Short URL for this page:
bit.ly/DioChrHair
mail:
Bill Thayer |
English |
Help |
Up |
Εἴσοδος |
Ex Synesii Encomio Calvitii pp63 sqq. Petav.
Δίωνι τῷ χρυσῷ τὴν γλῶτταν ἐποιήθη βιβλίον, Κόμης Ἐγκώμιον, οὕτω δή τι λαμπρὸν ὡς ἀνάγκην εἶναι παρὰ τοῦ λόγου φαλακρὸν ἄνδρα αἰσχύνεσθαι. συνεπιτίθεται γὰρ ὁ λόγος τῇ φύσει· φύσει δὲ ἅπαντες ἐθέλομεν εἶναι καλοί, πρὸς ὃ μέγα μέρος αἱ τρίχες συμβάλλονται, αἷς ἡμᾶς ἐκ παίδων ἡ φύσις ᾠκείωσεν. ἐγὼ μὲν οὖν καὶ ὁπηνίκα τὸ δεινὸν ἤρχετο καὶ θρίξ ἀπερρύη μέσην αὐτὴν δέδηγμαι τὴν καρδίαν, καὶ ἐπειδὴ προσέκειτο μᾶλλον, ἄλλης ἐπ’ ἄλλη πιπτούσης, ἤδη δὲ καὶ σύνδυο καὶ κατὰ πλείους καὶ ὁ πόλεμος λαμπρὸς ἦν, ἀγομένης καὶ φερομένης τῆς κεφαλῆς, τότε δὴ τότε χαλεπώτερα πάσχειν ᾤμην ἢ ὑπ’ Ἀρχιδάμου τοὺς Ἀθηναίους ἐπὶ τῇ δενδροτομίᾳ τῶν Ἀχαρνῶν, ταχύ τε ἀπεδείχθην ἀνεπιτήδευτος Εὐβοεύς, οὓς ὄπιθεν κομόωντας ἐστράτευσεν ἐπὶ Τροίαν ἡ ποίησις.
p334 Ἐν ᾣ τινα μὲν θεῶν, τίνα δὲ δαιμόνων παρῆλθον ἀκατηγόρητον; ἐπεθέμην δὲ καὶ Ἐπικούρου τι γράφειν ἐγκώμιον, οὐ κατὰ ταὐτὰ περὶ θεῶν διακείμενος, ἀλλ’ ὡς ὅ τι κἀγὼ δυναίμην ἀντιδηξόμενος. ἔλεγον γὰρ ὅτι ποῦ τὰ τῆς προνοίας ἐν τῷ παρ’ ἀξίαν ἑκάστου; καὶ τί γὰρ ἀδίκων ἐγὼ φανοῦμαι ταῖς γυναιξὶν ἀειδέστερος; οὐ δεινὸν εἰ ταῖς ἐκ γειτόνων· τὰ γὰρ εἰς Ἀφροδίτην ἐγὼ δικαιότατος κἂν τῷ Βελλεροφόντῃ σωφροσύνης ἀμφισβητήσαιμι. ἀλλὰ καὶ μήτηρ, ἀλλὰ καὶ ἀδελφαί, φασί, τῷ κάλλει τι νέμουσι τῶν ἀρρένων. ἐδήλωσε δὲ ἡ Παρύσατις, Ἀρταξήρξην τὸν βασιλέα διὰ Κῦρον τὸν καλὸν ἀποστέρξασα.
Ταῦτ’ ἄρα ἐποτνιώμην, καὶ μικρὸν οὐδὲν ἐπενόουν περὶ τῆς συμφορὰς. ἐπεὶ δὲ ὅ τε χρόνος αὐτὴν συνηθεστέραν ἐποίησε καὶ ὁ λόγος ἀντεισιὼν κατεξανέστη τοῦ πάθους, τὸ δὲ κατὰ μικρὸν ὑπεξίστατο, ἤδη διὰ ταῦτα ῥᾴων ἦν καὶ ἀνέφερον· νυνὶ δὲ ἀνθυπήνεγκεν αὐτὸ ῥεῦμα ἕτερον οὗτος αὐτὸς ὁ Δίων, καὶ ἐπανήκει μοι μετὰ συνηγόρου. πρὸς δύο δέ, φησὶν ὁ λόγος, οὐδ’ Ἡρακλῆς, εἰ τοὺς Μολιονίδας ἐκ λόχου προσπεσόντας οὐκ p336 ἤνεγκεν. ἀλλὰ καὶ πρὸς τὴν Ὕδραν ἀγωνιζόμενος, τέως μὲν εἷς ἑνὶ συνειστήκεσαν· ἐπεὶ δὲ ὁ καρκίνος αὐτῇ παρεγένετο, κἂν ἀπεῖπεν, εἰ μὴ τὴν Ἰόλεω συμμαχίαν ἀντεπηγάγετο. κἀγώ μοι δοκῶ παραπλήσιόν τι παθεῖν ὑπὸ Δίωνος, οὐκ ἔχων ἀδελφιδοῦν τὸν Ἰόλεων. πάλιν οὖν ἐκλαθόμενος ἐμαυτοῦ τε καὶ τῶν λογισμῶν ἐλεγεῖα ποιῶ, θρήνων ἐπὶ τῇ κόμῃ.
Σὺ δὲ ἐπειδὴ φαλακρῶν μὲν ὁ κράτιστος εἶ, δοκεῖς δέ τις εἶναι γεννάδας, ὃς οὐδὲ ἐμπάζει τῆς συμφορὰς, ἀλλὰ καὶ ὅταν ἔτνους προκειμένου μετώπων ἐξέτασις γίνηται, σαυτὸν ἐπιλέγεις, ὡς ἐπ’ ἀγαθῷ δή τινι φιλοτιμούμενος, οὐκοῦν ἀνάσχου τοῦ λόγου, καὶ τήρησον ἐν πείσῃ, φασί, τὴν καρδίαν, ὥσπερ ὁ Ὀδυσσεὺς πρὸς τὴν ἀναγωγίαν τῶν γυναικῶν ἀνέκπληκτος ἔμεινε· καὶ σὺ πειρῶ μηδὲν ὑπὸ τούτου παθεῖν. ἀλλ’ οὐκ ἂν δύναιο. τί φῄς; καὶ μὴν δυνήσει; τοιγαροῦν ἄκουε. δεῖ δὲ οὐδὲν ἐξελίττειν τὸ βιβλίον, ἀλλ’ αὐτὸς ἐρῶ. καὶ γὰρ οὐδὲ πολύστιχόν ἐστι. γλαφυρὸν μέντοι, καὶ τὸ κάλλος αὐτοῦ προσιζάνει τῇ μνήμῃ, ὥστε οὐδὲ βουλόμενον ἐπιλαθέσθαι με οἷόν τε.
" Ἀναστὰς ἕωθεν καὶ τοὺς θεοὺς προσειπὼν ὅπερ εἴωθα, ἐπεμελούμην τῆς κόμης· καὶ γὰρ ἐτύγχανον μαλακώτερον τὸ σῶμα ἔχων· ἡ δὲ ἠμέλητο ἐκ πλείονος. πάνυ γοῦν συνέστραπτο καὶ συνεπέπλεκτο τὰ πολλὰ αὐτῆς, οἷον τῶν οἰῶν p338 τὰ περὶ τοῖς σκέλεσιν αἰωρούμενα· πολὺ δὲ ταῦτα σκληρότερα ὡς ἂν ἐκ λεπτοτέρων συμπεπλεγμένα τῶν τριχῶν.
"Ἦν οὖν ὀφθῆναί τε ἀγρία ἡ κόμη καὶ βαρεῖα, μόλις δὲ διελύετο καὶ τὰ πολλὰ αὐτῆς ἀπεσπᾶτο καὶ διετείνετο. οὐκοῦν ἐπῄει μοι τοὺς φιλοκόμους ἐπαινεῖν, οἳ φιλόκαλοι ὄντες καὶ τὰς κόμας περὶ πλείστου ποιούμενοι ἐπιμελοῦνται οὐ ῥᾳθύμως, ἀλλὰ κάλαμόν τινα ἔχουσιν ἀεὶ ἐν αὐτῇ τῇ κόμῃ, ᾧ ξαίνουσιν αὐτήν, ὅταν σχολὴν ἀγῶσι· καὶ τοῦτο δὴ τὸ χαλεπώτατον, χαμαὶ κοιμώμενοι φυλάττουσιν ὅπως μηδέποτε ἅψωνται τῆς γῆς, ὑπερείδοντες ὑπὸ τὴν κεφαλὴν μικρὸν ξύλον, ὅπως ἀπέχῃ τῆς γῆς ὡς πλεῖστον, καὶ μᾶλλον φροντίζουσι τοῦ καθαρὰν φέρειν τὴν κόμην ἢ τοῦ ἡδέως καθεύδειν· ἡ μὲν γὰρ καλούς τε καὶ φοβεροὺς ἔοικε ποιεῖν, ὁ δὲ ὕπνος, κἂν πάνυ ἡδὺς ᾗ, βραδεῖς τε καὶ ἀφυλάκτους.
"Δοκοῦσι δέ μοι καὶ Λακεδαιμόνιοι μὴ ἀμελεῖν τοῦ τοιούτου πράγματος, οἳ τότε ἥκοντες πρὸ τῆς μάχης τῆς μεγάλης τε καὶ δεινῆς, ὅτε μόνοι τῶν Ἑλλήνων ἔμελλον δέχεσθαι βασιλέα, τριακόσιοι τὸν ἀριθμὸν ὄντες, ἐκάθηντο ἀσκοῦντες τὰς κόμας. δοκεῖ δέ μοι καὶ Ὅμηρος πλείστης ἐπιμελείας ἀξιοῦν τὸ τοιοῦτον. ἀπό γε μὲν ὀφθαλμῶν οὐ πολλάκις ἐπαινεῖ τοὺς καλούς, οὐδὲ ἀπὸ τούτου μάλιστα ἡγεῖται τὸ κάλλος ἐπιδείξειν. οὐδενὸς οὖν τῶν ἡρώων ὀφθαλμοὺς ἐγκωμιάζει ἢ Ἀγαμέμνονος, p340 ὥσπερ καὶ τὸ ἄλλο σῶμα ἐπαινεῖ αὐτοῦ· καὶ οὐ μόνον τοὺς Ἕλληνας ἑλίκωπας καλεῖ· ἀλλ’ οὐδὲν ἧττον καὶ τὸν Ἀγαμέμνονα τὸ κοινὸν ἐπὶ τοῖς Ἕλλησιν· ἀπὸ δὲ τῆς κόμης πάντας· πρῶτον μὲν Ἀχιλλέα,
ξανθῆς δὲ κόμης ἕλε Πηλείωνα· |
"ἔπειτα Μενέλαον ξανθὸν ἐπονομάζων ἀπὸ τῆς κόμης· τῆς δὲ Ἕκτορος χαίτης μέμνηται,
ἀμφὶ δὲ χαῖται κυάνεαι πεφόρηντο. |
"Εὐφόρβου γε μὴν τοῦ καλλίστου τῶν Τρώων ἀποθανόντος οὐδὲν ἄλλο ὠδύρετο λέγων,
αἵματί οἱ δεύοντο κόμαι Χαρίτεσσιν ὁμοῖαι, πλοχμοί θ’ οἳ χρυσῷ τε καὶ ἀργύρῳ ἐσφήκωντο· |
"καὶ τὸν Ὀδυσσέα ὅταν ἐθέλῃ καλὸν γεγονότα ὑπὸ τῆς Ἀθηνᾶς ἐπιδεῖξαι· φησὶ γοῦν,
κυάνεαι δ’ ἐγένοντο ἔθειραι. |
"πάλιν δ’ ἐπὶ τοῦ αὐτοῦ,
κὰδ δὲ κάρητος οὔλας ἧκε κόμας, ὑακινθίνῳ ἄνθει ὁμοίας. |
"Καὶ πρέπειν γε μᾶλλον τοῖς ἀνδράσι φαίνεται καθ’ Ὅμηρον ὁ κόσμος ὁ τῶν τριχῶν ἢ ταῖς p342 γυναιξί. γυναικῶν γοῦν περὶ κάλλους διεξιὼν οὐ τοσαυτάκις φαίνεται κόμης μεμνημένος· ἐπεί τοι καὶ τῶν θεῶν τὰς μὲν θηλείας ἄλλως ἐπαινεῖ — χρυσῆν γὰρ Ἀφροδίτην καὶ βοῶπιν Ἥραν καὶ Θέτιν ἀργυρόπεζαν — τοῦ Διὸς δὲ μάλιστα ἐπαινεῖ τὰς χαίτας·
ἀμβρόσιαι δ’ ἄρα χαῖται ἐπερρώσαντο ἄνακτος." |
Ταυτὶ μέν σοι τὰ Δίωνος.
Images with borders lead to more information.
|
||||||
ΑΝΩ· |
Δίων ὁ Χρυσόστομος |
Κλασικά Κείμενα |
ΛακουσΚούρτιος |
Εἴσοδος |
||
A page or image on this site is in the public domain ONLY if its URL has a total of one *asterisk. If the URL has two **asterisks, the item is copyright someone else, and used by permission or fair use. If the URL has none the item is © Bill Thayer. See my copyright page for details and contact information. |
Page updated: 6 Apr 12