Short URL for this page:
bit.ly/DiogLaertBias


[image ALT: Much of my site will be useless to you if you've got the images turned off!]
mail:
Bill Thayer

[image ALT: Click here for an English translation of this page.]
English

[image ALT: Faire clic ici pour une page en français.]
Français

[image ALT: Cliccare qui per una pagina di aiuto in Italiano.]
Italiano

[Link to a series of help pages]
Help
[Link to the next level up]
Ἄνω
[Link to my homepage]
Εἴσοδος
πρότερον·

[image ALT: link to previous section]
Ἀνάχαρσις

This webpage reproduces one of the
Lives of the Eminent Philosophers

by
Diogenes Laërtius

published in the Loeb Classical Library, 1925

The text is in the public domain.

This page has been carefully proofread
and I believe it to be free of errors.
If you find a mistake though, please
let me know!

ὕστερον·

[image ALT: link to next section]
Ἐπιμενίδης

(Vol. I) Διογένης Λαέρτιος
Βίων τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων

(Βιβλίον α´)

 p84  Κεφ. ε´. Βίας

[link to English translation] 82 Βίας Τευτάμου Πριηνεύς, προκεκριμένος τῶν ἑπτὰ ὑπὸ Σατύρου. τοῦτον οἱ μὲν πλούσιον, Δοῦρις δὲ πάροικόν φησι γεγονέναι. Φανόδικος δὲ κόρας αἰχμαλώτους λυτρωσάμενον Μεσσηνίας θρέψαι τε ὡς θυγατέρας καὶ προῖκας ἐπιδοῦναι καὶ εἰς τὴν Μεσσήνην ἀποστεῖλαι τοῖς πατράσιν αὐτῶν. χρόνῳ δὲ ἐν ταῖς Ἀθήναις, ὡς προείρηται, τοῦ τρίποδος εὑρεθέντος ὑπὸ τῶν ἁλιέων, τοῦ χαλκοῦ, ἐπιγραφὴν ἔχοντος "τῷ σοφῷ," Σάτυρος μέν φησι παρελθεῖν τὰς κόρας — οἱ δὲ τὸν πατέρα αὐτῶν, ὡς καὶ Φανόδικος — εἰς τὴν ἐκκλησίαν, καὶ εἰπεῖν τὸν Βίαντα σοφόν, διηγησαμένας τὰ καθ’ ἑαυτάς. καὶ ἀπεστάλη ὁ τρίπους· καὶ ὁ Βίας ἰδὼν ἔφη τὸν Ἀπόλλωνα σοφὸν εἶναι, οὐδὲ προσήκατο. [link to English translation] 83  οἱ δὲ λέγουσιν ἐν Θήβαις τῷ Ἡρακλεῖ αὐτὸν ἀναθεῖναι, ἐπεὶ ἀπόγονος ἦν Θηβαίων ἀποικίαν εἰς Πριήνην στειλάντων, ὥσπερ καὶ Φανόδικός φησι.

Λέγεται δὲ καὶ Ἀλυάττου πολιορκοῦντος Πριήνην τὸν Βίαντα πιήναντα δύο ἡμιόνους ἐξελάσαι εἰς τὸ στρατόπεδον· τὸν δὲ συνιδόντα καταπλαγῆναι τὸ μέχρι καὶ ἀλόγων διατείνειν αὐτῶν τὴν εὐθένιαν. καὶ ἐβουλήθη σπείσασθαι,  p86 καὶ εἰσέπεμψεν ἄγγελον. Βίας δὲ σωροὺς ψάμμου χέας καὶ ἄνωθεν οἶτον περιχέας ἔδειξε τῷ ἀνθρώπῳ· καὶ τέλος μαθὼν ὁ Ἀλυάττης εἰρήνην ἐσπείσατο πρὸς τοὺς Πριηνέας. θᾶττον δ’ αὐτῷ πέμψαντι πρὸς τὸν Βίαντα ἵνα ἥκοι παρ’ αὐτόν, "ἐγὼ δέ," φησίν, " Ἀλυάττῃ κελεύω κρόμμυα ἐσθίειν, ἴσον τῷ κλαίειν." [link to English translation] 84  λέγεται δὲ καὶ δίκας δεινότατος γεγονέναι εἰπεῖν. ἐπ’ ἀγαθῷ μέντοι τῇ τῶν λόγων ἰσχύϊ προσεχρῆτο. ὅθεν καὶ Δημόδικος ὁ Λέριος τοῦτο αἰνίττεται λέγων·

ἣν τύχῃς κρίνων δικάζευ τὴν Πριηνίην δίκην·

καὶ Ἱππῶναξ· "ἃ καὶ δικάζεσθαι Βίαντος τοῦ Πριηνέως κρεῖσσον."

Τοῦτον οὖν καὶ ἐτελεύτα τὸν τρόπον. δίκην γὰρ ὑπέρ τινος λέξας ἤδη ὑπέργηρως ὑπάρχων, μετὰ τὸ καταπαῦσαι τὸν λόγον ἀπέκλινε τὴν κεφαλὴν εἰς τοὺς τοῦ τῆς θυγατρὸς υἱοῦ κόλπους· εἰπόντος δὲ καὶ τοῦ ἐξ ἐναντίας καὶ τῶν δικαστῶν τὴν ψῆφον ἐνεγκόντων τῷ ὑπὸ τοῦ Βίαντος βοηθουμένῳ, λυθέντος τοῦ δικαστηρίου νεκρὸς ἐν τοῖς κόλποις εὑρέθη. [link to English translation] 85  καὶ αὐτὸν μεγαλοπρεπῶς ἔθαψεν ἡ πόλις, καὶ ἐπέγραψαν·

κλεινοῖς ἐν δαπέδοισι Πριήνης φύντα καλύπτει

ἥδε Βίαντα πέτρῃ, κόσμον Ἴωσι μέγαν.

ἀλλὰ καὶ ἡμεῖς·

τῇδε Βίαντα κέκευθα, τὸν ἀτρέμας ἤγαγεν Ἑρμῆς

εἰς Ἀΐδην, πολιῷ γήραϊ νιφόμενον.

εἶπε γάρ, εἶπε δίκην ἑτάρου τινός· εἶτ’ ἀποκλινθεὶς

παιδὸς ἐς ἀγκαλίδας μακρὸν ἔτεινεν ὕπνον.

 p88  Ἐποίησε δὲ περὶ Ἰωνίας, τίνα μάλιστα ἂν τρόπον εὐδαιμονοίη, εἰς ἔπη δισχίλια. τῶν δὲ ᾀδομένων αὐτοῦ εὐδοκίμησε τάδε·

ἀστοῖσιν ἄρεσκε πᾶσιν. ἐν πόλει* αἴκε μένῃς·

πλείσταν γὰρ ἔχει χάριν· αὐθάδης δὲ τρόπος πολλάκι

βλαβερὰν ἐξέλαμψεν ἄταν.

[link to English translation] 86  καὶ τὸ μὲν ἰσχυρὸν γενέσθαι τῆς φύσεως ἔργον· τὸ δὲ λέγειν δύνασθαι τὰ συμφέροντα τῇ πατρίδι ψυχῆς ἴδιον καὶ φρονήσεως. εὐπορίαν δὲ χρημάτων πολλοῖς καὶ διὰ τύχην περιγίνεσθαι. ἔλεγε δὲ ἀτυχὴ εἶναι τὸν ἀτυχίαν μὴ φέροντα· καὶ νόσον ψυχῆς τὸ τῶν ἀδυνάτων ἐρᾶν, ἀλλοτρίων δὲ κακῶν ἀμνημόνευτον εἶναι. ἐρωτηθεὶς τί δυσχερές, τὴν "ἐπὶ τὸ χεῖρον," ἔφη, "μεταβολὴν εὐγενῶς ἐνεγκεῖν." συμπλέων ποτὲ ἀσεβέσι, χειμαζομένης τῆς νεὼς κἀκείνων τοὺς θεοὺς ἐπικαλουμένων, "σιγᾶτε," ἔφη, "μὴ αἴσθωνται ὑμᾶς ἐνθάδε πλέοντας." ἐρωτηθεὶς ὑπὸ ἀσεβοῦς ἀνθρώπου τί ποτέ ἐστιν εὐσέβεια, ἐσίγα. τοῦ δὲ τὴν αἰτίαν τῆς σιγῆς πυθομένου, "σιωπῶ," ἔφη, "ὅτι περὶ τῶν οὐδέν σοι προσηκόντων πυνθάνῃ."

[link to English translation] 87  Ἐρωτηθεὶς τί γλυκὺ ἀνθρώποις, "ἐλπίς," ἔφη. ἥδιον ἔλεγε δικάζειν μεταξὺ ἐχθρῶν ἢ φίλων· τῶν μὲν γὰρ φίλων πάντως ἐχθρὸν ἔσεσθαι τὸν ἕτερον, τῶν δὲ ἐχθρῶν τὸν ἕτερον φίλον. ἐρωτηθεὶς τί ποιῶν ἄνθρωπος τέρπεται, ἔφη, "κερδαίνων."  p90 ἔλεγέ τε τὸν βίον οὕτω μετρεῖν ὡς καὶ πολὺν καὶ ὀλίγον χρόνον βιωσομένους, καὶ φιλεῖν ὡς μισήσοντας· τοὺς γὰρ πλείστους εἶναι κακούς. συνεβούλευέ τε ὧδε· βραδέως ἐγχείρει τοῖς πραττομένοις· ὃ δ’ ἂν ἕλῃ, βεβαίως τηρῶν διάμενε. μὴ ταχὺ λαλεῖ· μανίαν γὰρ ἐμφαίνει. [link to English translation] 88  φρόνησιν ἀγάπα. περὶ θεῶν λέγε, ὡς εἰσίν. ἀνάξιον ἄνδρα μὴ ἐπαινεῖ διὰ πλοῦτον. πείσας λαβέ, μὴ βιασάμενος. ὅ τι ἂν ἀγαθὸν πράττῃς, εἰς θεοὺς ἀνάπεμπε. ἐφόδιον ἀπὸ νεότητος εἰς γῆρας ἀναλάμβανε σοφίαν· βεβαιότερον γὰρ τοῦτο τῶν ἄλλων κτημάτων.

Μέμνηται τοῦ Βίαντος καὶ Ἱππῶναξ, ὡς προείρηται, καὶ ὁ δυσάρεστος Ἡράκλειτος μάλιστα αὐτὸν ἐπῄνεσε γράψας· "ἐν Πριήνῃ Βίας ἐγένετο ὁ Τευτάμεω, οὐ πλέων λόγος ἢ τῶν ἄλλων." καὶ οἱ Πριηνεῖς δὲ αὐτῷ τέμενος καθιέρωσαν τὸ Τευτάμειον λεγόμενον. ἀπεφθέγξατο οἱ πλεῖστοι κακοί.


[image ALT: Valid HTML 4.01.]

Page updated: 7 Apr 20

Προσιτότητα