Short URL for this page:
bit.ly/DioChr50


[image ALT: Much of my site will be useless to you if you've got the images turned off!]
mail:
Bill Thayer

[image ALT: Click here for an English translation of this page.]
English

[image ALT: Cliccare qui per una pagina di aiuto in Italiano.]
Italiano

[Link to a series of help pages]
Help
[Link to the next level up]
Up
[Link to my homepage]
Εἴσοδος
πρότερον·

[image ALT: link to previous section]
Λόγος μθ´

This webpage reproduces one of the
Discourses

by
Dio Chrysostom

published in the Loeb Classical Library, 1946

The text is in the public domain.

This page has been carefully proofread
and I believe it to be free of errors.
If you find a mistake though, please
let me know!

ὕστερον·

[image ALT: link to next section]
Λόγος να´

(Vol. IV) Δίων Χρυσόστομος
Λόγοι

 p312  50. ΠΕΡΙ ΤΩΝ ΕΡΓΩΝ ΕΝ ΒΟΥΛΗΙ

1 Ἐγὼ καὶ πρότερον μὲν ὑμᾶς ἠγάπων, ὦ ἄνδρες, ὥσπερ εἰκὸς ἦν τὸν ἄνδρα τὸν ἐπιεικῆ καὶ οὐκ​1 ἀνόητον τὸ φρονιμώτατον στέργειν τῆς πατρίδος καὶ βεβαιότατον· τὸ δὲ ὑμῶν ἄλλους προτιμᾶν ὅμοιον ὥσπερ εἴ τις φιλόπολις εἶναι λέγων ταῖς οἰκίαις μὲν ἥδοιτο καὶ τοῖς ἐργαστηρίοις τοῖς ἐν τῇ πόλει, τὴν δὲ ἀγορὰν αἱ τὸ πρυτανεῖον καὶ τὸ βουλευτήριον καὶ τὰ ἄλλα ἱερὰ ἀμελέστερον ὅρῴη, ἢ νὴ Δία εἴ τις Λακεδαιμονίων τὸ μὲν πλῆθος ἐφίλει, τοὺς δὲ βασιλέας καὶ τοὺς ἐφόρους καὶ τοὺς γέροντας ἠτίμαζε τοὺς σωφροσύνῃ τῶν ἄλλων διαφέροντας καὶ δι’ οὓς ἅπασα ἡ πόλις ἐσῴζετο. 2 ὅπου καὶ παρὰ τοῖς Ἀθηναίοις, οἳ μάλιστα ἀνθρώπων ἐδημοκρατοῦντο καὶ πλεῖστον ἔνεμον τοῖς πολλοῖς καὶ δημοτικοῖς, οὐδεὶς πώοτε οὕτως ἐγένετο θρασὺς δημαγωγός, οὐδὲ Ὑπέρβολος ἐκεῖνος ἢ Κλέων, ὥστε τὸν Ἄρειον πάγον ἢ τὴν βουλὴν τοὺς  p314 ἑξακοσίους ἀτιμότερον τοῦ δήμου νομίζεν. εἰ δὲ συνεχῶς μέμνημαι Λακεδαιμονίων καὶ Ἀθηναίων, συγγνώμην ἐχέτωσαν οἱ πάνυ δριμεῖς, ὅτι τῶν τοιούτων παραδειγμάτων ὑμᾶς ἀξίους κρίνω, καὶ πρὸς Ἕλληνας, ὡς οἶμαι, διαλεγόμνος οὐκ ἄλλων τινῶν μᾶλλον ἡγοῦμαι πρέπειν μνημονεύειν ἢ τῶν ἄκρως Ἑλλήνων.

3 Τῆς δ’ οὖν εὐνοίας τῆς πρὸς ὑμᾶς καὶ τῆς πίστεως ἐκεῖνο ὑμῖν γιγνέσθω τεκμήριον, ὅτι μήτε ἑταιρείᾳ τινὶ πεποιθὼς μήτε συνήθεις ἐξ ὑμῶν ἔχων τινὰς θαρρῶν εἰσέρχομαι πρὸς ὑμᾶς, καὶ νομίζω μηδενὸς ἔλαττον ἂν ἔχειν, δῆλον ὅτι τῇ κοινῇ φιλίᾳ πεπιστευκὼς καὶ τῇ πρὸς ἅπαντας εὐνοίᾳ, μηδὲ​2 ἰσχυρὸς ἢ φοβερὸς εἶναι δοκῶν ἢ βουλόμενος​3 διὰ τοῦτο θεραπεύεσθαι. εἰ δὲ ἠλέουν τοὺς δημοτικοὺς ὅτε ἦσαν ἐλεεινοί, καὶ καθ’ ὅσον οἶόν τε ἦν ἐπικουφίζειν ἐπειρώμην, οὐθέν ἐστι τοῦτο σημεῖον τοῦ πρὸς ἐκείνους ἔχειν οἰκειότερον· ἐπεὶ καὶ τοῦ σώματος ἀεὶ τὸ κάμνον θεραπεύομεν καὶ πλείονα ποιούμεθα πρόνοιαν ποδῶν ἢ ὀφθαλμῶν, ὅταν οἱ μὲν ἀλγῶσι καὶ πεπονθότες ὦσιν, οἱ δὲ ὑγιαίνωσιν. 4 εἰ δὲ εἶπον ἐλεεινοὺς τοὺς δημοτικούς, μηδεὶς ὑπολάβῃ λέγειν με ὡς ἄδικα καὶ παράνομα ἔπασχον, ὁπότε καὶ τοὺς ὑπὸ ἰατρῶν τεμνομένους ἢ καομένους, ἐπὶ σωτηρίᾳ πάσχοντας ταῦτα, ἐλεοῦμεν, καὶ δακρύουσιν  p316 ἐπ’ αὐτοῖς καὶ μητέρες καὶ πατέρες, εἰδότες ὠφελουμένους.

Ὃ δὲ ἔφην, ὅτι καὶ πρότερον ὑμᾶς ἠγάπων πρὶν ἢ πεῖραν ἱκανὴν εἰληφέναι τῆς διανοίας, νῦν γε ὀμνύω τοὺς θεοὺς ὑμῖν ἅπαντας, ἧ μὴν ἔγωγε τὴν βουλὴν οὐ μόνον ἀξίαν τιμῆς κρίνω καὶ φιλίας, ἀλλὰ καὶ θαυμάζω τὴν ἰσχὺν ὑμῶν καὶ τὴν ἀλήθειαν καὶ τὴν ἐλευθερίαν. 5 καὶ τοῦτον ἔσχηκα τὸν τρόπον, ὥστε τῷ δήμῳ μὲν ἐκτετικέναι δοκεῖν κατὰ τὴν ἐμαυτοῦ δύναμιν ὡς πολίτης, ὑμῖν δὲ ὀφείλειν καὶ μηδέποτε ἂν δυνηθῆναι τὴν ὑμετέραν εὔνοιαν ὑπερβαλέσθαι. καὶ τοῦτο δὴ τὸ ῥηθὲν ὑπὸ τῶν παλαιῶν τινος ῥητόρων, ὑπερβολήν τινα ἔχειν δοκοῦν κολακείας, ὅτι τὸν δῆμον εἰκότως ἂν ἐν τοῖς ὀφθαλμοῖς περιφεροίμην,​4 ἐγὼ δικαίως ἂν εἴποιμι πρὸς ὑμᾶς. καὶ τὸν υἱὸν τοῦτον, εἰ νοῦν ἔχει καὶ σωφρονεῖ,​5 νομίζω πάντα τὸν βίον ὑμῖν ἀναθήσειν καὶ θεραπεύσειν ὑμᾶς οὐχ ἧττον ἐμοῦ.

6 Τίνος γενομένου, φήσει τις, καὶ τίνα τῶν ἀνδρῶν πεῖραν εἰληφὼς οὕτως ὑπερδιατείνῃ; ἴσως ἐπίπνοιά τίς μοι γέγονεν αὐτόματος καὶ φορὰ τῆς ψυχῆς τοιαύτη πρὸς ὑμᾶς· ἐκεῖνο δ’ οὖν ἐπίστασθε σαφῶς ὅτι οὔτε δῆμον οὔτε βουλὴν οὔτε ἄνδρα,  p318 σατράπην ἢ δυνάστην ἢ τύραννον, στέργειν ἢ θεραπεύειν τοῖς λόγοις ἐγὼ δύναμαι, μὴ παρ’ ἐμαυτῷ πρότερον αὐτὸν ἐπαινέσας καὶ τὸ τῆς ψυχῆς ἦθος ἀποδεξάμενος. ὑμᾶς δὲ ὁρῶ, σχεδὸν ὁσάκις ὑμῶν γέγονε πεῖρα τῆς διανοίας, μηδὲν πώποτε ἄδικον μηδὲ ἀμφίβολον μηδὲ​6 ταπεινὸν μηδὲ​7 εὐμετάβολον μηδὲ​8 ἀναίσθητον μηδ’ ἧτταν​9 ἢ θορύβων ἢ πραγμάτων ἐπιδεδειγμένους· 7 ὥστε εἰποιμ’ ἂν θαρρῶν, ἔχετε μὲν προστάτας χρηστούς, οὐδένα δὲ ἄξιον ἑαυτῶν, ἀλλ’ οὐδὲ τῶν πρότερον​10 τὸν ἐμὸν πατέρα ἢ πάππον οὐδὲ τοὺς τῶν ἄλλων, πάντας ἀγαθοὺς καὶ τιμῆς ἀξίους.

Καὶ μηδείς με νομίσῃ λέγειν ἐμαυτὸν εἰσποιοῦντα τῷ προΐστασθαι τῆς βουλῆς· ἐγὼ μὲν γὰρ ἄπειμι διὰ πολλὰς αἰτίας — καὶ πιστεύσατε ὡς νῦν γοῦν​11 ἀληθῶς λέγω — καὶ ἴσως οὐκ ἐμαυτοῦ χάριν ὠφελείας ἢ τρυφῆς τινος· ἢν δὲ εἶχον ἀποκρύψασθαι γνώμην οὐκ ἐδυνάμην. 8 καὶ οὐκ ἔστι δέος μήποτε ἐγὼ δόξω κολακεύειν ὑμᾶς, οὐ κολακεύσας τὸν ἐχθρὸν τύραννον οὐδὲ ῥῆμα ἀγεννὲς οὐδὲ ἀνελεύθερον εἰπών, ὅτε πολλοῖς ἀγαπητὸν ἦν ζῆν ὁτιοῦν πράττουσι καὶ λέγουσιν. ἀλλά μοι δοκεῖ μέγα καὶ θεῖον εἶναι τὸ γιγνόμενον παρ’ ὑμῖν. ἰδίᾳ μὲν γὰρ ὁποῖοί ποτέ ἐστε οὐ σφόδρα ἀκριβῶς ἐπίσταμαι· νομίζω δὲ βελτίους τῶν πολλῶν· κοινῇ δέ, ὅταν συνέλθητε  p320 δεῦρο ἢ πάλιν εἰς τὴν ἐκκλησίαν, οὐδὲν πώποτε οὔτε ταπεινὸν οὔτε ἀνελεύθερον οἶδα εἰπόντας ἢ φρονήσαντας ὑμᾶς, οὐ παράκλησιν ἰσχύουσαν παρ’ ὑμῖν, οὐχ ὑπόσχεσιν, οὐκ ἀπείλησιν,​12 εἴ τις ἄρα τοιοῦτός ἐστιν, ὥστ’ ἰσχύειν ἀπειλῶν. διὰ τί δὲ μὴ φῶ τὰ δοκοῦντα ἐμαυτῷ, καθάπερ δέον τὸν φιλόσοφον τὰ πονηρὰ μόνον ἐξελέγχειν, τὰ δὲ βελτίω παρακαλύπτεσθαι, ἢ τὴν ἀλήθειαν​13 ἐπὶ μόνοις τοῖς κακοῖς οὖσαν ὠφέλιμον, ἀλλ’ οὐ​14 καὶ ἐπὶ τοῖς ἀγαθοῖς οὐδὲν ἧττον, ὅτι εὔφημος;

9 Σὺ δ’​15 οὖν, φήσει τις, ἐγκώμιον ἀναστὰς ἠθέλησας εἰπεῖν τῆς βουλῆς; καὶ τί δεινόν, ἐὰν ἀληθὲς ἦ; τὸ δὲ ἐγκώμιον τοῦτο, ἐὰν φαίνησθε ἀνόμοιοι τοῖς λεγομένοις, οὐχ ὑμέτερός ἐστιν ἔπαινος, τοῦ δὲ εἰπόντος κατηγορία. ὅμως δὲ οὐκ ἂν ἀποιησάμην οὐδένα λόγον τοιοῦτον εἰ μὴ σφόδρα ἤλγησα, ὥσπερ πρότερόν ποτε, ἀκούσας ὅτι καθυφίεμαι τὸ ὑμέτερον. καὶ διὰ τοῦτο ἀπελογησάμην, οὐχ ὑπερορῶν ἀπολογεῖσθαι· πόθεν; οὐδὲ κρίνων ἐμαυτοῦ ταπεινότερον. νυστάζοντι μὲν γάρ, ὥς φασι, δικαστῇ, καὶ νὴ Δία τυράννῳ κακοήθει καὶ πονηρῷ ταπεινὸν ἀπολογεῖσθαι· πολίταις δὲ καὶ συγγενέσι καὶ φίλοις, οὕς τις ἡγεῖται μετρίους, οὐ ταπεινόν, ἀλλ’ εὔγνωμον καὶ δίκαιον. καὶ τότε οὖν ὀρθῶς ἐποίησα καὶ νῦν πολλῷ μᾶλλον, ὅτε ὑμᾶς σαφέστερον ἐπίσταμαι. 10 πυνθάνομαι γὰρ ὥς τινες ἔδοξαν  p322 — καὶ λόγος ἐρρύη τοιοῦτος — ὡς ἐμὲ ἐμποδὼν γενόμενον τῷ συνάγεσθαι βουλήν· ἐπεὶ καὶ τόδε ἤκουσα ὡς πάντα ἁπλῶς νομίζουσι τὰ τῆς ἀρχῆς γίγνεσθαι κατὰ τὴν ἐμὴν γνώμην. ἐγὼ δὲ ἐκεῖνο μὲν οὐκ ἀφαιροῦμαι τὸν υἱόν, τὸ μηδὲν ἄκοντος ἂν ἐμοῦ ποιῆσαι τῶν ἐφ’ ἑαυτῷ μηδὲ ἄλλως ἂν ἢ στοχαζόμενον καὶ τῆς ἐμῆς γνώμης· ὀμνύω δὲ μὴ προστάξαι μηδεπώποτε μηδέν, λέγω δὲ τῶν κοινῶν, τὸ δὲ​16 συμβουλεύειν πατέρα​17 ὄντα τὰ​18 κρείττονα δοκοῦντα προστάγματος ἔχει​19 τάξιν. καὶ διὰ τὴν ὑποψίαν ταύτην ἀπὸ χρόνου τινὸς οὐδὲ ταῖς βουλαῖς παρετύγχανον. τὸ γὰρ ἔχειν​20 αὐτὸν ἀξιώσαντα τῶν​21 τῆς πόλεως ὡς ἱκανὸν ὄντα βουλεύεσθαι ἤδη καὶ διοικεῖν τὰ κοινά, μεταξὺ δὲ ἔργῳ ποιεῖν ἰδιώτην καὶ τῆς ἐξουσίας τῆς κατὰ τὸν νόμον ἄκυρον οὔτε ἄλλως ἐπιεικὲς οὔτε ἴσον​22 αὖ τοῖς​23 τηλικούτοις.


The Loeb Editor's Notes:

1 οὐκ added by Casaubon.

2 μηδὲ Emperius, μή γε Arnim: μήτε.

3 After βουλόμενος Crosby deletes ὡς.

4 περιφεροίμην] περιφέροι μὴν M, περιφέροι, νῦν Hemsterhuis.

5 σωφρονεῖ Reiske: σωφρονεῖν.

6 μηδὲ Emperius: μήτε.

7 μηδὲ Emperius: μήτε.

8 μηδὲ Emperius: μήτε.

9 μηδ’ ἧτταν added by Emperius.

10 After πρότερον Emperius deletes .

11 νῦν γοῦν Emperius: γοῦν νῦν or γοῦν.

12 οὐκ ἀπείλησιν added by Post, οὐκ ἀπειλήν Arnim, οὔτ’ ἀπειλάς Reiske.

13 After ἀλήθειαν Reiske deletes οὐκ.

14 ἀλλ’ οὐ Emperius: ἀλλὰ.

15 δ’ added by Capps.

16 τὸ δὲ Wilamowitz: μηδὲ.

17 πατέρα Reiske: πότερα.

18 τὰ added by Wilamowitz.

19 ἔχει Wilamowitz: ἔχειν.

20 ἔχειν] ἄρχειν Selden.

21 τῶν added by Capps.

22 ἴσον Capps: ἴσως.

23 αὖ τοῖς with UT, τοῖς Pflugk: αὐτοῖς BM.


[image ALT: Valid HTML 4.01.]

Page updated: 1 Apr 08