mail:
Bill Thayer |
![]() English |
![]() Help |
![]() Up |
![]() Εἴσοδος |
|||
|
1 Οἱ πολλοὶ ἄνθρωποι ὁπόσα ἐπιτηδεύουσιν ἢ ζηλοῦσιν, οὐδὲν αὐτῶν εἰδότες ὁποῖόν ἐστιν οὐδὲ ἥντινα ἔχει ὠφέλειαν ἐπιτηδεύουσιν, ἀλλ’ ὑπὸ δόξης ἤ ἡδονῆς ἤ συνηθείας ἀγόμενοι πρὸς αὐτά· οὐδ’ αὖ ὅσων ἀπέχονται καὶ εὐλαβοῦνται μὴ πράττειν, εἰδότες ἃ βλάπτει ἀπέχονται οὐδὲ ὁποίαν τινὰ φέρει τὴν βλάβην, ἀλλὰ καὶ τούτων ὅσα ὁρῶσι τοὺς ἄλλους εὐλαβουμένους ἢ περὶ ὧν ἂν εἰς ἔθος καταστῶσιν ὥστε εὐλαβεῖσθαι, ἢ ἃ νομίζουσιν ἀηδῆ ἔσεσθαι αὐτοῖς καὶ πόνον τινὰ δοκεῖ ἔχειν, ὡς τὸ πολὺ ταῦτα ὑποπτεύουσιν.
2 Καὶ τὸ μὲν τῆς ἡδονῆς καὶ τὸ τοῦ πόνου πᾶσι κοινόν· ἀλλ’ οἱ μὲν ἧττον, οἱ δὲ1 μᾶλλον ὑπ’ αὐτῶν δουλοῦνται· τὸ δὲ τῆς δόξης ἀνόμοιον καὶ οὐ ταὐτὸ πᾶσιν. ὅθεν οἱ μὲν ταῦτα, οἱ δὲ ταῦτα ἐπαινοῦσι καὶ ψέγουσι, πολλάκις τἀναντία. οἷον ἀλγεῖ μὲν ὅ τε Ἰνδὸς καὶ ὁ Λάκων τιτρωσκόμενος ἤ καόμενος καὶ2 ὃ τε Φρὺξ καὶ ὁ Λυδός· ἀλλ’ ἐκεῖνοι μὲν οὐχ ὑπείκουσι διὰ τὸ ἠσκηκέναι, οὗτοι δέ, p130 διὰ τὸ ἀσθενεῖς καὶ ἀνάσκητοι εἶναι. πάλιν ἥδεσθαι μὲν ἀφροδισίοις καὶ σιτίοις καὶ ποτοῖς ἡδέσιν ἀνάγκη τόν τε Ἴωνα καὶ τὸν Θετταλὸν καὶ τὸν Ἰταλιώτην καὶ τὸν Γέτην καὶ τὸν Ἰνδὸν καὶ τὸν Σπαρτιάτην· ἀλλ’ οἱ μὲν οὐ πάνυ τι φροντίζουσι τῶν ἡδέων, ἀρχὴν δὲ οὐδὲ πειρῶνται ἁπάντων· οἱ δὲ ἀποθανεῖν ἕλοιντ’ ἂν ὀλίγῳ πλέον ἡσθέντες.
3 Τὸ οὖν τῆς δόξης ἔοικεν εἶναι παντοδαπώτατον καὶ πλείστη καὶ μεγίστη τούτου διαφορά. διὰ δὲ3 τοῦτο ἐν οὐδενὶ γένει τῶν ζῴων εὕροι τις ἂν τοσαύτην στάσιν οὐδὲ οὕτως ἐναντίον αὑτῷ τι4 γένος, οἷον ἵππον ἢ κυνῶν ἢ λεόντων ἢ βοῶν ἢ ἐλάφων, ἀλλὰ τρέφονταί τε ὁμοίως καὶ γεννῶσι καὶ τρέφουσι καὶ ἐπὶ ταὐτὰ ὁρμῶσι καὶ τῶν αὐτῶν ἀπέχονται τὰ ὅμοια. μόνῳ γὰρ χυνέπονται ὡς τὸ πολὺ τῷ ἡδεῖ καὶ τὸ ἀλγεινὸν φεύγουσιν. 4 ἄνθρωπος δὲ φύσει φρονήσεως μετέχων, ἀπολειπόμενος δὲ αὐτῆς διὰ φαυλότητα καὶ ῥᾳθυμίαν, δόξης καὶ ἀπάτης ἔνδοθεν μεστός ἐστι· καὶ πάντα ἀλλήλοις διαφέρονται, καὶ περὶ ἐσθῆτος καὶ στολῆς καὶ περὶ τροφῆς καὶ ἀφροδισίων καὶ περὶ τιμῆς καὶ ἀτιμίας, κατὰ ἔθνη5 καὶ πόλεις· ὁμοίως δὲ καὶ ἐν τῇ6 πόλει καθ’ αὑτὸν ἕκαστος ἐσπούδακεν ὁ μὲν γῆν ὡς πλείστην κτήσασθαι, ὁ δὲ ἀργύριον, ὁ δὲ ἀνδράποδα, ὁ δὲ ξύμπαντα ταῦτα, ὁ δ’ ἐπὶ τῷ λέγειν θαυμάζεσθαι καὶ διὰ τοῦτο τῶν ἄλλων p132 πλέον δύνασθαι, ὁ δὲ αὐτὸ μόνον δεινὸς εἶναι καὶ τὴν ἐμπειρίαν τὴν περὶ τὰ πράγματα7 ἐζήλωκεν, ὁ δὲ ἀπ’ ἄλλου τινὸς ἰσχύειν, ὁ δὲ τρυφὴν ὡς πλείστην ἐπιτηδεύειν.8
5 Τούτων μὲν οὖν, ὅπερ ἔφην, οὐδὲν ἂν, ὡς εἰκός, ὀρθῶς πράττοιεν οὐδὲ οἱ τὰ κράτιστα δοκοῦντες ἐπιτηδεύειν. οὐ γὰρ εἰδότες τὸ βέλτιον ἢ τὸ χεῖρον ἢ τὸ συμφέρον αἱροῦνται οὐδέν. ὅστις δ’ ἐπεθύμησε φρονήσεως καὶ διενοήθη πῶς9 χρὴ ἐπιμεληθέντα αὑτοῦ καὶ παίδευσιν τίνα10 παιδευθέντα γενέσθαι ἄνδρα ἀγαθὸν καὶ διαφέροντα τῶν πολλῶν, τοῦτον ἐγώ φημι φύσεώς τε χρηστῆς τυχεῖν καὶ τύχης ὁμοίας. ἐλπὶς γὰρ ζητοῦντα καὶ παιδευόμενον ἐξευρεῖν τὸ δέον καὶ πρὸς τί ὁρῶντα καὶ τί βουλόμενον πάντα τὰ ἄλλα χρὴ πράττειν καὶ οἰκονομεῖν.
6 Ὁ δὲ τοῦτο συνεὶς ἅπαντα ἂν ἤδη καλῶς διαπράττοιτο καὶ τὰ μείζω δοκοῦντα καὶ τὰ σμικρότερα· καὶ εἴτε ἱππικῆς ἐπιτηδεύοι ἀγωνίαν εἴτε μουσικῆς εἴτε γεωργίας ἐπιμελοῖτο εἴτε στρατηγεῖν ἐθέλοι ἢ ἄρχειν τὰς ἄλλας ἀρχὰς ἢ τὰ ἄλλα τὰ κοινὰ ἐν τῇ πόλει πράττειν, εὖ πάντα ποιήσει11 καὶ περὶ οὐδὲν ἂν σφάλλοιτο. ἄνευ δὲ τούτου καθ’ ἕκαστον μὲν τῶν ἔργων ἐνίοτε αὑτῷ τε καὶ τοῖς ἄλλοις φαίνοιτο ἂν κατορθῶν·12 οἷον εἰ γεωργῶν ἐπιτυγχάνοι περὶ τοὺς καρποὺς ἤ ἱππεύειν13 ἐμπειρότερος p134 εἴη ἢ τὰ14 κατὰ μουσικὴν ἱκανῶς γιγνώσκοι15 ἢ ἀγωνιζόμενος δύναιτο τῶν ἀντιπάλων κρατεῖν, τὸ δὲ σύμπαν ἁμαρτάνοι ἂν πρὸς οὐδὲν ἀγαθὸν οὐδὲ ὥστε ὠφελεῖσθαι ταῦτα ἐργαζόμενος.
7 Οὔκουν δυνατός16 ἐστιν εὐδαιμονεῖν, ὥσπερ οὐδ’ εὐπλοῆσαι δύναταί τις οὐκ εἰδὼς ἔνθα πλεῖ, μάτην17 ἐν τῷ πελάγει φερόμενος, νῦν μὲν ὀρθῆς πλεούσης τῆς νεώς, ἂν οὕτω τύχῃ, νῦν δὲ ἀποκλινούσης, καὶ νῦν μὲν οὐρίου φερομένου τοῦ πνεύματος, πάλιν δὲ ἐναντίου. χρὴ δὲ ὥσπερ ἐν λύρᾳ τὸν μέσον φθόγγον καταστήσαντες ἔπειτα πρὸς τοῦτον ἁρμόζονται τοὺς ἄλλους· εἰ δὲ μή, οὐδεμίαν οὐδέποτε ἁρμονίαν ἀποδείξουσιν· οὕτως ἐν τῷ βίῳ ξυνέντας τὸ βέλτιστον καὶ τοῦτο ἀποδείξαντας πέρας πρὸς τοῦτο τἄλλα ποιεῖν· εἰ δὲ μή, ἀνάρμοστον αὐτοῖς καὶ ἐκμελῆ τὸν βίον εἰκός ἐστι γίγνεσθαι.
1 οἱ δὲ Emperius: ἢ.
❦
2 καὶ added by Emperius.
❦
3 διὰ δὲ Crosby: διά τε.
❦
4 αὑτῷ τι Reiske: αὐτῶ τι or αὐτῶν τι (or τὸ).
❦
5 καὶ περὶ τιμὴς καὶ ἀτιμίας, κατὰ ἔθνη Pflugk: καὶ περὶ ἀτιμίας τὰ ἔθνη UBM, καὶ περὶ τιμῆς καὶ ἔθνη PH.
❦
6 After τῇ Arnim adds αὐτῇ.
❦
7 τὰ πράγματα Pflugk: τὸ πρᾶγμα.
❦
8 ἐπιτηδεύειν H: ἐπιτηδεύει.
❦
9 πῶς Emperius: ὡς.
❦
10 τίνα Emperius: τινα or τινα καὶ.
❦
11 εὖ πάντα ποιήσει M: καλῶς ἂν πάντα ποιήσοι PH, οὗτος πάντα ποιήσει UB, καλῶς ἂν πάντα ποιήσειε Emperius.
❦
12 κατορθῶν] κατορθοῦν Emperius.
❦
13 ἱππεύειν Reiske: ἱππεύων.
❦
14 ἢ τὰ Reiske: εἴτε or ἥτε.
❦
15 γιγνώσκοι Wilamowitz: γιγνώσκων or γινώσκων.
❦
16 δυνατός Arnim: δυνατόν.
❦
17 After μάτην Emperius deletes δὲ ἄρτι with PH.
Images with borders lead to more information.
|
||||||
ΑΝΩ· |
![]() Δίων ὁ Χρυσόστομος |
![]() Κλασικά Κείμενα |
![]() ΛακουσΚούρτιος |
![]() Εἴσοδος |
||
A page or image on this site is in the public domain ONLY if its URL has a total of one *asterisk. If the URL has two **asterisks, the item is copyright someone else, and used by permission or fair use. If the URL has none the item is © Bill Thayer. See my copyright page for details and contact information. |
Page updated: 7 Feb 08