[image ALT: Much of my site will be useless to you if you've got the images turned off!]
mail:
Bill Thayer

[image ALT: Click here for an English translation of this page.]
English

[image ALT: Cliccare qui per una pagina di aiuto in Italiano.]
Italiano

[Link to a series of help pages]
Help
[Link to the next level up]
Up
[Link to my homepage]
Εἴσοδος
πρότερον·

[image ALT: link to previous section]
Λόγος ξγ´

This webpage reproduces one of the
Discourses

by
Dio Chrysostom

published in the Loeb Classical Library, 1951

The text is in the public domain.

This page has been carefully proofread
and I believe it to be free of errors.
If you find a mistake though, please
let me know!

ὕστερον·

[image ALT: link to next section]
Λόγος ξε´

(Vol. V) Δίων Χρυσόστομος
Λόγοι

 p44  64. ΠΕΡΙ ΤΥΧΗΣ ΔΕΥΤΕΡΟΣ

1 Τὰ γιγνόμενα παρὰ τῶν ἀνθρώπων εἰς τῆς τύχην ἐγκλήματα μέγιστα ἂν ἔγωγε θείην ὑπὲρ αὐτῆς ἐγκώμια. τὰς γοῦν ἀδήλους τῶν πραγμάτων μεταβολὰς εἰς ταύτην ἀναφέρουσι, καὶ οἷς ἀπὸ γνώμης ἐπιχειρήσαντες διήμαρτον, τούτων ἀφῃρῆσθαι νομίζουσιν ὑπὸ​1 τῆς τύχης, ὡς πάντα περιποιεῖν, εἰ θελήσαι, δυναμένης. ἀκούσαις δ’ ἂν αἰτιωμένων αὐτῆς καὶ γεωργῶν καὶ ἐμπόρων καὶ πλουσίων ἐπὶ τοῖς χρήμασι καὶ καλῶν ἐπὶ τοῖς σώμασι καὶ Πανθείας ἐπὶ τῷ ἀνδρὶ καὶ Κροίσου ἐπὶ τῷ παιδὶ καὶ Ἀστυάγους ἡττηθέντος καὶ Πολυκράτους ἑαλωκότος. καὶ Πέρσαι δὲ ἐμέμφοντο τὴν τύχην μετὰ τὴν Κύρου σφαγὴν καὶ Μακεδόνες μετὰ τὴν Ἀλεξάνδρου τελευτήν.

2 Ἤδη δέ τινα καὶ τῶν ἰδίων παθῶν τῇ τύχῃ προφέρουσιν, ἡ Μήδεια τὸν ἔρωτα, ὁ Μίδας τὴν  p46 εὐχήν, ἡ Φαίδρα τὴν διαβολήν, ὁ Ἀλκμαίων ὅτι ἐπλανᾶτο, ὁ Ὀρέστης ὅτι ἐμαίνετο. ἐρῶ δὲ ὑμῖν τινα καὶ Κύπριον λόγον, εἰ βούλεσθε. ἤνεγκεν ὁ παλαιὸς βίος καὶ ἐνδόξους γυναῖκας, Ῥοδογούνην πολεμικήν, Σεμίραμιν βασιλικήν, Σαπφὼ μουσικήν, Τιμάνδραν καλήν· οὕτω καὶ ἐν Κύπρῳ Δημώνασσα ἐγένετο, πολιτική τε ὁμοῦ γυνὴ καὶ νομοθετική. 3 τρεῖς ἔθηκεν αὕτη τοῖς Κυπρίοις νόμους· τὴν μοιχευθεῖσαν κειραμένην πορνεύεσθαι· θυγάτηρ αὐτῆς ἐμοιχεύθη καὶ τὴν κόμην ἀπεκείρατο κατὰ τὸν νόμον καὶ ἐπορνεύετο. τὸν αὑτὸν ἀποκτείναντα ἄταφον ῥίπτεσθαι· δεύτερος οὗτος Δημωνάσσης νόμος· τρίτος ὥστε μὴ ἀποκτεῖναι βοῦν ἀρότριον. δυοῖν δὲ αὐτῇ παίδων ἀρρένων ὄντων, ὁ μὲν ἐπὶ τῷ βοῦν ἀποκτεῖναι ἀπέθανε· τὸν δὲ αὑτὸν ἀποκτείναντα οὐκ ἔθαψεν. 4 ἡ δὲ τέως μὲν ἐκαρτέρει καὶ ἄπαις οὖσα καὶ νομοθετοῦσα, ἰδοῦσα δὲ βοῦν ἐπὶ μόσχῳ ἀπολλυμένῳ μυκωμένην καὶ τὴν ἑαυτῆς ἐν ἄλλῳ συμφορὰν γνωρίσασα, τήξασα χαλκὸν εἰς αὐτὸν ἥλατο. καὶ ἧν ἐκεῖ πύργος ἀρχαῖος ἀνδριάντα χάλκεον ἔχων, χαλκῷ ἐντετηκότα καὶ πρὸς ἀσφάλειαν τοῦ ἱδρύματος καὶ πρὸς μίμημα τοῦ  p48 διηγήματος· ἐπιγραφὴ δὲ ἐπί τινος στήλης πλησίον,

σοφὴ μὲν ἤμην, ἀλλὰ ταῦτ’ οὐκ εὐτυχής.

5 Φέρε οὖν μὴ ἐρήμην ἡ τύχη ἁλισκέσθω μηδὲ φοβώμεθα τὸν τῶν κατηγορούντων θόρυβον. ἴσως γὰρ ἂν τι ἡμῖν πρὸς τὸ εἰπεῖν εὖ καὶ αὐτὴ συλλάβοι.​2 δοκοῦσιν οἱ τεχνῖται πρῶτον​3 τῷ τρόπῳ τῆς κατασκευῆς τὴν δύναμιν αὐτῆς δεδηλωκέναι. πρῶτον μὲν γὰρ ἕστηκεν ἑτοίμη πρὸς τὰ ἔργα, εἶτα τῇ μὲν δεξιᾷ χειρὶ πηδάλιον κατέχει, καί, ὡς ἂν​4 εἴποι τις, ναυτίλλεται. τί δὲ ἄρα τοῦτο ἦν; πότερον ὡς μάλιστα τῶν πλεόντων τῆς τύχης δεομένων, ἢ διότι τὸν βίον ἡμῶν ὡς τινα μεγάλην ναῦν κυβερνᾷ καὶ πάντας σῴζει τοὺς ἐμπλέοντας; Ἀσσυρίους μέχρι τῆς Σαρδαναπάλου τρυφῆς, Μήδους μέχρι τῆς Κύρου τροφῆς,​5 Πέρσας μέχρι τῆς διαβάσεως, Ἀθηναίους μέχρι τῆς ἁλώσεως, Κροῖσον μέχρι Σόλωνος;

6 ἦν Οἰδίπους τὸ πρῶτον εὐτυχὴς ἀνήρ.

ἡ τύχη γὰρ αὐτῷ τὸ μηδὲν παθεῖν περιποιουμένη​6 τὸ ἀγνοεῖν ἔδωκεν, ὅπερ ὅμοιον ἦν τῷ μὴ παθεῖν. εἶτα ἅμα τῆς εὐτυχίας ἐπαύσατο καὶ τοῦ γιγνώσκειν ἤρξατο. ἐγὼ δὲ​7 καὶ τὴν ἐκείνου πήρωσιν εὐτυχίαν καλῶ. Τέλλος​8 μὲν γὰρ βλεπέτω τοὺς  p50 παῖδας καὶ Κυδίππη καὶ Αἰόλος καὶ εἴ τις ἄλλος ἦν πατὴρ εὐτυχής· Οἰδίπους δὲ ἐκ τῆς πηρώσεως

αἰσχρὰ κερδανεῖ θεάματα.

7 Τῇ δὲ ἑτέρᾳ τῶν χειρῶν ἡ θεὸς καρποὺς ἑτοίμους κατέχει συνειλεγμένους, μηνύουσα τὸ πλῆθος τῶν ἀγαθῶν ἅπερ αὐτὴ δίδωσιν. τοῦτο ἦν ἄρα καὶ χρυσοῦν γένος καὶ νῆσοι μακάρων τινές, αὐτομάτας ἔχουσαι τροφάς, καὶ Ἡρακλέους κέρας καὶ Κυκλώπων βίος, ὅτι τοῖς πονήσασι τὸν βίον​9 αὐτομάτη λοιπὸν ἡ τῶν ἀγαθῶν ἀφθονία παραγίγνεται. Τάνταλος δὲ ἄρα ἐπὶ γήρως ἀργὸς ἦν·​10 διὰ τοῦτο ἄρα μέχρι τῶν χειλῶν ηὐδαιμόνει καὶ τοῖς ὀφθαλμοῖς μόνον ηὐτύχει· τὰ πάντα δὲ ἐκεῖνα ἁρπασθέντα οἴχεται καὶ λίμνη καὶ καρποὶ καὶ τροφὴ καὶ ποτὸν ὑπὸ τῆς τύχης, οὕτω γ’ ὡς ὑπὸ πνεύματος.

8 Ωνόμασται δὲ ἡ τύχη καὶ πολλοῖς τισιν ἐν ἀνθρώποις ὀνόμασι, τὸ μὲν ἴσον αὐτῆς νέμεσις, τὸ δὲ ἄδηλον ἐλπίς, τὸ δὲ ἀναγκαῖον μοῖρα, τὸ δὲ δίκαιον θέμις, πολυώνυμός τις ὡς ἀληθῶς θεὸς καὶ πολύτροπος. ταύτῃ ἐπέθεσαν καὶ γεωργοὶ Δήμητρος ὄνομα καὶ ποιμένες Πανὸς καὶ ναῦται Λευκοθέας καὶ κυβερνῆται Διοσκόρων.

 p52  ῥεῖα δ’ ἀρίζηλον μινύθει καὶ ἄδηλον ἀέξει,

ῥεῖα δέ τ’ ἰθύνει σκολιὸν καὶ ἀγήνορα κάρφει.

9 τοῦτο ἄρα ἦν ὁ Ζεύς,​11 κατέχων μὲν ἐπὶ τῆς δεξιᾶς τὸ ὅπλον, ἐπὶ δὲ τῆς ἀριστερᾶς τὸ σκῆπτρον, ὅτι τοῖς πολεμικοῖς τῶν ἀνθρώπων καὶ βασιλείαν δίδωσιν.

Εἶτα Εὐριπίδης τὸν ναύτην μέμφεται

ἀωρὶ πόντου κύματ’ εὐρέος περῶντα·

καὶ διὰ τῶν ἑξῆς ἐπιτιμᾷ λέγων ὅτι

σμικραῖς ἐπιτρέπουσιν αὑτοὺς ἐλπίσιν.

10 ὦ παῖ Μνησαρχίδου, ποιητὴς μὲν​12 ἦσθα, σοφὸς δὲ οὐδαμῶς. οὔτε γὰρ πίττῃ​13 τὴν ψυχὴν οὔτε σχοινίοις ἐπιτρέπουσιν οὐδὲ​14 τριδάκτυλον αὐτοὺς σῴζει ξύλον πεύκινον, ἀλλ’ ἐπέτρεψαν βεβαίῳ καὶ μεγάλῳ πράγματι, τῇ τύχῃ. ἀσθενὲς μὲν πλοῦτος, ἂν τύχη μὴ παρῇ, ἀβέβαιον δὲ φιλία μὴ συλλαμβανούσης τύχης. αὕτη σῴζει καὶ τὸν νοσοῦντα ἐν τῷ τέλει​15 καὶ τὸν νηχόμενον ἐν τῇ θαλάσσῃ καὶ τὸν Ἀγαμέμνονα ἐπὶ τῶν χιλίων νεῶν καὶ τὸν Ὀδυσσέα ἐπὶ τῆς σχεδίας φερόμενον. 11 τί δέδοικας, ὦ δειλέ; τὸ μῆκος τῆς θαλάσσης φοβῇ; ὄψεται μέν σε ὁ Ποσειδῶν καὶ παρακαλέσει τοὺς ἀνέμους καὶ τὴν τρίαιναν λήψεται καὶ πάσας ὀροθυνεῖ τὰς ἀέλλας, οὐκ ἀποκτενεῖ δὲ σέ· ἡ τύχη γὰρ οὐ βούλεται.

 p54  οὕτως νῦν κακὰ πολλὰ παθῶν ἀλόω κατὰ πόντον,

εἰσόκεν ἀνθρώποισι διοτρεφέεσσι μιγείης.

θεοῦ λόγος ὑπὸ τύχης νενικημένου.

12 Αὕτη καὶ τὸ​16 τῶν ὑμετέρων προγόνων​17 ἀρχαῖον γένος, τῶν αὐτοχθόνων καὶ πρώτων Ἀθηναίων, μητέρα μὲν τὴν γῆν αὐχοῦντας,​18 τροφὸν δὲ τὴν Δήμητραν, ἐπώνυμον δὲ καὶ σύμμαχον τὴν Ἀθηνᾶν, τὸ μὲν​19 πρῶτον τῶν Ἀθηνῶν εἰς Εὔβοιαν ἐξήγαγεν· ὡς δ’​20 ἐκεῖ μένοντας αὐτοὺς οὔτε ἡ θάλασσα τέρπειν οὔτε ἡ γῆ τρέφειν ἐδύνατο, καὶ οὐδὲ τὸ αἰσχρὸν ἔφερον τοῦ πράγματος, ἀντ’ ἠπειρωτῶν νησιῶται γενόμενοι, δεύτερον ἡ τύχη κρεῖσσον ἐβουλεύσατο. 13 σεμνῆ μὲν γὰρ Εὔβοια ὡς ἀληθῶς· ἀλλὰ τίς ὑμῶν​21 φέρειν ἠδύνατο γῆν​22 τραχεῖαν κατοικῶν ἢ θαλάσσῃ στενῇ παροικῶν καὶ πολλὰς ἀνεχόμενος τῶν πραγμάτων μεταβολάς, τῶν ἐν τῷ ῥεύματι γιγνομένων πλείονας; νῦν Βοιωτοῦς ἔδει φέρειν καὶ τὴν Θηβαίων ἀναισθησίαν, εἶτα Ἀθηναίους, οὐκέτι ὡς παισὶν ὑμῖν, ἀλλ’ ὡς δούλοις χρωμένους. διὰ τοῦτο ἀγαγοῦσα ἐνθάδε ἵδρυσε, τῇ ἑτέρᾳ μὲν​23 τῶν χειρῶν μηχανωμένη τε τὸν πλοῦν καὶ κατιθύνουσα, τῇ​24 δὲ τοὺς καρποὺς ἀφθόνως διδοῦσά τε καὶ δωρουμένη.

 p56  Τὴν μὲν οὖν τῶν λοιπῶν γνώμην εἰκάσαι χαλεπόν ἐστιν. 14 ἐγὼ δέ, ὦ τύχη· πρὸς σὲ γὰρ δικαίως ἂν ἴσως ῥηθείη ὁ λόγος· εἴ μέ τις ὑψηλὸν ἄρας ἄγοι​25 μετέωρον ἐπί τινῶν ἢ Πηγάσου νώτων ἢ Πέλοπος πτηνῶν​26 ἁρμάτων ὑποτείνων​27 τὴν γῆν ἅπασαν καὶ τὰς πόλεις, οὐκ ἂν τὴν Λυδῶν ἑλοίμην τρυφὴν οὔτ’ εὐτέλειαν τὴν Ἀττικὴν οὔτε πενίαν τὴν​28 Λακωνικὴν οὔτε Κρότωνα​29 οὔτε Σύβαριν, ὅτι οὐ πονοῦσιν, οὔτε Σκύθας, ὅτι οὐ γεωργοῦσιν, οὔτε Αἰγυπτίους, ὅτι ἄλλοις γεωργοῦσιν·

15 καὶ Λιβύην, ὅθι τ’ ἄρνες ἄφαρ κεραοὶ τελέθουσιν·

εὐτυχία ποιμένων. οὐ Θήβας Αἰγυπτίας,

αἵθ’ ἑκατόμπυλοί εἰσι, διηκόσιοι δ’ ἀν’ ἑκάστην

ἀνέρες ἐξοιχνεῦσι σὺν ἵπποισιν καὶ ὄχεσφιν·

ἱπποκόμων βίος καὶ πυλωρῶν.

Δήλῳ δή ποτε τοῖον Ἀπόλλωνος παρὰ βωμῷ·

οὐκ ἀρκεῖ μοι βωμὸς θύειν οὐκ ἔχοντι, οὐκ ἀρκεῖ μοι φυτὰ τρέφειν με μὴ δυνάμενα.

τρηχεῖ’, ἀλλ’ ἀγαθὴ κουροτρόφος·

οὔτε τραχεῖα αὕτη καὶ κουροτρόφος·

 p58  16δέσποιν’ ἁπασῶν​30 πότνι’ Ἀθηναίων πόλι·

μὴ λέγε, ἄνθρωπε. οὐκέτ’ εἰσὶν ἐκεῖνοι δεσπόται.

ὡς καὶ καλόν σου φαίνεται τὸ νεώριον.

ἀλλὰ μὲν Ἑλλήσποντον καὶ Λύσανδρον αἰσχρόν.

— καλὸς δ’​31 ὁ Πειραιεύς·

ἔτι γὰρ μετὰ τῶν τειχῶν αὐτὸν βλέπεις.

ἄλση δὲ τίς πω τοιάδ’ ἔσχ’ ἄλλη πόλις;​32

εἶχε μέν, δῃωθεῖσα​33 δὲ ὡς ἐπὶ συμφοραῖς γυνὴ​34 ἀπεκείρατο.

καὶ τοὐρανοῦ γ’, ὥς​35 φασιν, ἐστὶν ἐν καλῷ.

καὶ πῶς, οἵ γε λοιμώττουσι​36 καὶ νοσοῦσι καὶ​37 πλέον αὐτῶν ἀπόλλυται μέρος ὑπὸ τῶν ἀέρων ἢ τῶν πολεμίων;

17 Καὶ μή τις ἀχθέσηω διότι οὕτως τῶν πατέρων ἐμνημόνευσα. τῶν μὲν γὰρ πρωτείων οὐκ ἂν​38 ἄλλως τύχοιμεν μὴ τοῖς πρώτοις ἁμιλλώμενοι. ἀλλὰ καὶ παλαιός τις στρατιώτης ὡς γεγονὼς τοῦ πατρὸς κρείσσων ἐσεμνύνετο, καὶ οὐδὲ Ἀθηναίοις αἰσχρὸν πατράσιν οὖσιν ὑπὸ τῶν παίδων ἡττωμένοις. τῆς γὰρ ὑμετέρας μεθέξουσιν ἀρετῆς κατὰ τὴν αὑτῶν ἐλαττούμενοι. πῶς οὖν οὐκ ἂν εἰδείητε  p60 τούτων ἁπάντων τῇ τύχῃ τὴν χάριν καὶ τοῦ γένους, ὅτι Ἕλληνες,​39 καὶ τῆς μεταβολῆς, ὅτι ἐκ πενήτων εὐδαίμονες;​40 Σωκράτης γοῦν ἐπὶ πολλοῖς αὑτὸν ἐμακάριζε, καὶ ὅτι ζῷον λογικὸν καὶ ὅτι Ἀθηναῖος.​41 18 Διογένης δὲ ὁ κύων ἀγροίκως καὶ τέλεον οὐ πολιτικῶς ηὔχει κατὰ​42 τῆς τύχης, ὡς​43 πολλὰ μὲν βέλη ἐφιείσης αὐτῷ ὡς σκοπῷ, τυχεῖν δὲ μὴ δυναμένης. οὐ φέρω θρασυνόμενον οὕτω φιλόσοφον. μὴ καταψεύδου τῆς τύχης. οὐ τοξεύει γάρ σε, ὅτι οὐ βούλεται· θελούσῃ δὲ τῇ τύχῃ πανταχοῦ ῥᾴδιον. καὶ τὰ μὲν σύντομα ἐκεῖνα οὐ λέγω τὰ Λακωνικά, τοὺς δουλεύοντας Πέρσαις καὶ τὸν ἐν Κορίνθῳ Διονύσιον καὶ τὴν Σωκράτους καταδίκην καὶ τὴν Ξενοφῶντος φυγὴν καὶ τὸν Φερεκύδους θάνατον καὶ τὴν εὐδαιμονίαν​44 τὴν Ἀναξάρχου·​45 ἀλλ’ αὐτοῦ τούτου τοῦ χαλεποῦ σκοποῦ πόσοις ἔτυχε τοξεύμασιν; φυγάδα σε ἐποίησεν, εἰς Ἀθηνᾶς ἤγαγεν, Ἀντισθένει προυξένησεν, εἰς Κρήτην ἐπώλησεν. εἰ δέ σοι τὸν τῦφον​46 βακτηρία καὶ πήρα περιτίθησι καὶ λεπτὸς καὶ ἀφελὴς βίος, ἴσθι  p62 καὶ τούτων τῇ τυχῆ τὴν χάριν· κατὰ τύχην γὰρ φιλοσοφεῖς.

19 Ἦν δὲ καὶ Τιμόθεος Ἀθηναίων στρατηγός, ὃς πάντα εὐτυχεῖ καὶ σκωπτόμενος οὐκ ἠνείχετο, καί ποτέ τι καὶ κατὰ τῆς τύχης ἐθρασύνετο καὶ πάλιν δυστυχεῖν ἤρξατο. τίς ἂν ποτε ἤλπισεν Ἰνδῶν ἄρξειν κουρέα,​47 Λυδῶν βασιλεύσειν ποιμένα, τῆς Ἀσίας ἡγεμονεύσειν γυναῖκα; ὅτι τὸν Ἡρακλέα ἀποκτενεῖ χιτὼν καὶ γυνή, ὅτι τὸν Ἀλέξανδρον δοῦλος​48 καὶ κύλιξ; ἔχει γὰρ ἐν αὑτῇ πλεῖστον ἀεὶ τὸ βασιλικόν,​49 καὶ τοὺς παρὰ φύσιν δ’ ἐπαιρομένους καθαιρεῖ. πολλὰ γοῦν Ἀλέξανδρος τολμηρὰ ἔπρασσεν — 20 οὐκ ἔφερεν υἱὸς Φιλίππου λεγόμενος, τοῦ Διὸς κατεψεύδετο, τῶν Διοσκόρων κατεφρόνει, τὸν Διόνυσον ἐλοιδόρει, καίτοι γε ἀφθόνως οὕτως αὐτοῦ τοῖς δώροις χρώμενος. ἀπέκτεινε δὲ καὶ Κλεῖτον τὸν σωτῆρα​50 καὶ Φιλώταν τὸν καλὸν καὶ τὸν γέροντα​51 Παρμενίωνα καὶ τὸν διδάσκαλον Καλλισθένην καὶ Ἀριστοτέλην ἐμέλλησε καὶ Ἀντίπατρον ἐβουλεύσατο. τοιγαροῦν ζῶντα αὐτὸν  p64 ὁμολογεῖν ἠνάγκασεν ὅτι ἄνθρωπος ἦν. 21 τρωθεὶς γοῦν πρὸς τοὺς φίλους, Ἀλλὰ τοῦτό γε οὐκ ἰχώρ ἐστιν, ἔφη, τὸ ῥέον, ἀλλὰ αἷμα ἀληθινόν. ἀποθνῄσκων δὲ καὶ πάνυ ὡμολόγησε μεγάλην τινὰ οὖσαν καὶ ἀνίκητον ὡς ἀληθῶς τὴν τύχην. ἐκεῖνος γοῦν​52 ἐκφυγὼν καὶ τὸ Θηβαίων ὁπλιτικὸν καὶ τὸ Θεσσαλῶν ἱππικὸν καὶ τοὺς ἀκοντιστὰς Αἰτωλοὺς καὶ τοὺς μαχαιροφόρους Θρᾷκας καὶ τοὺς μαχίμους Πέρσας καὶ τὸ τῶν ἀμάχων Μήδων γένος καὶ ὄρη μεγάλα καὶ ποταμοὺς ἀδιαβάτους​53 καὶ κρημνοὺς ἀνυπερβάτους καὶ Δαρεῖον καὶ Πῶρον καὶ πολλὰ ἄλλα ἐθνῶν καὶ βασιλέων ὀνόματα, ἐν Βαβυλῶνι ἄνευ μάχης καὶ τραυμάτων ὁ στρατιώτης ἔθνῃσκε.

22 Τί δὲ δεῖ λέγειν τοὺς διαδεξαμένους τὴν βασιλείαν ἢ τοὺς ἐπ’ ἐκείνοις γενομένους καὶ τὰ ἀλαζονικὰ αὐτῶν ὀνόματα, κεραυνοὺς καὶ πολιορκητὰς καὶ ἀετοὺς καὶ θεούς; ὧν τὸν μὲν ὁ θάνατος ἤλεγξεν· ὁ δὲ ὑψηλοτέραν εὗρε τὴν τύχην, καίτοι πεζὴν​54 δοκῶν· ὁ δὲ πολιορκητὴς Δημήτριος αἰχμάλωτος γενόμενος ἐξ οἴνου καὶ μέθης ἀτίμως ἀπέθανεν, ὑπὸ τῆς τύχης πολιορκούμενος. τί οὖν οἱ τύραννοι μέγα φρονοῦσιν ἐπὶ τοῖς τείχεσι; τί δὲ Ἀμφίων ᾄδει; τί δὲ Δηιόκης πονεῖ; τί δὲ Σεμίραμις οἰκοδομεῖ; τί δὲ ὁ Ἀπόλλων μισθαρνεῖ; τί δὲ μετὰ τοῦ λέοντος Μήλης τὸ τεῖχος  p66 περιέρχεται; κρατήσει γὰρ Μήδων Κῦρος καὶ Βαβυλωνίων Ζώπυρος καὶ Σάρδεων Μάρδος​55 καὶ Τροίας ὁ ἵππος.

23 Μεγάλη γὰρ ῥοπή, μᾶλλον δὲ τὸ​56 ὅλον, εἶπέ τις, ἡ τύχη. αὕτη καὶ Πίνδαρον εὗρεν ἐκκείμενον ἐν Βοιωτίᾳ καὶ Τήλεφον ἐν Ἀρκαδίᾳ καὶ τοὺς βασιλεῖς Ῥωμαίων ἐν Ἰταλίᾳ· καὶ τῷ μὲν ἔπεμψε μελίττας, τοῖς δὲ ποιμένας, Τηλέφῳ δὲ ἔλαφον, Κύρῳ δὲ ἢ κύνα ἢ γυναῖκα. Εὐμένης ἦν ἁμαξέως υἱὸς, ἀλλ’ ὅμως βασιλεὺς ἐγένετο, Ἡρακλῆς Ἀλεξάνδρου παῖς, ἀλλ’ οὐκ ἐβασίλευσεν· ἄταφος γοῦν Ὀλυμπιάδι ἐκομίσθη, καὶ πενθήσασα αὐτὸν καὶ αὐτὴ ἐτελεύτησεν ἡ μήτηρ τοῦ θεοῦ. 24 Δαρείου δὲ ἡ μήτηρ καὶ Ἀλέξανδρον προσεκύνησε καί, τὸ ἀτιμότερον, Ἡφαιστίωνα. τί δὲ ὁ Λιβύων βασιλεύς; οὐ πεντακοσίας μὲν πόλεις Ῥωμαίων ἐπόρθησεν; ἐπάρας δὲ τὸν χιτῶνα τὸν​57 αὑτοῦ τοῖς πολίταις ἔδειξε Ῥωμαϊκῶν σφραγίδων ἀναπλέων, ὧν ἑκάστην εἶχεν ἀπὸ πολεμίων σκῦλον ὑπ’ αὐτοῦ πεφονευμένων; ταῦτα δὲ πάντα δράσας ἀτίμως  p68 ἀπέθανε, μάτην πολλὰ φιλονεικήσας πρὸς τὴν τύχην.

25 Διόπερ μοι δοκοῦσιν οἱ ἄνθρωποι τὰ μεγάλα​58 πάντα τῶν πραγμάτων ἐπιτρέπειν τῇ τύχῃ, κληρωτὰς τὰς​59 ἀρχὰς καὶ στρατηγίας ποιούμενοι· καὶ ἀδελφοὶ κτῆσιν αὑτῶν οὕτως διανέμονται. ἔδει δὲ ἄρα καὶ τὸν Πολυνείκην, εἴπερ καλῶς ἐβουλεύετο, κλήρῳ πρὸς τὸν ἀδελφὸν περὶ τῆς βασιλείας λαχεῖν· νυνὶ δὲ αὐτός τε ἀπέθανε καὶ τὸν ἀδελφὸν προσαπώλεσεν, ἡλικίᾳ τὸ πρᾶγμα ἐπιτρέψας, οὐ τύχῃ.

26κλήρῳ νῦν πεπάλαχθε διαμπερές, ὃς κε λάχῃσιν.

οὗτος γὰρ δὴ ὀνήσει ἐϋκνήμιδας Ἀχαιούς·

καὶ ὤνησε λαχών· ὁ δὲ Ἕκτωρ ἡττήθη γνώμῃ πιστεύσας, οὐ​60 τύχῃ.

δοιοὶ γάρ τε πίθοι κατακείαται ἐν Διὸς οὔδει.

θησαυροὶ μὲν εἰς ἀνθρώπους οὗτοι παρὰ θεοῖς· ταμιεύει δὲ αὐτῶν πρὸς τὸ ἐπιβάλλον ἡ τύχη καὶ ῥήτορι καὶ στρατηγῷ καὶ πένητι καὶ πλουσίῳ καὶ πρεσβύτῃ καὶ νέῳ. 27 Κροίσῳ δίδωσι χρυσόν, Κανδαύλῃ  p70 γυναῖκα, Πηλεῖ ξίφος, Νέστορι ἀσπίδα, Πτερέλᾳ​61 κόμην χρυσῆν, Νίσῳ πλόκαμον πορφυροῦν, Ἀλκιβιάδῃ κάλλος, Σωκράτει​62 φρόνησιν, Ἀριστείδῃ δικαιοσύνην, Λακεδαιμονίοις γῆν, Ἀθηναίοις​63 θάλατταν. εἶτα ἐν μέρει τούτων μὲν ἀφείλετο, ἄλλοις δὲ ἔδωκεν. καὶ οὐδέν μοι δοκεῖ ὁ βίος τῶν ἀνθρώπων πομπῆς διαφέρειν ἐν ταῖς ἡμερησίαις​64 μεταβολαῖς.


The Loeb Editor's Notes:

1 ὑπὸ Reiske: ἀπὸ.

2 After συλλάβοι Arnim suspects a lacuna.

3 πρῶτον deleted by Emperius.

4 ἂν added by Emperius.

5 τροφῆς] ἀρχῆς Dindorf.

6 περιποιουμένη PH: περιποιησαμένη UBM.

7 δὲ added by Arnim.

8 Τέλλος Casaubon: τέλος or πέλλος.

9 After βίον Arnim deletes ἐπὶ τῆς δεξιᾶς χειρὸς δεδήλωκεν, ὡς.

10 Τάνταλος . . . ἦν suspected by Arnim.

11 After Ζεύς Arnim deletes ἡ τύχη.

12 μὲν Valckenaer: μὲν μόνον or μόνον.

13 οὔτε γὰρ πίττῃ Emperius: οὐδὲ γὰρ πίττῃ UB, οὐδ’ ἐπίστη PH, οὐδ’ ἐπιστήμων M.

14 οὐδὲ Crosby: οὔτε.

15 τέλει] λέχει Casaubon.

16 Αὕτη καὶ τὸ Emperius: αὐτηι· τούτων καὶ UB, αὕτη τούτων καὶ MP, αὐτῆ τούτων καὶ H.

17 After προγόνων Emperius deletes ἦν.

18 αὐχοῦντας] αὐχοῦν or αὐχούντων Reiske.

19 After μὲν Emperius deletes γὰρ.

20 ὡς δ’ Selden: ὥστ’.

21 ὑμῶν Emperius: ἡμῶν.

22 γῆν Reiske: τὴν.

23 ἵδρυσε, τῇ ἑτέρᾳ μὲν Jacobs: ἵδρυσε τεταμένων.

24 τῇ Valesius: τῆς.

25 ἄγοι Arnim: ἄνω.

26 πτηνῶν deleted by Jacobs.

27 ὑποτείνων Emperius, ὑποκλίνων Jacobs: ὑποκινῶν.

28 τὴν added by Dindorf.

29 After Κρότωνα Dindorf deletes πένονται γάρ.

30 δέσποιν’ ἁπασῶν Meineke: δέσποινα δ’ ἁπασῶν or δέσποινα δ’ ἁπασῶν ποι or δέσποινα δ’ ἁπασῶν πόλεων.

31 δ’ Valckenaer: δὲ.

32 πόλις Porson: γυνὴ.

33 δῃωθεῖσα Valckenaer: δὴ σωθεῖσα.

34 γυνὴ added by Dindorf.

35 γ’, ὡς Reiske: πῶς or πως.

36 λοιμώττουσι Dindorf: λιμώττουσι.

37 After καὶ Arnim deletes τὸ.

38 ἂν added by Emperius.

39 τοῦ γένους, ὅτι Ἕλληνες Casaubon: τοῦ γένους ὁ πελληνεύς (or παλληνεύς).

40 εὐδαίμονες Emperius: εὐδαιμόνησε.

41 After Ἀθηναῖος Arnim suspects a lacuna.

42 ηὔχει κατὰ Dindorf, εὔχετο κατὰ Emperius: εὐτυχεῖ καίτοι.

43 ὡς added by Emperius.

44 εὐδαιμονίαν] δυσδαιμονίαν Reiske.

45 Ἀναξάρχου Reiske: Ἀναξάνδρου.

46 εἰ δέ σοι τὸν τῦφον Emperius: εἰ δὲ οἷον τυφλὸν UBP, εἰ δέοι τὸν τυφλὸν M, εἰ δὲ οἷον τὸν τυφλὸν H.

47 κουρέα Valesius: οὐρέα or ὀρέα.

48 δοῦλος] Ἰόλας Casaubon.

49 πλεῖστον ἀεὶ τὸ βασιλικόν] πλεῖον κῦρος ἀεὶ τοῦ βασιλικοῦ Arnim.

50 σωτῆρα Capps: σοφὸν.

51 γέροντα Valesius: γείτονα.

52 After γοῦν Arnim adds .

53 ἀδιαβάτους deleted by Arnim.

54 πεζὴν Emperius: παίζειν.

55 Μάρδος Valesius: μαρδόνιος or μαρδώνιος.

56 τὸ added by Emperius.

57 τὸν added by Dindorf.

58 μεγάλα Selden: μὲν ἄλλα.

59 τὰς added by Dindorf.

60 οὐ Emperius: .

61 Πτερέλᾳ Valesius: πτερίλα or πτερίλᾳ.

62 After Σωκράτει Emperius deletes δὲ.

63 γῆν, Ἀθηναίοις Dindorf: τὴν Ἀθηναίων.

64 ἡμερησίαις Emperius: ἡμετέραις.


[image ALT: Valid HTML 4.01.]

Page updated: 31 Mar 12

Προσιτότητα