατε. οὐδέποτε γὰρ οὐδενὶ ἔγωγε τοῦτο ὑπεσχόμην, ὡς ἱκανὸς ὢν λέγειν ἢ φρονεῖν ἢ πλέον τι γιγνώσκειν τῶν πολλῶν, ἀλλ’ ὑπὲρ αὐτοῦ τούτου διαμαχόμενος ἑκάστοτε καὶ ἀντιλέγων τοῖς ἀξιοῦσιν ἔπειτα εἰς τὸ λέγειν καθίσταμαι· καὶ πολλοὶ τοῦτο αὐτὸ ἐπίδειξιν ἡγήσαντο.
3 Ὅμως δὲ καὶ αὐτὸς ἑτέραν καὶ ἑτέραν λαμβάνω2 ὁδόν. ὅταν μὲν γὰρ εἰς ἐμαυτὸν ἀπίδω καὶ τὴν p168 ἀπειρίαν τὴν ἐμαυτοῦ, περὶ πάντα μὲν ἁπλῶς, μάλιστα δὲ τὴν περὶ τοὺς λόγους, ὡς ἰδιώτης ὢν διανοοῦμαι καὶ τὸ λοιπὸν ἰδιώτου βίον βιωσόμενος· ὅταν δὲ εἰς τοὺς σπουδάζοντας καὶ παρακαλοῦντας, ὑπονοεῖν ἐμαυτὸν ἀναγκάζομαι, μὴ ἄρα τι τῶν ἐμῶν λόγου ἄξιον ᾖ3 καὶ λανθάνω πεπονθὼς τὸ αὐτὸ ἐνίοις τῶν ζῴων, ἃ χρήσιμα ὄντα τοὶς ἀνθρώποις καὶ δύναμίν τινα ἔχοντα ἐν αὑτοῖς πρὸς ἴασιν νοσημάτων, ἤτοι χολῆς ἢ αἵματος ἢ πιμελῆς ἢ τριχῶν, οὐκ ἴσασιν, οἱ δὲ ἄνθρωποι εἰδότες διώκουσιν αὐτὰ καὶ πειρῶνται πάντα τρόπον συλλαβεῖν, οὐ τῶν κρεῶν ἕνεκεν, ἀλλ’ ἐκείνης τῆς δυνάμεως.
4 Μὴ4 ἄρα κἀμὲ ἀναγκάζουσιν5 ἑκάστοτε λέγειν, οὐδὲν δεόμενοι τῶν λόγων, ἀλλ’ ἑτέρου τινός. οὐδὲ γὰρ ἐκεῖνο δύναμαι ὑπονοῆσαι, ὅτι ἀγνοοῦντες δὴ6 καὶ ἀνήκοοι ὄντες ἐσπουδάκασιν, ὥσπερ ἀμέλει πολλοὶ πολλῶν διὰ τὴν ἄγνοιαν ἐπιθυμοῦσιν. πάντες γάρ, ὡς ἔπος εἰπεῖν, τοὺς μὲν ἐμοὺς λόγους ἐπίστανται καὶ διαφέρουσιν αὐτοὺς ἄλλοι ἀλλαχοῦ, ὥσπερ τὰ φαῦλα ᾄσματα οἱ παῖδες ἐν ταῖς πόλεσιν ᾄδουσι τὸ πρὸς ἑσπέραν· καὶ τοὺς ἐμοὺς λόγους σχεδὸν πάντες ἀλλήλοις ἀπαγγέλλουσιν, οὐχ ὅπως ἐρρήθησαν, ἀλλ’ ἔτι βελτίους ποιήσαντες κατὰ τῆν αὑτῶν δύναμιν, οἱ μὲν ἑκόντες ἐπανορθούμενοι καὶ — 5 δῆλον ὅτι αἰσχυνόμενοι τὸ μεμνῆσθαι τοιούτων — ἀλλάττοντες καὶ μετατιθέντες πολλὰ καὶ κρείττονα, p170 οἱ δὲ ἴσως καὶ ἄκοντες διὰ τὸ μὴ σφόδρα μεμνῆσθαι· ὥστε οὐκετι ὀβολοῦ, καθάπερ εἶπέ τις, εὔπορον ἐκ τῆς ἀγορᾶς πρίασθαι τὴν ἐμὴν σοφίαν, ἀλλὰ κύψαντα ἀνελέσθαι χαμᾶθεν. σχεδὸν οὖν παραπλήσιον πεπόνθασιν οἱ ἐμοὶ λόγοι τῷ κεράμῳ τῷ Τενεδίῳ· καὶ γὰρ ἐκεῖθεν πᾶς μὲν ὁ παραπλέων ἐμβάλλεται κέραμον, οὐδεὶς δὲ ὑγιῆ διακομίζει ῥᾳδίως, ἀλλὰ7 πολλοὶ σαθρὸν ποιήσαντες ἢ συντρίψαντες ὄστρακα ἔχοντες λανθάνουσιν αὑτούς.
1 αὐτοὶ οὐκ Emperius: οὐκ αὐτοὶ.
❦
2 λαμβάνω] ἐμβαίνω Selden.
❦
3 ᾗ added by Capps.
❦
4 μὴ Geel: εἰ.
❦
5 ἀναγκάζουσιν] ἀναγκάζωσιν Geel.
❦
6 δὴ Emperius: ἤδη.
❦
7 After ἀλλὰ Emperius adds οἱ.
Images with borders lead to more information.
|
||||||
ΑΝΩ· |
![]() Δίων ὁ Χρυσόστομος |
![]() Κλασικά Κείμενα |
![]() ΛακουσΚούρτιος |
![]() Εἴσοδος |
||
A page or image on this site is in the public domain ONLY if its URL has a total of one *asterisk. If the URL has two **asterisks, the item is copyright someone else, and used by permission or fair use. If the URL has none the item is © Bill Thayer. See my copyright page for details and contact information. |
Page updated: 26 Oct 10