Short URL for this page:
bit.ly/DioChr6


[image ALT: Much of my site will be useless to you if you've got the images turned off!]
mail:
Bill Thayer

[image ALT: Click here for an English translation of this page.]
English

[image ALT: Cliccare qui per una pagina di aiuto in Italiano.]
Italiano

[Link to a series of help pages]
Help
[Link to the next level up]
Up
[Link to my homepage]
Εἴσοδος
πρότερον·

[image ALT: link to previous section]
Λόγος ε´

This webpage reproduces one of the
Discourses

by
Dio Chrysostom

published in the Loeb Classical Library, 1932

The text is in the public domain.

This page has been carefully proofread
and I believe it to be free of errors.
If you find a mistake though, please
let me know!

(Vol. I) Δίων Χρυσόστομος
Λόγοι

 p250  6. ΔΙΟΓΕΝΗΣ Η ΠΕΡΙ ΤΥΡΑΝΝΙΔΟΣ

1Διογένης ὁ Σινωπεύς, ὅτε ἔφυγεν ἐκ Σινώπης ἀφικόμενος εἰς τὴν Ἑλλάδα διῆγε ποτὲ μὲν ἐν Κορίνθῳ, ποτὲ δὲ Ἀθήνησιν. ἔφη δὲ μιμεῖσθαι τοῦ Περσῶν βασιλεὺς τὴν δίαιταν· καὶ γὰρ ἐκεῖνος τοῦ μὲν χειμῶνος ἐν Βαβυλῶνι καὶ Σούσοις, ἐνίοτε δὲ ἐν Βάκτροις διῆγεν, ἐν τοῖς εὐδιεινοτάτοις τῆς Ἀσίας, τοῦ δὲ θέρους ἐν Ἐκβατάνοις τῆς Μηδικῆς, ὅπου ψυχρότατος ὁ ἀὴρ ἀεί ποτέ ἐστι καὶ τῷ περὶ Βαβυλῶνα χειμῶνι τὸ θέρος ὅμοιον. 2 οὕτως δὲ καὶ αὐτὸς μεταλλάττειν τὴν οἴκησιν κατὰ τὰς ὥρας τοῦ ἔτους. τὴν μὲν γὰρ Ἀττικὴν μήτε ὄρη μεγάλα ἔχειν μήτε ποταμοὺς διαρρέοντας, καθάπερ τήν τε Πελοπόννησον καὶ Θετταλίαν· εἶναι γὰρ τὴν χώραν ἀραιὰν καὶ τὸν ἀέρα κοῦφον, ὡς μήτε ὕεσθαι πολλάκις μήτε ὑπομένειν τὸ γιγνόμενον​1 ὕδωρ. περιέχεσθαί τε ὀλίγου πᾶσαν αὐτὴν ὑπὸ τῆς θαλάττης· ὅθεν δὴ καὶ τοὔνομα λαβεῖν, οἷον ἀκτήν τινα οὖσαν. τὴν δὲ αὖ πόλιν​2 ἐν τῷ χθαμαλῷ κεῖσθαι καὶ πρὸς μεσημβρίαν. 3 σημεῖον δέ· τοὺς γὰρ ἀπὸ τοῦ Σουνίου καταίροντας εἰς τὸν Πειραιᾶ μὴ δύνασθαι ἄλλως ἢ νότῳ κατάραι. εἰκότως οὖν τὸν χειμῶνα γίγνεσθαι πρᾷον. ἐν  p252 δὲ τῇ Κορίνθῳ τὸ θέρος εὔπνουν, διὰ τοὺς εἰσέχοντας​3 κόλπους ἀεί ποτε τῶν πνευμάτων ἐκεῖσε συρρεόντων· ὅ τε Ἀκροκόρινθος ἐπισκιάζει καὶ αὐτὴ μᾶλλον ἐπὶ τὸ Λέχαιον καὶ πρὸς τὴν ἄρκτον ἀποκλίνει. 4 πολὺ δὲ καλλίονας ὑπάρχειν τὰς πόλεις ταύτας Ἐκβατάνων καὶ Βαβυλῶνος, καὶ πολὺ ἄμεινον κατεσκευάσθαι τῶν ἐκεῖ βασιλείων τό τε Κράνειον καὶ τὴν Ἀθήνησιν ἀκρόπολιν καὶ τὰ προπύλαια, μεγέθει δὲ λείπεσθαι μόνον· καίτοι διακοσίων σταδίων εἶναι τὴν περίμετρον τῶν Ἀθηνῶν, τοῦ Πειραιῶς συντεθειμένου​4 καὶ τῶν διὰ μέσου τειχῶν πρὸς τὸν περίβολον τοῦ ἄστεος — οἰκεῖσθαι γὰρ οὐ πάλαι καὶ ταῦτα σύμπαντα — ὥστε τὸ ἥμισυ ἔχειν Ἀθηνᾶς Βαβυλῶνος, εἰ τυγχάνει ἀληθῆ λεγόμενα περὶ τῶν ἐκεῖ. 5 καὶ μὴν τό γε τῶν λιμένων​5 κάλλος, ἔτι δὲ ἀνδριάντας καὶ γραφὰς καὶ χρυσόν τε καὶ ἄργυρον καὶ χαλκόν, τό τε νόμισμα καὶ τὰ ἔπιπλα, καὶ τὴν τῶν οἰκιῶν κατασκευὴν ὑπερβάλλειν μὲν τὰ ἐνταῦθα· πλὴν αὐτῷ γε οὐ πολὺ μέλειν τῶν τοιούτων.

6 Τὸ δὲ τῆς ὁδοῦ μῆκος ἐκείνῳ μὲν ὥστε μεταβῆναι πάμπολυ γίγνεσθαι· σχεδὸν γοῦν αὐτὸν ἐν ὁδῷ διάγειν τοῦ χειμῶνος καὶ τοῦ θέρους τὸ  p254 πλέον· αὐτὸν δὲ πλησίον καταλύσαντα Μεγάρων Ἀθήνησι γενέσθαι τῇ ὑστεραίᾳ πάνυ ῥᾳδίως ἤ,​6 εἰ μὲν βούλοιτο, ἐπ’ Ἐλευσῖνος· εἰ δὲ μή, βραχυτέραν διὰ Σαλαμῖνος — μὴ​7 δι’ ἐρήμων σταθμῶν πορευόμενον· ὥστε πλεονεκτεῖν βασιλέως καὶ μᾶλλον τρυφᾶν· ἄμεινον γὰρ κατεσκευάσθαι τὴν οἴκησιν. 7 ταῦτα δὲ εἰώθει μὲν παίζων λέγειν· ὅμως δὲ ἐνεδείκνυτο τοῖς θαυμάζουσι τὸν πλοῦτον τοῦ Πέρσου καὶ τὴν λεγομένην εὐδαιμονίαν ὅτι οὐδέν ἐστι τῶν ἐκείνου πραγμάτων οἷον νομίζουσι. τῶν μὲν γὰρ οὐδὲν ὄφελος εἶναι, τὰ δὲ καὶ σφόδρα πένησιν ἐξεῖναι ποιεῖν.

8 Οὐδὲ γάρ, ὡς ἐνόμιζον ἔνιοι τῶν ἀφρόνων, ἀμελὲς ἦν αὐτῷ περὶ τοῦ σώματος, ἀλλ’ ἐκεῖνοι μὲν ὁρῶντες ῥιγῶντα καὶ θυραυλοῦντα καὶ διψῶντα πολλάκις ἡγοῦντο ἀμελεῖν τοῦ ὑγιαίνειν καὶ τοῦ ζῆν· ὁ δὲ ταῦτα πάσχων μᾶλλον μὲν ὑγίαινε τῶν ἀεὶ ἐμπιμπλαμένων, μᾶλλον δὲ τῶν ἔνδον μενόντων καὶ μηδέποτε μήτε ψύχους μήτε καύματος πειρωμένων, 9 ἔτι δὲ ἥδιον μὲν ἀλεαινόμενος ᾐσθάνετο, ἥδιον δὲ σιτία​8 προσεφέρετο· πολὺ δὲ μάλιστα ταῖς ὥραις ἔχαιρεν, καὶ τοῦτο μὲν εὐφραίνετο θέρους προσιόντος, ὁπότε ἤδη διαχέοι τὸν ἀέρα, τοῦτο δὲ​9 οὐκ ἤχθετο παυομένου, ἅτε ἀπαλλαττόμενος τοῦ σφοδροῦ καύματος, ταῖς δὲ  p256 ὥραις ξυνεπόμενος καὶ κατ’ ὀλίγον αὐτῶν πειρώμενος ἀλύπως πρὸς ἑκατέραν τὴν ὑπερβολήν. 10 πυρὶ δὲ ἢ σκιᾷ ἢ σκέπῃ σπανίως ἐχρῆτο, προλαμβάνων τὸν καιρόν, οὐδὲ ὥσπερ οἱ ἄλλοι ἄνθρωποι, ὅτι μὲν ἔξεστιν αὐτοῖς ἀεὶ πῦρ καίειν, εὐποροῦσι δὲ ἐσθῆτος, ἔχουσι δὲ οἰκίας, ἐὰν καὶ μικρὸν αἴσθωνται ψύχους, εὐθὺς ἀποδιδράσκουσι τὸν ἀέρα καὶ τὰ σώματα ἀχρεῖα ποιοῦσι καὶ ἀδύνατα ἀνέχεσθαι χειμῶνος, 11 ὅτι δὲ ἔξεστιν αὐτοῖς σκιᾷ​10 μὲν ἀφθόνῳ χρῆσθαι τοῦ θέρους, πίνειν δὲ οἶνον ὁπόσον βούλονται, διὰ τοῦτο ἄπειροι μὲν ἡλίου διατελοῦσιν, ἄπειροι δὲ τοῦ διψῆν κατὰ φύσιν, οἰκότροφοι μὲν οὐχ ἧττον τῶν γυναικῶν, ἄπονοι δὲ καὶ ἀργοὶ τὰ σώματα, κραιπάλης δὲ καὶ λήθης τὰς ψυχὰς γέμοντες. ὅθεν δὴ καὶ ἐπιμηχανῶνται αὑτοῖς καὶ σιτία πονηρὰ καὶ βαλανεῖα τούτων​11 χάριν, τῆς δ’ αὐτῆς ἡμέρας πολλάκις δέονται μὲν ἀνέμου, δέονται δὲ ἐσθῆτος, δέονται δὲ ὁμοῦ χιόνος καὶ πυρός, τὸ δὲ πάντων ἀτοπώτατον, ἐπιθυμοῦσι καὶ λιμοῦ καὶ δίψους. 12 ἀκόλαστοι δὲ ὄντες οὐχ ἥδονται ἀφροδισίοις διὰ τὸ μὴ περιμένειν ὀρέγεσθαι αὐτῶν· ὅθεν ζητοῦσιν ἀχαρίστους καὶ ἀτερπεῖς ἡδονάς.

Ὁ δὲ λιμῷ μὲν ἐχρῆτο καὶ δίψει πρὸ τῆς τροφῆς ἑκάστοτε, καὶ ἐνόμιζε τοῦτο ἱκανώτατον καὶ δριμύτατον τῶν ὄψων. τοιγαροῦν ἥδιον μὲν  p258 προσεφέρετο μᾶζαν ἢ οἱ ἄλλοι τὰ πολυτελέστατα τῶν σιτίων, ἥδιον δὲ ἔπινε τοῦ ῥέοντος ὕδατος ἢ οἱ ἄλλοι τὸν Θάσιον οἶνον. 13 κατεγέλα δὲ τῶν, ὁπότε διψῷεν, τὰς μὲν κρήνας παρερχομένων, ζητούντων δὲ πάντως ὁπόθεν ὠνήσονται​12 Χῖον ἢ Λέσβιον, καὶ πολὺ ἔφασκεν ἀφρονεστέρους εἶναι τῶν βοσκημάτων· ἐκεῖνα γὰρ οὐδέποτε διψῶντα κρήνην οὐδὲ ῥεῦμα καθαρὸν παρελθεῖν οὐδὲ πεινῶντα ἀπέχεσθαι τῶν ἁπαλωτάτων φύλλων καὶ πόας τῆς ἱκανῆς τρέφειν. 14 οἰκίας δὲ τὰς καλλίστας καὶ ὑγιεινοτάτας ἐν ἁπάσαις ταῖς πόλεσιν ἔχειν ἀναπεπταμένας, τὰ τε ἱερὰ καὶ τὰ γυμνάσια. ἱμάτιον δὲ ἓν ἐξήρκει τοῦ θέρους αὐτῷ καὶ τοῦ χειμῶνος· τοῦ γὰρ ἀέρος ἠνείχετο ῥᾳδίως, ἅτε δὴ συνήθης αὐτῷ γενόμενος. 15 τοὺς δὲ πόδας οὐδέποτε ἔσκεπεν· οὐ γὰρ ἔφη τρυφερωτέρους εἶναι τῶν ὀφθαλμῶν καὶ τοῦ προσώπου. ταῦτα γάρ, ἀσθενέστατα πεφυκότα, μάλιστα ἀνέχεσθαι τὸ ψῦχος διὰ τὸ γυμνοῦσθαι ἀεί· μὴ γὰρ εἶναι τοῖς ἀνθρώποις δυνατὸν καταδησαμένους τὰ ὄμματα βαδίζειν, ὥσπερ τοὺς πόδας. ἔφη δὲ τοὺς πλουσίους ὁμοίους εἶναι τοῖς νεογνοῖς βρέφεσι· δεῖσθαι γὰρ ἀεί ποτε σπαργάνων. 16 ὑπὲρ οὗ δὲ πλεῖστα μὲν πράγματα ἔχουσιν ἄνθρωποι πλεῖστα δὲ χρήματα ἀναλίσκουσι, πολλαὶ δὲ ἀνάστατοι πόλεις διὰ ταῦτα γεγόνασι, πολλὰ δὲ ἔθνη τοῦτον ἕνεκεν οἰκτρῶς ἀπόλωλεν, ἁπάντων ἐκείνῳ χρημάτων ἀπονώτατον​13 ἦν καὶ ἀδαπανώτατον. 17 οὐ γὰρ ἔδει αὐτὸν οὐδαμόσε ἐλθεῖν ἀφροδισίων ἕνεκεν, ἀλλὰ παίζων ἔλεγεν ἁπανταχοῦ παρεῖναι αὐτῷ τὴν Ἀφροδίτην προῖκα· τοὺς δὲ  p260 ποιητὰς καταψεύδεσθαι τῆς θεοῦ διὰ τὴν αὑτῶν ἀκρασίαν, πολύχρυσον καλοῦντας. ἐπεὶ δὲ πολλοὶ τοῦτο ἠπίστουν, ἐν τῷ φανερῷ ἐχρῆτο καὶ πάντων ὁρώντων· καὶ ἔλεγεν ὡς εἴπερ οἱ ἄνθρωποι οὕτως εἶχον, οὐκ ἂν ἑάλω ποτὲ ἡ Τροία, οὐδ’ ἂν ὁ Πρίαμος ὁ Φρυγῶν βασιλεύς, ἀπὸ Διὸς γεγονώς, ἐπὶ τῷ βωμῷ τοῦ Διὸς ἐσφάγη. 18 τοὺς δὲ Ἀχαιοὺς οὕτως εἶναι ἄφρονας ὥστε καὶ τοὺς νεκροὺς νομίζειν προσδεῖσθαι γυναικῶν καὶ τὴν Πολυξένην σφάττειν ἐπὶ τῷ τάφῳ τοῦ Ἀχιλλέως. ἔφη δὲ τοὺς ἰχθύας σχεδόν τι φρονιμωτέρους φαίνεσθαι τῶν ἀνθρώπων· ὅταν γὰρ δέωνται τὸ σπέρμα ἀποβαλεῖν, ἰόντας ἔξω προσκνᾶσθαι πρός τι​14 τραχύ. 19 θαυμάζειν δὲ τῶν ἀνθρώπων τὸ τὸν μὲν πόδα μὴ θέλειν ἀργυρίου κνᾶσθαι μηδὲ τὴν χεῖρα μηδὲ ἄλλο μηδὲν τοῦ σώματος, μηδὲ τοὺς πάνυ πλουσίους ἀναλῶσαι ἂν μηδεμίαν ὑπὲρ τούτου δραχμήν· ἓν δὲ ἐκεῖνο τὸ μέρος πολλάκις πολλῶν ταλάντων, τοὺς δέ τινας ἤδη καὶ τὴν ψυχὴν​15 παραβαλλομένους. 20 ἔλεγε δὲ παίζων τὴν συνουσίαν ταύτην εὕρεμα εἶναι τοῦ Πανός, ὅτε τῆς Ἠχοῦς ἐρασθεὶς οὐκ ἐδύνατο λαβεῖν, ἀλλ’ ἐπλανᾶτο ἐν τοῖς ὄρεσι νύκτα καὶ ἡμέραν, τότε οὖν τὸν Ἑρμῆν διδάξαι αὐτόν, οἰκτείραντα τῆς ἀπορίας, ἅτε υἱὸν αὐτοῦ. καὶ τόν, ἐπεὶ ἔμαθε, παύσασθαι τῆς πολλῆς ταλαιπωρίας· ἀπ’ ἐκείνου δὲ τοὺς ποιμένας χρῆσθαι μαθόντας.

 p262  21 Τὰ μὲν οὖν τοιαῦτα ἐνίοτε τῶν ἀνθρώπων καταγέλων ἔλεγεν τῶν τετυφωμένων καὶ ἀνοήτων· μάλιστα δὲ ὕβριζε τοὺς σοφιστὰς τοὺς σεμνοὺς εἶναι θέλοντας καὶ πλέον τι τῶν ἄλλων εἰδέναι οἰομένους. ἔλεγε δὲ διὰ τὴν μαλακίαν τοὺς ἀνδρώπους ἀθλιώτερον ζῆν τῶν θηρίων. 22 ἐκεῖνα γὰρ ὕδατι μὲν πότῳ χρώμενα, τροφῇ δὲ βοτάνῃ, τὰ πολλὰ δὲ αὐτῶν γυμνά ὄντα δι’ ἔτους, εἰς οἰκίαν δὲ οὐδέποτε εἰσιόντα, πυρὶ δὲ οὐδὲν χρώμενα, ζῆν μὲν ὁπόσον ἡ φύσις ἑκάστοις ἔταξε χρόνον, ἐὰν μηδεὶς ἀναιρῇ· ἰσχυρὰ δὲ καὶ ὑγιαίνοντα διάγειν ὁμοίως ἅπαντα, δεῖσθαι δὲ μηδὲν ἰατρῶν μηδὲ φαρμάκων. 23 τοὺς δὲ ἀνθρώπους οὕτως μὲν πάνυ φιλοζῴους ὄντας, τοσαῦτα δὲ μηχανωμένους πρὸς ἀναβολὴν τοῦ θανάτου, τοὺς μὲν πολλοὺς αὐτῶν μηδὲ εἰς γῆρας ἀφικνεῖσθαι, ζῆν δὲ νοσημάτων γέμοντας ἃ μηδὲ ὀνομάσαι ῥᾴδιον, τὴν δὲ γῆν αὐτοῖς μὴ ἐξαρκεῖν παρέχουσαν φάρμακα, δεῖσθαι δὲ καὶ σιδήρου καὶ πυρός. 24 καὶ μήτε Χείρωνος μήτε Ἀσκληπιαδῶν ἰωμένων μηδὲν αὐτοῖς ὄφελος εἶναι διὰ τὴν αὐτῶν ἀκολασίαν καὶ πονηρίαν, μηδὲ μάντεων μαντευομένων μηδὲ ἱερέων καθαιρόντων. 25 εἰς δὲ τὰς πόλεις συνελθόντας, ὅπως ὑπὸ τῶν ἔξωθεν μὴ ἀδικῶνται, τοὐναντίον αὑτοὺς ἀδικεῖν καὶ τὰ δεινότατα πάντα ἐργάζεσθαι, ὥσπερ ἐπὶ τούτῳ ξυνεληλυθότας. διὰ ταῦτα δὲ δοκεῖν αὐτῷ καὶ τὸν μῦθον λέγειν ὡς τὸν Προμηθέα κολάζοι ὁ Ζεὺς διὰ τὴν εὕρεσιν καὶ μετάδοσιν τοῦ πυρός, ὡς ἀρχὴν τοῦτο καὶ ἀφορμὴν τοῖς ἀνθρώποις μαλακίας καὶ τρυφῆς·  p264 οὐ γὰρ δὴ τὸν Δία μισεῖν τοὺς ἀνθρώπους οὐδὲ φθονεῖν αὐτοῖς ἀγαθοῦ τινος.

26 Ἐπεὶ δὲ ἔλεγόν τινες οὐ δυνατὸν εἶναι ζῆν τὸν ἄνθρωπον ὁμοίως τοῖς ἄλλοις ζῴοις διὰ τὴν ἁπαλότητα τῶν σαρκῶν καὶ διότι ψιλός ἐστὶν, οὔτε θριξὶ σκεπόμενος, ὥσπερ τὰ πολλὰ τῶν θηρίων, οὔτε πτεροῖς, οὐδὲ​16 δέρμα ἰσχυρὸν ἐπαμπέχεται, 27 πρὸς ταῦτα ἀντέλεγεν οὕτως μὲν σφόδρα ἁπαλοὺς εἶναι διὰ τὴν δίαιταν· φεύγειν μὲν γὰρ ὡς τὸ πολὺ τὸν ἥλιον, φεύγειν δὲ τὸ ψῦχος· τὴν δὲ ψιλότητα τοῦ σώματος μηδὲν ἐνοχλεῖν. ἐπεδείκνυε δὲ τούς τε βατράχους καὶ ἄλλα οὐκ ὀλίγα ζῷα πολὺ μὲν ἁπαλώτερα ἀνθρώπου, πολὺ δὲ ψιλότερα, καὶ ἔνια τούτων ἀνεχόμενα οὐ τὸν ἀέρα μόνον, ἀλλὰ καὶ ἐν τῷ ψυχροτάτῳ ὕδατι ζῆν δυνάμενα τοῦ χειμῶνος. 28 ἐπεδείκνυε δὲ τῶν ἀνθρώπων αὐτῶν τούς τε ὀφθαλμοὺς καὶ τὸ πρόσωπον οὐδὲν δεόμενα​17 σκέπης. καθόλου δὲ ἐν μηδενὶ τόπῳ γίγνεσθαι ζῷον, ὃ μὴ δύναται ζῆν ἐν αὐτῷ· ἢ πῶς ἂν ἐσώθησαν οἱ πρῶτοι ἄνθρωποι γενόμενοι, μήτε πυρὸς οὗτος μήτε οἰκιῶν μήτε ἐσθῆτος μήτε ἄλλης τροφῆς ἢ τῆς αὐτομάτου; ἀλλὰ τὴν πανουργίαν τοῖς ὕστερον καὶ τὸ πολλὰ εὑρίσκειν καὶ μηχανᾶσθαι πρὸς τὸν βίον οὐ πάνυ τι συνενεγκεῖν. 29 οὐ γὰρ πρὸς ἀνδρείαν οὐδὲ δικαιοσύνην χρῆσθαι τῇ σοφίᾳ τοὺς ἀνθρώπους, ἀλλὰ πρὸς ἡδονήν· διώκοντας οὖν τὸ ἡδὺ ἐξ ἅπαντος ἀεὶ ζῆν ἀηδέστερον καὶ ἐπιπονώτερον, καὶ δοκοῦντας προμηθεῖσθαι σφῶν αὐτῶν κάκιστα ἀπόλλυσθαι διὰ τὴν πολλὴν ἐπιμέλειάν τε καὶ προμήθειαν. καὶ οὕτως δὴ τὸν Προμηθέα δικαίως λέγεσθαι  p266 δεδεμένον ἐν πέτρᾳ κείρεσθαι τὸ ἧπαρ ὑπὸ τοῦ ἀετοῦ.

30 Ὁπόσα μὲν οὖν πολυδάπανα καὶ δεόμενα πραγματείας καὶ ταλαιπωρίας, ταῦτα μὲν ἀφῄρει καὶ βλαβερὰ τοῖς χρωμένοις ἀπέφαινεν· ὅσα δὲ ῥᾳδίως καὶ ἀπραγμόνως ἔστιν ἐπικουρεῖν τῷ σώματι καὶ πρὸς χειμῶνα καὶ πρὸς λιμὸν καὶ πρὸς τὸ παῦσαί τινα ὄρεξιν τοῦ σώματος, οὐ παρέπεμπεν οὐδὲν αὐτῶν, ἀλλὰ καὶ τόπους ᾑρεῖτο τοὺς ὑγιεινοὺς μᾶλλον ἢ τοὺς νοσώδεις καὶ τοὺς προσφόρους​18 ἑκάστῃ ὥρᾳ, 31 καὶ τροφῆς ὅπως εὐπορήσει τῆς ἱκανῆς ἐπεμελεῖτο καὶ ἐσθῆτος τῆς μετρίας, πραγμάτων δὲ καὶ δικῶν καὶ φιλονεικιῶν καὶ πολέμων καὶ στάσεων ἐκτὸς ἦν. καὶ μάλιστα ἐμιμεῖτο τῶν θεῶν τὸν βίον· ἐκείνους γὰρ μόνους φησὶν Ὅμηρος ῥᾳδίως ζῆν, ὡς τῶν ἀνθρώπων ἐπιπόνως καὶ χαλεπῶς βιούντων. τὰ δὲ τοιαῦτα ἔφη καὶ τὰ θηρία διορᾶν· 32 τοὺς μὲν γὰρ πελαργοὺς τὰ θερμὰ τοῦ θέρους ἀπολείποντας εἰς τὸν εὔκρατον ἀέρα ἀφικνεῖσθαι, καὶ διαγαγόντας ἐνταῦθα ὁπόσον ἥδιστον τοῦ χρόνου, μετὰ ταῦτα ἀθρόους ἀπιέναι, τὸν χειμῶνα ὑποχωροῦντας,​19 τὰς δὲ γεράνους ἐπιφοιτᾶν τῷ σπόρῳ, χειμῶνα μετρίως φερούσας, καὶ τῆς τροφῆς ἕνεκα· 33 τὰς δὲ ἐλάφους καὶ τοὺς λαγὼς τοῦ μὲν ψύχους εἰς τὰ πεδία καὶ τὰ κοῖλα καταβαίνειν ἐκ τῶν ὁρῶν, κἀνταῦθα ὑποστέλλειν τοῖς ἀπηνέμοις καὶ προσηνέσι,​20 τοῦ δὲ καύματος εἰς τὴν ὕλην ἀποχωρεῖν καὶ τὰ βορειότατα τῶν χωρίον. 34 ὁρῶν δὲ τοὺς ἄλλους  p268 ἀνθρώπους ἅπαντα μὲν τὸν βίον ταραττομένους, ἅπαντα δὲ ἀλλήλοις ἐπιβουλεύοντας, ἀεὶ δὲ ἐν κακοῖς ὄντας μυρίοις, μηδέποτε δὲ ἡσυχίαν δυναμένους ἄγειν, ἀλλὰ μηδὲ ἐν ταῖς ἱερομηνίαις μηδὲ ἂν ἐκεχειρίαν ἐπαγγέλλωσι, καὶ ταῦτα ξύμπαντα δι’ οὐδὲν ἕτερον τὰ μὲν δρῶντας, τὰ δὲ πάσχοντας, ἢ ὅπως ζῆν δυνήσονται,​21 καὶ μάλιστα δὴ δεδιότας μήποτε αὐτοὺς ἐπιλίπῃ τἀναγκαῖα δὴν λεγόμενα, ἔτι δὲ φροντίζοντας καὶ ζητοῦντας ὅπως παισὶ τοῖς αὑτῶν καταλίπωσι πολλὰ χρήματα, ἐθαύμαζεν ὅτι μηδὲν αὐτὸς πράττοι τοιοῦτον, ἀλλὰ μόνος δὴ τῶν ἁπάντων ἐλεύθερός ἐστι καὶ οὐδεὶς ἄλλος συνίησι τῆς αὑτοῦ μάλιστα εὐδαιμονίας.

35 Ὥστε οὐκέθ’ αὑτὸν ἠξίου τῷ Περσῶν βασιλεῖ παραβάλλειν· πολὺ γὰρ εἶναι τὸ μεταξύ. τὸν μὲν γὰρ ἀθλιώτατον ἁπάντων τυγχάνειν, φοβούμενον μὲν ἐν τοσούτῳ χρυσῷ πενίαν, φοβούμενον δὲ νόσους, τῶν δὲ νοσερῶν ἀπέχεσθαι μὴ δυνάμενον, ἐκπεπληγμένον δὲ τὸν θάνατον καὶ πάντας ἐπιβουλεύειν αὐτῷ νομίζοντα μέχρι τῶν παίδων τε καὶ ἀδελφῶν. 36 διὰ δὲ ταῦτα μήτε​22 ἐσθίοντα ἥδεσθαι, τῶν ἡδίστων αὐτῷ παρόντων, μήτε πίνοντα ἐπιλανθάνεσθαι τῶν ὀχληρῶν. μηδεμίαν δὲ ἡμέραν διάγειν ῥᾳδίως, ἐν ᾗ βλέπειν αὐτὸν​23 μὴ τὰ δεινότατα πάσχοντα. καὶ τοῦτο μὲν νήφοντα ἐπιθυμεῖν μέθης, ὡς τότε ἀπαλλαγησόμενον τῶν συμφορῶν, τοῦτο δ’ αὖ μεθύοντα ἀπολωλέναι νομίζειν, ὡς ἀδύνατον αὐτῷ βοηθεῖν. 37 ἔτι δὲ ἐγρηγορότα μὲν εὔχεσθαι καθυπνῶσαι  p270 ὅπως ἐπιλάθηται τῶν φόβων, κοιμώμενον δὲ ἀναστῆναι τὴν ταχίστην, ἅτε ὑπ’ αὐτῶν τῶν ἐνυπνίων ἀπολλύμενον, τῆς δὲ χρυσῆς αὐτῷ πλατάνου καὶ τὴν Σεμιράμιδος οἰκοδομημάτων καὶ τῶν ἐν Βαβυλῶνι τειχῶν μηδὲν ὄφελος γιγνόμενον. 38 τὸ δὲ δὴ πάντων παραλογώτατον, φοβεῖσθαι μὲν τοὺς ἀνόπλους, πιστεύειν δὲ αὑτὸν τοῖς ὡπλισμένοις, καὶ διερευνᾶσθαι μὲν τοὺς προσιόντας μή τις ἔχοι σίδηρον, ἐν μέσῳ δὲ ζῆν τῶν σιδηροφορούντων. φεύγειν δὲ ἀπὸ μὲν τῶν ἀνόπλων πρὸς τοὺς ὡπλισμένους, ἀπὸ δὲ τῶν ὡπλισμένων πρὸς τοὺς ἀνόπλους· ἀπὸ μέν γε τοῦ πλήθους φυλάττεσθαι τοῖς δορυφόροις, ἀπὸ δὲ τῶν δορυφόρων εὐνούχοις. οὐκ ἔχειν δὲ οἷς ἂν πιστεύσας οὐδὲ ὅποι τραπόμενος δυνήσεται ζῆσαι μίαν ἡμέραν ἀφόβως. 39 ὑφορᾶσθαι δὲ καὶ τὰ σιτία καὶ τὸ ποτόν, καὶ τοὺς προπειράσοντας ταῦτα ἔχειν ὥσπερ ἐν ὁδῷ πολεμίων γεμούσῃ τοὺς προερευνῶντας. ἀλλὰ μηδὲ τοῖς ἀναγκαίοις θαρρεῖν, μήτε παισὶ μήτε γυναικί. οὕτως δὲ χαλεποῦ ὄντος τοῦ πράγματος καὶ δυστυχοῦς τῆς μοναρχίας, μηδὲ ἀπαλλαγῆναί ποτε αὐτοῦ μήτε βούλεσθαι μήτε δύνασθαι.

40 Καίτοι πάντα ὅσα δεινὰ τοῖς ἀνθρώποις παραμυθίαν ἔχει, τὸ τυχὸν ἂν παύσασθαι αὐτῶν. καὶ γὰρ ὅστις ὑπὸ δεσμῶν ἔχεται, προσδοκᾷ ποτε λυθῆναι, καὶ τῷ τὴν πατρίδα φεύγοντι οὐκ ἀδύνατον κατελθεῖν, καὶ τῷ νοσοῦντι μέχρι τῆς τελευτῆς ἔστιν ἐλπίζειν τὴν ὑγίειαν· τῷ δὲ οὐκ ἔστιν ἀπαλλαγῆναι τοῦ πράγματος, ἀλλ’ οὐδ’ εὔξασθαι γοῦν, εἰ μή τι ἕτερον. ὅσοις δὲ  p272 ἀνιᾶσθαι συμβέβηκε τῶν φίλων τινὸς ἀποθανόντος, σαφῶς ἐπίστανται ὅτι παύσονταί ποτε λυπούμενοι τῷ χρόνῳ· τοῖς δὲ τοὐναντίον ἐπιτείνεται​24 μᾶλλον τὰ χαλεπά. 41 οὐ ῥᾴδιον μὲν γὰρ ἄνδρα γηρᾶσαι τύραννον, χαλεπὸν δὲ τυράννου γῆρας, οὐχ οἷον ἵππου φασίν. οἵ τε γὰρ πεπονθότες κακῶς πλείους οἵ τε καταφρονοῦντες· αὐτὸς δὲ τῷ σώματι βοηθεῖν ἀδύνατος αὑτῷ.

Πάντα μὲν οὖν τὰ δεινὰ πέφυκε μᾶλλον ἐκπλήττειν τοὺς προσδεχομένους ἢ λυπεῖν τοὺς πειραθέντας, καὶ πενία καὶ φυγὴ καὶ δεσμοὶ καὶ ἀτιμία. 42 τοῦ θανάτου δὲ εἴ τις ἀφέλοι τὸ δέος, οὐδὲν ὑπολείπεται δυσχερές· οὐ γὰρ μόνον αὐτὸς οὐκ ἐνοχλεῖ τοὺς παθόντας, ἀλλ’ οὐδὲν ἔτι λυποῦνται. ὁ δὲ φόβος οὕτω χαλεπός ἐστιν ὥστε πολλοὶ ἤδη προέλαβον τὸ ἔργον· οἱ μὲν γὰρ​25 ἐν νηὶ χειμαζόμενοι οὐ περιέμειναν καταδῦναι τὴν ναῦν, ἀλλὰ πρότερον αὑτοὺς ἀπέσφαξαν, οἱ δὲ πολεμίων περιειληφότων, σαφῶς εἰδότες ὅτι οὐδὲν πείσονται δεινότερον. 43 τοῦτο δὴ τὸ χαλεπὸν ἀεὶ πάρεστι τοῖς μονάρχοις, ὁμοίως μὲν ἡμέρας, ὁμοίως δὲ νυκτός. καὶ τοῖς μὲν καταδικασθεῖσιν ἡμέρα ῥητὴ πρόκειται, ἐν ᾗ δεῖ ἀποθνῄσκειν, τοῖς δὲ καὶ τοῦτο ἄδηλον, εἴτε μετ’ ὀλίγον εἴτε ἤδη, καὶ οὐδεὶς καιρός, οὐδὲ ὁ βραχύτατος, ἀπήλλακται τούτου τοῦ δέους, ἀλλὰ καὶ ἐσθίοντα ἀνάγκη δεδιέναι καὶ θύοντα τοῖς θεοῖς. 44 εἰ δέ ποτε ἐπέλθοι παίζειν τοῖς τοιούτοις,26  p274 καὶ πρὸς ἀφροδισίοις γιγνόμενον, ἐὰν καὶ πάνυ τύχῃ ἐρῶν, μεμνῆσθαι τοῦ θανάτου, ὡς τυχὼν ὑπ’ αὐτῶν τῶν ἐρωμένων ἀπολούμενον, καὶ συμπίνειν τούτῳ τῷ φόβῳ καὶ συγκαθεύδειν. 45 ὥστε μοι δοκεῖ τότε μόνον​27 χαίρειν, ἐπειδὰν πληγῇ, ἀνὴρ τύραννος, ὡς τοῦ μεγίστου κακοῦ ἀπηλλαγμένος.

Τὸ δὲ πάντων ἀτοπώτατον, οἱ μὲν γὰρ ἄλλοι ἴσασιν ἐν ταῖς ἀνιάτοις γιγνόμενοι συμφοραῖς, ὥστε οὐ πολὺν χρόνον κακοπαθοῦσιν, οἷς ἂν μὴ ἀδύνατον ᾖ τὸ ἀποθνῄσκειν· οἱ δὲ τύραννοι τὰ μέγιστα κακὰ ἔχοντες ἐν τοῖς μεγίστοις νομίζουσιν ἀγαθοῖς εἶναι, οἶμαι τῇ δόξῃ τῶν ἄλλων ἀνθρώπων ἐξηπατημένοι τῶν ἀπείρων τοῦ πράγματος. 46 καὶ ταύτην ὁ θεὸς αὐτοῖς τὴν ἄγνοιαν συνέζευξεν, ἵνα παραμένωσι κολαζόμενοι. δοκεῖ δὲ τοῖς μὲν εὖ πράττουσι τῶν ἀνθρώπων ὁ μὲν βίος ἀμείνων, ὁ δὲ θάνατος διὰ τοῦτο λυπηρότερος· 47 οἱ δὲ αὖ κακῶς ζῶντες τὸν βίον δοκοῦσι δυσχερέστερον φέρειν, τὸν δὲ θάνατον ἥδιον προσδέχεσθαι. τοῖς δέ γε τυράννοις ἀμφότερα ταῦτα χαλεπώτερα ἢ τοῖς ἄλλοις· ζῶσι μὲν γὰρ πολὺ ἀηδέστερον τῶν πάνυ ἐπιθυμούντων τεθνάναι, τὸν δὲ θάνατον οὕτω δεδοίκασιν ὡς ἥδιστα διάγοντες ἐν τῷ βίῳ. 48 πεφυκότος δὲ τοῦ τὰ μὲν ἡδέα μᾶλλον εὐφραίνειν, ὅταν ᾖ σπάνια, τοῖς δὲ συνεχῶς χρωμένοις εἰς ἀηδίαν περιίστασθαι, τὰ δὲ κακὰ χαλεπώτερα εἶναι μηδέποτε ἀπαλλαττόμενα, σχεδὸν ἀμφότερα τοῖς τυράννοις καὶ τὰ ἡδέα καὶ τὰ λυπηρὰ ἀεὶ πάρεστιν, ὡς λυπούμενον μὲν μηδέποτε παύεσθαι σχεδόν,  p276 ἡδόμενον δὲ μηδέποτε αἰσθάνεσθαι. 49 δέδοικε δὲ ἀεί ποτε τῶν μὲν πλουσίων τὴν δύναμιν, τῶν δὲ ἀπορῶν τὴν ἐπιθυμίαν τοῦ πλούτου. μόνοις δὲ τοῖς μονάρχοις τῶν μὲν εὖ παθόντων οὐδεὶς οἶδε χάριν· οὐδέποτε γὰρ ἡγοῦνται τῶν ἱκανῶν τυγχάνειν, οἱ δὲ μὴ τυγχάνοντες ὧν βούλονται πάντων μάλιστα μισοῦσιν αὐτούς.

50 Καὶ μὴν ἐπιφθονώτατος ἁπάντων ὁ πλεῖστα μὴ δικαίως ἔχων· ὥστε οὐδεὶς τυράννου ἐπιφθονώτερός ἐστιν. πρὸς δὲ τούτοις ἀνάγκη μὲν αὐτῷ χαρίζεσθαι τοῖς περὶ αὐτῶν· εἰ δὲ μή, τάχιστα ἀπολεῖται. χαρίζεσθαι δὲ πολλάκις πολλοῖς οὐ ῥᾴδιον μὴ ἄλλων ἀφαιρούμενον. ἔχει δὴ​28 καὶ τοὺς ἀφαιρεθέντας ἐχθροὺς καὶ τοὺς εἰληφότας ὑπόπτους καὶ ζητοῦντας ὅτι τάχιστα ἀπηλλάχθαι. τὰ μὲν οὖν πόρρω διὰ τὸ πολὺ ἀφεστάναι φοβεῖται, τὰ δὲ ἐγγύς, ὅτι πλησίον ἐστιν αὐτῷ· καὶ παρὰ μὲν τῶν μακρόθεν ὑφορᾶται πόλεμον, παρὰ δὲ τῶν ἐγγὺς δόλον. 51 καὶ τὴν μὲν εἰρήνην ἀσύμφορον νομίζει διὰ τὴν τῶν ἀνθρώπων σχολήν, τὸν δὲ πόλεμον, ὅτι ἀνάγκη τοὺς ὑπηκόους ἐνοχλεῖν καὶ χρήματα πορίζοντα καὶ στρατεύεσθαι προσαναγκάζοντα. τοιγαροῦν πολέμου μὲν ὄντος εἰρήνης ἐρῶσιν, εἰρήνης δὲ γενομένης εὐθὺς μηχανῶνται πόλεμον. 52 καὶ τοῦτο μὲν τῶν ἐπιτηδείων ἀφθόνων ὄντων δεδοίκασι τοῦ πλήθους τὴν ὕβριν, τοῦτο δὲ εἴ τις ἔνδεια καταλαμβάνοι, τὴν ὀργήν. ἡγοῦνται δὲ μήτε ἀποδημεῖν ἀσφαλὲς μήτε μένειν μήτε προϊέναι μήτ’ ἔνδον διαιτᾶσθαι παρ’ αὑτοῖς, ἀλλὰ μηδὲ ἐπιβαίνειν οὗ ἂν ἐπιβαίνωσιν ἀσφαλῶς,  p278 ἅπαντα δὲ εἶναι μεστὰ​29 ἐνέδρας καὶ δόλων. 53 ἀναλογίζεται δὲ ἕκαστος αὐτῶν καὶ τοὺς θανάτους τῶν τυράννων καὶ τὰς ἐπιβουλάς, ὅσαι πώποτε γεγόνασι, καὶ ξύμπαντα ταῦτα ἐφ’ αὑτὸν​30 ἰέναι​31 νομίζει, καὶ οὕτως ἔχει περιφόβως ὡς ξύμπαντας ἐκείνους τοὺς θανάτους ἀποθανούμενος· καὶ περιβλέπειν μὲν ἀεὶ καὶ περιστρέφεσθαι βούλεται, πληγήσεσθαι πανταχόθεν οἰόμενος, αὐτὸ δὲ τοῦτο οὐκ ἔξεστι ποιεῖν ὑπὸ αἰσχύνης ἅμα καὶ φόβου. 54 ὅσῳ γὰρ ἂν ἐνδηλότερος ᾖ φοβούμενος ἀνὴρ τύραννος, τοσούτῳ μᾶλλον ἐπιβουλεύουσι καταφρονοῦντες τῆς δειλίας. ἔστιν οὖν ὁ βίος ὅμοιος ὥσπερ εἴ τις καθείρξειέ τινα ἐν εἱρκτῇ μικρᾷ, τῶν μὲν ἄνωθεν ξιφῶν κρεμαμένων, τῶν δὲ κυκλόθεν περιπεπηγότων, καὶ τούτων ἁπτομένων τοῦ χρωτός· 55 οὕτως οὐ τῷ σώματι μόνον, ἀλλὰ τῇ ψυχῇ τοῦ τυράννου περιπέπηγε τὰ ξίφη, ὥστε τὸν ἐν Ἅιδου Τάνταλον, ὅν φασι

κεφαλῆς​32 ὑπερτέλλοντα δειμαίνειν πέτρον,

πολὺ ῥᾷον διάγειν. οὐ γὰρ δὴ ἔτι φοβεῖται ὁ Τάνταλος μὴ ἀποθανῇ· τῷ δὲ τυράννῳ ζῶντι τοῦτο ξυμβέβηκεν ὃ ἐκείνῳ νεκρῷ λέγουσιν.

56 Ὅσοι μὲν οὖν μιᾶς γεγόνασι τύραννοι πόλεως ἢ χώρας ὀλίγης, τούτοις​33 οὐκ ἀδύνατον ἀποδράντας ἐκ τῆς ἀρχῆς ἀλλαχόσε ποι καταφυγόντας ζῆν· καίτοι οὐδεὶς ἄνδρα ἀγαπᾷ τύραννον, ἀλλὰ μισοῦσί τε καὶ ὑποπτεύουσι καὶ ῥᾳδίως ἐκδιδόασι τοῖς ἠδικημένοις· ὅσοι δὲ πολλῶν πόλεων ἄρχουσι καὶ ἐθνῶν καὶ ἀπείρου γῆς,  p280 ὥσπερ ὁ τῶν Περσῶν βασιλεύς, τούτοις,​34 οὐδ’ ἂν ποτε παραστῇ συνεῖναι τῶν κακῶν κἂν θεῶν τις ἀφέλῃ τὴν ἄγνοιαν αὐτῶν, οὐ δυνατὸν ἐκφυγεῖν. 57 δοκεῖ δὲ οὐδέποτε ἂν ἀσφαλῶς ζῆν, οὐδ’ εἰ χαλκοῦς ἡ σιδηροῦς γένοιτο, ἀλλὰ καὶ οὕτως ἂν κατακοπεὶς ἢ καταχωνευθείς ἀπολέσθαι.

Ἐὰν μὲν οὖν τις αὐτῷ διαλέγηται θαρρῶν, ὁ δὲ ὀργίζεται καὶ δέδοικε τὴν παρρησίαν· ἐὰν δὲ θεραπεύων καὶ ὑποκατακλινόμενος, ὑποπτεύει τὴν θεραπείαν. 58 καὶ ὑπὸ μὲν τῶν ἐλευθερίως προσερχομένων οἴεται ὑβρίζεσθαι, ὑπὸ δὲ τῶν ταπεινοτέρων ἐξαπατᾶσθαι. καὶ λοιδορούμενος μὲν​35 πολλαπλασίως ἀνιᾶται ἢ ἄλλος, ὅτι δὴ τύραννος ὢν ἀκούει​36 κακῶς· ἐπαινούμενος δὲ οὐχ ἥδεται· 59 οὐ γὰρ φρονοῦντας οὕτως οἴεται λέγειν. τοῦ δὲ καλλίστου καὶ λυσιτελεστάτου κτήματος ἁπάντων ἐστὶν ἀπορώτατος· εὐνοίας καὶ φιλίας ἐλπίσαι οὐδὲν​37 δύναται παρ’ οὐδενός, ἀλλὰ πρότερον τοὺς​38 ἀγρίους λέοντας οἱ τρέφοντες ἀγαπήσουσιν ἢ τοὺς τυράννους οἱ θεραπεύοντες καὶ προσιόντες.

60 Ἐγὼ δὲ βαδίζω μὲν ὅποι βούλομαι, φησί, νύκτωρ, βαδίζω δὲ μέθ’ ἡμέραν μόνος, θαρρῶ δέ εἰ δέοι, καὶ διὰ στρατοπέδου πορευόμενος ἄνευ κηρυκείου καὶ διὰ λῃστῶν· οὐδεὶς γὰρ ἐμοὶ πολέμιος οὐδὲ ἐχθρός ἐστι βαδίζοντι. ἂν δὲ ἅπας μὲν ἐκλίπῃ ὁ χρυσός, ἅπας δὲ ὁ ἄργυρος, ἅπας δὲ ὁ χαλκός, οὐκ ἂν ἐγὼ βλαβείην οὐδὲ μικρόν. 61 ἐὰν δὲ ἅπασαι μὲν αἱ οἰκίαι πέσωσιν  p282 ὑπὸ σεισμοῦ, καθάπερ ἐν Σπάρτῃ ποτέ, καὶ πάντα διαφθαρῇ τὰ πρόβατα, ὡς μηδένα ἐσθῆτος εὐπορῆσαι, μὴ μόνον δὲ τὴν Ἀττικήν, ἀλλὰ καὶ Βοιωτίαν καὶ Πελοπόννησον καὶ Θετταλίαν ἀπορία καταλάβῃ, ὥσπερ ἤδη πρότερόν φασιν, οὐδὲν ἐγὼ χεῖρον οὐδὲ ἀπορώτερον βιώσομαι. 62 παρὰ πόσον μὲν γὰρ ἔσομαι γυμνότερος τοῦ νῦν, πόσῳ δὲ ἀοικότερος; ἱκανὰ δέ μοι τροφὴν παρασχεῖν καὶ μῆλα καὶ κέγχροι καὶ κριθαὶ καὶ ὄροβοι καὶ τὰ εὐτελέστατα τῶν ὀσπρίων καὶ φηγὸς ὑπὸ τῇ τέφρᾳ καὶ ὁ τῆς κρανείας καρπός, ᾗ φησιν Ὅμηρος εὐωχεῖν τοὺς τοῦ Ὀδυσσέως ἑταίρους τὴν Κίρκην, ὑφ’ ὧν ἀντέχει τρεφόμενα καὶ τὰ μέγιστα θηρία.


The Loeb Editor's Notes:

1 γιγνόμενον Emperius: πινόμενον.

2 πόλιν Reiske: πάλιν.

3 εἰσέχοντας Reiske: εἰσήκοντας.

4 συντεθειμένου Capps: συντιθεμένου.

5 λιμένων Casaubon: λιμνῶν.

6 added by Capps.

7 μὴ addd by Dindorf.

8 σιτία Reiske: σιτίοις.

9 δὲ addd by Morel.

10 σκιᾷ Geel: οἰκίᾳ.

11 τούτων Cohoon: τούτου.

12 ὠνήσονται Arnim: ὠνήσαιντο.

13 ἀπονώτατον Casaubon: ἀτοπώτατον.

14 πρός τι Geel: πρὸς τὸ.

15 τὴν ψυχὴν Gasda: τῇ ψυχῇ.

16 οὐδὲ Emperius: οὔτε.

17 δεόμενα Wilamowitz: δεόμενον.

18 προσφόρους Emperius: εὐφόρους.

19 ὑποχωροῦντας Lobeck: ἀποχωροῦντας.

20 For προσηνέσι Herwerden conjectures προσείλοις, "sunny."

21 δυνήσονται Casaubon: δυνήσωνται.

22 μήτε Emperius: μηδὲ.

23 The reading of the best MSS. is retained, though probably corrupt. Emperius added εἶναι after αὐτὸν (to govern βλέπειν). Von der Muehl, less probably, proposed βλέπει αὑτὸν.

24 ἐπιτείνεται Geel: ἐπιγίγνεσθαι.

25 γὰρ added by Wilamowitz.

26 Arnim would emend to τῷ τοιούτῳ because the singular follows.

27 μόνον Jacobs: μὲν.

28 δὴ Emperius: δὲ.

29 μεστὰ Morel: μετὰ.

30 ἐφ’ αὑτὸν Dindorf: ἐπ’ αὐτὸν.

31 ἰέναι Cobet: εἶναι.

32 κορυφῆς in MSS. of Euripides, Orestes 6.

33 δὲ after τούτοις deleted by Capps.

34 δὲ after τούτοις deleted by Capps.

35 μὲν added by Arnim.

36 ἀκούει Dindorf: ἀκούοι.

37 δὲ before οὐδὲν deleted by Wilamowitz.

38 οἱ before τοὺς deleted by Reiske.


[image ALT: Valid HTML 4.01.]

Page updated: 8 Jul 12