mail:
Bill Thayer |
![]() English |
![]() Help |
![]() Up |
![]() Εἴσοδος |
|||
|
1 Ἱππίας ὁ Ἠλεῖος καὶ Γοργίας ὁ Λεοντῖνος καὶ Πῶλος καὶ Πρόδικος οἱ σοφισταὶ χρόνον τινὰ ἤνθησαν ἐν τῇ Ἑλλάδι καὶ θαυμαστῆς ἐτύγχανον φήμης, οὐ μόνον ἐν ταῖς ἄλλαις πόλεσιν, ἀλλὰ καὶ ἐν τῇ Σπάρτῃ καὶ παρ’ Ἀθηναίοις, καὶ χρήματα πολλὰ συνέλεξαν, δημοσίᾳ τε παρὰ τῶν πόλεων1 καὶ παρὰ δυναστῶν τινων καὶ βασιλέων καὶ ἰδιωτῶν, ὡς ἕκαστος ἔχοι δυνάμεως. ἔλεγον δὲ πολλοὺς μὲν λόγους, νοῦν δὲ οὐκ ἔχοντας οὐδὲ βραχύν· ἀφ’ ὧν ἔστιν, οἶμαι, χρήματα πορίζειν καὶ ἀνθρώπους ἠλιθίους ἀρέσκειν. 2 ἄλλος δέ τις ἀνὴρ Ἀβδηρίτης οὐχ ὅπως ἀργύριον παρ’ ἑτέρων ἐλάμβανεν, ἀλλὰ καὶ διέφθειρε τὴν οὐσίαν τὴν αὑτοῦ συχνὴν οὖσαν καὶ ἀπώλεσε φιλοσοφῶν, ἀναισθήτως δῆλον ὅτι, καὶ ζητῶν ὧν2 οὐδὲν ὄφελος αὐτῷ.
p374 3 Ἦν δὲ καὶ Σωκράτης Ἀθήνησι πένης ἀνὴρ καὶ δημοτικός, οὐδὲ οὗτος ὑπὸ τῆς πενίας ἀναγκαζόμενος οὐθὲν λαμβάνειν· καίτοι γυναῖκα εἶχεν οὐ μισοῦσαν ἀργύριον καὶ παῖδας δεομένους διατροφῆς καὶ τῶν νέων λέγεται τοῖς πλουσιωτάτοις συνεῖναι, ὧν φασιν ἐνίους μηδενὸς ἁπλῶς φείδεσθαι πρὸς αὐτόν. ἦν δὲ τἄλλα τῷ τρόπῳ κοινὸς καὶ φιλάνθρωπος, καὶ παρεῖχεν αὑτὸν τοῖς βουλομένοις προσιέναι3 καὶ διαλέγεσθαι, περί τε τὴν ἀγορὰν τὰ πολλὰ διατρίβων καὶ εἰς τὰς παλαίστρας εἰσιὼν καὶ πρὸς ταῖς τραπέζαις καθεζόμενος — ὥσπερ οἱ τὰ ὤνια τὰ φαῦλα δεικνύντες ἐν τῇ ἀγορᾷ καὶ περιφέροντες ἐπὶ τὰς θύρας — εἴ τις ἄρα ἐθελήσει πυθέσθαι τι καὶ ἀκοῦσαι τῶν νεωτέρων ἢ τῶν πρεσβυτέρων. οἱ μὲν οὖν πολλοὶ τῶν δυνατῶν καὶ ῥητόρων προσεποιοῦντο μηδὲ ὁρᾶν αὐτόν· ὁ δὲ προσελθών, ὥσπερ οἱ προσπταίσαντες, ἀλγήσας ταχὺ ἀπηλλάττετο.
4 Ἀλλὰ δὴ τῶν μὲν θαυμαζομένων ἐκείνων σοφιστῶν ἐκλελοίπασιν οἱ λόγοι καὶ οὐδὲν ἢ τὰ ὀνόματα μόνον ἔστιν· οἱ δὲ τοῦ Σωκράτους, οὐκ οἶδ’ ὅπως, διαμένουσι καὶ διαμενοῦσι τὸν ἅπαντα χρόνον, τούτου μὲν αὐτοῦ4 γράψαντος ἢ καταλιπόντος οὔτε σύγγραμμα οὔτε διαθήκας. ἐτελεύτα γὰρ ὁ p376 ἀνὴρ ἀδιάθετος τήν τε σοφίαν καὶ τὰ χρήματα. ἀλλὰ οὐσίαν μὲν οὐκ εἶχεν, ὥστε δημευθῆναι — καθάπερ εἴωθε γίγνεσθαι ἐπὶ5 τῶν καταδικασθέντων — οἱ λόγοι δὲ τῷ ὄντι ἐδημεύθησαν, μὰ Δί’ οὐχ ὑπ’ ἐχθρῶν, ἀλλὰ ὑπὸ τῶν φίλων· οὐδὲν μέντοι ἧττον καὶ νῦν φανερῶν τε ὄντων καὶ τιμωμένων ὀλίγοι ξυνιᾶσι καὶ μετέχουσιν.
1 πόλεων Reiske: πολιτῶν.
❦
2 ὧν added by Reiske.
❦
3 προσιέναι Pflugk: προσεῖναι.
❦
4 τούτου μὲν αὐτοῦ with PHU, τοῦ δι’ αὑτοῦ Geel: τούτου δὲ BM.
❦
5 ἐπὶ added by Reiske.
Images with borders lead to more information.
|
||||||
ΑΝΩ· |
![]() Δίων ὁ Χρυσόστομος |
![]() Κλασικά Κείμενα |
![]() ΛακουσΚούρτιος |
![]() Εἴσοδος |
||
A page or image on this site is in the public domain ONLY if its URL has a total of one *asterisk. If the URL has two **asterisks, the item is copyright someone else, and used by permission or fair use. If the URL has none the item is © Bill Thayer. See my copyright page for details and contact information. |
Page updated: 27 Jun 12