Short URL for this page:
bit.ly/DiogLaertCleobulus


[image ALT: Much of my site will be useless to you if you've got the images turned off!]
mail:
Bill Thayer

[image ALT: Click here for an English translation of this page.]
English

[image ALT: Faire clic ici pour une page en français.]
Français

[image ALT: Cliccare qui per una pagina di aiuto in Italiano.]
Italiano

[Link to a series of help pages]
Help
[Link to the next level up]
Ἄνω
[Link to my homepage]
Εἴσοδος
πρότερον·

[image ALT: link to previous section]
Βίας

This webpage reproduces one of the
Lives of the Eminent Philosophers

by
Diogenes Laërtius

published in the Loeb Classical Library, 1925

The text is in the public domain.

This page has been carefully proofread
and I believe it to be free of errors.
If you find a mistake though, please
let me know!

ὕστερον·

[image ALT: link to next section]
Περίανδρος

(Vol. I) Διογένης Λαέρτιος
Βίων τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων

(Βιβλίον α´)

 p90  Κεφ. ϛ´. Κλεόβουλος

[link to English translation] 89 Κλεόβουλος Εὐαγόρου Λίνδιος, ὡς δὲ Δοῦρις, Κάρ· ἔνιοι δὲ εἰς Ἡρακλέα ἀναφέρειν τὸ γένος αὐτόν· ῥώμῃ δὲ καὶ κάλλει διαφέρειν, μετασχεῖν τε τῆς ἐν Αἰγύπτῳ φιλοσοφίας. γενέσθαι τε αὐτῷ θυγατέρα Κλεοβουλίνην, αἰνιγμάτων ἑξαμέτρων ποιήτριαν, ἧς μέμνηται καὶ Κρατῖνος ἐν τῷ ὁμωνύμῳ δράματι, πληθυντικῶς ἐπιγράψας. ἀλλὰ καὶ τὸ ἱερὸν τῆς Ἀθηνᾶς ἀνανεώσασθαι αὐτὸν κτισθὲν  p92 ὑπὸ Δαναοῦ. οὗτος ἐποίησεν ᾄσματα καὶ γρίφους εἰς ἔπη τρισχίλια.

Καὶ τὸ ἐπίγραμμά τινες τὸ ἐπὶ Μίδᾳ τοῦτόν φασι ποιῆσαι·

χαλκῆ παρθένος εἰμί, Μίδα δ’ ἐπὶ σήματι κεῖμαι.

ἔστ’ ἂν ὕδωρ τε νάῃ καὶ δένδρεα μακρὰ τεθήλῃ,

[link to English translation] 90 ἠέλιός τ’ ἀνιὼν λάμπῃ, λαμπρά τε σελήνη,

καὶ ποταμοί γε ῥέωσιν, ἀνακλύζη δὲ θάλασσα,

αὐτοῦ τῇδε μένουσα πολυκλαύτῳ ἐπὶ τύμβῳ,

ἀγγελέω παριοῦσι, Μίδας ὅτι τῇδε τέθαπται.

φέρουσι δὲ μαρτύριον Σιμωνίδου ᾆσμα, ὅπου φησί

τίς κεν αἰνήσειε νόῳ πίσυνος

Λίνδου ναέταν Κλεόβουλον

ἀενάοις ποταμοῖς

ἄνθεσί τ’ εἰαρινοῖς

ἀελίου τε φλογὶ χρυσέας τε σελάνας

καὶ θαλασσαίαισι δίνῃς

ἀντιθέντα μένος στάλας;

ἅπαντα γάρ ἐστι θεῶν ἥσσω· λίθον δὲ

καὶ βρότεοι παλάμαι θραύοντι· μωροῦ

φωτὸς ἅδε βουλά.

οὐ γὰρ εἶναι Ὁμήρου τὸ ἐπίγραμμα, πολλοῖς ἔτεσι προέχοντος, φασί, τοῦ Μίδα.

Φέρεται δ’ αὐτοῦ ἐν τοῖς Παμφίλης Ὑπομνήμασι καὶ αἴνιγμα τοῖον·

[link to English translation] 91 εἷς ὁ πατήρ, παῖδες δυοκαίδεκα. τῶν δὲ ἑκάστῳ

παῖδες δὶς τριάκοντα διάνδιχα εἶδος ἔχουσαι·

αἱ μὲν λευκαὶ ἔασιν ἰδεῖν, αἱ δ’ αὖτε μέλαιναι·

ἀθάνατοι δέ τ’ ἐοῦσαι, ἀποφθινύθουσιν ἅπασαι.

ἐστι δὲ ὁ ἐνιαυτός.

 p94  Τῶν δὲ ᾀδομένων αὐτοῦ εὐδοκίμησε τάδε· Ἀμουσία τὸ πλέον μέρος ἐν βροτοῖσι, λόγων τε πλῆθος· ἀλλ’ ὁ καιρὸς ἀρκέσει. φρονεῖ τι κεδνόν. μὴ μάταιος ἄχαρις γινέσθω. ἔφη δὲ δεῖν συνοικίζειν τὰς θυγατέρας, παρθένους μὲν τὴν ἡλικίαν, τὸ δὲ φρονεῖν γυναῖκας· ὑποδεικνὺς ὅτι δεῖ παιδεύεσθαι καὶ τὰς παρθένους. ἔλεγέ τε τὸν φίλον δεῖν εὐεργετεῖν, ὅπως μᾶλλον ᾖ φίλος· τὸν δὲ ἐχθρὸν φίλον ποιεῖν. φυλάσσεσθαι γὰρ τῶν μὲν φίλων τὸν ψόγον, τῶν δὲ ἐχθρῶν τὴν ἐπιβουλήν. [link to English translation] 92 καὶ ὅταν τις ἐξίῃ τῆς οἰκίας, ζητείτω πρότερον τί μέλλει πράσσειν· καὶ ὅταν εἰσέλθῃ πάλιν, ζητείτω τί ἔπραξε. συνεβούλευέ τε εὖ τὸ σῶμα ἀσκεῖν· φιλήκοον εἶναι μᾶλλον ἢ φιλόλαλον· φιλομαθῆ μᾶλλον ἢ ἀμαθῆ· γλῶσσαν εὔφημον ἴσχειν· ἀρετῆς οἰκεῖον εἶναι, κακίας ἀλλότριον· ἀδικίαν φεύγειν· πόλει τὰ βέλτιστα συμβουλεύειν· ἡδονῆς κρατεῖν· βίᾳ μηδὲν πράττειν· τέκνα παιδεύειν· ἐχθρὰν διαλύειν. γυναικὶ μὴ φιλοφρονεῖσθαι, μηδὲ μάχεσθαι, ἀλλοτρίων παρόντων· τὸ μὲν γὰρ ἄνοιαν, τὸ δὲ μανίαν σημαίνειν. οἰκέτην παρ’ οἶνον μὴ κολάζειν, δοκεῖν γὰρ ἂν παροινεῖν. γαμεῖν ἐκ τῶν ὁμοίων· ἂν γὰρ ἐκ τῶν κρειττόνων λαβῆς, φησί, δεσπότας κτήσῃ τοὺς συγγενέας. [link to English translation] 93 μὴ ἐπεγγελᾶν τοῖς σκωπτομένοις· ἀπεχθήσεσθαι γὰρ τούτοις. εὐτυχῶν μὴ ἴσθι ὑπερήφανος· ἀπορήσας μὴ ταπεινοῦ. τὰς μεταβολὰς τῆς τύχης γενναίως ἐπίστασο φέρειν.

 p96  Ἐτελεύτησε δὲ γηραιός, ἔτη βίους ἑβδομήκοντα· καὶ αὐτῷ ἐπεγράφη·

ἄνδρα σοφὸν Κλεόβουλον ἀποφθίμενον καταπενθεῖ

ἥδε πάτρα Λίνδος Πόντῳ ἀγαλλομένη.

Ἀπεφθέγξατο· μέτρον ἄριστον. καὶ Σόλωνι ἐπέστειλεν οὕτω·

Κλεόβουλος Σόλωνι

Πολλοί μέν τιν ἔασιν ἕταροι καὶ οἶκος πάντη· φαμὶ δὲ ἐγὼν ποτανεστάταν ἐσεῖσθαι Σόλωνι τὰν Λίνδον δαμοκρατεομέναν. καὶ ἁ νᾶσος πελαγία, ἔνθα οἰκέοντι οὐδὲν δεινὸν ἐκ Πεισιστράτῳ. καὶ τοὶ ἕταροι δὲ ἑκάστοθεν πὰρ τὺ βασοῦνται."


[image ALT: Valid HTML 4.01.]

Page updated: 7 Apr 20

Προσιτότητα