mail:
Bill Thayer |
![]() English |
![]() Help |
![]() Up |
![]() Εἴσοδος |
|||
|
1 Ἄπορόν μοι δοκεῖ εἶναι ὅτι οἱ ἄνθρωποι ἄλλα μὲν ἐπαινοῦσι καὶ θαυμάζουσιν, ἄλλων δὲ ἐφίενται καὶ περὶ ἄλλα ἐσπουδάκασιν. ἐπαινοῦσι μὲν γάρ, ὡς ἔπος εἰπεῖν, πάντες καὶ θεῖα καὶ σεμνά φασιν ἀνδρείαν καὶ δικαιοσύνην καὶ φρόνησιν καὶ συλλήβδην ἀρετὴν πᾶσαν. καὶ οὓς ἂν ἡγῶνται τοιούτους εἶναι ἢ γεγονέναι ἢ ἐγγύς, θαυμάζουσι καὶ ὑμνοῦσι· καὶ τοὺς μέν τινας θεούς, τοὺς δὲ ἥρωας ἀποφαίνουσιν, οἷον Ἡρακλέα καὶ Διοσκούρους καὶ Θησέα καὶ Ἀχιλλέα καὶ πάντας τοὺς ἡμιθέους λεγομένους. οἷς ὃν1 ἂν ὅμοιον ὑπολαμβάνωσιν, ἕτοιμοί εἰσιν ἅπαντες ἐκείνῳ πείθεσθαι καὶ ὑπερετεῖν, ὅ τι ἂν προστάττῃ, καὶ βασιλέα καὶ ἄρχοντα ἀποδεικνύναι ἑαυτῶν καὶ τὰ σφέτερα ἐπιτρέπειν ὃν ἂν σώφρονα καὶ δίκαιον καὶ φρονίμον ὄντως ὑπολαμβάνωσι καὶ ἁπλῶς ἄνδρα ἀγαθόν.
2 Ὥστε ταύτῃ μὲν οὐκ ἄν τις αὐτοῖς μέμψαιτο ὡς οὐκ αἰσθανομένοις ὅτι σεμνόν τι καὶ τίμιον καὶ τοῦ παντὸς ἄξιον χρῆμα ἀρετή· ἐπιθυμοῦσί γε μὴν πάντων μᾶλλον ἢ ἀγαθοὶ γενέσθαι καὶ πράττουσι πάντα πρότερον ἢ ὅπως σωφρονήσουσι καὶ φρόνιμοι ἔσονται καὶ δίκαιοι καὶ ἄνδρες σπουδαῖοι, καλῶς μὲν αὑτῶν δυνάμενοι προΐστασθαι, p140 καλῶς δὲ οἶκον οἰκῆσαι, καλῶς δὲ ἄρξαι πόλεως, εὖ δὲ πλοῦτον ἐνεγκεῖν, εὖ δὲ πενίαν, εὖ δὲ προσενεχθῆναι φίλοις, εὖ δὲ συγγενέσι, δικαίως δ’ ἐπιμεληθῆναι γονέων, ὁσίως δὲ2 θεραπεῦσαι θεούς. 3 ἀλλ’ οἱ μέν τινες περὶ γεωργίαν πραγματεύονται, οἱ δὲ περὶ ἐμπορίαν, οἱ δ’ ἐπὶ στρατείαν ὁρμῶσιν, οἱ δ’ ἐπ’ ἰατρικήν, οἱ δὲ οἰκοδομικὴν ἢ ναυπηγικὴν ἐκμανθάνουσιν, οἱ δὲ κιθαρίζειν ἢ αὐλεῖν ἢ σκυτοτομεῖν ἢ παλαίειν, οἱ δὲ ὅπως δεινοὶ δόξουσι περ τὸ εἰπεῖν ἐν δήμῳ ἢ δικαστηρίῳ τὴν πᾶσαν σπουδὴν ἔχουσιν, οἱ δὲ ὅπως ἰσχυροὶ ἔσονται τὰ σώματα. καίτοι3 τοὺς ἐμπόρους μὲν καὶ γεωργοὺς καὶ στρατιώτας καὶ ἰατροὺς καὶ οἰκοδόμους καὶ κιθαριστὰς καὶ αὐλητὰς καὶ παιδοτρίβας, ἔτι δὲ τοὺς λεγομένους ῥήτορας καὶ τοὺς πάνυ ἰσχύοντας τοῖς σώμασιν, ἀθλίους καὶ δυστυχεῖς4 πολλοὺς ἂν εὕροι τις ἢ μικροῦ δεῖν ἅπαντας.
4 Ἄν δὲ ἡ ψυχὴ ἔμφρων γένηται καὶ ὁ νοῦς ἀγαθὸς καὶ ἱκανοὶ ὦσι τά τε αὑτῶν πράγματα ὀρθῶς πράττειν καὶ τὰ τῶν ἄλλων, τούτους ἀνάγκη καὶ εὐδαιμόνως ζῆν, νομίμους ἄνδρας γενομένους καὶ ἀγαθοῦ δαίμονος τυχόντας καὶ φίλους ὄντας τοῖς θεοῖς. οὐ γὰρ ἄλλους μὲν φρονίμους εἰκὸς εἶναι, ἄλλους δὲ ἐμπείρους τῶν ἀνθρωπίνων πραγμάτων, οὐδὲ ἄλλους μὲν τἀνθρώπεια ἐπίστασθαι, ἄλλους δὲ τὰ θεῖα, οὐδὲ ἄλλους μὲν εἶναι τῶν θείων ἐπιστήμονας, ἄλλους δὲ ὁσίους,5 οὐδὲ ἄλλους μὲν6 p142 ὁσίους, ἄλλους δὲ θεοφιλεῖς· οὐδὲ ἕτεροι μὲν ἔσονται θεοφιλεῖς, ἕτεροι δὲ εὐδαίμονες. οὐδὲ ἕτεροι μέν εἰσιν ἄνθρωποι ἄφρονες, ἕτεροι δ’ ἀγνοοῦσι τὰ καθ’ αὑτοὺς πράγματα· οὐδὲ οἳ τὰ σφέτερα πράγματα ἀγνοοῦσι, τὰ θεῖα ἴσασιν· οὐδὲ οἱ φαύλως περὶ τῶν θείων ὑπειληφότες οὐκ ἀνόσιοί εἰσιν. οὐδέ γε τοὺς ἀνοσίους οἷόν τε φίλους εἶναι θεοῖς, οὐδὲ τοὺς μὴ φίλους θεοῖς μὴ δυστυχεῖς εἶναι.
Διὰ τί ποτ’ οὖν οἱ7 ὀρεγόμενοι ὅπως εὐδαιμονήσουσιν οὐ προθυμοῦνται8 τοιούτους παρέχειν σφᾶς αὐτούς, ἃ δὲ πράττοντας οὐδὲν αὐτοὺς κωλύει κακῶς καὶ ἀθλίως ζῆν, πᾶσαν τούτων ἐπιμέλειαν ποιοῦνται; 5 καίτοι ἄνευ μὲν αὐλητῶν καὶ κιθαριστῶν καὶ σκυτοτόμων καὶ παιδοτριβῶν καὶ ῥητόρων καὶ ἰατρῶν οὐκ ἀδύνατον ἀνθρώποις βιοῦν πάνυ καλῶς καὶ νομίμως, οἶμαι δ’ ἐγὼ καὶ δίχα γεωργῶν καὶ οἰκοδόμων. 6 Σκύθαι γοῦν οὐδὲν κωλύονται οἱ νομάδες μήτε οἰκίας ἔχοντες μήτε γῆν σπείροντες ἢ φυτεύοντες δικαίως καὶ κατὰ νόμους πολιτεύεσθαι· ἄνευ δὲ νόμου καὶ δικαίου μὴ κακῶς ζῆν ἀνθρώπους καὶ πολὺ τῶν θηρίων ὠμότερον9 οὐ δυνατόν. ἔτι δ’ ὅπου μὲν φαῦλοι σκυτοτόμοι εἰσὶ καὶ γεωργοὶ καὶ οἰκοδόμοι, οὐδὲν ἐκεῖ διὰ τοῦτο συμβαίνει χαλεπόν, ἀλλὰ τὰ ὑποδήματα χείρω10 καὶ πυροὶ ἐλάττους καὶ κριθαί· ὅπου δὲ ἄρχοντες χείρους καὶ δικασταὶ καὶ νόμοι, p144 τὰ πράγματα κάκιον ἔχει τῶν ἀνθρώπων ἐκείνων καὶ ὁ βίος δυστυχέστερος καὶ στάσεις καὶ ἀδικίαι καὶ ὕβρεις καὶ ἀσέβεια πολλὴ φύεται παρ’ αὐτοῖς.
7 Ἔτι δὲ σκυτοτόμον μὲν αὐτὸν οὐκ ὄντα λυσιτελεῖ παρ’ ἄλλου πρίασθαι ὑποδήματα, καὶ οἰκοδομεῖν οὐκ ἐπιστάμενον ἄλλον ἐπὶ τούτῳ μισθώσασθαι, καὶ γεωργὸν μὴ ὄντα σῖτον πρίασθαι καὶ ὄσπρια· ἄδικον δὲ αὐτὸν ὄντα οὐ λυσιτελεὶ τῶν δικαίων παρ’ ἄλλου τυγχάνειν οὐδὲ ἄφρονα καὶ ἀγνοοῦντα ἃ δεῖ ποιεῖν καὶ ὧν ἀπέχεσθαι, μετανοοῦντα11 ἐφ’ ἑκάστῳ πρὸς ἕτερον ἰέναι. πρὸς γὰρ τοῖς ἄλλοις ὁ μὲν ἀργυρίου δεόμενος ἢ ἱματίων ἢ οἰκίας ἢ ἄλλου τοῦ ἐπίσταταί τε καὶ ζητεῖ παρὰ τῶν ἐχόντων λαβεῖν· ὁ δὲ νοῦν οὐκ ἔχων οὐδὲ αὐτὸ τοῦτο ἐπίσταται ὅτι οὐκ ἔχει νοῦν· ἀλλ’ αὐτός φησιν ἱκανὸς εἶναι καὶ ἰσχυρίζεται τῇ12 ἀφροσύνῃ, πάντα πράττων καὶ λέγων ἀφρόνως, καὶ οὔ φησιν ἄδικος εἶναι οὐδὲ ἀνόητος οὐδὲ ἀκόλαστος, ἀλλ’ ὡς οἷόν τε ἱκανῶς περὶ ταῦτα ἔχειν, ὧν οὐδεμίαν πώποτε ἐπιμέλειαν ἐποιήσατο οὐδὲ ἔμαθεν οὐδὲν τούτων ἕνεκεν.
8 Οὐδὲ γὰρ ἐπιστήμην εἶναι νομίζουσι, καθ’ ἣν εἴσονται τί πρακτέον αὐτοῖς ἢ τί μὴ πρακτέον καὶ πῶς βιώσονται ὀρθῶς· ἀλλὰ τοὺς νόμους αὐτοῖς ἱκανοὺς εἶναι πρὸς τοῦτο τοὺς γεγραμμένους· ὅπως δὲ πείσονται τοῖς νόμοις καὶ ἑκόντες ποιήσουσι p146 τὰ ἐκείνοις δοκοῦντα οὐδὲν φροντίζουσιν. καίτοι τί ἧττον ὁ φόβῳ τοῦ κλέπτειν ἀπεχόμενος, εὐδοκῶν13 ἀλλὰ μὴ μισῶν τὸ πρᾶγμα καὶ καταγιγνώσκων, κλέπτης τῶν ὑφαιρουμένων ἐστίν· εἰ μὴ καὶ τὸν ἡμέρας οὐ κλέπτοντα, ἀλλὰ νυκτὸς γενομένης, κλέπτην οὐ φήσομεν ἐν τῇ ἡμέρᾳ, ἀλλὰ δίκαιον εἶναι; ἔπειτα δέονται πολλῶν τῶν ἀπειλούντων καὶ κολαζόντων, ὡς οὐ δυνάμενοι αὐτοὶ ἀπέχεσθαι τῶν ἀδικημάτων, ἀλλὰ καὶ οἴκοι τοιοίδε14 ὄντες· τοιοῦτοι δὲ ὄντες αἱροῦνται τοὺς νομοθέτας καὶ κολάζουσι τοὺς ἀνόμους,15 ὥσπερ εἰ ἄμουσοι ὄντες ᾑροῦντο τοὺς μουσικοὺς καὶ οὐδὲν ἐπαΐοντες περὶ γεωμετρίας τοὺς γεωμέτρας.
9 Σημεῖον δὲ τῆς πονηρίας τῆς τῶν ἀνθρώπων· εἰ γὰρ ἀνέλοιεν τοὺς νόμους καὶ ἄδεια γένοιτο τοῦ τύπτειν ἀλλήλους καὶ ἀποκτείνειν καὶ ἁρπάζειν τὰ τῶν πέλας καὶ μοιχεύειν καὶ λωποδυτεῖν, τίνας ἔσεσθαι οἰητέον τοὺς ἀφεξομένους τούτων καὶ μὴ16 πάνυ ῥᾳδίως τε καὶ ἑτοίμως ἅπαντα ἐξαμαρτεῖν βουλομένους; ὡς17 τὸ νῦν γε οὐδὲν ἧττον λανθάνομεν μετὰ κλεπτῶν καὶ ἀνδραποδιστῶν καὶ μοιχῶν ζῶντες καὶ συμπολιτευόμενοι καὶ κατὰ τοῦτο οὐδὲν βελτίους τῶν θηρίων ἐσμέν· καὶ γὰρ ἐκεῖνα ἂν φοβηθῇ ἀνθρώπους φυλάττοντας ἢ κύνας, ἀπέχεται τοῦ ἁρπάζειν.
1 οἷς ὃν Jacobs, ὧν ὃν Selden, καὶ ὃν Pflugk: ὃν or ὧν.
❦
2 ὁσίως δὲ Emperius, ὁσίως τε Wyttenbach: ὅπως δὲ (τε).
❦
3 καίτοι Emperius: καὶ.
❦
4 After δυστυχεῖς Pflugk adds τοὺς.
❦
5 After ὁσίους UB add οὐδὲ ἄλλους μὲν δικαίους ἄλλους δὲ ὁσίους, M οὐδὲ ἄλλους δικαίους καὶ ἄλλους ὁσίους.
❦
6 After μὲν PH add καὶ δικαίους.
❦
7 After οἱ Emperius deletes μὲν.
❦
8 After προθυμοῦνται Emperius adds μὲν.
❦
9 ὠμότερον UB: ἀνομώτερον MPH.
❦
10 χείρω added by Reiske, χείρω καὶ τὰ οἰκοδομήματα Wenkebach.
❦
11 μετανοοῦντα] μετὰ νοῦν Arnim.
❦
12 τῇ added by Emperius.
❦
13 ἀπεχόμενος, εὐδοκῶν Capps; ἀπεχόμενος δοκῶν UBM, ἀπέχεσθαι δοκῶν PH, δοκῶν deleted by Arnim.
❦
14 καὶ οἴκοι τοιοίδε PH: καὶ οἴκοι UBM, κακοὶ Selden.
❦
15 ἀνόμους Post: νόμους.
❦
16 τούτων καὶ μὴ] τοῦ μὴ Arnim.
❦
17 ὡς] καὶ Arnim.
Images with borders lead to more information.
|
||||||
ΑΝΩ· |
![]() Δίων ὁ Χρυσόστομος |
![]() Κλασικά Κείμενα |
![]() ΛακουσΚούρτιος |
![]() Εἴσοδος |
||
A page or image on this site is in the public domain ONLY if its URL has a total of one *asterisk. If the URL has two **asterisks, the item is copyright someone else, and used by permission or fair use. If the URL has none the item is © Bill Thayer. See my copyright page for details and contact information. |
Page updated: 18 Feb 08