mail:
Bill Thayer |
![]() English |
![]() Help |
![]() Up |
![]() Εἴσοδος |
Ἐκ τῶν Δίωνος Χρειῶν·
Λάκαινα γυνὴ τοῦ υἱοῦ αὐτῆς ἐν παρατάξει χωλωθέντος καὶ δυσφοροῦντος ἐπὶ τούτῳ, Μὴ λυποῦ, τέκνον, εἶπεν· καθ’ ἕκαστον γὰρ βῆμα τῆς ἰδίας ἀρετῆς ὑπομνησθήσῃ.
Ἐκ τῶν Δίωνος Χρειῶν·
Τὴν ἐπιτίμησιν ὁ Διογένης ἀλλότριον ἀγαθὸν ἔλεγεν εἶναι.
Ἐκ τῶν Δίωνος Χρειῶν·
Τῶν συνόντων τις μειρακίων Διογένει ἐρωτώμενος ὑπ’ αὐτοῦ ἐσιώπα. ὁ δὲ ἔφη, Οὐκ οἴει τοῦ αὐτοῦ εἶναι εἰδέναι ἅ τε λεκτέον καὶ ποτε καὶ τίνα σιωπητέον καὶ πρὸς τίνα;
Δίωνος ἐκ τοῦ Οἰκονομικοῦ·
Ἀρξόμεθα δὲ ἀπὸ τοῦ μάλιστα ὠφελοῦντος οἰκίαν· εἴη δ’ ἂν τοῦτο ἐπιτίμησις διαβολῆς· διαβολὴ γὰρ κακῶν τὸ ὀξύτατον καὶ ἐπιβουλότατον.
Δίωνος ἐκ τοῦ Οἰκονομικοῦ·
Χρὴ οὖν δεσπόζειν ἐπιεικῶς καὶ ἀνεθῆναί ποτε βουλομένοις ἐπιτρέπειν. αἱ γὰρ ἀνέσεις παρασκευαστικαὶ πόνων εἰσί, καὶ τόξον καὶ λύρα καὶ ἄνθρωπος ἀκμάζει δι’ ἀναπαύσεως.
Δίωνος ἐκ τοῦ Οἰκονομικοῦ·
Εὐσέβεια δὲ γυναικεία ὁ πρὸς τὸν ἄνδρα ἔρως.
Ἐν ταὐτῷ·
Γέλως δὲ συνεχὴς καὶ μέγας θυμοῦ κακιῶν· διὰ τοῦτο μάλιστα ἑταίραις ἀκμάζων καὶ παίδων τοῖς ἀφρονεστέροις. ἐγὼ δὲ κοσμεῖσθαι πρόσωπον ὑπὸ δακρύων ἡγοῦμαι μᾶλλον ἢ ὑπὸ γέλωτος. δάκρυσι μὲν γὰρ ὡς ἐπὶ τὸ πλεῖστον σύνεστι καὶ μάθημά που χρηστόν, γέλωτι δὲ ἀκολασία. καὶ κλάων μὲν οὐδεὶς προυτρέψατο ὑβριστήν, γέλων δὲ ηὔξησεν αὐτοῦ τὰς ἐλπίδας.
Δίωνος ἐκ τοῦ Οἰκονομικοῦ·
Μέγα γὰρ δυσώπημα σωφροσύνης τέκνωσις.
Ἐν ταὐτῷ·
Τὸ μὲν γὰρ τίκτειν ἀνάγκης ἐστὶν ἔργον, τὸ δὲ ἐκτρέφειν φιλοστοργίας.
Δίωνος τοῦ Χρυσοστόμου·
Πῶς οὐ δεινὸν τοῖς μὲν θεοῖς ἐνοχλεῖν, αὐτοὺς δὲ μὴ βούλεσθαι πράττειν ἅ γε ἐφ’ ἡμῖν εἶναι δοκεῖ τοῖς θεοῖς.
Δίωνος τοῦ Χρυσοστόμου·
Κινδύνων ἐλπὶς ἄνευ κινδύνων τίθησι τὸν ἐλπίζοντα τῷ προησφαλίσθαι τῶν δυσχερῶν τῇ δοκήσει τὰ πράγματα.
Δίωνος τοῦ Χρυσοστόμου·
Πονηρίαν γὰρ ἀρχομένην μὲν κωλῦσαι τάχα τις κολάζων ἂν1 δυνηθείη· ἐγκαταγεγηρακυῖαν δὲ καὶ γεγενημένην τῶν εἰθισμένων διὰ2 τιμωριῶν ἀδύνατον εἶναι λέγουσιν.
1 ἂν added by Arnim.
❦
2 διὰ added by Crosby, κρατῆσαι διί τινῶν ἐπικειμένων Arnim.
Images with borders lead to more information.
|
||||||
ΑΝΩ· |
![]() Δίων ὁ Χρυσόστομος |
![]() Κλασικά Κείμενα |
![]() ΛακουσΚούρτιος |
![]() Εἴσοδος |
||
A page or image on this site is in the public domain ONLY if its URL has a total of one *asterisk. If the URL has two **asterisks, the item is copyright someone else, and used by permission or fair use. If the URL has none the item is © Bill Thayer. See my copyright page for details and contact information. |
Page updated: 7 Apr 12