[Much of my site will be useless to you if you've got the images turned off!]
mail:
Bill Thayer

[Click here for an English translation of this page.]
English

[Link to a series of help pages]
Help
[Link to the next level up]
Up
[Link to my homepage]
Εἴσοδος
πρότερον·

[Link to previous section]
Λόγος ξα´

This webpage reproduces one of the
Discourses

by
Dio Chrysostom

published in the Loeb Classical Library, 1951

The text is in the public domain.

This page has been carefully proofread
and I believe it to be free of errors.
If you find a mistake though, please
let me know!

ὕστερον·

[Link to next section]
Λόγος ξγ´

(Vol. V) Δίων Χρυσόστομος
Λόγοι

 p24  62. ΠΕΡΙ ΒΑΣΙΛΕΙΑΣ ΚΑΙ ΤΥΡΑΝΝΙΔΟΣ

1 Καὶ μὴν εἴ τις ἑνὸς ἀνδρὸς οὐχ οἷός τε ἄρχειν ἐστί, καὶ τούτου σφόδρα ἐγγὺς ὄντος, ᾧ δὴ​1 ξύνεστιν, οὐδὲ αὖ μίαν ψυχὴν κατευθύνειν τὴν αὑτοῦ, πῶς ἂν δύναιτο βασιλεύειν μυριάδων ἀναριθμήτων πανταχοῦ διεσπαρμένων, ὥσπερ σύ,​2 καὶ πολλῶν γε οἰκούντων ἐπὶ πέρασι γῆς, ὧν οὐδὲ ἑώρακε τοὺς πλείστους οὐδ’ ἂν ἴδοι ποτὲ οὐδὲ τῆς φωνῆς ξυνήσει; ὅμοιον γὰρ ὥσπερ εἴ τις λέγοι τὸν οὕτως ἀδύνατον τὴν ὄψιν ὡς μηδὲ τὰ ἐν ποσὶν ὁρᾶν, ἀλλὰ προσδεόμενον χειραγωγοῦ, τοῦτον ἐφικνεῖσθαι βλέποντα μέχρι τῶν πλεῖστον ἀπεχόντων, ὥσπερ οἱ πόρρωθεν ὁρῶντες ἐκ τοῦ πελάγους τά τε ὄρη καὶ τὰς νήσους, ἢ τὸν οὐ δυνάμενον φθέγγεσθαι τοῖς παρεστῶσιν ἱκανὸν ὅλοις δήμοις καὶ στρατοπέδοις εἰς ἐπήκοον φθέγγεσθαι. 2 καὶ γὰρ οὖν ἔχει τι παραπλήσιον ὁ νοῦς τῇ ὄψει· ὡς ἐκείνη διεφθαρμένη μὲν οὐδὲν οὐδὲ τῶν πλησιαίτατα ὁρᾷ, ὑγιὴς δὲ οὖσα μέχρις οὐρανοῦ τε καὶ ἀστέρων ἐξικνεῖται· ταὐτὸ δὴ τοῦτο ἡ μὲν τοῦ φρονίμου διάνοια καὶ πάντας ἀνθρώπους ἱκανὴ γίγνεται διοικεῖν, ἡ δὲ τοῦ ἄφρονος οὐδὲ ἓν σῶμα τὸ ἐκείνου δύναται φυλάττειν οὐδὲ ἕνα οἶκον.

 p26  Οἱ μὲν γὰρ πολλοὶ τῶν ἐν ταῖς δυναστείαις, ὅτι μὲν ἔξεστιν αὐτοῖς πάντα λαμβάνειν, πάντων ἐπιθυμοῦσιν· ὅτι δὲ ἐπ’ αὐτοῖς ἐστι τὸ δίκαιον, διὰ τοῦτό εἰσιν ἄδικοι· ὅτι δὲ οὐ φοβοῦνται τοὺς νόμους, οὐδὲ εἶναι νομίζουσιν· ὅτι δὲ οὐκ ἀναγκάζονται πονεῖν, οὐδέποτε παύονται τρυφῶντες· ὅτι δὲ οὐδεὶς ἀμύνεται κακῶς πάσχων, οὐδέποτε παύονται ποιοῦντες· ὅτι δὲ οὐδεμιᾶς σπανίζουσιν ἡδονῆς, οὐδέποτε ἐμπίμπλανται ἡδόμενοι· ὅτι δὲ οὐδεὶς ψέγει ἐκ τοῦ φανεροῦ, οὐδὲν ἀπολείπουσι τῶν οὐ δικαίως​3 λεγομένων· ὅτι δὲ οὐδεὶς αὐτοὺς βούλεται λυπεῖν, διὰ τοῦτο πᾶσι χαλεπαίνουσιν· ὅτι δὲ ὀργισθεῖσιν ἔξεστι πάντα ποιεῖν, διὰ τοῦτο συνεχῶς ὀργίζονται. 3 ὁ δὲ ἀγαθὸς ἄρχων, ὥσπερ σύ, τἀναντία ἐπιτηδεύει· οὐδενὸς μὲν ἐπιθυμεῖ διὰ τὰ πάντα οἴεσθαι ἔχειν, φείδεται δὲ τῶν ἡδονῶν διὰ τὸ μηδεμιᾶς ἂν ἀπορῆσαι ὀρεχθείς, δικαιότερος δὲ τῶν ἄλλων ἐστίν, ἅτε πᾶσι παρέχων τὴν δικαιοσύνην, ἥδεται δὲ τοὺς πόνοις, ὅτι ἑκὼν πονεῖ, ἀγαπᾷ δὲ τοὺς νόμους, ὅτι οὐ δέδοικε.

Καὶ ταῦτα ὀρθῶς ὑπολαμβάνει. τίνι μὲν γὰρ φρονήσεως δεῖ πλείονος ἢ τῷ περὶ τοσούτων βουλευομένῳ; τίνι δὲ ἀκριβεστέρας δικαιοσύνης ἢ τῷ μείζονι τῶν νόμων; τίνι δὲ σωφροσύνης ἐγκρατεστέρας ἢ ᾧ πάντα ἔξεστι; 4 τίνι δὲ ἀνδρείας μείζονος ἢ τῷ πάντα σῴζοντι; καὶ τοίνυν τῷ μὲν ἄλλων ἄρξοντι πολλῶν τοῦτο μὲν δαπάνης δὲ παμπόλλης, τοῦτο δὲ στρατοπέδων καὶ πεζικῶν  p28 καὶ ἱππικῶν, ἔτι δὲ τειχῶν καὶ νεῶν καὶ μηχανημάτων, εἰ μέλλει καθέξειν μὲν τοὺς ὑπηκόους, ἀμυνεῖσθαι δὲ τοὺς πολεμίους, ἐὰν δέ τις ἀφιστῆται τῆς ἀρχῆς, καταστρέψεσθαι.​4 τὸ δὲ αὑτοῦ κρατεῖν πάντων ἀδαπανώτατον καὶ ἀπραγμονέστατόν ἐστι καὶ ἀκινδυνότατον· οὔτε γὰρ πολυδάπανος οὔτε ἐργώδης οὔτε ἐπισφαλὴς ὁ τοῦ ἐγκρατοῦς ἀνθρώπου βίος· ἀλλ’ ὅμως τοιοῦτον ὂν πάντων χαλεπώτατον πέφυκεν.

5 Ἐπεὶ Σαρδαναπάλλος ἐκεῖνος ὁ θρυλούμενος εἶχε μὲν Νίνον, εἶχε δὲ Βαβυλῶνα, τὰς μεγίστας τῶν πρότερον γεγενημένων πόλεων, ὑπήκουε δὲ αὐτῷ πάντα τὰ ἔθνη τὰ νεμόμενα τὴν ἑτέραν ἤπειρον μέχρι τῶν ἀοικήτων τῆς γῆς λεγομένων· βασιλείας δὲ οὐδὲν ἦν αὐτῷ προσῆκον, οὐ μᾶλλον ἢ τῶν σηπομένων τίνι νεκρῶν. βουλεύεσθαι μὲν γὰρ ἢ δικάζειν ἢ στρατηγεῖν οὔτε ἐβούλετο οὔτε ἐδύνατο. 6 ἐν δὲ τοῖς βασιλείοις ἀποδιδράσκων εἰς τὴν γυναικωνῖτιν καθῆστο ἐπὶ χρυσηλάτου κλίνης ἀναβάδην ὑπὸ ἁλουργέσι παστοῖς, ὥσπερ ὁ θρηνούμενος ὑπὸ τῶν γυναικῶν Ἄδωνις, ὀξύτερον φθεγγόμενος εὐνούχων, τὸν μὲν τράχηλον ἀποκλίνων, ὑπὸ δὲ ἀργίας καὶ σκιᾶς λευκὸς καὶ τρέμων, τὸ σῶμα πελιδνός,​5 τοὺς δὲ ὀφθαλμοὺς ἀναστρέφων, ὥσπερ ἐξ ἀγχόνης· ὃν οὐκ ἦν διαγνῶναι τῶν παλλακῶν. καίτοι χρόνον τινὰ κατέσχεν, ὡς ἐδόκει, τὴν ἀρχὴν  p30 εἰκῇ φερομένην, ὥσπερ ναῦν δίχα κυβερνήτου πολλάκις ἀλωμένην μηδενὸς κατέχοντος ἐν τῷ πελάγει κατὰ τύχην, εὐδίας ἐπεχούσης· ἔπειτα ὀλίγος κλύδων ἐπαρθεὶς καὶ ῥᾳδίως ἓν κῦμα ἐπέκλυσεν. 7 καὶ δὴ καὶ ἅρμα ἰδεῖν ἔστιν οὐδενὸς ἡνιοχοῦντος ἐν ἀγῶνι ῥεμβόμενον, ὃ νίκης μὲν οὐκ ἂν ποτε τύχοι, ταράττει δὲ καὶ ἀπόλλυσι τὸν ἐγγὺς ὄχλον τῶν θεατῶν.

Οὔτε γὰρ ἄφρων βασιλεὺς ἔσται ποτέ, οὐ μᾶλλον ἢ τυφλὸς ἡγεμὼν ὁδοῦ γένοιτ’ ἂν, οὔτε ἄδικος, οὐ μᾶλλον ἢ κανὼν σκολιὸς καὶ ἄνισος ἄλλου προσδεόμενος κανόνος, οὔτε δειλός, οὐ μᾶλλον ἢ λέων ἐλάφου λαβὼν ψυχὴν ἢ σίδηρος κηροῦ καὶ μολίβδου μαλακώτερος. τίνι δ’ ἰσχυροτέρας ἐγκρατείας προσῆκον​6 ἢ τῷ πλείστων μὲν ἡδονῶν ἐν μέσῳ ζῶντι, πλεῖστα δὲ πράγματα διοικοῦντι, ἐλαχίστην δὲ σχολὴν ἄγοντι, ὑπὲρ μεγίστων δὲ καὶ πλείστων φροντίζοντι;


The Loeb Editor's Notes:

1 After δὴ Arnim adds ἀεὶ.

2 After σύ Emperius deletes λέγεις.

3 οὐ δικαίως] οὐδὲ καλῶς Emperius.

4 καταστρέψεσθαι Emperius: καταστρέφεσθαι.

5 λευκὸς . . . πελιδνός] λευκὸς τὸ σῶμα καὶ τρέμων, τὸ χρῶμα πελιδνός Emperius.

6 προσῆκον Emperius: προσῆκεν.


[Valid HTML 4.01.]

Page updated: 21 Jun 12

Προσιτότητα