[image ALT: Much of my site will be useless to you if you've got the images turned off!]
mail:
Bill Thayer

[image ALT: Click here for an English translation of this page.]
English

[image ALT: Cliccare qui per una pagina di aiuto in Italiano.]
Italiano

[Link to a series of help pages]
Help
[Link to the next level up]
Up
[Link to my homepage]
Εἴσοδος
πρότερον·

[image ALT: link to previous section]
Λόγος ν´

This webpage reproduces one of the
Discourses

by
Dio Chrysostom

published in the Loeb Classical Library, 1946

The text is in the public domain.

This page has been carefully proofread
and I believe it to be free of errors.
If you find a mistake though, please
let me know!

ὕστερον·

[image ALT: link to next section]
Λόγος νβ´

(Vol. IV) Δίων Χρυσόστομος
Λόγοι

 p326  51. ΠΡΟΣ ΔΙΟΔΩΡΟΝ

1 Σφόδρα θαυμάζειν ἔπεισιν, ὦ ἄνδρες, εἴ τις οὐκ ἀποδεχόμενός τινα οὐδὲ ἀγαπῶν ἔπειτα ἀναστὰς ἐπαινεῖ τῷ λόγῳ καὶ ἐνίοτε διῆλθεν ἐγκώμιον μακρὸν καὶ λίαν ἐπιμελῶς συγκείμενον. ὁ γὰρ τοιοῦτος ἄνθρωπος οὐκ ἔστιν ὅ τι τῶν αἰσχίστων οὐ σύνοιδεν αὑτῷ, φθόνον,​1 μικροψυχίαν, τὸ πάντων ἔσχατον, δουλείαν. λέγεται γοῦν οὐκ ἀτόπως καὶ παρὰ τοῖς παλαιοῖς·

δούλου τόδ’ εἶπας.

φέρε δή, πῶς οὐκ​2 ἂν εἴη δοῦλος ὁ πρὸς τοσούτους ἅμα ἀνθρώπους ἕτερα ὧν φρονεῖ ποιῶν,​3 καὶ ταῦτα οὐχ ἁπλῶς, ἀλλὰ μετὰ φροντίδος καὶ παρασκευῆς, καὶ κολακεύων πολλάκις ἀνθρώπων καὶ θαυμάζων ὃν οὐ φιλεῖ; μέτριον γὰρ οὕτως εἰπεῖν.

2 Καὶ μὴν ὅτι πάντες πάντας​4 ἐγκωμιάζουσι παρ’ ἡμῖν ἐπίστασθε δήπου· ὥστ’ ἐγὼ συνήδομαι καὶ κρίνω μακαρίους ὑμᾶς, εἰ οὕτως φιλοῦμεν πάντες ἅπαντας. τοῦτο γάρ ἔστιν ἀκόλουθον. ἐβουλόμην δ’ ἂν, ὥσπερ ἐν ταῖς βουλαῖς καὶ ταῖς ἐκκλησίαις πολλῶν ἐγκωμίων ἀκοῦσαι ἔστιν, οὕτως καὶ ἐν τῇ  p328 ἀγορᾷ καὶ τοῖς ἄλλοις συλλόγοις. νῦν δὲ παρὰ τὸν τόπον τοιαῦτα​5 ἢ τοιαῦτά ἔστι τὰ λεγόμενα, καὶ ὥσπερ οἱ γυμνάζοντες αὑτοὺς ἐν ταῖς σχολαῖς, καὶ ἡμεῖς ἐγχειροῦμεν εἰς ἀμφότερα. οὐκοῦν, ἂν μὲν εἰς ἐκκλησίαν τις παραγένηται τῶν ξένων, ἡρώων τινῶν ἢ σοφῶν ἡγήσεται τὴν πόλιν· ἂν δ’ εἰς τὴν ἀγορὰν ἐμβάλῃ, ὁποίων οὐδὲν δεῖ λέγειν· ἐπίστασθε γὰρ αὐτοί. 3 τί οὖν, φήσει τις, ἀνέστης ἐπιτιμήσων τοῖς ἐπαινοῦσιν; οὐ μὰ τὸν Δία, ἀλλ’ ὅπως, ἂν δυνατόν, μὴ μόνον ἐνθάδε ὦμεν φιλάνθρωποι καὶ φιλάγαθοι, ἀλλ’ ὁμοίως ἐν​6 παντὶ τόπῳ καὶ καιρῷ.

Τὸν μὲν οὖν τούτου ἔπαινον ὁρῶ πεπληρωμένον ὑφ’ ὑμῶν, ὥστε μηδεμίαν ὑπερβολὴν ἔχειν· ἄξιον δὲ καὶ ὑμᾶς ἐπαινεῖν. δοκεῖτε​7 γάρ μοι πολὺ πάντων τῶν δήμων διαφέρειν. κἀγὼ τοῦτο οὐκ ἂν εἶπον, εἰ μὴ καὶ ἐφρόνουν οὕτως. οἱ μὲν γὰρ ἄλλοι πρὸς τὸ λυσιτελὲς μόνον βλέπουσιν, καὶ τοὺς διδόντας αὐτοῖς ἢ δυναμένους διδόναι, τούτοὺς ἐπαινοῦσιν· ὑμεῖς δὲ καὶ τὴν προθυμίαν καὶ τὸ βούλεσθαι μέγα εἶναι νομίζετε. 4 καὶ οὐχὶ τοῦτό φημι, ὡς οὐχὶ καὶ πεποίηκε πολλὰ καὶ μεγάλα· πεποίηκε γάρ· ἀλλ’ ὅτι ὑμῖν γε ἀπέχρη καὶ τὸ βούλεσθαι αὐτόν. ἔτι δὲ οἱ μὲν ἄλλοι τὰ ἐλάχιστα τῶν γενομένων ἀποδέχονται· λέγω δὲ ὅσα ἔχει  p330 δαπάνην τινά· ὑμεῖς δὲ τῶν μεγίστων αἰσθάνεσθε κατὰ τὴν ἀξίαν. ἔστι δὲ τῷ παντὶ μεῖζον τοῦ δαπανᾶν τὸ κήδεσθαί τινα τὴν πόλεως καὶ φανερὸν εἶναι εὐνοοῦντα ὑμῖν. πρὸς δὲ τούτοῖς οἱ μὲν πλεῖστοι τοὺς νουθετοῦντας, κἂν διὰ λόγου​8 τοῦτο ποιῶσι, μισοῦσι, τοὺς δὲ μεθ’ ἡδονῆς κολακεύοντας θαυμαστῶς ἀποδέχονται· παρ’ ὑμῖν δὲ τοὐναντίον ὁ πλείστῃ παρρησίᾳ χρώμενος καὶ τοῖς ἁμαρτάνουσιν ἐπιπλήττων καὶ σωφρονίζων, οὗτος μάλιστα ἀγαπᾶται.

5 Τίς οὖν οὐκ ἂν ἀγαπήσειε τοιαύτην πόλιν καὶ πολιτείαν ἐν ᾗ τῶν​9 φιλοτιμιῶν αἱ τιμαὶ μείζους εἰσίν, ὁ δὲ μετ’ εὐνοίας νουθετῶν τοῦ μετὰ κολακείας ὁμιλοῦντος μᾶλλον στέργεται, προθυμότεροι δ’ εἰσὶν οἱ πολλοὶ σωφρονίζεσθαι καὶ ἐπανορθοῦσθαι ἢ θεραπεύεσθαι καὶ τρυφᾶν· ἢ τίς οὐκ ἂν ὑμᾶς μὲν ἐκπλαγείη, τοῦτον δ’ εὐδαιμονίσειεν, ὑφ’ ὑμῶν τοιούτων ὄντων κεκριμένον τῆς ὑμετέρας ἀρχῆς ἄξιον;

6 Καίτοι​10 ἔγωγε μέγαν αὐτῷ τὸν ἀγῶνα ὁρῶ πρὸς ὑμᾶς ὄντα. ὅτῳ γὰρ πόλις ὅλη καὶ δῆμος ἑκὼν ἐπέτρεψε παιδεύειν αὑτὸν καὶ ὃν ἐπιστάτην εἵλετο τῆς κοινῆς σωφροσύνης καὶ τῆς εὐταξίας καὶ τοῦ καλῶς βιοῦν ἕκαστον, πῶς οὐχὶ τούτῳ μέγας​11 ἀγών  p332 ἐστιν, ὥστε μηδὲν​12 ἐλάττονι φανῆναι τῆς ὑμετέρας γνώμης; σκόπει δέ, ἵνα εἰδῇς, ὅτι μηδὲ τῶν παλαιῶν μηδεὶς μηδὲ τῶν θαυμαζομένων διὰ παντὸς τοῦ χρόνου τηλικαύτης τιμῆς παρὰ τῶν πολιτῶν τῶν​13 αὑτοῦ τετύχηκεν. 7 ὁ γοῦν​14 Περικλῆς ἐκεῖνος, ὃν ἀκούομεν παρὰ τοῖς Ἀθηναίοις ἀκμαζούσης γενέσθαι τῆς πόλεως, στρατηγίας μὲν ἐτύγχανεν· οὐ μὴν ἄξιος ἔδοξε διὰ παντὸς ἄρχειν τοῦ χρόνου​15 . . . καὶ ταύτην οὐκ ἀργύριον διοικῶν οὐδὲ οἰκοδομημάτων ἐπιμελούμενος, ἀλλ’ ὅπως ἂν ἀγαθοὶ ὦσιν οἱ πολῖται, καὶ νουθετεῖν ἠβούλετο τοὺς ἁμαρτάνοντας καὶ τὸ γοῦν καθ’ αὑτὸν βελτίονας ποιεῖν. οὐ μὴν ἠνείχοντο αὐτοῦ διὰ τὴν αὑτῶν​16 ἀναγωγίαν οἱ τότε. 8 πόσῳ δὴ​17 κρείττους ὑμεῖς οἱ παραδιδόντες αὑτοὺς καὶ παιδεύειν κελεύοντες τῶν εἰ καί τις παρ’ αὑτοῦ πρόθυμος ἦν τοῦτο ποιεῖν ἀγανακτούντων καὶ οὐ μόνον οὐ τιμώντων, ἀλλὰ καὶ ἀποκτεινάντων τὸν ἐπιμελούμενον​18 ὥσπερ ἐκεῖνοι Σωκράτην.

Ποῖον οὖν ἔτι κάλλιον ἐγκώμιον ἢ τοῦδε ἢ ὑμῶν εἴποι τις ἄν; οἵ γε ἐπειδὴ ᾔσθεσθε τοὺς ἐφήβους  p334 καὶ τοὺς νεανίσκους κρείττονας πεποιηκότα, εὐθὺς ἡγεῖσθε καὶ ὑμᾶς ἀμείνους δύνασθαι ποιεῖν. καὶ νὴ Δία γε οὐχὶ τοῖς μὲν ἐφήβοις ἐστὶ παιδείας καὶ ἀρετῆς χρεία, τοῖς δὲ προβεβηκόσιν οὒ καὶ πάσῃ τῇ πόλει· ὥσπερ εἴ τις ἰατρὸς τοῖς μὲν παισὶν ἢ τοῖς μειρακίοις χρείαν εἶναι θεραπείας νομίζοι, τοῖς δὲ τελείοις μή. 9 καὶ μὴν ἥ γε πρὸς τὰς τιμὰς μεγαλοψυχία πῶς οὐχὶ θαυμαστὴ​19 τῆς πόλεως; τί​20 γὰρ τῶν σεμνῶν οὐχὶ προθύμως​21 παρεσχήκατε; οὐκ εἰκόνας; οὐκ ἀνδριάντας; οὐχὶ πρεσβεύοντας​22 πρὸς τὰς πόλεις, πρὸς τὸν αὐτοκράτορα; οὐ κοινῇ τιμῶντες;​23 οὐ κατ’ ἰδίαν ἕκαστος δεξιούμενος; τίς​24 οὖν οὐκ ἂν ἡσθείη​25 τούτων​26 τοιούτων ὄντων;​27 ἢ τίς οὐκ ἂν προθυμοῖτο ὅ τι δύναιτο ποιεῖν ὑμᾶς ἀγαθόν; οὐκοῦν ἔγωγε οἶμαι καὶ τὸν τοῦδε ἔπαινον ὡς ἠδυνάμην εἰρηκέναι. τὸ γὰρ τῶν ἀποδεχομένων τινὰ καὶ τιμώντων ἐγκώμιον δῆλον ὡς κάλλιστος ἔπαινος ἐκείνου ἂν εἴη.


The Loeb Editor's Notes:

1 φθόνον] φόβον Geel.

2 οὐκ added by Emperius.

3 ποιῶν εἰπών] Herwerden.

4 πάντας Reiske: πάντα.

5 τοιαῦτα added by Selden.

6 ἐν added by Reiske.

7 δοκεῖτε Reiske: δοκεῖ.

8 διὰ λόγου] μετὰ λόγου Arnim, δίχα ψόγου Geel.

9 After τῶν Arnim adds μὲν.

10 καίτοι Crosby: καὶ.

11 After μέγας Arnim adds .

12 μηδὲν Reiske: μηδενὶ.

13 τῶν added by Pflugk.

14 γοῦν Selden: οὖν or νῦν.

15 Emperius noted the lacuna at this point.

16 αὑτῶν Dindorf: αὐτῶν.

17 πόσῳ δὴ Emperius: δὴ πόσῳ M, πόσῳ δὲ UB.

18 ἐπιμελούμενον Selden, ἐπιβαλλόμενον Emperius: ἐπικαλούμενον.

19 θαυμαστὴ Pflugk: θαυμαστῆς.

20 τί Casaubon: τίνι.

21 προθύμως Casaubon: προθυμίας.

22 πρεσβεύοντας] πρεσβεύοντες Reiske.

23 τιμῶντες Casaubon: τιμῶντας.

24 Before τίς Pflugk reads  for MS. , which Arnim deletes.

25 οὖν οὐκ ἂν ἡσθείη Crosby, ἂν οὐκ ἀνεθείη Pflugk, οὖν οὐκ ἂν ἀθλοίῃ Arnim: ἂν ἡσθείῃ UBT, ἀνεθείῃ M.

26 τούτων Capps: τῶν.

27 ὄντων] διδόντων Pflugk.


[image ALT: Valid HTML 4.01.]

Page updated: 26 Mar 12