Short URL for this page:
bit.ly/DioChr8
mail:
Bill Thayer |
English |
Italiano |
Help |
Up |
Εἴσοδος |
||
|
1 Διογένης ὁ Σινωπεὺς ἐκπεσὼν ἐκ τῆς πατρίδος, οὐδενὸς διαφέρων τῶν πάνυ φαύλων Ἀθήναζε ἀφίκετο, καὶ καταλαμβάνει συχνοὺς ἔτι τῶν Σωκράτους ἑταίρων· καὶ γὰρ Πλάτωνα καὶ Ἀρίστιππον καὶ Αἰσχίνην καὶ Ἀντισθένην καὶ τὸν Μεγαρέα Εὐκλείδην· Ξενοφῶν δὲ ἔφευγε διὰ τὴν μετὰ Κύρου στρατείαν. τῶν μὲν οὖν ἄλλων ταχὺ κατεφρόνησεν, Ἀντισθένει δὲ ἐχρῆτο, οὐκ αὐτὸν οὕτως ἐπαινῶν ὡς τοὺς λόγους οὓς ἔλεγεν, ἡγούμενος μόνους εἶναι ἀληθεῖς καὶ μάλιστα δυναμένους ἄνθρωπον ὠφελῆσαι. 2 ἐπεὶ αὐτόν γε τὸν Ἀντισθένην παραβάλλων πρὸς τοὺς λόγους ἐνίοτε ἤλεγχεν ὡς πολὺ μαλακώτερον, καὶ ἔφη αὐτὸν εἶναι σάλπιγγα λοιδορῶν· αὑτοῦ γὰρ οὐκ ἀκούειν φθεγγομένου μέγιστον. καὶ ὁ Ἀντισθένης ὑπέμενεν αὐτὸν ταῦτα ἀκούων· πάνυ γὰρ ἐθαύμαζε τοῦ ἀνθρώπου τὴν φύσιν. 3 ἔλεγεν οὖν ἀμυνόμενος ἀντὶ τῆς σάλπιγγος τοῖς σφηξὶν αὐτὸν ὅμοιον εἶναι· καὶ γὰρ τῶν σφηκῶν εἶναι τὸν μὲν ψόφον τῶν πτερῶν μικρόν, τὸ δὲ κέντρον δριμύτατον. ἔχαιρεν οὖν τῇ παρρησίᾳ τοῦ Διογένους, ὥσπερ οἱ ἱππικοί, ὅταν ἵππον θυμοειδῆ λάβωσιν, ἄλλως δὲ ἀνδρεῖον καὶ φιλόπονον, p378 οὐδὲν ἧττον ἀποδέχονται τὸ χαλεπὸν τοῦ ἵππου· τοὺς δὲ νωθροὺς καὶ βραδεῖς μισοῦσι καὶ ἀποδοκιμάζουσιν. 4 ἐνίοτε μὲν οὖν ἐπέτεινεν αὐτόν, ἐνίοτε δὲ ἐπειρᾶτο ἀνιέναι, ὥσπερ οἱ χορδοστρόφοι τὰ νεῦρα τείνουσι, προσέχοντες μὴ ῥαγῇ.
Ἐπεὶ δὲ ἀπέθανεν ὁ Ἀντισθένης, ὡς1 τῶν ἄλλων οὐδένα ἡγεῖτο συνουσίας ἄξιον, μετέβη εἰς Κόρινθον, κἀκεῖ διῆγεν οὔτε οἰκίαν μισθωσάμενος οὔτε παρὰ ξένῳ τινὶ καταγόμενος, ἀλλ’ ἐν τῷ Κρανείῳ θυραυλῶν. 5 ἑώρα γὰρ ὅτι πλεῖστοι ἄνθρωποι ἐκεῖ συνίασι διὰ τοὺς λιμένας καὶ τὰς ἑταίρας, καὶ ὅτι ἡ πόλις ὥσπερ ἐν τριόδῳ τῆς Ἑλλάδος ἔκειτο. δεῖν2 οὖν τὸν φρόνιμον ἄνδρα, ὥσπερ τὸν ἀγαθὸν ἰατρόν, ὅπου πλεῖστοι κάμνουσιν, ἐκεῖσε ἰέναι βοηθήσοντα, οὕτως ὅπου πλεῖστοί εἰσιν ἄφρονες, ἐκεῖ μάλιστα ἐπιδημεῖν3 ἐξελέγχοντα καὶ κολάζοντα τὴν ἄνοιαν αὐτῶν.
6 Ἐπεὶ δὲ ἧκεν ὁ τῶν Ἰσθμίων χρόνος καὶ πάντες ἦσαν ἐν Ἰσθμῷ, κατέβη καὶ αὐτός. εἰώθει γὰρ ἐπισκοπεῖν ἐν ταῖς πανηγύρεσι τὰς σπουδὰς τῶν ἀνθρώπων καὶ τὰς ἐπιθυμίας καὶ ὧν ἕνεκα ἀποδημοῦσι καὶ ἐπὶ τίσι μέγα φρονοῦσι. 7 παρέσχε δὲ καὶ αὑτὸν τῷ βουλομένῳ ἐντυγχάνειν καὶ ἔλεγε θαυμάζειν ὅτι εἰ μὲν ἔφη p380 ὀδόντας ἰᾶσθαι, πάντες ἂν αὐτῷ προσῇσαν οἱ δεόμενοι ὀδόντα ἐξελέσθαι, καὶ νὴ Δία εἰ ὑπέσχετο ὀφθαλμοὺς θεραπεύειν, πάντες ἂν οἱ ὀφθαλμιῶντες αὑτοὺς ἐπεδείκνυον· ὁμοίως δέ, εἰ σπληνὸς ἢ ποδάγρας ἢ κορύζης εἰδέναι φάρμακον· 8 ἐπεὶ δὲ ἔφη παύσειν τοὺς πεισομένους αὐτῷ ἀγνοίας καὶ πονηρίας καὶ ἀκολασίας, οὐδεὶς αὐτῷ προσεῖχεν οὐδὲ ἐκέλευεν ἰᾶσθαι αὑτόν, οὐδὲ εἰ πολὺ προσλήψεσθαι ἀργύριον ἔμελλεν, ὡς ἧττον ὑπὸ τούτων ἢ ὑπ’ ἐκείνων4 ἐνοχλούμενος ἢ χαλεπώτερον ἀνθρώπῳ σπληνὸς ἀνέχεσθαι οἰδοῦντος καὶ5 διεφθαρμένου ὀδόντος ἢ ψυχῆς ἄφρονος καὶ ἀμαθοῦς καὶ δειλῆς καὶ θρασείας καὶ φιληδόνου καὶ ἀνελευθέρου καὶ ὀργίλης καὶ λυπηρᾶς καὶ πανούργου καὶ πάντα τρόπον διεφθαρμένης.
9 Καὶ δὴ καὶ τότε ἦν περὶ τὸν νεὼν τοῦ Ποσειδῶνος ἀκούειν πολλῶν μὲν σοφιστῶν κακοδαιμόνων βοώντων καὶ λοιδορουμένων ἀλλήλοις, καὶ τῶν λεγομένων μαθητῶν ἄλλου ἄλλῳ μαχομένων, πολλῶν δὲ συγγραφέων ἀναγιγνωσκόντων ἀναίσθητα συγγράμματα, πολλῶν δὲ ποιητῶν ποιήματα ᾀδόντων, καὶ τούτους ἐπαινούντων ἑτέρων, πολλῶν δὲ θαυματοποιῶν θαύματα ἐπιδεικνύντων, πολλῶν δὲ τερατοσκόπων τέρατα κρινόντων, μυρίων δὲ ῥητόρων δίκας στρεφόντων, οὐκ ὀλίγων δὲ καπήλων διακαπηλευόντων ὅτι τύχοιεν ἕκαστος. 10 εὐθὺς οὖν καὶ αὐτῷ τινες προσῆλθον, τῶν μὲν Κορινθίων οὐδείς· οὐδὲ γὰρ ᾤοντο οὐδὲν ὠφεληθήσεσθαι, p382 ὅτι καθ’ ἡμέραν ἑώρων αὐτὸν ἐν Κορίνθῳ· τῶν δὲ ξένων ἦσαν οἱ προσιόντες, καὶ τούτων ἕκαστος βραχύ τι εἰπὼν ἢ ἀκούσας ἀπῄει, φοβούμενος τὸν ἔλεγχον. 11 διὰ δὴ τοῦτο ἔφη ὁ Διογένης προσεοικέναι τοῖς κυσὶ τοῖς Λάκωσι· καὶ γὰρ τούτους, ὅταν στῶσιν εἰς τὰς πανηγύρεις, πολλοὺς μὲν εἶναι τοὺς καταψήχοντας καὶ προσπαίζοντας, μηδένα δὲ ὠνεῖσθαι ῥᾳδίως διὰ τὸ μὴ ἐπίστασθαι χρῆσθαι.
Πυθομένου δέ τινος εἰ καὶ αὐτὸς ἥκοι τὸν ἀγῶνα θεασόμενος, οὐκ, ἔφη, ἀλλ’ ἀγωνιούμενος. καὶ ὃς ἐγέλασέ τε καὶ ἤρετο αὐτὸν τίνας ἔχοι τοὺς ἀνταγωνιστάς. 12 ὁ δὲ ὥσπερ εἰώθει ὑποβλέψας, Τοὺς χαλεπωτάτους, εἶπε, καὶ ἀμαχωτάτους, οἷς οὐδεὶς δύναται ἀντιβλέψαι τῶν Ἑλλήνων, οὐ μέντοι διατρέχοντας ἢ παλαίοντας ἢ διαπηδῶντας οὐδὲ πυκτεύοντας καὶ ἀκοντίζοντας καὶ δισκεύοντας, ἀλλὰ τοὺς σωφρονίζοντας. 13 Τίνας μήν; ἤρετο. Τοὺς πόνους, ἔφη, μάλα ἰσχυρούς τε καὶ ἀνικήτους ὑπὸ ἀνθρώπων ἐμπεπλησμένων καὶ τετυφωμένων καὶ τὰς μὲν ἡμέρας ὅλας ἐσθιόντων, ἐν δὲ ταῖς νυξὶ ῥεγκόντων, ὑπὸ δὲ ἀνδρῶν ἡττωμένους λεπτῶν τε καὶ ἀσάρκων καὶ τῶν σφηκῶν τὰς γαστέρας μᾶλλον ἐντετμημένων. 14 ἢ σὺ οἴει τούτων τι ὄφελος εἶναι τῶν τὰς μεγάλας κοιλίας ἐχόντων, οὓς ἐχρῆν περιαγαγόντας καὶ περικαθάραντας ἐκβαλεῖν, μᾶλλον δὲ καταθύσαντας καὶ κατατεμόντας p384 εὐωχεῖσθαι, καθάπερ οἶμαι τὰ τῶν κητῶν κρέα, τοὺς νοῦν ἔχοντας, ἕψοντας ἁλσὶ καὶ θαλάσσῃ, τὴν δὲ πιμελὴν τήξαντας, ὥσπερ ἐν Πόντῳ παρ’ ἡμῖν τὸ τῶν δελφάκων6 στέαρ, ἀλείφεσθαι τοὺς δεομένους. οἶμαι γὰρ αὐτοὺς τῶν ὑῶν ἥττονα ψυχὴν ἔχειν. 15 ὁ δὲ ἀνὴρ ὁ γενναῖος ἡγεῖται τοὺς πόνους ἀνταγωνιστὰς μεγίστους καὶ τούτοις ἀεὶ φιλεῖ μάχεσθαι καὶ τὴν νύκτα καὶ τὴν ἡμέραν, οὐχ ὑπὲρ σελίνου, ὥσπερ αἱ αἶγες,7 οὐδὲ κοτίνου καὶ πίτυος, ἀλλὰ ὑπὲρ εὐδαιμονίας καὶ ἀρετῆς παρὰ πάντα τὸν βίον, οὐχ ὅταν Ἠλεῖοι προείπωσιν ἢ Κορίνθιοι ἢ τὸ κοινὸν Θετταλῶν, μηδένα αὐτῶν φοβούμενον μηδὲ εὐχόμενον ἄλλῳ λαχεῖν, 16 ἀλλὰ προκαλούμενον ἐφεξῆς ἅπαντας, καὶ λιμῷ φιλονεικοῦντα καὶ ψύχει καὶ δίψος ὑπομένοντα, κἂν δέῃ μαστιγούμενον καρτερεῖν καὶ τεμνόμενον καὶ καόμενον μηδὲν μαλακὸν8 ἐνδιδόντα· πενίαν δὲ καὶ φυγὴν καὶ ἀδοξίαν καὶ τὰ τοιαῦτα μηδὲν ἡγεῖσθαι δεινὸν αὑτῷ, ἀλλὰ πάνυ κοῦφα, καὶ πολλάκις παίζειν ἐν αὐτοῖς τὸν ἄνδρα τὸν τέλειον, ὥσπερ οἱ παῖδες τοῖς ἀστραγάλοις καὶ ταῖς σφαίραις ταῖς ποικίλαις.
p386 17 Καὶ γὰρ δοκοῦσι μέν, ἔφη, δεινοὶ καὶ ἀνυπόστατοι πᾶσι τοῖς κακοῖς οἱ ἀνταγωνισταὶ οὗτοι· ἐὰν δέ τις αὐτῶν καταφρονήσῃ καὶ προσίῃ θαρρῶν δειλοὺς εὑρήσει9 καὶ ἀδυνάτους ἄνδρας ἰσχυροὺς κρατῆσαι, μάλιστα τοῖς κυσὶν ὁμοίους, οἳ τοὺς μὲν φεύγοντας ἐπιδιώκουσι καὶ δάκνουσι, καὶ διέσπασαν ἔστιν οὓς καταλαβόντες, τοὺς δὲ ἐπιόντας καὶ μαχομένους φοβοῦνται καὶ ἀναχωροῦσι, τελευτῶντες δὲ σαίνουσιν, ἐπειδὰν συνήθεις γένωνται. 18 οἱ δὲ πολλοὶ ἄνθρωποι ἐκπεπληγμένοι αὐτοὺς καὶ ἀεί ποτε φεύγοντες ἐκκλίνουσιν,10 οὐδέποτε ἐναντίον βλέποντες. καὶ γὰρ δή, ὥσπερ οἱ πυκτεύειν εἰδότες, ἐὰν μὲν προλάβωσι τὸν ἀνταγωνιστήν, οὐ παίονται τὴν ἀρχήν, πολλάκις δὲ ἀπέβησαν11 αὐτοὶ καταβαλόντες· ἐὰν δὲ ὑποχωρῶσι12 φοβούμενοι, τότ’ ἰσχυροτάτας πληγὰς λαμβάνουσιν· οὕτως ἐὰν μέν τις τοὺς πόνους δέχηται καταφρονῶν καὶ πλησιάζῃ προθύμως, οὐ πάνυ ἰσχύουσι πρὸς αὐτόν· ἐὰν δὲ ἀφιστῆται καὶ ἀναχωρῇ, τῷ παντὶ μείζους καὶ σφοδρότεροι δοκοῦσι. 19 τοῦτο δ’ ἂν ἴδοις καὶ ἐπὶ τοῦ πυρὸς γιγνόμενον· ἐὰν μὲν σφόδρα ἐπιβῇς, ἔσβεσας τὸ πῦρ· ἐὰν δὲ ὑποπτεύων καὶ δεδοικώς, σφόδρα ἐκαύθης· ὥσπερ ἐνίοτε παίζοντες οἱ παῖδες τῇ γλώττῃ τὸ πῦρ σβεννύουσιν. οὗτοι μὲν οὖν οἱ ἀνταγωνισταὶ σχεδὸν ὅμοιοί εἰσι τοῖς παμμάχοις, παίοντές τε καὶ ἄγχοντες καὶ διασπῶντες καὶ ἀποκτιννύντες ἐνίοτε.
p388 20 Ἑτέρα δὲ δεινοτέρα μάχη καὶ ἀγών ἐστιν οὐ μικρός, ἀλλὰ πολὺ τούτου μείζων καὶ ἐπικινδυνότερος, ὁ πρὸς τὴν ἡδονήν,13 οὐχ οἵαν Ὅμηρός φησιν,
αὖθις δὲ δριμεῖα μάχη παρὰ νηυσὶν ἐτύχθη. ὀξέσι δὴ πελέκεσσι καὶ ἀξίναις ἐμάχοντο καὶ ξίφεσιν μεγάλοισι. |
οὐχ οὗτος ὁ τρόπος τῆς μάχης· 21 οὐδὲ γὰρ ἄντικρυς βιάζεσθαι τὴν ἡδονήν, ἀλλ’ ἐξαπατᾶν καὶ γοητεύειν δεινοῖς φαρμάκοις, ὥσπερ Ὅμηρός φησι τὴν Κίρκην τοὺς τοῦ Ὀδυσσέως ἑταίρους καταφαρμάξαι, κἄπειτα τοὺς μὲν σῦς αὐτῶν, τοὺς δὲ λύκους γενέσθαι, τοὺς δὲ ἄλλ’ ἄττα θηρία. τοιοῦτόν ἐστι τὸ χρῆμα τῆς ἡδονῆς, οὐχ ἁπλῶς ἐπιβουλευούσης, ἀλλὰ πάντα τρόπον, διά τε τῆς ὄψεως καὶ ἀκοῆς ἢ ὀσφρήσεως ἢ γεύσεως ἢ ἁφῆς, ἔτι δὲ σιτίοις καὶ ποτοῖς καὶ ἀφροδισίοις διαφθεῖραι πειρωμένης, ὁμοίως μὲν ἐγρηγορότας, ὁμοίως δὲ κοιμωμένους. 22 οὐδὲ γὰρ ὥσπερ πρὸς τοὺς πολεμίους ἔστι14 φυλακὰς καταστήσαντας καθεύδειν, ἀλλὰ μάλιστα δὴ πάντων τότε ἐπιτίθεται, τὰ μὲν αὐτῷ τῷ ὕπνῳ μαραίνουσα καὶ δουλουμένη, τὰ δὲ ἐπιπέμπουσα ὀνείρατα πανοῦργα καὶ ἐπίβουλα, ἀναμιμνῄσκοντα αὐτῆς.
23 Ὁ μὲν οὖν πόνος διὰ τῆς ἁφῆς ἐπιγίγνεται ὡς τὸ15 πολὺ καὶ ταύτῃ πρόσεισιν, ἡ δὲ ἡδονὴ p390 κατὰ πᾶσαν αἴσθησιν ὁπόσας ἄνθρωπος αἰσθήσεις ἔχει, καὶ δεῖ τοῖς μὲν πόνοις ἀπαντᾶν καὶ συμπλέκεσθαι, τὴν δὲ ἡδονὴν φεύγειν ὡς πορρωτάτω καὶ μηδὲν ὅλως ἄλλο16 ἢ τἀναγκαῖα ὁμιλεῖν. 24 καὶ ἐνταῦθα ὁ κράτιστος ἀνήρ κράτιστος δὴ17 σχεδόν, ὃς ἂν δύνηται πλεῖστον ἀποφεύγειν τὰς ἡδονάς· οὐδὲ γὰρ ἔστιν ἡδονῇ συνόντα ἢ καὶ πειρώμενον συνεχῶς μὴ οὐ πάντως ἁλῶναι. ὅταν οὖν κρατήσῃ καὶ περιγένηται τῆς ψυχῆς τοῖς φαρμάκοις, γίγνεται τὸ λοιπὸν ἤδη τὸ τῆς Κίρκης· πλήξασα ῥᾳδίως τῇ ῥάβδῳ εἰς συφεόν τινα ἐλαύνει καὶ καθείργνυσι καὶ τὸ λοιπὸν25 ἀπ’ ἐκείνου ἤδη ὁ ἄνθρωπος διατελεῖ σῦς ὢν ἢ λύκος, γίγνονται δὲ καὶ ὄφεις ὑφ’ ἡδονῆς ποικίλοι καὶ ὀλέθριοι καὶ ἄλλ’ ἄττα ἑρπετὰ καὶ θεραπεύουσιν ἐκείνην ἀεὶ περὶ τὰς θύρας ὄντες καὶ ἐπιθυμοῦντες μὲν τῆς ἡδονῆς καὶ λατρεύοντες ἐκείνῃ, μυρίους δὲ ἄλλως18 πόνους ἔχοντες. 26 ἡ γὰρ ἡδονὴ κρατήσασα αὐτῶν καὶ παραλαβοῦσα τοῖς πόνοις παραδίδωσι τοῖς ἐχθίστοις καὶ χαλεπωτάτοις.
Τοῦτον δὴ τὸν ἀγῶνα ἐμοὶ καρτεροῦντι καὶ παραβαλλομένῳ πρὸς ἡδονὴν καὶ πόνον οὐδεὶς προσέχει τῶν ἀθλίων ἀνθρώπων, ἀλλὰ τοῖς πηδῶσι καὶ τρέχουσι καὶ χορεύουσιν. 27 οὐδὲ γὰρ τὸν Ἡρακλέα ἑώρων ἀγωνιζόμενον καὶ πονοῦντα, οὐδὲ ἔμελεν αὐτοῖς, ἀλλὰ καὶ τότε ἴσως ἀθλητάς τινας ἐθαύμαζον, Ζήτην καὶ Κάλαϊν p392 καὶ Πηλέα καὶ ἄλλους τοιούτους δρομέας τινὰς καὶ παλαιστάς· καὶ τοὺς μὲν ἐπὶ κάλλει, τοὺς δὲ ἐπὶ πλούτῳ ἐθαύμαζον, καθάπερ Ἰάσονα καὶ Κινύραν· 28 περὶ δὲ τοῦ Πέλοπος ἔλεγον ὅτι καὶ τὸν ὦμον ἐλεφάντινον ἔχοι, ὥσπερ τι ὄφελος ἀνθρώπου χρυσῆν χεῖρα ἢ ἐλεφαντίνην ἔχοντος ἢ ὀφθαλμοὺς ἀδάμαντος ἢ σμαράγδου· τὴν δὲ ψυχὴν οὐκ ἐγίγνωσκον αὐτοῦ ὁποίαν τινὰ εἶχεν. τὸν δὲ Ἡρακλέα πονοῦντα μὲν καὶ ἀγωνιζόμενον ἠλέουν, καὶ ἔφασαν αὐτὸν ἀνθρώπων ἀθλιώτατον· καὶ διὰ τοῦτο ἄθλους ἐκάλουν τοὺς πόνους αὐτοῦ καὶ τὰ ἔργα, ὡς τὸν ἐπίπονον βίον ἄθλιον ὄντα· ἀποθανόντα δὲ πάντων μάλιστα τιμῶσι καὶ θεὸν νομίζουσι καί φασιν Ἥβῃ συνοικεῖν, καὶ τούτῳ πάντες εὔχονται, ὅπως αὐτοὶ μὴ ἔσονται ἄθλιοι, τῷ πλεῖστα ἀθλήσαντι.
29 Τὸν δὲ Εὐρυσθέα οἴονται κρατεῖν τούτου καὶ ἐπιτάττειν, ὃν οὐδενὸς ἄξιον νενομίκασιν, οὐδὲ εὔξατο οὐδὲ ἔθυσεν οὐδέποτε οὐδεὶς Εὐρυσθεῖ. πλὴν ὅ γε Ἡρακλῆς περιῄει τὴν Εὐρώπην καὶ τὴν Ἀσίαν ἅπασαν, οὐδὲν ὢν τούτοις ὅμοιος τοῖς ἀθληταῖς· 30 ποῦ γὰρ ἂν ἠδυνήθη προελθεῖν σάρκας τοσαύτας ἔχων ἢ τοσούτων κρεῶν δεόμενος ἢ βαθὺν οὕτως ὕπνον καθεύδων; ἀλλ’ ἄγρυπνος καὶ λεπτός, ὥσπερ οἱ λέοντες, ὀξὺ βλέπων, ὀξὺ ἀκούων, οὔτε χειμῶνος οὔτε καύματος φροντίζων, οὐδὲν δεόμενος στρωμάτων ἢ p394 χλανίδων ἢ ταπήτων, ἀλλὰ δέρμα ἀμπεχόμενος ῥυπαρόν, λιμοῦ πνέων, τοῖς ἀγαθοῖς βοηθῶν, τοὺς κακοὺς κολάζων. 31 καὶ Διομήδην δὲ τὸν Θρᾷκα, ὅτι ποικίλην εἶχεν ἐσθῆτα καὶ καθῆστο ἐπὶ θρόνου πίνων δι’ ἡμέρας καὶ τρυφῶν, καὶ τοὺς ξένους ἠδίκει καὶ τοὺς ὑφ’ αὑτῷ, πολλὴν ἵππον τρέφων, τῷ ῥοπάλῳ παίων διήραξεν ὥσπερ πίθον παλαιόν. καὶ τὸν Γηρυόνην, πλείστους βοῦς ἔχοντα καὶ τῶν πρὸς ἑσπέρας ἁπάντων πλουσιώτατον ὄντα καὶ ὑπερηφανώτατον, αὐτόν τε ἀπέκτεινε καὶ τοὺς ἀδελφοὺς καὶ τὰς βοῦς ἀπήλασε. 32 τὸν δὲ Βούσιριν εὑρὼν πάνυ ἐπιμελῶς ἀθλοῦντα καὶ δι’ ὅλης ἡμέρας ἐσθίοντα καὶ φρονοῦντα μέγιστον ἐπὶ πάλῃ, διέρρηξεν ἐπὶ τὴν γῆν καταβαλὼν ὥσπερ τοὺς θυλάκους τοὺς σφόδρα γέμοντας. καὶ τῆς Ἀμαζόνος ἔλυσε τὴν ζώνην, θρυπτομένης αὐτῷ καὶ νομιζούσης ὅτι τῷ κάλλει κρατήσει, συγγενόμενός τε καὶ δείξας ὅτι οὐκ ἄν ποτε ἡττηθείη κάλλους οὐδ’ ἂν μείνειε χάριν γυναικὸς πόρρω τῶν αὑτοῦ κτημάτων οὐδέποτε. 33 τὸν δὲ Προμηθέα, σοφιστήν τινα, ἐμοὶ δοκεῖν, καταλαβὼν ὑπὸ δόξης ἀπολλύμενον, νῦν19 μὲν οἰδοῦντος αὐτῷ καὶ αὔξοντος τοῦ ἥπατος ὁπότε ἐπαινοῖτο, πάλιν δὲ φθίνοντος ὁπότε ψέγοιεν p396 αὐτόν, ἐλεήσας καὶ φοβήσας . . .20 ἔπαυσε τοῦ τύφου καὶ τῆς φιλονικίας· καὶ οὕτως ᾤχετο ὑγιᾶ ποιήσας.
Ταῦτα μὲν οὖν ἔπραττεν οὐδὲν Εὐρυσθεῖ χαριζόμενος. 34 τὰ δὲ μῆλα τὰ21 χρυσᾶ ἃ ἐκόμισε λαβὼν ἔδωκεν ἐκείνῳ, τὰ τῶν Ἑσπερίδων· οὐδὲν γὰρ αὐτῶν ἐδεῖτο, ἀλλ’ ἐκέλευσε κλάειν ἔχοντα· μηδὲν γὰρ ὄφελος εἶναι ἀνθρώπῳ χρυσῶν μήλων· μηδὲ γὰρ ταῖς Ἑσπερίσι γενέσθαι. πέρας δέ, ἐπεὶ βραδύτερος ἐγίγνετο καὶ ἀσθενέστερος αὑτοῦ, φοβούμενος μὴ οὐ δύνηται ζῆν ὁμοίως, ἔπειτα οἶμαι νόσου τινὸς καταλαβούσης, κάλλιστα ἀνθρώπων ἐθεράπευσεν αὑτόν, πυρὰν νήσας ἐν τῇ αὐλῇ ξύλων ὡς ξηροτάτων καὶ δείξας ὅτι οὐδὲν ἄξιον λόγου22 ἐφρόντιζε τοῦ πυρετοῦ. 35 πρότερον δέ, ἵνα μὴ δοκῇ σεμνὰ μόνον23 καὶ μεγάλα ἔργα διαπράττεσθαι, τὴν κόπρον ἀπελθὼν τὴν κειμένην παρ’ Αὐγέᾳ, πολύ τι χρῆμα πολλῶν ἐτῶν, ἐκείνην ἐξεφόρει καὶ ἐκάθαιρεν. ἡγεῖτο γὰρ οὐχ ἧττον αὑτῷ διαμαχητέον εἶναι καὶ πολεμητέον πρὸς τὴν δόξαν ἢ τὰ θηρία καὶ τῶν ἀνθρώπων τοὺς κακούργους.
36 Ταῦτα δὲ λέγοντος τοῦ Διογένους, περιίσταντο πολλοὶ καὶ πάνυ ἡδέως ἠκροῶντο τῶν λόγων. p398 ἐννοήσας δὲ οἶμαι τὸ τοῦ Ἡρακλέους, τοὺς μὲν λόγους ἀφῆκε, χαμαὶ δὲ καθεζόμενος ἐποίει τι τῶν ἀδόξων. εὐθὺς οὖν οἱ πολλοὶ κατεφρόνουν αὐτοῦ καὶ μαίνεσθαι ἔφασαν, καὶ πάλιν ἐθορύβουν σοφισταί, καθάπερ ἐν τέλματι βάτραχοι τὸν ὕδρον οὐχ ὁρῶντες.
1 ὡς Weil: καὶ.
❦
2 δεῖν Aldine edition: δεῖ.
❦
3 ἐπιδημεῖν Reiske: ἀποδημεῖν.
❦
4 ὑπ’ ἐκείνων Casaubon: ἐκεῖνοι.
❦
5 καὶ Geel: ἢ.
❦
6 δελφάκων Capps: δελφίνων.
❦
7 αἶγες Jacobs: γυναῖκες.
❦
8 μαλακὸν Ruhnken: μᾶλλον.
❦
9 εὑρήσει by Arnim but before δειλοὺς.
❦
10 ἐκκλίνουσιν Wyttenbach: κρίνουσιν.
❦
11 ἀπέβησαν Reiske: ἐπέβησαν.
❦
12 ὑποχωρῶσι Geel: ἀποχωρῶσι.
❦
13 After ἡδονήν the MSS. have οὐκ ἄντικρυς βιαζομένην, ἀλλ’ ἐξαπατῶσαν καὶ γοητεύουσαν δεινοῖς φαρμάκοις, "not using open force but deceiving and enchanting with baleful drugs"; bracketed as an interpolation by Geel.
❦
14 ἔστι Reiske: εἶναι.
❦
15 τὸ added by Reiske.
❦
16 ἄλλο added by Capps.
❦
17 δὴ Capps: δὲ, Wilamowitz would delete κράτιστος δὲ.
❦
18 ἄλλως Emperius: ἄλλους.
❦
19 καὶ before νῦν deleted by Arnim.
❦
20 Wilamowitz, followed by Arnim and Bude, assumes a lacuna after φοβήσας. Cohoon suggests φρενώσας, "Taught him wisdom."
❦
21 τὰ χρυσᾶ ἃ Emperius: ἃ χρυσέα.
❦
22 λόγου added by Cohoon.
❦
23 μόνον added by Reiske.
Images with borders lead to more information.
|
||||||
ΑΝΩ· |
Δίων ὁ Χρυσόστομος |
Κλασικά Κείμενα |
ΛακουσΚούρτιος |
Εἴσοδος |
||
A page or image on this site is in the public domain ONLY if its URL has a total of one *asterisk. If the URL has two **asterisks, the item is copyright someone else, and used by permission or fair use. If the URL has none the item is © Bill Thayer. See my copyright page for details and contact information. |
Page updated: 28 Jun 12