Short URL for this page:
bit.ly/Diodorus3A


[image ALT: Much of my site will be useless to you if you've got the images turned off!]
mail:
Bill Thayer

[image ALT: Click here for an English translation of this page.]
English

[image ALT: Cliccare qui per una pagina di aiuto in Italiano.]
Italiano

[Link to a series of help pages]
Help
[Link to the next level up]
Up
[Link to my homepage]
Εἴσοδος

This webpage reproduces a portion of
The Library of History
by
Diodorus Siculus

published in Vol. II
of the Loeb Classical Library edition, 1935

The text is in the public domain.

This page has been carefully proofread
and I believe it to be free of errors.
If you find a mistake though, please
let me know!

(Vol. II) Διόδωρος Σικελιώτης
Βιβλιοθήκη Ἱστορική

 p88  ΒΙΒΛΟΣ ΤΡΙΤΗ

[link to English translation] 1 1 Τῶν πρὸ ταύτης βίβλων δυοῖν οὐσῶν ἡ μὲν πρώτη περιέχει τὰς κατὰ τὴν Αἴγυπτον πράξεις τῶν ἀρχαίων βασιλέων καὶ τὰ μυθολογούμενα περὶ τῶν παρ’ Αἰγυπτίοις θεῶν, πρὸς δὲ τούτοις περὶ τοῦ Νείλου καὶ τῶν ἐν αὐτῇ φυομένων καρπῶν τε καὶ παντοδαπῶν ζῴων, περί τε τῆς τοποθεσίας τῆς​1 Αἰγύπτου καὶ τῶν νομίμων τῶν παρὰ τοῖς ἐγχωρίοις καὶ τῶν δικαστηρίων, 2 ἡ δὲ δευτέρα τὰς κατὰ τὴν Ἀσίαν​2 ἐν τοῖς ἀρχαίοις συντελεσθείσας πράξεις ὑπὸ τῶν Ἀσσυρίων, ἐν αἷς ἐστιν ἥ τε Σεμιράμιδος γένεσις καὶ αὔξησις, καθ’ ἣν ἔκτισε μὲν Βαβυλῶνα καὶ πολλὰς ἄλλας πόλεις, ἐστράτευσε δὲ ἐπὶ τὴν Ἰνδικὴν μεγάλαις δυνάμεσιν· ἑξῆς δὲ περὶ τῶν Χαλδαίων καὶ τῆς παρ’ αὐτοῖς τῶν ἄστρων παρατηρήσεως, καὶ περὶ τῆς Ἀραβίας καὶ τῶν ἐν αὐτῇ παραδόξων, περί τε τῆς Σκυθῶν βασιλείας, καὶ περὶ Ἀμαζόνων, καὶ τὸ τελευταῖον περὶ τῶν Ὑπερβορέων. 3 ἐν δὲ ταύτῃ τὰ συνεχῆ τοῖς προϊστορημένοις προστιθέντες διέξιμεν περὶ Αἰθιόπων καὶ τῶν Λιβύων καὶ τῶν ὀνομαζομένων Ἀτλαντίων.3

[link to English translation] 2 1 Αἰθίοπας τοίνυν ἱστοροῦσι πρώτους ἀνθρώπων ἁπάντων γεγονέναι, καὶ τὰς ἀποδείξεις τούτων ἐμφανεῖς εἶναί φασιν. ὅτι μὲν γὰρ οὐκ ἐπήλυδες  p90 ἐλθόντες, ἀλλ’ ἐγγενεῖς ὄντες τῆς χώρας δικαίως αὐτόχθονες ὀνομάζονται, σχεδὸν παρὰ πᾶσι συμφωνεῖσθαι·​4 ὅτι δὲ τοὺς ὑπὸ τὴν μεσημβρίαν οἰκούντας πιθανόν ἐστι πρώτους ὑπὸ τῆς γῆς ἐζωογονῆσθαι, προφανὲς ὑπάρχειν ἅπασι· τῆς γὰρ περὶ τὸν ἥλιον θερμασίας ἀναξηραινούσης τὴν γῆν ὑγρὰν οὖσαν ἔτι​5 κατὰ τὴν τῶν ὅλων γένεσιν καὶ ζωογονούσης, εἰκὸς εἶναι τὸν ἐγγυτάτω τόπον ὄντα τοῦ ἡλίου πρῶτον ἐνεγκεῖν φύσεις ἐμψύχους. 2 φασὶ δὲ παρ’ αὐτοῖς πρώτοις καταδειχθῆναι θεοὺς τιμᾶν καὶ θυσίας ἐπιτελεῖν καὶ πομπὰς καὶ πανηγύρεις καὶ τἄλλα δι’ ὧν ἄνθρωποι τὸ θεῖον τιμῶσι· διὸ καὶ τὴν παρ’ αὐτοῖς εὐσεβίαν διαβεβοῆσθαι παρὰ πᾶσιν ἀνθρώποις, καὶ δοκεῖν τὰς παρ’ Αἰθίοψι θυσίας μάλιστ’ εἶναι τῷ δαιμονίῳ κεχαρισμένας. 3 μάρτυρα δὲ τούτων παρέχονται τὸν πρεσβύτατον σχεδὸν καὶ μάλιστα τῶν ποιητῶν θαυμαζόμενον παρ’ Ἕλλησι· τοῦτον γὰρ κατὰ τὴν Ἰλιάδα παρεισάγειν τόν τε Δία καὶ τοὺς ἄλλους μετ’ αὐτοῦ θεοὺς ἀποδημοῦντας εἰς Αἰθιοπίαν πρός τε τὰς θυσίας τὰς ἀπονεμομένας αὐτοῖς κατ’ ἔτος καὶ εὐωχίαν κοινὴν παρὰ τοῖς Αἰθίοψι,

Ζεὺς γὰρ ἐς Ὠκεανὸν μετ’ ἀμύμονας Αἰθιοπῆας

χθιζὸς ἔβη μετὰ δαῖτα, θεοὶ δ’ ἅμα πάντες ἕποντο.

4 λέγουσι δὲ καὶ τῆς εἰς τὸ θεῖον εὐσεβίας φανερῶς αὐτοὺς κομίζεσθαι τὰς χάριτας, μηδέποτε δεσποτείας  p92 ἐπήλυδος πεῖραν λαβόντας· ἐξ αἰῶνος γὰρ ἐν ἐλευθερίᾳ μεμενηκέναι καὶ τῇ πρὸς ἀλλήλους ὁμονοίᾳ, πολλῶν μὲν καὶ δυνατῶν ἐστρατευκότων ἐπ’ αὐτούς, μηδενὸς δὲ τῆς ἐπιβολῆς καθικομένου.

[link to English translation] 3 1 Καμβύσην μὲν γὰρ μεγάλῃ δυνάμει στρατεύσαντα τήν τε στρατιὰν ἀποβαλεῖν ἅπασαν καὶ αὐτὸν τοῖς ὅλοις κινδυνεῦσαι· Σεμίραμιν δέ, τῷ μεγέθει τῶν ἐπιβολῶν καὶ πράξεων διωνομασμένην, ἐπὶ βραχὺ τῆς Αἰθιοπίας προελθοῦσαν ἀπογνῶναι τὴν ἐπὶ τὸ σύμπαν ἔθνος στρατείαν· τούς τε περὶ Ἡερακλέα καὶ Διόνυσον ἐπιόντας ἅπασαν τὴν οἰκουμένην μόνους τοὺς Αἰθίοπας τοὺς ὑπὲρ Αἰγύπτου μὴ καταπολεμῆσαι διά τε τὴν εὐσέβειαν τῶν ἀνδρῶν καὶ τὸ δυσκράτητον τῆς ἐπιβολῆς.

Φασί δὲ καὶ τοὺς Αἰγυπτίους ἑαυτῶν ἀποίκους ὑπάρχειν, Ὀσίριδος ἡγησαμένου τῆς ἀποικίας. 2 καθόλου γὰρ τὴν νῦν οὖσαν Αἴγυπτον λέγουσιν οὐ χώραν, ἀλλὰ θάλατταν γεγονέναι κατὰ τὴν ἐξ ἀρχῆς τοῦ κόσμου σύστασιν· ὕστερον μέντοι τοῦ Νείλου κατὰ τὰς ἀναβάσεις τὴν ἐκ τῆς Αἰθιοπίας ἰλὺν καταφέροντος ἐκ τοῦ κατ’ ὀλίγον προσχωσθῆναι. ὅτι δ’ ἐστιν αὐτῶν ἡ χώρα πᾶσα ποταμόχωστος ἐναργεστάτην ἔχειν ἀπόδειξιν τὴν γινομένην κατὰ τὰς ἐκβολὰς τοῦ Νείλου· 3 καθ’ ἕκαστον γὰρ ἔτος ἀεὶ νέας ἰλύος ἀθροιζομένης πρὸς τὰ στόματα τοῦ ποταμοῦ καθορᾶται τὸ μὲν πέλαγος ἐξωθούμενον τοῖς προσχώμασιν, ἡ δὲ χώρα τὴν αὔξησιν λαμβάνουσα. τὰ δὲ πλεῖστα τῶν νομίμων τοῖς Αἰγυπτίοις ὑπάρχειν Αἰθιοπικά, τηρουμένης  p94 τῆς παλαιὰς συνηθείας παρὰ τοῖς ἀποικισθεῖσι. 4 τό τε γὰρ τοὺς βασιλεῖς θεοὺς νομίζειν καὶ τὸ περὶ τὰς ταφὰς μάλιστα σπουδάζειν καὶ πολλὰ τοιαῦθ’ ἕτερα πράττειν Αἰθιόπων ὑπάρχειν ἐπιτηδεύματα, τάς τε τῶν ἀγαλμάτων ἰδέας καὶ τοὺς τῶν γραμμάτων τύπους Αἰθιοπικοὺς ὑπάρχειν· 5 διττῶν​6 γὰρ Αἰγυπτίοις ὄντων γραμμάτων, τὰ μὲν δημώδη προσαγορευόμενα πάντας μανθάνειν, τὰ δ’ ἱερὰ καλούμενα παρὰ μὲν τοῖς Αἰγυπτίοις μόνους γινώσκειν τοὺς ἱερεῖς παρὰ τῶν πατέρων ἐν ἀπορρήτοις μανθάνοντας, παρὰ δὲ τοῖς Αἰθίοψιν ἅπαντας τούτοις χρῆσθαι τοῖς τύποις. 6 τά τε συστήματα τῶν ἱερέων παραπλησίαν ἔχειν τάξιν παρ’ ἀμφοτέροις τοῖς ἔθνεσι· καθαρεύειν γὰρ ἅπαντας τοὺς περὶ τὴν τῶν θεῶν θεραπείαν ὄντας, ὁμοίως ἐξυρημένους καὶ τὰς στολὰς τὰς αὐτὰς ἔχοντας καὶ τὸν τοῦ σκήπτρου τύπον ἀροτροειδῆ καθεστῶτα, ὃν ἔχοντας τοὺς βασιλεῖς χρῆσθαι πίλοις μακροῖς ἐπὶ τοῦ πέρατος ὀμφαλὸν ἔχουσι καὶ περιεσπειραμένοις ὄφεσιν, οὓς καλοῦσιν ἀσπίδας· τοῦτο δὲ τὸ παράσημον ἔοικε συνεμφαίνειν ὅτι τοὺς ἐπιθέσθαι τολμήσοντας τῷ βασιλεῖ συμβήσεται θανατηφόροις περιπεσεῖν δήγμασι. 7 πολλὰ δὲ καὶ ἄλλα λέγουσι περὶ τῆς αὑτῶν ἀρχαιότητος καὶ τῆς τῶν Αἰγυπτίων ἀποικίας, περὶ ὧν οὐδὲν κατεπείγει γράφειν.

[link to English translation] 4 1 Περὶ δὲ τῶν Αἰθιοπικῶν γραμμάτων τῶν παρ’ Αἰγυπτίοις καλουμένων ἱερογλυφικῶν ῥητέον, ἵνα  p96 μηδὲν παραλίπωμεν τῶν ἀρχαιολογουμένων. συμβέβηκε τοίνυν τοὺς μὲν τύπους ὑπάρχειν αὐτῶν ὁμοίους ζῴοις παντοδαποῖς καὶ ἀκρωτηρίοις ἀνθρώπων, ἔτι δ’ ὀργάνοις, καὶ μάλιστα τεκτονικοῖς· οὐ γὰρ ἐκ τῆς τῶν συλλαβῶν συνθέσεως ἡ γραμματικῇ παρ’ αὐτοῖς τὸν ὑποκείμενον λόγον ἀποδίδωσιν, ἀλλ’ ἐξ ἐμφάσεως τῶν μεταγραφομένων καὶ μεταφορᾶς μνήμῃ συνηθλημένης. 2 γράφουσι γὰρ ἱέρακα καὶ κροκόδειλον, ἔτι δ’ ὄφιν καὶ τῶν​7 ἐκ τοῦ σώματος τῶν ἀνθρώπων ὀφθαλμὸν καὶ χεῖρα καὶ πρόσωπον καὶ ἕτερα τοιαῦτα. ὁ μὲν οὖν ἱέραξ αὐτοῖς σημαίνει πάντα τὰ ὀξέως γινόμενα, διὰ τὸ τὸ ζῷον τοῦτο τῶν πτηνῶν σχεδὸν ὑπάρχειν ὀξύτατον. μεταφέρεταί τε ὁ λόγος ταῖς οἰκείαις μεταφοραῖς εἰς πάντα τὰ ὀξέα καὶ τὰ τούτοις οἰκεῖα παραπλησίως τοῖς εἰρημένοις. 3 ὁ δὲ κροκόδειλος σημαντικός ἐστι πάσης κακίας, ὁ δὲ ὀφθαλμὸς δίκης τηρητὴς καὶ παντὸς τοῦ σώματος φύλαξ. τῶν δ’ ἀκρωτηρίων ἡ μὲν δεξιὰ τοὺς δακτύλους ἐκτεταμένους ἔχουσα σημαίνει βίου πορισμόν, ἡ δ’ εὐώνυμος συνηγμένη τήρησιν καὶ φυλακὴν χρημάτων. 4 ὁ δ’ αὐτὸς λόγος καὶ ἐπὶ τῶν ἄλλων τύπων τῶν ἐκ τοῦ σώματος καὶ τῶν ὀργανικῶν καὶ τῶν ἄλλων ἁπάντων· ταῖς γὰρ ἐν ἑκάστοις ἐνούσαις ἐμφάσεσι συνακολουθοῦντες, καὶ μελέτῃ πολυχρονίῳ καὶ μνήμῃ γυμνάζοντες τὰς ψυχάς, ἑκτικῶς ἕκαστα τῶν γεγραμμένων ἀναγιγνώσκουσι.

[link to English translation] 5 1 Τῶν δὲ παρ’ Αἰθίοψι νομίμων οὐκ ὀλίγα δοκεῖ  p98 πολὺ τῶν παρὰ τοῖς ἄλλοις διαφέρειν, καὶ μάλιστα τὰ περὶ τὴν αἵρεσιν τῶν βασιλέων. οἱ μὲν γὰρ ἱερεῖς ἐξ αὑτῶν τοὺς ἀρίστους προκρίνουσιν, ἐκ δὲ τῶν καταλεχθέντων, ὃν ἂν ὁ θεὸς κωμάζων κατά τινα συνήθειαν περιφερόμενος λάβῃ, τοῦτον τὸ πλῆθος αἱρεῖται βασιλέα· εὐθὺς δὲ καὶ προσκυνεῖ καὶ τιμᾷ καθάπερ θεόν, ὡς ὑπὸ τῆς τοῦ δαιμονίου προνοίας ἐγκεχειρισμένης αὐτῷ τῆς ἀρχῆς. 2 ὁ δ’ αἱρεθεὶς διαίτῃ τε χρῆται τῇ τεταγμένῃ κατὰ τοὺς νόμους καὶ τἄλλα πράττει κατὰ τὸ πάτριον ἔθος, οὔτ’ εὐεργεσίαν οὔτε τιμωρίαν ἀπονέμων οὐδενὶ παρὰ τὸ δεδογμένον ἐξ ἀρχῆς παρ’ αὐτοῖς νόμιμον· ἔθος δ’ αὐτοῖς ἐστι μηδένα τῶν ὑποτεταγμένων θανάτῳ περιβάλλειν, μηδ’ ἂν καταδικασθεὶς ἐπὶ θανάτῳ τις φανῇ τιμωρίας ἄξιος, ἀλλὰ πέμπειν τῶν ὑπηρετῶν τινα σημεῖον ἔχοντα θανάτου πρὸς τὸν παρανενομηκότα· οὗτος δ’ ἰδὼν τὸ σύσσημον, καὶ παραχρῆμα εἰς τὴν ἰδίαν οἰκίαν ἀπελθών, ἑαυτὸν ἐκ τοῦ ζῆν μεθίστησι. φεύγειν δ’ ἐκ​8 τῆς ἰδίας χώρας εἰς τὴν ὅμορον καὶ τῇ μεταστάσει ἔτην πατρίδος λύειν τὴν τιμωρίαν, καθάπερ παρὰ τοῖς Ἕλλησιν, οὐδαμῶς συγκεχώρηται. 3 διὸ καί φασί τινα, τοῦ θανατηφόρου σημείου πρὸς αὐτὸν ἀποσταλέντος ὑπὸ τοῦ βασιλέως, ἐπιβαλέσθαι μὲν ἐκ τῆς Αἰθιοπίας φεύγειν, αἰσθομένης δὲ τῆς μητρὸς καὶ τῇ ζώνῃ τὸν τράχηλον αὐτοῦ σφιγγούσης, ταύτῃ μηδὲ καθ’ ἕνα τρόπον τολμῆσαι προσενεγκεῖν τὰς  p100 χεῖρας, αὐτὸν δ’ ἀγχόμενον καρτερῆσαι μέχρι τῆς τελευτῆς, ἵνα μὴ τοῖς συγγενέσιν ὀνείδη καταλίπῃ μείζω.

[link to English translation] 6 1 Πάντων δ’ ἐστι παραδοξότατον τὸ γινόμενον περὶ τὴν τελευτὴν τῶν βασιλέων, κατὰ γὰρ τὴν Μερόην οἱ περὶ τὰς τῶν θεῶν θεραπείας τε καὶ τιμὰς διατρίβοντες ἱερεῖς, μεγίστην καὶ κυριωτάτην τάξιν ἔχοντες, ἐπειδὰν ἐπὶ νοῦν αὐτοῖς ἔλθῃ, πέμπουσιν ἄγγελον πρὸς τὸν βασιλέα, κελεύοντες ἀποθνῄσκειν. 2 τοὺς γὰρ θεοὺς αὐτοῖς ταῦτα κεχρηματικέναι, καὶ δεῖν τὸ πρόσταγμα τῶν ἀθανάτων ὑπὸ θνητῆς φύσεως μηδαμῶς παροραθῆναι. καὶ ἑτέρους δ’ ἐπιφθέγγονται λόγους, οἵους ἂν​9 ἁπλῆ διανοίᾳ προσδέξαιτο φύσις ἀρχαίᾳ μὲν καὶ δυσεξαλείπτῳ συνηθείᾳ συντεθραμμένη, λόγον δ’ οὐκ ἔχουσα τὸν ἐναντιωσόμενον τοῖς οὐκ ἀναγκαίως προσταττομένοις. 3 κατὰ μὲν οὖν τοὺς ἐπάνω χρόνους ὑπήκουον οἱ βασιλεῖς τοῖς ἱερεῦσιν, οὐχ ὅπλοις οὐδὲ βίᾳ κρατηθέντες, ἀλλ’ ὑπ’ αὐτῆς τῆς δεισιδαιμονίας τοὺς λογισμοὺς κατισχυόμενοι· κατὰ δὲ τὸν δεύτερον Πτολεμαῖον ὁ βασιλεὺς τῶν Αἰθιόπων Ἐργαμένης, μετεσχηκὼς Ἑλληνικῆς ἀγωγῆς καὶ φιλοσοφήσας, πρῶτος ἐθάρρησε καταφρονῆσαι τοῦ προστάγματος. 4 λαβὼν γὰρ φρόνημα τῆς βασιλείας ἄξιον παρῆλθε μετὰ τῶν​10 στρατιωτῶν εἰς τὸ ἄβατον, οὐ συνέβαινεν εἶναι τὸν χρυσοῦν ναὸν τῶν Αἰθιόπων, καὶ τοὺς μὲν ἱερεῖς  p102 ἀπέσφαξε, τὸ δὲ ἔθος τοῦτο καταλύσας διωρθώσατο πρὸς τὴν ἑαυτοῦ προαίρεσιν.

[link to English translation] 7 1 Τὸ δὲ περὶ τοὺς φίλους τοῦ βασιλέως νόμιμον, καθάπερ ὂν παράδοξον, διαμένειν ἔφασαν ἕως τῶν καθ’ ἡμᾶς χρόνων. ἔθος γὰρ ὑπάρχειν λέγουσι τοῖς Αἰθίοψιν, ἐπὰν ὁ βασιλεὺς μέρος τι τοῦ σώματος πηρωθῇ δι’ ἡνδηποτοῦν αἰτίαν, ἅπαντας τοὺς συνήθεις συναποβάλλειν τοῦτο κατὰ προαίρεσιν· αἰσχρὸν γὰρ ὑπολαμβάνειν τοῦ βασιλέως πεπηρωμένου τὸ σκέλος ἀρτίποδας εἶναι τοὺς φίλους, καὶ μὴ πάντας ἐν ταῖς ἐξόδοις συνέπεσθαι χωλοὺς ὁμοίως· 2 ἄτοπον γὰρ εἶναι τὸ συμπενθεῖν μὲν καὶ​11 συλλυπεῖσθαι καὶ τῶν ἄλλων ὁμοίως ἀγαθῶν ἁπάντων τε καὶ κακῶν κοινωνεῖν τὴν βεβαίαν φιλίαν, τῆς δ’ εἰς τὸ σῶμα λύπης ἄμοιρον γίνεσθαι. φασὶ δὲ σύνηθες εἶναι καὶ τὸ συντελευτᾶν ἑκουσίως τοὺς ἑταίρους τοῖς βασιλεῦσι, καὶ τοῦτον εἶναι τὸν θάνατον ἔνδοξον καὶ φιλίας ἀληθινῆς μάρτυρα. 3 διόπερ μὴ ῥᾳδίως ἐπιβουλὴν γίνεσθαι παρὰ τοῖς Αἰθίοψι κατὰ τοῦ βασιλέως, ὡς ἂν τῶν φίλων ἁπάντων​12 ἐπ’ ἴσης προνοουμένων τῆς τ’ ἐκείνου καὶ τῆς ἰδίας ἀσφαλείας. ταῦτα μὲν οὖν τὰ νόμιμα παρὰ τοῖς Αἰθίοψιν ἐστι τοῖς τὴν μητρόπολιν αὐτῶν οἰκοῦσι καὶ νεμομένοις τήν τε νῆσον τὴν Μερόην καὶ τὴν χώραν τὴν πλησίον Αἰγύπτου.

[link to English translation] 8 1 Ἐστι δὲ καὶ ἄλλα γένη τῶν Αἰθιόπων παμπληθῆ, τὰ μὲν ἐξ ἀμφοτέρων τῶν μερῶν τὴν παραποτάμιον τοῦ Νείλου κατοικοῦντα καὶ τὰς ἐν τῷ  p104 ποταμοῦ νήσους, τὰ δὲ τὴν ὅμορον τῆς Ἀραβίας νεμόμενα, τὰ δ’ ἐν τοῖς μεσογείοις τῆς Λιβύης καθιδρυμένα. 2 οἱ πλεῖστοι δὲ τούτων καὶ μάλισθ’ οἱ παρὰ τὸν ποταμὸν οἰκοῦντες ταῖς μὲν χρόαις εἰσὶ μέλανες, ταῖς δὲ ἰδέαις σιμοί, τοῖς δὲ τριχώμασιν οὖλοι. καὶ ταῖς μὲν ψυχαῖς παντελῶς ὑπάρχουσιν ἄγριοι καὶ τὸ θηριῶδες ἐμφαίνοντες, οὐχ οὕτω δὲ τοῖς θυμοῖς ὡς τοῖς ἐπιτηδεύμασιν· αὐχμηροὶ γὰρ ὄντες τοῖς ὅλοις σώμασι τοὺς μὲν ὄνυχας ἐπὶ πολὺ παρηγμένους ἔχουσι τοῖς θηρίοις παραπλησίως, τῆς δὲ πρὸς ἀλλήλους φιλανθρωπίας πλεῖστον ὅσον ἀφεστήκασι· 3 καὶ τὴν μὲν φωνὴν ὀξεῖαν προβάλλοντες, τῶν δὲ παρὰ τοῖς ἄλλοις ἐπιτηδευομένων εἰς βίον ἥμερον οὐδ’ ὁτιοῦν ἔχοντες, μεγάλην ποιοῦσι πρὸς τὰ καθ’ ἡμᾶς ἔθη τὴν διαφοράν.

4 Καθοπλίζονται δ’ αὐτῶν οἱ μὲν ἀσπίσιν ὠμοβοΐναις καὶ μικροῖς δόρασιν, οἵ δὲ ἀκοντίοις ἀναγκύλοις, ἐνίοτε δὲ ξυλίνοις τόξοις τετραπήχεσιν, οἷς τοξεύουσι μὲν τῷ ποδί προσβαίνοντες, ἀναλωθέντων δὲ τῶν οἰστῶν σκυτάλαις ξυλίναις διαγωνίζονται. καθοπλίζουσι δὲ καὶ τὰς γυναῖκας, ὁρίζοντες αὐταῖς τεταγμένην ἡλικίαν, ὧν ταῖς πλείσταις νόμιμόν ἐστι χαλκοῦν κρίκον φέρειν ἐν τῷ χείλει τοῦ στόματος. 5 ἐσθῆτι δέ τινες μὲν αὐτῶν ἁπλῶς οὐ χρῶνται, γυμνῆτα βίον ἔχοντες δι’ αἰῶνος καὶ πρὸς μόνα τὰ καύματα ποριζόμενοι βοήθειαν αὐτουργὸν ἐκ τοῦ παραπεσόντος· τινὲς δὲ τῶν προβάτων τὰς οὐρὰς ἀποκόπτοντες ἐκ τῶν ὄπισθεν καλύπτουσι διὰ τούτων τὰ ἰσχία, καθάπερ αἰδῶ  p106 ταύτην προβαλλόμενοι· ἔνιοι δὲ χρῶνται ταῖς δοραῖς τῶν κτηνῶν, εἰσι δ’ οἳ περιζώμασι μέχρι μέσου​13 τὸ σῶμα καλύπτουσιν, ἐκ τῶν τριχῶν πλέκοντες, ὡς ἂν τῶν παρ’ αὐτοῖς προβάτων ὄντων μὴ φερόντων ἔρια διὰ τὴν ἰδιότητα τῆς χώρας. 6 τροφῇ δὲ χρῶνται τινὲς μὲν λαμβάνοντες τὸν γεννώμενον ἐν τοῖς ὕδασι καρπόν, ὃς αὐτοφυὴς ἀνατέλλει περί τε τὰς λίμνας καὶ τοὺς ἑλώδεις τόπους, τινὲς δὲ τῆς ἁπαλωτάτης ὕλης τοὺς ἀκρεμόνας περικλῶντες, οἷς καὶ τὰ σώματα σκιάζοντες περὶ τὰς μεσημβρίας καταψύχουσιν, ἔνιοι δὲ σπείροντες σήσαμον καὶ λωτόν, εἰσὶ δ’ οἳ ταῖς ῥίζαις τῶν καλάμων ταῖς ἁπαλωτάταις διατρεφόμενοι. οὐκ ὀλίγοι δ’ αὐτῶν καὶ ταῖς τοξείαις ἐνηθληκότες τῶν πτηνῶν εὐστόχως πολλὰ τοξεύουσι, δι’ ὧν τὴν τῆς φύσεως ἔνδειαν ἀναπληροῦσιν· οἱ πλεῖστοι δὲ τοῖς ἀπὸ τῶν βοσκημάτων κρέασι καὶ γάλακτι καὶ τύρῳ τὸν πάντα βίον διαζῶσι.

[link to English translation] 9 1 Περὶ δὲ θεῶν οἱ μὲν ἀνώτερον Μερόης οἰκοῦντες ἐννοίας ἔχουσι διττάς. ὑπολαμβάνουσι γὰρ τοὺς μὲν αὐτῶν αἰώνιον ἔχειν καὶ ἄφθαρτον τὴν φύσιν, οἷον ἥλιον καὶ σελήνην καὶ τὸν σύμπαντα κόσμον, τοὺς δὲ νομίζουσι θνητῆς φύσεως κεκοινωνηκέναι καὶ δι’ ἀρετὴν καὶ κοινὴν εἰς ἀνθρώπους εὐεργεσίαν τετευχέναι τιμῶν ἀθανάτων· 2 τήν τε γὰρ Ἶσιν καὶ τὸν Πᾶνα, πρὸς δὲ τούτοις Ἡρακλέα καὶ Δία  p108 σέβονται, μάλιστα νομίζοντες ὑπὸ τούτων εὐηργετῆσθαι τὸ τῶν ἀνθρώπων γένος. ὀλίγοι δὲ τῶν Αἰθιόπων καθόλου θεοὺς οὐ νομίζουσιν εἶναι· διὸ καὶ τὸν ἥλιον ὡς πολεμιώτατον ὄντα κατὰ τὰς ἀνατολὰς βλασφημήσαντες φεύγουσι πρὸς τοὺς ἑλώδεις τῶν τόπων.

3 Παρηλλαγμένοις δ’ ἔθεσι χρῶνται καὶ περὶ τοὺς παρ’ αὐτοῖς τελευτῶντας· οἱ μὲν γὰρ εἰς τὸν ποταμὸν βάλλοντες ἀφιᾶσιν, ἀρίστην ἡγούμενοι ταφὴν ταύτην, οἱ δὲ περιχέαντες ὕελον ἐν ταῖς οἰκίαις φυλάττοντες νομίζουσι δεῖν μήτε τῶν τελευτώντων ἀγνοεῖσθαι τὰς ὄψεις τοῖς συγγενέσι μήτ’ ἐπιλανθάνεσθαι τοὺς προσήκοντας τῷ γένει τῶν προσῳκειωμένων, ἔνιοι δ’ εἰς ὀστρακίνας σοροὺς ἐμβάλλοντες κατορύττουσι κύκλῳ τῶν ἱερῶν, καὶ τὸν ἐπὶ τούτοις γινόμενον ὅρκον μέγιστον ἡγοῦνται.

4 Τὰς δὲ βασιλείας ἐγχειρίζουσιν οἱ μὲν τοῖς εὐπρεπεστάτοις, τύχης ἡγούμενοι δῶρα ἀμφότερα, τήν τε μοναρχίαν καὶ τὴν εὐπρέπειαν, οἱ δὲ τοῖς ἐπιμελεστάτοις κτηνοτρόφοις παραδιδόασι τὴν ἀρχήν, ὡς μόνους ἄριστα τῶν ὑποτεταγμένων φροντιοῦντας, ἔνιοι δὲ τοῖς πλουσιωτάτοις τοῦτο τὸ τίμιον ἀπονέμουσιν, ἡγούμενοι μόνους αὐτοὺς ἐπικουρεῖν τοῖς ὄχλοις δύνασθαι διὰ τὴν ἑτοιμότητα τῆς εὐπορίας, εἰσὶ δ’ οἳ τοὺς ἀνδρείᾳ διαφέροντας αἱροῦνται βασιλεῖς, κρίνοντες τοὺς ἐν πολέμῳ πλεῖστον δυναμένους ἀξίους εἶναι μόνους τυγχάνειν τῶν πρωτείων.

 p110  [link to English translation] 10 1 Τῆς δὲ παρὰ τὸν Νεῖλον χώρας τῆς ἐν τῇ Λιβύῃ κειμένης ἐστί τι μέρος τῷ κάλλει διαφέρον· τροφάς τε γὰρ φέρει δαψιλεῖς καὶ ποικίλας, καὶ πρὸς τὰς τῶν καυμάτων ὑπερβολὰς ἔχει βοηθείας εὐθέτους τὰς ἐν τοῖς ἕλεσι καταφυγάς· διὸ καὶ περιμάχητος οὗτος ὁ τόπος γίνεται τοῖς τε Λίβυσι καὶ τοῖς Αἰθίοψι, καὶ πρὸς ἀλλήλους ὑπὲρ αὐτοῦ πολεμοῦντες διατελοῦσι. 2 φοιτᾷ δ’ εἰς αὐτὸν καὶ πλῆθος ἐλεφάντων ἐκ τῆς ἄνω χώρας, ὡς μὲν ἔνιοι λέγουσι, διὰ τὴν δαψίλειαν καὶ τὴν ἡδονὴν τῆς νομῆς· ἕλη γὰρ θαυμαστὰ παρεκτείνεται τοῖς χείλεσι τοῦ ποταμοῦ, πολλῆς καὶ παντοίας ἐν αὐτοῖς φυομένης τροφῆς. 3 διόπερ ὅταν γεύσωνται τοῦ θρύου καὶ τοῦ καλάμου, διὰ τὴν γλυκύτητα τῆς τροφῆς μένει καὶ τὴν τῶν ἀνθρώπων δίαιταν καταφθείρει· δι’ ἣν αἰτίαν καταναγκάζονται φεύγειν​14 τούτους τοὺς τόπους, ὄντες νομάδες καὶ σκηνῖται, τὸ σύνολον τῷ συμφέροντι τὰς πατρίδας ὁρίζοντες. 4 αἱ δ’ ἀγέλαι τῶν εἰρημένων θηρίων τὴν μεσόγειον χώραν ἐκλείπουσι διὰ σπάνιν τροφῆς, ἅτε συντόμως τῶν φυομένων ἐν τῇ γῇ πάντων αὐαινομένων· διὰ γὰρ τὴν τοῦ καύματος ὑπερβολὴν καὶ τὴν λειψυδρίαν τῶν πηγαίων καὶ ποταμίων ὑδάτων σκληρὰς καὶ σπανίους συμβαίνει γίνεσθαι τὰς τροφάς.

5 Ὡς δέ τινές φασιν, ὄφεις θαυμαστοὶ γίνονται τό τε μέγεθος καὶ τὸ πλῆθος κατὰ τὴν θηριώδη καλουμένην χώραν· οὗτοι δὲ περὶ τὰς συστάσεις τῶν ὑδάτων ἐπιτίθενται τοῖς ἐλέφασι, καὶ τραπέντες εἰς ἀλκὴν περιπλέκονται ταῖς σπείραις εἰς τὰ  p112 σκέλη, καὶ πέρας ἕως τούτου συνέχουσι βιαζόμενοι καὶ σφίγγοντες τοῖς δεσμοῖς ἕως ἂν ἀφρίσαντα τὰ θηρία πέσῃ διὰ τὸ βάρος. ἔπειτ’ ἀθροιζόμενοι τὸ πεσὸν σαρκοφαγοῦσι, ῥᾳδίως ἐπικρατοῦντες διὰ τὴν δυσκινησίαν τοῦ ζῴου. 6 ἀπολειπομένου δ’ ἀπορήματος, διὰ τίν’ αἰτίαν οὐ συνέπονται τοῖς ἐλέφασιν εἰς τὴν προειρημένην παραποταμίαν διώκοντες τὰς συνήθεις τροφάς, φασὶ​15 τοὺς τηλικούτους ὄφεις τὴν μὲν ἐπίπεδον τῆς χώρας φεύγειν, περὶ δὲ τὴν ὑπώρειαν ἐν ταῖς φάραγξι ταῖς εἰς​16 τὸ μῆκος ἀνηκούσαις καὶ τοῖς σπηλαίοις τοῖς τὸ βάθος ἔχουσι συνεχῶς ἐναυλίζεσθαι· διόπερ τοὺς συμφέροντας καὶ συνήθεις τόπους μηδαμῶς ἐκλείπειν, αὐτοδιδάκτου πρὸς τὰ τοιαῦτα τῆς φύσεως οὔσης ἅπασι τοῖς ζῴοις.

Περὶ μὲν οὖν Αἰθιόπων καὶ τῆς χώρας αὐτῶν τοσαῦτα λέγομεν.

[link to English translation] 11 1 Περὶ δὲ τῶν συγγραφέων ἡμῖν διοριστέον, ὅτι πολλοὶ συγγεγράφασι περί τε τῆς Αἰγύπτου καὶ τῆς Αἰθιοπίας, ὧν οἱ μὲν ψεύδει φήμῃ πεπιστευκότες, οἱ δὲ παρ’ ἑαυτῶν πολλὰ τῆς ψυχαγωγίας ἕνεκα πεπλακότες, δικαίως ἂν ἀπιστοῖντο. 2 Ἀγαθαρχίδης μὲν γὰρ ὁ Κνίδιος ἐν τῇ δευτέρᾳ βίβλῳ τῶν περὶ τὴν Ἀσίαν, καὶ ὁ τὰς γεωγραφίας συνταξάμενος Ἀρτεμίδωρος ὁ Ἐφέσιος κατὰ τὴν ὀγδόην βίβλον, καί τινες ἕτεροι τῶν ἐν Αἰγύπτῳ κατοικούντων, ἱστορηκότες τὰ πλεῖστα τῶν προειρημένων  p114 ἐν πᾶσι σχεδὸν ἐπιτυγχάνουσι. 3 καὶ γὰρ ἡμεῖς καθ’ ὃν καιρὸν παρεβάλομεν εἰς Αἴγυπτον, πολλοῖς μὲν τῶν ἱερέων ἐνετύχομεν, οὐκ ὀλίγοις δὲ καὶ πρεσβευταῖς ἀπὸ τῆς Αἰθιοπίας παροῦσιν εἰς λόγους ἀφικόμεθα· παρ’ ὧν ἀκριβῶς ἕκαστα πυθόμενοι, καὶ τοὺς λόγους τῶν ἱστορικῶν ἐξελέγξαντες, τοῖς μάλιστα συμφωνοῦσιν ἀκόλουθον τὴν ἀναγραφὴν πεποιήμεθα.

4 Περὶ μὲν οὖν Αἰθιόπων τῶν πρὸς τῇ δύσει κατοικούντων ἀρκεσθησόμεθα τοῖς ῥηθεῖσι, περὶ δὲ τῶν κατὰ τὴν μεσημβρίαν καὶ τὴν Ἐρυθρὰν θάλατταν κειμένων ἐν μέρει διέξιμεν. δοκεῖ δ’ ἡμῖν ἁρμόττειν προδιελθεῖν περὶ τῆς τοῦ χρυσοῦ κατασκευῆς τῆς ἐν τούτοις τοῖς τόποις γινομένης.

[link to English translation] 12 1 Περὶ γὰρ τὰς ἐσχατιὰς τῆς Αἰγύπτου καὶ τῆς ὁμορούσης Ἀραβίας τε καὶ Αἰθιοπίας τόπος ἐστιν ἔχων μέταλλα πολλὰ καὶ μεγάλα χρυσοῦ, συναγομένου πολλοῦ πολλῇ κακοπαθείᾳ τε καὶ δαπάνῃ. τῆς γὰρ γῆς μελαίνης οὔσης τῇ φύσει καὶ διαφυὰς καὶ φλέβας ἐχούσης μαρμάρου τῇ λευκότητι διαφερούσας καὶ πάσας τὰς περιλαμπομένας φύσεις ὑπερβαλλούσας τῇ λαμπρότητι, οἱ προσεδρεύοντες τοῖς μεταλλικοῖς ἔργοις τῷ πλήθει τῶν ἐργαζομένων κατασκευάζουσι τὸν χρυσόν. 2 οἱ γὰρ βασιλεῖς τῆς Αἰγύπτου τοὺς ἐπὶ κακουργίᾳ καταδικασθέντας καὶ τοὺς κατὰ πόλεμον αἰχμαλωτισθέντας, ἔτι δὲ τοὺς ἀδίκοις διαβολαῖς περιπεσόντας καὶ διὰ θυμὸν εἰς φύλακας παραδεδομένους, ποτὲ μὲν αὐτούς, ποτὲ δὲ καὶ μετὰ πάσης συγγενείας, ἀθροίσαντες παραδιδόασι πρὸς τὴν τοῦ χρυσοῦ  p116 μεταλλείαν, ἅμα μὲν τιμωρίαν λαμβάνοντες παρὰ τῶν καταγνωσθέντων, ἅμα δὲ διὰ τῶν ἐργαζομένων μεγάλας προσόδους λαμβάνοντες. 3 οἱ δὲ παραδοθέντες, πολλοὶ μὲν τὸ πλῆθος ὄντες, πάντες δὲ πέδαις δεδεμένοι, προσκαρτεροῦσι τοῖς ἔργοις συνεχῶς καὶ μέθ’ ἡμέραν καὶ δι’ ὅλης τῆς νυκτός, ἀνάπαυσιν μὲν οὐδεμίαν λαμβάνοντες, δρασμοῦ δὲ παντὸς φιλότιμος εἰργόμενοι· φυλακαὶ γὰρ ἐκ στρατιωτῶν βαρβάρων καὶ ταῖς διαλέκτοις διαφόροις​17 χρωμένων ἐφεστήκασιν, ὥστε μηδένα δύνασθαι δι’ ὁμιλίας ἢ φιλανθρώπου τινὸς ἐντεύξεως φθεῖραί τινα τῶν ἐπιστατούντων. 4 τῆς δὲ τὸν χρυσὸν ἐχούσης γῆς τὴν μὲν σκληροτάτην πυρὶ πολλῷ καύσαντες καὶ ποιήσαντες χαύνην προσάγουσι τὴν διὰ τῶν χειρῶν κατεργασίαν· τὴν δὲ ἀνειμένην πέτραν καὶ μετρίῳ πόνῳ δυναμένην ὑπείκειν λατομικῷ σιδήρῳ καταπονοῦσι μυριάδες ἀκληρούντων ἀνθρώπων. 5 καὶ τῆς μὲν ὅλης πραγματείας ὁ τὸν λίθον διακρίνων τεχνίτης καθηγεῖται καὶ τοῖς ἐργαζομένοις ὑποδείκνυσι· τῶν δὲ πρὸς τὴν ἀτυχίαν ταύτην ἀποδειχθέντων οἱ μὲν σώματος ῥώμῃ διαφέροντες τυπίσι σιδηραῖς τὴν μαρμαρίζουσαν πέτραν κόπτουσιν, οὐ τέχνην τοῖς ἔργοις, ἀλλὰ βίαν προσάγοντες, ὑπονόμους δὲ διακόπτοντες, οὐκ ἐπ’ εὐθείας, ἀλλ’ ὡς ἂν ἡ διάφυσις ᾖ τῆς ἀποστιλβούσης πέτρας. 6 οὗτοι μὲν οὖν διὰ τὰς ἐν ταῖς διώρυξι καμπὰς καὶ σκολιότητας ἐν σκότει διατρίβοντες λύχνους ἐπὶ τῶν μετώπων πεπηγμένους​18 περιφέρουσι· πολλαχῶς  p118 δὲ πρὸς τὰς τῆς πέτρας ἰδιότητας μετασχηματίζοντες τὰ σώματα καταβάλλουσιν εἰς ἔδαφος τὰ λατομούμενα θραύματα· καὶ τοῦτο ἀδιαλείπτως ἐνεργοῦσι πρὸς ἐπιστάτου βαρύτητα καὶ πληγάς.

[link to English translation] 13 1 Οἱ δὲ ἄνηβοι παῖδες εἰσδυόμενοι διὰ τῶν ὑπονόμων εἰς τὰ κεκοιλωμένα τῆς πέτρας ἀναβάλλουσιν ἐπιπόνως τὴν ῥιπτουμένην κατὰ μικρὸν πέτραν καὶ πρὸς τὸν ἐκτὸς τοῦ στομίου τόπον εἰς ὕπαιθρον ἀποκομίζουσιν. οἱ δ’ ὑπὲρ ἔτη τριάκοντα παρὰ τούτων λαμβάνοντες ὡρισμένον μέτρον τοῦ λατομήματος ἐν ὅλμοις λιθίνοις τύπτουσι σιδηροῖς ὑπέροις, ἄχρι ἂν ὀρόβου τὸ μέγεθος κατεργάσωνται. 2 παρὰ δὲ τούτων τὸν ὀροβίτην λίθον αἱ γυναῖκες καὶ οἱ πρεσβύτεροι τῶν ἀνδρῶν ἐκδέχονται, καὶ μυλῶν ἑξῆς πλειόνων ὄντων ἐπὶ τούτους ἐπιβάλλουσι, καὶ παραστάντες ἀνὰ τρεῖς ἢ δύο πρὸς τὴν κώπην ἀλήθουσιν, ἕως ἂν εἰς σεμιδάλεως τρόπον τὸ δοθὲν μέτρον κατεργάσωνται. προσούσης δ’ ἅπασιν ἀθεραπευσίας σώματος καὶ τῆς τὴν αἰδῶ περιστελλούσης ἐσθῆτος μὴ προσούσης, οὐκ ἐστιν ὃς ἰδὼν οὐκ ἂν ἐλεήσειε τοὺς ἀκληροῦντας διὰ τὴν ὑπερβολὴν τῆς ταλαιπωρίας. 3 οὐ γὰρ τυγχάνει συγγνώμης οὐδ’ ἀνέσεως ἁπλῶς οὐκ ἄρρωστος, οὐ πεπηρωμένος, οὐ γεγηρακώς, οὐ γυναῖκας ἀσθένεια, πάντες δὲ πληγαῖς ἀναγκάζονται προσκαρτερεῖν τοῖς ἔργοις, μέχρι ἂν κακουχούμενοι τελευτήσωσιν ἐν ταῖς ἀνάγκαις. διόπερ οἱ δυστυχεῖς φοβερώτερον  p120 ἀεὶ τὸ μέλλον τοῦ παρόντος ἡγοῦνται διὰ τὴν ὑπερβολὴν τῆς τιμωρίας, ποθεινότερον δὲ τοῦ ζῆν τὸν θάνατον προσδέχονται.

[link to English translation] 14 1 Τὸ δὲ τελευταῖον οἱ τεχνῖται παραλαβόντες τὸν ἀληλεσμένον λίθον πρὸς τὴν ὅλην ἄγουσι συντέλειαν· ἐπὶ γὰρ πλατείας σανίδος μικρὸν ἐγκεκλιμένης τρίβουσι τὴν κατειργασμένην μάρμαρον ὕδωρ ἐπιχέοντες· εἶτα τὸ μὲν γεῶδες αὐτῆς ἐκτηκόμενον διὰ τῶν ὑγρῶν καταρρεῖ κατὰ τὴν τῆς σανίδος ἔγκλισιν, τὸ δὲ χρυσίον​19 ἔχον ἐπὶ τοῦ ξύλου παραμένει διὰ τὸ βάρος. 2 πολλάκις δὲ τοῦτο ποιοῦντες, τὸ μὲν πρῶτον ταῖς χερσῖν ἐλαφρῶς τρίβουσι, μετὰ δὲ ταῦτα σπόγγοις ἀραιοῖς κούφως ἐπιθλίβοντες τὸ χαῦνον καὶ γεῶδες διὰ τούτων ἀναλαμβάνουσι, μέχρι ἂν ὅτου καθαρὸν γένηται τὸ ψῆγμα τοῦ χρυσοῦ. 3 τὸ δὲ τελευταῖον ἄλλοι τεχνῖται παραλαμβάνοντες μέτρῳ καὶ σταθμῷ τὸ συνηγμένον εἰς κεραμεοῦς χύτρους ἐμβάλλουσι· μίξαντες δὲ κατὰ τὸ πλῆθος ἀνάλογον μολίβδου βῶλον καὶ χόνδρους ἀλῶν, ἔτι δὲ βραχὺ καττιτέρου, καὶ κρίθινον πίτυρον προσεμβάλλουσιν· ἁρμοστὸν δ’ ἐπίθημα ποιήσαντες καὶ πηλῷ φιλοπόνως περιχρίσαντες ὀπτῶσιν ἐν καμίνῳ πέντε ἡμέρας καὶ νύκτας ἴσας ἀδιαλείπτως· 4 ἔπειτα ἐάσαντες ψυχθῆναι τῶν μὲν ἄλλων οὐδὲν εὑρίσκουσιν ἐν τοῖς ἀγγείοις, τὸν δὲ χρυσὸν καθαρὸν λαμβάνουσιν ὀλίγης ἀπουσίας γεγενημένης. ἡ μὲν οὖν ἐργασία τοῦ χρυσοῦ περὶ τὰς ἐσχατιὰς τῆς Αἰγύπτου γινομένη μετὰ τοσούτων καὶ τηλικούτων πόνων συντελεῖται· 5 αὐτὴ γὰρ ἡ φύσις, οἶμαι, ποιεῖ  p122 πρόδηλον ὡς ὁ​20 χρυσὸς γένεσιν μὲν ἐπίπονον ἔχει, φυλακὴν δὲ χαλεπήν, σπουδὴν δὲ μεγίστην, χρῆσιν δὲ ἀνὰ μέσον ἡδονῆς τε καὶ λύπης.

Ἡ μὲν οὖν τῶν μετάλλων τούτων εὕρεσις ἀρχαία παντελῶς ἐστιν, ὡς ἂν ὑπὸ τῶν παλαιῶν βασιλέων καταδειχθεῖσα. 6 περὶ δὲ τῶν ἐθνῶν​21 τῶν κατοικούντων τήν τε παράλιον τοῦ Ἀραβίου κόλπου καὶ Τρωγοκδυτικήν, ἔτι δ’ Αἰθιοπίαν τὴν πρὸς μεσημβρίαν καὶ νότον, πειρασόμεθα διεξιέναι.


Apparatus Criticus:

1 οὔσης after τῆς deleted by Reiske.

2 καὶ τὰς after Ἀσίαν deleted by Dindorf.

3 Ἀτλαντίων Dindorf: Ἀτλαντίδων.

4 συμφωνεῖσθαι Wesseling: συμφωνεῖται.

5 δὲ after ἔτι deleted by Vogel.

6 διττῶν Stroth: ἰδίων.

7 τῶν Hertlein: τόν.

8 δ’ ἐκ Vogel: δὲ MSS., Bekker, Dindorf.

9 ἂν added by Dindorf.

10 τῶν omitted by D, Vogel.

11 τὸ after καὶ deleted by Dindorf.

12 So Eichstädt: κατὰ τῶν φίλων ὡς ἂν τοῦ βασιλέως καὶ τῶν φίλων ἁπάντων.

13 μέσου Dindorf: μέσον.

14 εἰς after φεύγειν deleted by Vogel.

15 δὲ after φασὶ deleted by Reiske.

16 εἰς added by Wesseling, Vogel; omitted by Bekker, Dindorf.

17 διαφόροις Dindorf: διαφόρως.

18 So Capps, πεπραγματευμένους all editors, πεφραγμένους CE; cp. Agatharchides 25 (Müller): οὗτοι μὲν οὖν λύχνους προσδεδεμένους τοῖς μετώποις ἔχοντες λατομοῦσιν.

19 Vogel suggests χρυσόν.

20 Reiske: ὁ μέν.

21 τούτων after ἐθνῶν deleted by Dindorf.


[image ALT: Valid HTML 4.01.]

Page updated: 31 Mar 17