mail:
Bill Thayer |
English |
Italiano |
Help |
Up |
Εἴσοδος |
|||
|
1 Ὁ Ἀχιλλεὺς τὸν Χείρωνα ἤρετο, Τί μ’, ἔφη, τοξεύειν διδάσκεις; Ὅτι, ἔφη, καὶ τοῦτο τῶν πολεμικῶν ἐστιν. Δειλῶν, ἔφη, τὸ ἔργον ἐπὶ δειλούς. Πῶς; ἔφη. Ὅ γε οὐκ ἐᾷ τὸν πολέμιον ἐγγὺς προσελθεῖν. Ὅ γε οὐκ ἐᾷ τὸν πολέμιον μακρὰν ἀπελθεῖν. Φευγόντων τὸ ὅπλον. Οὔκ, ἀλλ’ ἐπὶ τοὺς φεύγοντας. Αὐτὸν δεῖ τοὺς φεύγοντας αἱρεῖν. Βράδιον ἢ τάχιον; Ὡς οἷόν τε τάχιστα. Πότερον οὖν τρέχων τις αἱροῖ ἂν θᾶττον ἢ πετόμενος; Μὴ οὖν αὐτός γε αἱρεῖ; Τίς μήν; Τὸ βέλος. 2 Ἐὰν δὲ ἀκοντίσῃς, τίς αἱρεῖ; Οὐκ οἶδα. Ἀλλὰ πότε αὐτὸς αἱρεῖς καὶ ἀποκτείνεις; ὅταν διασπάσῃς λαβών, ὥσπερ τὰ θηρία; ἦπου, ἔφη, ἀνδρειοτέρας ἡγῇ τὰς γυναῖκας, ὅτι ἐγγύτατα μάχονται ἐπιπεσοῦσαι ἀλλήλαις; ὁ δὲ Ἀχιλλεὺς ταῦτα ἀκούων ἅμα θυμοῦ καὶ δακρύων ἐνεπίμπλατο καὶ τὸν Χείρωνα ἐλοιδόρει καὶ οὐκ ἔφη p434 παρ’ αὐτῷ μενεῖν, ἀλλ’ εἰς Φθίαν ἀπιέναι παρὰ τὸν πατέρα καὶ παρ’ ἐκείνῳ παιδεύσεσθαι·1 πολὺ γὰρ κρείττονα εἶναι τὸν Πηλέα τοῦ Χείρωνος καὶ οὐκ εἶναι σοφιστήν, ὥσπερ ὁ Χείρων. ἦν δὲ ἔτι παῖς ὁ Ἀχιλλεὺς οὐδέπω ἡβάσκων.
3 Πῶς οὖν, ἔφη, κρείττων ὢν οὐκ αὐτὸς παιδεύει σε; Ὅτι, ἔφη, οὐ σχολὴ αὐτῷ. Ὑπὸ τοῦ; Ὑπὸ τῆς βασιλείας. Διαφέρει οὖν τι βασιλεύειν ἢ παιδεύειν; Πολύ γε. σὺ δέ μοι δίδως κέρας τι καὶ νεῦρον καὶ μικρὰ σιδήρια ἐπὶ λεπτοῖς δονακίοις, ὥσπερ ὄρνιθας θηρεύσειν μέλλοντι, οὐκ ἀνδράσιν οὐδὲ θηρίοις μαχεὶσθαι. γνοίη δ’ ἂν τις τὴν ἀθλιότητα ὅση2 τῶν ὅπλων,3 εἴ ποτε ἐγγὺς γένοιτο καὶ ἀναγκασθείη αὐτοῖς ἐκ χειρὸς μάχεσθαι. ἀλλὰ δεῖ δραπετεύοντα μάχεσθαι, φοβούμενον καὶ φυλαττόμενον ὅπως μηδὲ ὀφθήσεται, ὥσπερ κακὸν ἀνδράποδον· ὅς γε οὐδὲ ἀποκτείνας σκυλεύσαι ἂν οὐδὲ ὀφθήσεταί ποτε ᾑμαγμένος ἀπ’ ἀνδρὸς ἐχθροῦ. τοιαῦτα διδάσκεις με, τοξεύειν καὶ κιθαρίζειν· πρῴην δέ ποτε καὶ ῥίζας ὀρύττειν, ὥσπερ αἱ φαρμακίδες.
4 Οὐδὲ τὸ ἱππεύειν ἀρέσκει σε; ἐπήρετο αὐτὸν ὁ Χείρων. Οὐδὲ σύ, ἔφη, ἀρέσκεις με τοιοῦτος ὤν. δοκεῖς γάρ μοι ἑτοιμότερος εἶναι φεύγειν ἢ μένειν. καὶ ὁ Χείρων ὀργισθεὶς αὐτῷ καὶ ὑπὸ τῆς ὀργῆς φρίξας τὴν χαίτην καὶ ὑποβλέψας δεινόν, ὥσπερ p436 ἀστραπή, μόλις δὲ ἀπεχόμενος τοῦ μὴ παῖσαι4 αὐτόν, ὅτι διενοεῖτο ἐρᾶν αὐτοῦ, 5 Ὦ κακόν, ἔφη, γέννημα καὶ θρασὺ μητρὸς θαλασσίας, ἥ σε κακῶς διέφθειρε φυσῶσα ἐπὶ τῷ γένει· πολύ γε μὴν κάκιον ταύτης ὁ πατὴρ διηγούμενος ὡς ὕμνησαν αὐτοῦ τὸν γάμον οἱ θεοί· σοὶ δὲ οὔτε θαλάττης οὔτε οὐρανοῦ προσήκει οὐδέν. φημὶ δέ σε ἐγὼ πολεμικὸν μὲν οὐδέποτε ἔσεσθαι, δόξειν δὲ τοῖς ἀνοήτοις, οὐδὲ ἡγήσεσθαι οὐδέποτε, ὅπου ἂν πολεμῇς, καίτοι Θέτιδος ὄντα καὶ Πηλέως. διὰ μέντοι τὸ θράσος καὶ τὸ τάχος καὶ τὴν ἰσχὺν κολακεύοντές σε φήσουσι φέρτατον ἀνδρῶν.5 ὅμως δὲ ὑπὸ ἄλλων ἀξιώσουσι βασιλεύεσθαι, σὲ δὲ μάχεσθαι καὶ κινδυνεύειν ὑπὲρ αὑτῶν ἀναγκάσουσι δώροις τε καὶ ἐπαίνοις ματαίοις, ἕως ἂν ἀποθάνῃς. 6 οἶμαι δέ σε μηδὲ τῶν νεκρῶν ἀφέξεσθαι, ἀλλὰ κἂν6 τούτους κεντεῖν7 τε καὶ ἕλκειν,8 ὡς δή τι μέγα διαπραττόμενον· ὥσπερ τὰ παιδάρια τὰ νήπια ὅ τι ἂν ἀποκτείνωσιν ἕλκουσι κύκλῳ. τοιοῦτος δὲ ὢν ἀποθανῇ ὑπ’ οὐδενὸς τῶν γενναίων, ὡς σὺ οἴει· ἀλλὰ τοὺς μὲν αὑτῷ9 ὁμοίους, τοὺς ἀνδρείους καὶ ἀνοήτους, ἀποκτενεῖς ῥᾳδίως· ὑπὸ δὲ ἀνδρὸς φρονίμου καὶ πολεμικοῦ ἀποθανῇ, οὐδὲ ἰδὼν αὐτόν.
1 παιδεύσεσθαι Dindorf: παιδεύεσθαι.
❦
2 ὅση Emperius, Arnim: ὅσα.
❦
3 τῶν ὅπλων with PH] τὰ ὅπλα UBM, ὅσην ἔχει τὰ ὅπλα S.
❦
4 παῖσαι Emperius: παίσειν or πεσεῖν.
❦
5 ἀνδρῶν] αὐτῶν UM, αὑτων Wilamowitz.
❦
6 κἂν Sonny: καὶ.
❦
7 κεντεῖν] ἂν κεντεῖν Arnim, κενετήσειν Gasda.
❦
8 ἔλκειν] ἔλξειν Gasda.
❦
9 αὑτῷ Arnim: αὐτῷ U m. pr. BM, σαυτῷ.
Images with borders lead to more information.
|
||||||
ΑΝΩ· |
Δίων ὁ Χρυσόστομος |
Κλασικά Κείμενα |
ΛακουσΚούρτιος |
Εἴσοδος |
||
A page or image on this site is in the public domain ONLY if its URL has a total of one *asterisk. If the URL has two **asterisks, the item is copyright someone else, and used by permission or fair use. If the URL has none the item is © Bill Thayer. See my copyright page for details and contact information. |
Page updated: 24 Mar 12