[image ALT: Much of my site will be useless to you if you've got the images turned off!]
mail:
Bill Thayer

[image ALT: Click here for an English translation of this page.]
English

[image ALT: Cliccare qui per una pagina di aiuto in Italiano.]
Italiano

[Link to a series of help pages]
Help
[Link to the next level up]
Up
[Link to my homepage]
Εἴσοδος
πρότερον·

[image ALT: link to previous section]
Λόγος οα´

This webpage reproduces one of the
Discourses

by
Dio Chrysostom

published in the Loeb Classical Library, 1951

The text is in the public domain.

This page has been carefully proofread
and I believe it to be free of errors.
If you find a mistake though, please
let me know!

ὕστερον·

[image ALT: link to next section]
Λόγος ογ´

(Vol. V) Δίων Χρυσόστομος
Λόγοι

 p176  72. ΠΕΡΙ ΤΟΥ ΣΧΗΜΑΤΟΣ

1 Διὰ τί ποτε οἱ ἄνθρωποι, ὅταν μέν τινα ἴδωσιν αὐτὸ μόνον χιτῶνα ἔχοντα, οὔτε προσέχουσιν οὔτε διαγελῶσι; λογιζόμενοι τυχὸν ὅτι​1 ναύτης ἐστὶν ὁ ἄνθρωπος καὶ ὅτι οὐδὲν δεῖ καταγελᾶν τούτου ἕνεκα. ὁμοίως οὐδ’ εἴ τινα ἴδοιεν γεωργοῦ στολὴν ἔχοντα ἢ ποιμένος, ἐξωμίδα ἔχοντα ἢ διφθέραν ἐνημμένον ἢ κοσύμβην ὑποδεδυκότα​2 οὐ χαλεπαίνουσιν, ἀλλ’ οὐδὲ προσποιοῦνται τὴν ἀρχήν, ἡγούμενοι προσήκειν τὴν στολὴν τῷ τοιοῦτόν τι πράττοντι. 2 τούς γε μὴν καπήλους ἑκάστοτε ὁρῶντες πρὸ τῶν καπηλείων ἀνεζωσμένους οὐδέποτε τωθάζουσι, καταγελῷεν δ’ ἂν τοὐναντίον εἰ μὴ οὕτως ἐνεσκευασμένοι εἶεν, ὡς οἰκείου τοῦ σχήματος ὑπάρχοντος τῇ ἐργασίᾳ ἣν μεταχειρίζονται. ἐπειδὰν δέ τινα ἴδωσιν ἀχίτωνα ἐν ἱματίῳ κομῶντα τὴν κεφαλὴν καὶ τὰ γένεια, οὐχ οἷοί τέ εἰσι πρὸς τούτους τὴν ἡσυχίαν ἄγειν οὐδὲ σιγῇ παρέρχεσθαι, ἀλλ’ ἐφίστανται καὶ ἐρεθίζουσι καὶ ἤτοι κατεγέλασαν ἢ ἐλοιδόρησαν ἢ​3 ἐνίοτε ἕλκουσιν  p178 ἐπιλαβόμενοι, ὅταν τινὰ ὁρῶσι μὴ πάνυ ἐρρωμένον αὐτὸν μηδὲ ἄλλον μηδένα παρόντα τὸν ἐπιβοηθήσοντα, καὶ ταῦτα εἰδότες ὅτι τοῖς καλουμένοις φιλοσόφοις ξυνήθης ἐστὶν ἡ στολὴ αὕτη καὶ τρόπον τινὰ ἀποδεδειγμένη.

3 Ὃ δὲ ἔτι τούτου παραδοξότερον· ἔνθα γὰρ ἐνίοτε βλέπουσιν ἀνθρώπους, τοὺς μέν τινας πίλους ἐπὶ ταῖς κεφαλαῖς ἔχοντας, ὡς νῦν τῶν Θρᾳκῶν τινες τῶν Γετῶν λεγομένων, πρότερον δὲ Λακεδαιμόνιοι καὶ Μακεδόνες, ἄλλους δὲ τιάραν καὶ ἀναξυρίδας, καθάπερ, οἶμαι, Πέρσαι τε καὶ Βάκτριοι καὶ Παρθυαῖοι καὶ ἄλλοι πολλοὶ τῶν βαρβάρων· οἱ δὲ ἔτι τούτων ἀτοπώτεροι εἰώθασιν ἐπιδημεῖν πτερὰ ἔχοντες ἐπὶ ταῖς κεφαλαῖς ὀρθά, ὥσπερ Νασαμῶνες· οὐκοῦν οὐδὲ τούτοις πάνυ τι τολμῶσι πράγματα παρέχειν οὐδ’ ἐνοχλεῖν προσιόντες. καίτοι Γέτας μὲν ἢ Πέρσας ἢ Νασάμωνας, τοὺς μὲν οὐ πολλοὺς βλέπουσι, τοὺς δὲ σπανίως ἐπιδημοῦντας, 4 τῶν δὲ τοιούτων ἀνθρώπων ὀλίγου νῦν μεστὰ πάντα, καὶ σχεδὸν πλείους γεγόνασι τῶν σκυτοτόμων καὶ κναφέων καὶ τῶν γελωτοποιῶν​4 ἢ ἄλλην ὁποίαν βούλει τέχνην ἐργαζομένων· ὥστε καὶ ἐφ’ ἡμῶν ἴσως ῥηθῆναι εἰκότως ὅτι πλεῖ πάντα ὁμοίως ἀκάτια καὶ πᾶσα βοῦς ἀροτριᾷ.

 p180  5 Οὐ τοίνυν κατὰ τοῦτο μόνον ξυνήθης αὐτοῖς ἡ ὄψις, ἀλλὰ καὶ τὰ ἀγάλματα ὁρῶσιν ἐν τοῖς ναοῖς, οἷον Διὸς καὶ Ποσειδῶνος καὶ ἄλλων πολλῶν θεῶν ἀγάλματα, ἐν τοιαύτῃ διαθέσει τοῦ σχήματος. παρὰ μὲν γὰρ Αἰγυπτίοις καὶ Φοίνιξι καὶ ἑτέροις τισὶ τῶν βαρβάρων οὐχ ὁ αὐτὸς τύπος τῶν ἀγαλμάτων, ὥσπερ, οἶμαι, παρὰ τοῖς Ἕλλησιν, ἀλλὰ πολύ διαφέρων, ἐνθάδε δὲ ὁ αὐτὸς ἐστιν. καὶ ἀνδρῶν εἰκόνας ὁρῶσι πολιτῶν τῆς πόλεως καὶ ἐν τῇ ἀγορᾷ καὶ ἐν τοῖς ἱεροῖς, στρατηγῶν καὶ βασιλέων, οὕτως ἀνακειμένας,​5 γένεια καθεικότων. 6 ἀλλὰ τί δεῖ ταῦτα λέγειν; σχεδὸν γάρ τι καὶ τῶν Ἑλλήνων οἱ πλείους ὁμοίως πρὸς τοῦτο ἔχουσι, καὶ οὐδὲν αὐτοὺς ἡ ξυνήθεια ἀποκωλύει τὸ μὴ οὐκ ἐρεσχηλεῖν μηδὲ ὑβρίζειν ἐπειδάν τινα ἴδωσι τοιοῦτον, λέγω δὲ τῶν πολλῶν καὶ ἀδόξων, οὓς μὴ δεδοίκασιν ὡς ἱκανοὺς ἀμύνεσθαι· ἐπεὶ τούς γε τοιούτους σχεδὸν δυσωποῦνται καὶ θαυμάζουσιν.

Τυχὸν οὖν τοιοῦτόν ἐστι τὸ γιγνόμενον. τοὺς μὲν ναύτας καὶ τοὺς γεωργοὺς καὶ ποιμένας, ἔτι δὲ Πέρσας καὶ Νασάμωνας, οὐκ οἴονται καταφρονεῖν αὑτῶν οὐδὲ εἶναι πρὸς αὑτοὺς οὐδένα ἐκείνοις λόγον, ὅθεν οὐδὲν φροντίζουσιν. 7 τοὺς μέντοι φιλοσόφους ὑπονοοῦσιν, ὡς καταφρονοῦντας αὑτῶν​6 καὶ καταγιγνώσκοντας πολλὴν ἀμαθίαν καὶ δυστυχίαν, καὶ ὅτι φανερῶς μὲν οὐ καταγελῶσιν, ἰδίᾳ δὲ παρ’ αὑτοῖς οὕτως ἔχουσιν, ὡς πάντας  p182 ἀθλίους ὄντας τοὺς ἀπαιδεύτους, ἀρξαμένους ἀπὸ τῶν πλουσίων δὴ καὶ μακαρίων δοκούντων, οὓς αὐτοὶ ζηλοῦσι καὶ σμικρὸν διαφέρειν οἴονται τῶν θεῶν εὐδαιμονίας ἕνεκεν· καὶ ὅτι ἀτιμάζουσι καὶ διαγελῶσιν​7 ὡς​8 πολυτελῶς ἐσθίοντάς τε καὶ πίνοντας καὶ καθεύδειν μαλακῶς βουλομένους καὶ μετὰ γυναικῶν ἑκάστοτε ὡραίων καὶ παίδων ἀναπαύεσθαι καὶ πολλὰ χρήματα ἔχειν καὶ θαυμάζεσθαι ὑπὸ τοῦ πολλοῦ ὄχλου καὶ περιβλέπεσθαι· ὧν οὐδὲν ἡγοῦνται μεῖζον οὐδὲ κάλλιον.

8 Διὰ δὴ ταύτην τὴν ὑποψίαν δυσχεραίνουσι τοὺς μὴ ταὐτὰ σφίσι θαυμάζοντας μηδὲ τιμῶντας μηδὲ τὴν αὐτὴν περὶ τῶν μεγίστων ἔχοντας διάνοιαν. οὐκοῦν προκαταλαμβάνουσιν αὐτοὶ λοιδοροῦντες καὶ τωθάζοντες ὡς ἀθλίους καὶ ἀνοήτους, εἰδότες ὅτι, εἰ μὲν τούτους ἀποφανοῦσιν ἄφρονας καὶ μαινομένους, ἅμα καὶ αὑτοὺς ἀποδείξουσι σωφρονοῦντας καὶ νοῦν ἔχοντας· εἰ δὲ παραχωρήσουσιν, ὡς τούτων ἃ χρὴ γιγνωσκόντων καὶ πολλοῦ ἀξίων, ἅμα καὶ αὑτοὺς ὁμολογήσουσι δυστυχεῖς καὶ ἀναισθήτους καὶ οὐδὲν εἰδότας ἁπλῶς ὧν προσήκει ἀνθρώπους ἐλευθέρους εἰδέναι.

9 Ἔτι δὲ ἐὰν μέν τινα ἴδωσιν ὡς ναύτην ἐσταλμένον, ἴσασι τοῦτον πλευσούμενον, κἂν ὡς γεωργὸν ἕτερον, γεωργήσοντα· τόν γε μὴν ποιμένος ἔχοντα στολὴν ἴσασι καὶ τοῦτον ὅτι ἄπεισιν ἐπὶ τὰ πρόβατα  p184 καὶ περὶ ἐκεῖνα διατρίψει,​9 ὥστε ὑπ’ οὐδενὸς λυπούμενοι τούτων ἐῶσιν αὐτούς· ὅταν δέ τινα ἴδωσι τὸ σχῆμα ἔχοντα τὸ τοῦ φιλοσόφου, λογίζονται ὅτι οὗτος οὔτε πρὸς τὸ πλεῖν​10 οὔτε πρὸς γεωργίαν οὔτε προβάτων ἕνεκεν οὕτως ἔσταλται, ἀλλ’ ἐπ’ ἀνθρώπους παρεσκεύασται, ὡς νουθετήσων τε καὶ ἐξελέγξων καὶ οὐδέν τι θωπεύσων οὐδένα αὐτῶν οὐδὲ φεισόμενος οὐδενός, τοὐναντίον δὲ κολάσων ὡς ἂν δύνηται αὐτοὺς μάλιστα τῷ λόγῳ καὶ ἐπιδείξων οἷοί εἰσιν. 10 οὔκουν δύνανται ἡδέως ὁρᾶν αὐτούς, ἀλλὰ προσκρούουσι καὶ διαμάχονται, ὥσπερ οὐδ’ οἱ παῖδες ἡδέως ὁρᾶν δύνανται οὓς ἂν ἴδωσι παιδαγωγῶν σχῆμα ἔχοντας καὶ παρεσκευασμένους οὕτως ὡς ἐπιπλήξοντας αὐτοῖς καὶ οὐκ ἐπιτρέψοντας ἁμαρτάνειν οὐδὲ ῥᾳθυμεῖν. εἰ γάρ τοι καὶ τοῖς παισὶν ἐξῆν τῶν τοιούτων καταγελᾶν καὶ ὑβρίζειν, οὐδὲν ἂν πρότερον τούτου ἐποίουν.

Οὐ μέντοι ἅπαντες ἀπὸ ταύτης τῆς διανοίας προσέρχονται καὶ ἐνοχλοῦσιν, ἀλλ’ ἔστι γένος ἀνθρώπων πολυπραγμονοῦν τοιαύτην πολυπραγμοσύνην καὶ τρόπον τινὰ οὐ πονηρόν· 11 οὗτοι προσίασιν​11 οὓς ἂν ἡγῶνται φιλοσόφους ἀπὸ τῆς στολῆς, ὡς ἀκουσόμενοί τι παρ’ αὐτῶν σοφὸν ὃ οὐκ ἂν παρ’ ἑτέρου ἀκούσειαν, πυνθανόμενοι καὶ περὶ Σωκράτους ὅτι σοφός τε ἦν καὶ διελέγετο​12 τοῖς προσιοῦσι λόγους φρονίμους, καὶ περὶ Διογένους, ὅτι καὶ αὐτὸς πρὸς ἅπαντα εὐπόρει λόγου καὶ ἀποκρίσεως. καὶ τὰ μὲν τούτου καὶ διαμνημονεύουσιν  p186 οἱ πολλοί, τὰ μέν τινα ἴσως εἰπόντος αὐτοῦ, τὰ δὲ καὶ ἄλλων συνθέντων.

12 Tῶν γε μὴν ἑπτὰ σοφῶν τὰς γνώμας ἀκούουσι καὶ ἐν Δελφοῖς ἀνατεθῆναι πρότερον, οἷον ἀπαρχάς τινας τῆς σοφίας τῆς ἐκείνων καὶ ἅμα τῆς τῶν ἀνθρώπων ἕνεκεν ὠφελείας, ὡς τῷ ὄντι δὴ θεῖα ταῦτα καὶ σχεδόν τι τῶν χρησμῶν θειότερα οὓς ἡ Πυθία ἔχρα καθίζουσα ἐπὶ τοῦ τρίποδος, ἐμπιμπλαμένη τοῦ πνεύματος. τὸ γὰρ αὑτῷ χρησθὲν ἕκαστος ἀκούσας ἄπεισι, καὶ οὐκ ἀνατίθεται ταῦτα, ὥστε δὴ καὶ πᾶσιν ἀνθρώποις εἶναι γνώριμα· τὰ δὲ ἐκείνων δόγματα κοινὰ ἀπεδείχθη τοῖς ἀφικνουμένοις παρὰ τὸν θεόν, ὡς ὁμοίως ξυμφέρον πᾶσιν εἰδέναι καὶ πείθεσθαι.

13 Εἰσὶ δὲ οἳ καὶ τὸν Αἴσωπον οἴονται τοιοῦτόν τινα γενέσθαι, σοφὸν μὲν καὶ φρόνιμον, αἱμύλον δὲ ἄλλως καὶ ξυνθεῖναι λόγους ἱκανὸν οἵων αὐτοὶ ἥδιστ’ ἂν ἀκούοιεν. καὶ τυχὸν οὐ​13 παντάπασι ψευδῆ οἴονται καὶ​14 τῷ ὄντι Αἴσωπος τοῦτον τὸν τρόπον ἐπειρᾶτο νουθετεῖν τοὺς ἀνθρώπους καὶ ἐπιδεικνύναι αὐτοῖς ἅττα ἁμαρτάνουσιν, ὡς ἂν μάλιστα ἠνείχοντο αὐτόν, ἡδόμενοι ἐπὶ τῷ γελοίῳ καὶ τοῖς μύθοις· ὥσπερ τὰ παιδία ταῖς τίτθαις μυθολογουμέναις προσέχουσί τε καὶ ἥδονται. ἀπὸ δὴ τῆς τοιαύτης δόξης, ὡς καὶ παρ’ ἡμῶν ἀκουσόμενοί  p188 τι τοιοῦτον οἷον Αἴσωπος ἔλεγεν ἢ ὁποῖον Σωκράτης ἢ ὁποῖα Διογένης, προσίασι καὶ ἐνοχλοῦσι καὶ οὐ δύνανται ἀπέχεσθαι ὃν ἂν ἴδωσιν ἐν τούτῳ τῷ σχήματι, οὐ μᾶλλον ἢ τὰ ὄρνεα ἐπειδὰν ἴδωσι γλαῦκα.

14 Ἐφ’ ᾧ καὶ ξυνετίθει λόγον Αἴσωπος τοιοῦτον, ὡς τὰ ὄρνεα ξυνῆλθε πρὸς τὴν γλαῦκα καὶ ἐδεῖτο τῆς μὲν ἀπὸ τῶν οἰκοδομημάτων σκέπης​15 ἀπανίστασθαι, πρὸς δὲ τὰ δένδρα τὴν καλιάν, ὥσπερ καὶ αὐτά, καὶ τοὺς τούτων μεταπήγνυσθαι κλῶνας, ἀφ’ ὧν καὶ ᾄδειν ἔστιν εὐσημότερον· καὶ δὴ καὶ πρὸς δρῦν ἄρτι τότ’ ἤδη​16 φυομένην, ἐπειδὰν πρὸς ὥραν ἀφίκηται, ἑτοίμως ἔχειν ἱζάνειν καὶ τῆς χλοερᾶς κόμης ἀπόνασθαι. ἀλλ’ οὖν τήν γε γλαῦκα μὴ τοῦτο τοῖς ὀρνέοις ποιεῖν παραινεῖν μηδὲ φυτοῦ βλάστῃ ἐφήδεσθαι ἰξὸν πεφυκότος φέρειν, πτηνοῖς ὄλεθρον. 15 τὰ δὲ μήτε τῆς ξυμβουλῆς ἀπεδέχετο​17 τὴν γλαῦκα, τοὐναντίον δὲ ἔχαιρε τῇ δρυῒ φυομένῃ, ἐπειδὴ δὲ​18 ἱκανὴ ἦν, καθίσαντα ἐπ’ αὐτὴν ᾖδεν. γενομένου δὲ τοῦ ἰξοῦ ῥᾳδίως ἤδη ὑπὸ τῶν ἀνθρώπων ἁλισκόμενα μετανόουν καὶ τὴν γλαῦκα ἐθαύμαζον​19 ἐπὶ τῇ ξυμβουλῇ. καὶ νῦν ἔτι οὕτως ἔχουσιν, ὡς δεινῆς καὶ σοφῆς οὔσης αὐτῆς, καὶ διὰ τοῦτο ἐθέλουσι πλησιάζειν, ἡγούμενα ἀγαθόν τι ἀπολαύειν τῆς ξυνουσίας· ἔπειτα, οἶμαι, προσίασι μάτην ἐπὶ κακῷ. ἡ μὲν γὰρ ἀρχαία γλαὺξ τῷ ὄντι φρονίμη  p190 τε ἦν καὶ ξυμβουλεύειν ἐδύνατο, αἱ δὲ νῦν μόνον τὰ πτερὰ ἔχουσιν ἐκείνης καὶ τοὺς ὀφθαλμοὺς καὶ τὸ ῥάμφος, τὰ δὲ ἄλλα ἀφρονέστεραί εἰσι τῶν ἄλλων ὀρνέων. 16 οὐκοῦν οὐδὲ ἑαυτὰς δύνανται οὐδὲν ὠφελεῖν· οὐ γὰρ ἂν παρὰ τοῖς ὀρνιθοθήραις ἐτρέφοντο δεδεμέναι καὶ δουλεύουσαι.20

Καὶ ἡμῶν ἕκαστος τὴν μὲν στολὴν ἔχει τὴν Σωκράτους καὶ Διογένους, τὸ δὲ φρονεῖν πολλοῦ δέομεν ὅμοιοι εἶναι τοῖς ἀνδράσιν ἐκείνοις ἢ ζῆν ὁμοίως αὐτοῖς ἢ λόγους τοιούτους διαλέγεσθαι. τοιγάρτοι οὐδὲν ἄλλο ἢ βλεπόμενοι ὥσπερ αἱ γλαῦκες ὄχλον πολὺν ξυνάγομεν τῷ ὄντι ὀρνέων, αὐτοί τε ὄντες ἠλίθιοι καὶ ὑφ’ ἑτέρων τοιούτων ἐνοχλούμενοι.


The Loeb Editor's Notes:

1 ὅτι added by Arnim.

2 ὑποδεδυκότα] ἀποδεδυκότα M, ἐπενδεδυκότα Naber.

3 ] καὶ Arnim.

4 γελοτωποιῶν] γελγοπωλῶν Naber.

5 ἀνακειμένας Reiske: ἀνακείμενα.

6 αὑτῶν Crosby: αὐτῶν.

7 ἀτιμάζουσι καὶ διαγελῶσιν Reiske: ἀτιμάζοιεν καὶ διαγελῷεν.

8 ὡς] τοὺς Arnim, ὁρῶντες Reiske.

9 διατρίψει Reiske: διατρίψοι.

10 After πλεῖν Arnim deletes ἐστιν.

11 After προσίασιν Herwerden adds πρὸς.

12 διελέγετο Arnim: διαλέγοιτο.

13 οὐ added by Selden.

14 καὶ Arnim: εἰ or  or .

15 σκέπης Reiske: ὀπῆς.

16 ἄρτι τότ’ ἤδη Post, ταυτηνὶ ἄρτι Reiske: ἄρτι ταυτηνὶ.

17 ἀπεδέχετο Reiske: ἀποδέχεσθαι.

18 ἐπειδὴ δὲ] ἐπειδή τε Emperius.

19 ἐθαύμαζον editio princeps: ἐθαύμαζεν.

20 δουλεύουσαι] παλεύουσαι Herwerden.


[image ALT: Valid HTML 4.01.]

Page updated: 28 Mar 08