Short URL for this page:
bit.ly/DioChr80


[image ALT: Much of my site will be useless to you if you've got the images turned off!]
mail:
Bill Thayer

[image ALT: Click here for an English translation of this page.]
English

[image ALT: Cliccare qui per una pagina di aiuto in Italiano.]
Italiano

[Link to a series of help pages]
Help
[Link to the next level up]
Up
[Link to my homepage]
Εἴσοδος
πρότερον·

[image ALT: link to previous section]
Λόγος οθ´

This webpage reproduces one of the
Discourses

by
Dio Chrysostom

published in the Loeb Classical Library, 1951

The text is in the public domain.

This page has been carefully proofread
and I believe it to be free of errors.
If you find a mistake though, please
let me know!

[blank])

(Vol. V) Δίων Χρυσόστομος
Λόγοι

 p314  80. ΤΩΝ ΕΝ ΚΙΛΙΚΙΑΙ ΠΕΡΙ ΕΛΕΥΘΕΡΙΑΣ

1 Ὑμεις μὲν ἴσως θαυμάζετε καὶ παράδοξον ἡγεῖσθε καὶ οὐδαμῶς σωφρονοῦντος ἀνδρός, ὅστις ἁπάντων ἀποστὰς περὶ ἃ οἱ πολλοὶ σπουδάζουσι, καὶ τρόπον τινὰ ἐάσας κατὰ ῥοῦν φέρεσθαι χρήματά τε καὶ δόξας καὶ ἡδονάς, οὔτε γεωργὸς οὔτε ναύκληρος οὔτε στρατιώτης οὔτε στρατηγὸς περίεισιν, οὐ σκυτοτόμος, οὐ τέκτων, οὐκ ἰατρός, οὐ ῥήτωρ, οὐκ ἄλλο τι σύνηθες πρᾶγμα ποιῶν,​1 οὑτωσὶ δὲ ἀτόπως ἰών τε καὶ ἀπιὼν καὶ παριστάμενος ἔνθα μηδὲν αὐτῷ πρᾶγμά ἐστιν, ἀλλ’ ὡς ἂν τύχῃ τε καὶ ὁρμήσῃ· 2 βουλευτήρια μὲν καὶ θέατρα καὶ συλλόγους ἀτιμάσας, ἐκκλησιάζων δὲ μόνος αὐτός· καὶ θεωρῶν οὐκ ὀρχουμένους οὐδὲ ᾄδοντας οὐδὲ πυκτεύοντας οὐδὲ παλαίοντας, ἀλλ’ ὠνουμένους καὶ βαδίζοντας καὶ λαλοῦντας καὶ μαχομένους, ποτὲ μὲν τούτοις ἅπασι προσέχων εὖ μάλα καὶ τερπόμενος πολὺ μᾶλλον ἢ παῖδες ἐν ἀγῶσι καὶ θεάτροις, οὐ προκαταλαμβάνων οὐδὲ ἀγρυπνῶν οὐδὲ θλιβόμενος, ποτὲ δὲ αὖ​2 μήτ’ ἀκούων μηδενὸς μήθ’ ὁρῶν, ἀλλὰ μηδ’ εἶναι​3 νομίζων αὐτούς, ἐννοῶν ὁ βούλεται καὶ πράττων ἀδεῶς.

 p316  3 Ἐγὼ δὲ τοῦτο μὲν λαμπρὸν ἡγοῦμαι καὶ μακάριον, εἴ τις ἐν οἰκέταις​4 ἐλεύθερος εἶναι δύναται καὶ ἐν ὑπηκόοις αὐτόνομος· ὑπὲρ οὗ​5 πολλὰ μὲν Λυδοὶ Φρυξί, πολλὰ δὲ Φρύγες Λυδοῖς ἐπολέμησαν, πολλὰ δ’ Ἴωνές τε καὶ Δωριεῖς καὶ ξύμπαντα γένη, ἀλλὰ νοητοειδοῦς​6 αὐτονομίας ἔρωτι οὐδεὶς​7 ἐγκεχείρηκεν τοῖς αὐτὸς αὑτοῦ χρῆσθαι​8 νόμοις, οἱ δὲ ξύμπαντες περὶ τῶν Σόλωνος καὶ Δράκοντος καὶ Νόμα καὶ Ζαλεύκου νόμων ἐρίζουσιν, ὅπως τούτοις ἀλλὰ μὴ τούτοις ἕπωνται, μηδενὸς αὖ μηδὲ ἐκείνων οἷα ἐχρῆν θέντος.​9 Σόλωνα μέντοι καὶ αὐτὸν εἰρηκέναι​10 φασὶν ὡς​11 αὑτῷ μὴ ἀρέσκοντα εἰσηγεῖτο Ἀθηναίοις, ἀλλ’ οἷς αὐτοὺς ὑπελάμβανε χρήσεσθαι.

4 Δῆλον οὖν ὅτι πονηροὺς ἔγραφε νόμους, εἴπερ τοὺς ἀρέσοντας πονηροῖς ἔγραφεν· ἀλλ’ ὅμως καὶ αὐτὸς τούτοις ἐχρῆτο πονηροῖς τε οὖσι καὶ οὐκ ἀρέσκουσιν αὐτῷ. δῆλον οὖν ὅτι τούτων μὲν οὐδενὶ μετῆν αὐτονομίας, οὐδὲ ἐσπούδαζον οὐδὲ  p318 ἐπολέμουν ὅπως ὦσιν ἐλεύθεροι· ἀλλὰ γὰρ ἄφθονόν τε καὶ πολλὴν δουλείαν ἐντὸς τῶν τειχῶν ἐγκαθείρξαντες ἔπειτα ἐπάλξεσι καὶ πύργοις καὶ βέλεσιν ἠμύνοντο, ὅπως μὴ εἰσίοι ἔξωθεν παρ’ αὐτούς, ὥσπερ εἴ τις νεὼς διερρηγμένης κλύδωνος ἔνδον ὄντος φυλάττοιτο καὶ πράγματα ἔχοι, μήποτε ἄνωθεν ὑπερβάλῃ. καθάπερ οὖν φασι τοὺς Τρῶας ὑπὲρ τῆς Ἐλένης πολιορκεῖσθαι καὶ ἀποθνῄσκειν οὐκ ἔνδον οὔσης ἀλλ’ ἐν Αἰγύπτῳ, ταὐτὸ πάθος οὗτοι πεπόνθασιν·​12 ὑπὲρ τῆς ἐλευθερίας ἐμάχοντο καὶ ἠγωνίων, οὐκ οὔσης παρ’ αὐτοῖς.

5 Ἀλλ’ ὅμως ἐκεῖνοί τε ἔλεγον πάντα πάσχειν ὑπὲρ τῶν νόμων, καὶ νῦν φασιν ἐν τούτοις εἶναι τὴν δίκην, ὁπόσ’ ἂν​13 αὐτοὶ δυστυχεῖς ὄντες συγγράφωσιν ἢ παρ’ ἄλλων ὁμοίων​14 παραλάβωσιν. νόμον δὲ τὸν ἀληθῆ καὶ κύριον καὶ φανερὸν οὔτε ὁρῶσιν οὔτε ἡγεμόνα ποιοῦνται τοῦ βίου. τοιγαροῦν ὥσπερ ἐν μεσημβρίᾳ λάμποντος ἡλίου δᾷδας ἴασι καὶ δαλοὺς ἀράμενοι, τὸ μὲν θεῖον φῶς ἐάσαντες,​15 καπνῷ δὲ ἑπόμενοι κἂν μικρὸν αἴθυγμα δεικνύντι πυρός. ὁ μὲν οὖν τῆς φύσεως νόμος ἀφεῖται καὶ ἐκλέλοιπε​16 παρ’ ὑμῖν, ὦ κακοδαίμονες· ἄξονας δὲ καὶ γραμματεῖα καὶ στήλας φυλάττετε καὶ ἀνωφελῆ στίγματα.

6 Καὶ τὸν μὲν τοῦ Διὸς θεσμὸν πάλαι παρέβητε,  p320 τὸν δὲ τοῦ δεῖνος ἢ τὸν τοῦ δεῖνος ὅπως μηδεὶς παραβήσεται σκοπεῖσθε. καὶ τὴν ἀρὰν ἣν Ἀθηναίοι περὶ τῶν Σόλωνος ἔθεντο νόμων τοῖς ἐπιχειροῦσι καταλύειν ἀγνοεῖτε κυριωτέραν οὖσαν ἐπὶ τοῖς ἐκείνου νόμοις· πᾶσα γὰρ ἀνάγκη τὸν συγχέοντα​17 τὸν​18 θεσμὸν ἄτιμον ὑπάρχειν·​19 πλὴν παῖδας καὶ γένος οὐκ ἐπέξεισιν, ὡς ἐκεῖ, τῶν ἁμαρτανόντων, ἀλλ’ ἕκαστος αὑτῷ​20 γίγνεται τῆς ἀτυχίας αἴτιος. τὸν οὖν ἐπιχειροῦντα τοῦτον ἀνασῴζειν​21 ὡς ἂν οἷός τε ᾖ καὶ τό γε καθ’ αὑτὸν φυλάττειν οὐδέποτε ἂν μὴ φρονεῖν φαίην ἔγωγε.

7 Πολὺ δὲ μᾶλλον ὑμᾶς θαυμάζω καὶ ἐλεῶ τῆς χαλεπῆς καὶ παρανόμου δουλείας ἐν ᾗ ζεύξαντες αὑτοὺς ἔχετε, οὐχ ἑνὶ δεσμῷ μόνον περιβαλόντες​22 οὐδὲ δυσίν, ἀλλὰ μυρίοις, ὑφ’ ὧν ἄγχεσθε καὶ πιέζεσθε πολὺ μᾶλλον τῶν ἐν ἁλύσει τε καὶ κλοιῷ καὶ πέδαις ἑλκομένων. τοῖς μὲν γὰρ ἔστι καὶ ἀφεθῆναι καὶ διακόψασι φυγεῖν, ὑμεῖς δὲ ἀεὶ μᾶλλον κρατύνεσθε τὰ δεσμὰ καὶ πλείω καὶ ἰσχυρότερα ἀπεργάζεσθε. καὶ μή, ὅτι οὐχ ὁρᾶτε αὐτά, ψευδῆ καὶ ἄπιστον ἡγεῖσθε τόνδε τὸν λόγον· σκοπεῖτε δὲ Ὁμήρου τοῦ καθ’ ὑμᾶς​23 σοφωτάτου ποῖ’ ἄττα δεσμὰ τὸν Ἄρη φησὶ​24 κατασχεῖν,

 p322  ὠκύτατόν περ ἐόντα θεῶν, οἳ Ὄλυμπον ἔχουσιν,

ἠΰτ’ ἀράχνια λεπτά, τά γ’ οὔ κέ τις οὐδὲ ἴδοιτο.

8 Μὴ οὖν οἴεσθε τὸν μὲν Ἄρη, θεὸν ὄντα καὶ ἰσχυρόν, οὕτως ὑπὸ λεπτῶν τε καὶ ἀοράτων πεδηθῆναι δεσμῶν, αὑτοὺς δέ, πάντων θηρίων ἀσθενεστάτους ὄντας, μὴ ἄν ποτε ἁλῶναι δεσμοῖς ἀφανέσιν, ἀλλ’ εἰ μὴ σιδήρου τε καὶ ὀρειχάλκου εὖ​25 πεποιημένα εἴη. τὰ μὲν οὖν σώματα ὑμῶν, οἷα δὴ στερεὰ καὶ τὸ πλέον γῆς γέμοντα,​26 τοιούτων​27 δεῖται​28 τῶν κρατησόντων· ψυχὴ δὲ ἀόρατός που καὶ λεπτὴ φύσει πῶς οὐκ​29 ἂν δεσμῶν τοιούτων τυγχάνοι;​30 ὑμεῖς δὲ στερροὺς καὶ ἀδαμαντίνους πεποίησθε πάσῃ μηχανῇ πλεξάμενοι, καὶ τὸν Δαίδαλον​31 αὐτὸν ὑπερβεβλημένοι τῇ τέχνῃ τε καὶ σπουδῇ πρὸς τὸ πᾶν ὑμῶν μέρος τῆς ψυχῆς καταδεδέσθαι καὶ μηδὲν ἐλεύθερον εἶναι μηδὲ αὐτόνομον. 9 τί γὰρ ἦν ἡ Κνωσίων εἱρκτὴ καὶ τὸ τοῦ Λαβυρίνθου σκολιὸν πρὸς τὴν σκολιότητα καὶ τὸ δυσεύρετον τῆς ἀφροσύνης; τί δ’ ἡ Σικελικὴ φρουρὰ τῶν Ἀττικῶν αἰχμαλώτων, οὓς εἰς πέτραν τινὰ ἐνέβαλον; τί δ’ ὁ Λακώνων Κεάδας καὶ τὸ παρὰ  p324 Πέρσαις οἴκημα μεστὸν τέφρας, ἢ νὴ Δία εἴ τινας​32 κόρας χαλεποὶ πατέρες, ὡς ὁ τῶν ποιητῶν λόγος,

χαλκέων περιβόλων ἐφρούρησαν εἱρκταῖς.

Οὐδ’ ἐγὼ​33 νήφειν ἐν τοῖς λόγοις ἔτι μοι δοκῶ τῶν ἀνθρωπίνων συμφορῶν μνησθεὶς ἐπὶ πλέον ἢ​34 τῆς αἰσχρᾶς καὶ δυσχεροῦς δουλείας ἣν δεδούλωσθε πάντες· ὅθεν οὐ νημάτων ἔστι λεπτῶν​35 εὐπορήσαντας ἐξελθεῖν βοηθείᾳ κόρης ἄφρονος, ὥσπερ ἐκεῖνον Θησέα φασὶν ἐκ Κρήτης σωθῆναι, εἰ μή τι αὐτῆς,​36 οἶμαι, τῆς Ἀθηνᾶς παρισταμένης καὶ σῳζούσης ἅμα. 10 εἰ γὰρ ἐθέλοιμι πάσας εἰπεῖν τὰς εἱρκτὰς καὶ τὰ δεσμὰ τῶν ἀνοήτων​37 τε καὶ ἀθλίων ἀνθρώπων οἷς ἐγκλείσαντες αὑτοὺς ἔχετε,​38 μὴ σφόδρα ὑμῖν ἀπηνής τε καὶ φαῦλος δόξω ποιητής, ἐν οἰκείοις τραγῳδῶν πάθεσιν. οὐ γὰρ μόνον, ὡς οἱ δόξαντες ὑμῖν κακοῦργοι πιεζοῦνται,​39 τραχήλου τε καὶ χειρῶν καὶ ποδῶν, ἀλλὰ γαστρὸς καὶ τῶν ἄλλων μερῶν ἑκάστου​40 ἰδίῳ δεσμῷ τε καὶ ἀνάγκη κατειλημμένοι​41 εἰσὶ ποικίλῃ τε καὶ  p326 πολύτροπῳ·​42 καί μοι δοκεῖ τις ἂν ἰδὼν τῇ​43 ὄψει τερφθῆναί τε καὶ σφόδρα ἄγασθαι τὴν ἐπίνοιαν.

11 Πρώτη μὲν γάρ, οἶμαι, πρὸς ἕκαστον ἔστη​44 δέσποινα χαλεπὴ μὲν ἄλλως καὶ δυσμενὴς καὶ ἐπίβουλος, ἰδεῖν δὲ ἱλαρὰ​45 καὶ μειδιῶσα πρὸς ἅπαντας

σαρδάνιον μάλα τοῖον

καὶ​46 φέρει​47 δεσμὰ κατὰ τὴν αὑτῆς φύσιν εὐανθῆ καὶ μαλακὰ τὴν πρώτην, οἷς​48 εἰκός ἐστι καταδεῖσθαι βασιλεῖς ἢ τυράννους καὶ πάντας​49 ὅσοι μακαρίων παῖδες κέκληνται· τούτων δὲ χαλεπώτερον οὐδὲν οὐδὲ μᾶλλον ἐμφύεται καὶ πιέζει. 12 μετὰ δὲ ταύτην ἦλθεν ἑτέρα, κλοιόν τινα φέρουσα χρυσοῦν ἢ ἀργυροῦν. τοῦτον δὲ περιθεῖσα ἕλκει μὲν ἰδιώτας περὶ πᾶσαν γῆν καὶ θάλασσαν, ἕλκει δὲ βασιλεῖς καθ’ Ἡσίοδον, σύρει δὲ πόλεων στρατηγοὺς ἐπὶ πύλας, ὥστε ἀνοίγειν καὶ προδιδόναι. φησὶ δὲ κήδεσθαι​50 τούτων οὓς ἂν ἀπολλύῃ, καὶ ποιεῖν εὐδαίμονας· ὥσπερ Ἀστυάγην ποτὲ Κῦρος ἐν χρυσαῖς ἔδησε πέδαις, ὡς ἂν δῆλον ὅτι πάππου κηδόμενος.

13 Πολὺ δ’ ἂν ἔργον εἴη διεξιέναι πάσας τὰς ἰδέας  p328 τῶν δεσμῶν. ἕνα​51 δ’ οὖν ἄξιον μὴ παρεῖναι τὸν παραδοξότατον αὐτῶν καὶ ποικιλώτατον, ὃν ἡ χαλεπωτάτη φέρει δέσποινα, χρυσῷ καὶ ἀργύρῳ καὶ παντοίοις λίθοις τε καὶ ψήφοις καὶ ζῴων κέρασι καὶ ὀδοῦσι καὶ ὀστράκοις, ἔτι δὲ ἁλουργέσι βαφαῖς καὶ ἑτέροις μυρίοις τισὶν ὥσπερ ὅρμον πολυτελῆ καὶ θαυμαστὸν ἀσκήσασα καὶ πολλά τινα ἐν αὐτῷ σχήματά τε​52 καὶ μορφὰς μιμησαμένη, στεφάνους τε καὶ σκῆπτρα καὶ τιάρας καὶ θρόνους ὑψηλούς· καθάπερ οἱ περιττοὶ τεχνῖται κλίνας τινὰς ἢ θύρας ἢ ὀροφὰς οἰκιῶν κατασκευάζοντες ἕτερ’ ἄττα μηχανῶνται φαίνεσθαι, λέγω δὲ οἷον θυρῶν ἐξοχὰς θηρίων κεφαλαῖς​53 ἀπεικάσαντες καὶ κιόνων ὁμοίως· 14 ἔτι δὲ καὶ ἦχος ἐν τούτῳ καὶ φωνὴ παντοία κρότων τε καὶ ποππυσμῶν.​54 πάλιν οὖν τοῦτον περιβάλλει δημαγωγοῖς τε καὶ βασιλεῦσιν. ἀλλ’ ὅπως μὴ πόρρω που αὐτοὶ φερώμεθα ὑπὸ τῆς εἰκόνος, ὥσπερ ὄντως εἰδώλῳ τινὶ λόγου ἐπακολουθοῦντες, ὡς Ὅμηρος Ἀχιλλέα ἐποίησε τῷ τοῦ Ἀγήνορος​55 ἐπόμενον μακρὰν ἀπελθεῖν. ἱκανῶς ἔχει.


The Loeb Editor's Notes:

1 ποιῶν Emperius: κοινόν.

2 αὖ Casaubon: ἂν.

3 ἀλλὰ μηδ’ εἶναι Emperius: ἀλλὰ μηδ’ εἰδέναι UB, μή δ’ εἰδέναι M.

4 οἰκέταις Casaubon: οἰκίαις or οἰκείαις.

5 After οὗ Emperius adds δὲ.

6 ἀλλὰ νοητοειδοῦς Post: ἀνόητοι εἴδους.

7 ἐρῶντες. οὐδεὶς δ’ Crosby, οὗ ἔρωτι Sonny.

8 χρῆσθαι Morel: χρᾶσθαι.

9 θέντος Emperius: τιθέντων.

10 εἰρηκέναι Jacobs: εἰδέναι.

11 After ὡς Jacobs deletes ὅτι.

12 πεπόνθασιν] πεπόνθεσαν Arnim.

13 ὁπόσ’ ἂν Pflugk: ὁπότ’ ἂν or ὁπόταν.

14 ὁμοίων Morel: ὁμοίως.

15 ἐάσαντες Morel: ἐλάσαντες.

16 ἐκλέλοιπε Emperius: λέλοιπε.

17 συγχέοντα Casaubon: συνέχοντα.

18 τὸν with UB, τόνδε τὸν Emperius, τὸ πᾶν Arnim; τὸν δὲ M.

19 ἄτιμον ὑπάρχειν Emperius, ἀραῖον ὑπάρχειν Arnim: ἀθηναῖον ἐπάρχειν.

20 αὑτῷ Reiske: αὐτῶν.

21 ἀνασῴζειν Casaubon: ἂν σῴζειν.

22 περιβαλόντες Pflugk: περιβάλλοντες.

23 ὑμᾶς Emperius: ἡμᾶς.

24 φησὶ Morel: φασὶ.

25 εὖ deleted by Reiske.

26 γῆς γέμοντα with M, ἐκ γῆς γεγονότα Arnim: ὀργῆς γέμοντα UB.

27 τοιούτων Emperius: τοσούτων.

28 δεῖται Geel: δεῖ.

29 οὐκ added by Geel.

30 After τυγχάνοι Geel deletes κατὰ τὸν Ἥφαιστον αὐτόν.

31 Δαίδαλον] Ἥφαιστον Emperius.

32 εἴ τινας Morel: οἵ τινας M, εἴ τινες UB.

33 οὐδ’ ἐγὼ Geel: οὐδέ τῷ.

34  Capps: καὶ.

35 οὐ νημάτων ἔστι λεπτῶν Casaubon: νημάτων ἐστίν οὐ λεπτῶν.

36 εἰ μή τι αὐτῆς Dindorf, ἀλλ’ οὐδὲ αὐτῆς Arnim: εἰ μή τις αὐτῆς.

37 ἀνοήτων Emperius: θνητῶν.

38 ἔχετε] ἔχουσι Reiske.

39 πιεζοῦνται] πιέζονται Morel.

40 ἑκάστου Casaubon: ἕκαστον.

41 κατειλημμένοι εἰσὶ Arnim: κατειλημμένον. οἱ δ’ εἰσὶ.

42 ποικίλῃ τε καὶ πολύτροπῳ Arnim: ποικίλοι τε καὶ πολύτροποι.

43 τῇ added by Emperius.

44 ἕκαστον ἔστη Reiske: ἕκαστόν ἐστι.

45 ἰδεῖν δὲ ἱλαρὰ Wilamowitz: ἰδεῖν· εἰ δ’ ἄρα.

46 Before καὶ Emperius deletes χαλεπὴ δὲ ἡδονὴ.

47 φέρει Geel: φέρειν.

48 οἷς] οἵοις Arnim.

49 πάντας Morel: πάντες.

50 φησὶ δὲ κήδεσθαι Casaubon: φασὶ δὲ καὶ δεῖσθαι.

51 ἕνα Morel: ἔνθα.

52 σχήματά τε Wyttenbach: ὀχήματά τε UB, ὄχημα τε M.

53 κεφαλαῖς Reiske: κεφαλὰς.

54 After ποππυσμῶν Emperius deletes καὶ ἠχεῖ ταῦτα τὰ δεσμά.

55 Ἀγήνορος Morel: ἀντήνορος.


[image ALT: Valid HTML 4.01.]

Page updated: 24 Mar 12