Short URL for this page:
bit.ly/DiogLaertSolon


[image ALT: Much of my site will be useless to you if you've got the images turned off!]
mail:
Bill Thayer

[image ALT: Click here for an English translation of this page.]
English

[image ALT: Faire clic ici pour une page en français.]
Français

[image ALT: Cliccare qui per una pagina di aiuto in Italiano.]
Italiano

[Link to a series of help pages]
Help
[Link to the next level up]
Ἄνω
[Link to my homepage]
Εἴσοδος
πρότερον·

[image ALT: link to previous section]
Ἀνάχαρσις

This webpage reproduces one of the
Lives of the Eminent Philosophers

by
Diogenes Laërtius

published in the Loeb Classical Library, 1925

The text is in the public domain.

This page has been carefully proofread
and I believe it to be free of errors.
If you find a mistake though, please
let me know!

ὕστερον·

[image ALT: link to next section]
Ἐπιμενίδης

(Vol. I) Διογένης Λαέρτιος
Βίων τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων

(Βιβλίον α´)

 p46  Κεφ. β´. Σόλων

[link to English translation] 45 Σόλων Ἐξηκεστίδου Σαλαμίνιος πρῶτον μὲν τὴν σεισάχθειαν εἰσηγήσατο Ἀθηναίοις· τὸ δὲ ἦν λύτρωσις σωμάτων τε καὶ κτημάτων. καὶ γὰρ ἐπὶ σώμασιν ἐδανείζοντο καὶ πολλοὶ δι’ ἀπορίαν ἐθήτευον. ἑπτὰ δὴ ταλάντων ὀφειλομένων αὐτοῦ πατρῴων συνεχώρησε πρῶτος καὶ τοὺς λοιποὺς τὸ ὅμοιον προὔτρεψε πρᾶξαι. καὶ οὗτος ὁ νόμος ἐκλήθη σεισάχθεια· φανερὸν δὲ διὰ τί.

Ἔπειτα τοὺς λοιποὺς νόμους ἔθηκεν, οὓς μακρὸν ἂν εἴη διεξιέναι, καὶ ἐς τοὺς ἄξονας κατέθετο.

[link to English translation] 46 Τὸ δὲ μέγιστον, τῆς πατρίδος αὐτοῦ Σαλαμῖνος ἀμφισβητουμένης ὑπό τε Ἀθηναίων καὶ Μεγαρέων καὶ πολλάκις τῶν Ἀθηναίων ἐπταικότων ἐν τοῖς πολέμοις καὶ ψηφισαμένων εἴ τις ἔτι συμβουλεύσοι περὶ Σαλαμῖνος μάχεσθαι, θανάτῳ ζημιοῦσθαι, οὗτος μαίνεσθαι προσποιησάμενος καὶ στεφανωσάμενος εἰσέπαισεν εἰς τὴν ἀγοράν· ἔνθα τοῖς Ἀθηναίοις ἀνέγνω διὰ κήρυκος τὰ συντείνοντα περὶ Σαλαμῖνος  p48 ἐλεγεῖα καὶ παρώρμησεν αὐτούς. καὶ αὖθις πρὸς τοὺς Μεγαρέας ἐπολέμησαν καὶ ἐνίκων διὰ Σόλωνα. [link to English translation] 47 ἦν δὲ τὰ ἐλεγεῖα τὰ μάλιστα καθαψάμενα τῶν Ἀθηναίων τάδε·

εἴην δὴ τότ’ ἐγὼ Φολεγάνδριος ἢ Σικινίτης

ἀντί γ’ Ἀθηναίου, πατρίδ’ ἀμειψάμενος.

αἶψα γὰρ ἂν φάτις ἥδε μετ’ ἀνθρώποισι γένοιτο·

Ἀττικὸς οὗτος ἀνὴρ τῶν Σαλαμιναφετῶν.

εἶτα·

ἴομεν εἰς Σαλαμῖνα μαχησόμενοι περὶ νήσου

ἱμερτῆς χαλεπόν τ’ αἶσχος ἀπωσόμενοι.

ἔπεισε δὲ αὐτοὺς καὶ τὴν ἐν Θράκῃ Χερρόνησον προσκτήσασθαι. [link to English translation] 48 ἵνα δὲ μὴ δοκοίη βίᾳ μόνον, ἀλλὰ καὶ δίκῃ τὴν Σαλαμῖνα κεκτῆσθαι, ἀνασκάψας τινὰς τάφους ἔδειξε τοὺς νεκροὺς πρὸς ἀνατολὰς ἐστραμμένους, ὡς ἦν ἔθος θάπτειν Ἀθηναίοις· ἀλλὰ καὶ αὐτοὺς τοὺς τάφους πρὸς ἕω βλέποντας καὶ ἀπὸ τῶν δήμων τοὺς χρηματισμοὺς ἐγκεχαραγμένους, ὅπερ ἦν ἴδιον Ἀθηναίων. ἔνιοι δέ φασι καὶ ἐγγράψαι αὐτὸν εἰς τὸν κατάλογον τοῦ Ὁμήρου μετὰ τὸν

Αἴας δ’ ἐκ Σαλαμῖνος ἄγεν δυοκαίδεκα νῆας —

στῆσε δ’ ἀγὼν, ἵν’ Ἀθηναίων ἵσταντο φάλαγγες.

[link to English translation] 49 Τοῦ δὴ λοιποῦ προσεῖχον αὐτῷ ὁ δῆμος καὶ ἡδέως  p50 κἂν τυραννεῖσθαι ἤθελον πρὸς αὐτοῦ· ὁ δ’ οὐχ εἵλετο, ἀλλὰ καὶ Πεισίστρατον τὸν συγγενῆ, καθά φησι Σωσικράτης, προαισθόμενος τὸ ἐφ’ ἑαυτῷ διεκώλυσεν. ἀξας γὰρ εἰς τὴν ἐκκλησίαν μετὰ δόρατος καὶ ἀσπίδος προεῖπεν αὐτοῖς τὴν ἐπίθεσιν τοῦ Πεισιστράτου· καὶ οὐ μόνον, ἀλλὰ καὶ βοηθεῖν ἕτοιμος εἶναι, λέγων ταῦτα· "ἄνδρες Ἀθηναίοι, τῶν μὲν σοφώτερος, τῶν δὲ ἀνδρειότερός εἰμι· σοφώτερος μὲν τῶν τὴν ἀπάτην τοῦ Πεισιστράτου μὴ συνιέντων, ἀνδρειότατος δὲ τῶν ἐπισταμένων μέν, διὰ δέος δὲ σιωπώντων." καὶ ἡ βουλή, Πεισιστρατίδαι ὄντες, μαίνεσθαι ἔλεγον αὐτόν· ὅθεν εἶπε ταυτί·

δείξει δὴ μανίην μὲν ἐμὴν βαιὸς χρόνος ἀστοῖς,

δείξει, ἀληθείης ἐς μέσον ἐρχομένης.

[link to English translation] 50 τὰ δὲ περὶ τῆς τοῦ Πεισιστράτου τυραννίδος ἐλεγεῖα προλέγοντος αὐτοῦ ταῦτα ἦν·

ἐκ νεφέλης φέρεται χιόνος μένος ἥδε χαλάζης·

βροντή τ’ ἐκ λαμπρῆς γίγνεται ἀστεροπῆς·

ἀνδρῶν δ’ ἐκ μεγάλων πόλις ὄλλυται· ἐς δὲ μονάρχου

δῆμος ἀϊδριῃ δουλοσύνην ἔπεσεν.

Ἤδη δὲ αὐτοῦ κρατοῦντος οὐ πείθων ἔθηκε τὰ ὅπλα πρὸ τοῦ στρατηγείου καὶ εἰπών, "ὦ πατρίς, βεβοήθηκά σοι καὶ λόγῳ καὶ ἔργῳ," ἀπέπλευσεν εἰς Αἴγυπτον καὶ εἰς Κύπρον, καὶ πρὸς Κροῖσον ἦλθεν. ὅτε καὶ ἐρωτηθεὶς ὑπ’ αὐτοῦ, "τίς σοι δοκεῖ εὐδαίμων;" "Τέλλος," ἔφη, " Ἀθηναῖος καὶ Κλέοβις καὶ Βίτων" καὶ τὰ θρυλούμενα.

 p52  [link to English translation] 51 Φασὶ δέ τινες ὅτι κοσμήσας ἑαυτὸν ὁ Κροῖσος παντοδαπῶς καὶ καθίσας εἰς τὸν θρόνον ἤρετο αὐτὸν εἴ τι θέαμα κάλλιον τεθέαται· ὁ δέ "ἀλεκτρυόνας, εἶπε, καὶ φασιανοὺς καὶ μυρίῳ καλλίονι." ἐκεῖθέν τε ἀπαλλαγεὶς ἐγένετο ἐν Κιλικίᾳ, καὶ πόλιν συνῴκισεν ἣν ἀπ’ αὐτοῦ Σόλους ἐκάλεσεν· ὀλίγους τέ τινας τῶν Ἀθηναίων ἐγκατῴκισεν, οἳ τῷ χρῷ τὴν φωνὴν ἀποξενωθέντες σολοικίζειν ἐλέχθησαν. καί εἰσιν οἱ μὲν ἔνθεν Σολεῖς, οἱ δ’ ἀπὸ Κύπρου Σόλιοι. ὅτε δὲ τὸν Πεισίστρατον ἔμαθεν ἤδη τυραννεῖν, τάδε ἔγραψε πρὸς τοὺς Ἀθηναίους·

[link to English translation] 52 εἰ δὲ πεπόνθατε δεῖνα δι’ ὑμετέρην κακότητα,

μή τι θεοῖς τούτων μοῖραν ἐπαμφέρετε.

αὐτοὶ γὰρ τούτους ηὐξήσατε, ῥύσια δόντες,

καὶ διὰ ταῦτα κακὴν ἴσχετε δουλοσύνην.

ὑμέων δ’ εἰς μὲν ἕκαστος ἀλώπεκος ἴχνεσι βαίνει,

σύμπασιν δ’ ὑμῖν κοῦφος ἔνεστι νόος.

εἰς γὰρ γλῶσσαν ὁρᾶτε καὶ εἰς ἔπη αἱμύλου ἀνδρός,

εἰς ἔργον δ’ οὐδὲν γιγνόμενον βλέπετε.

καὶ οὗτος μὲν ταῦτα. Πεισίστρατος δ’ αὐτῷ φεύγοντι τοῦτον ἐπέστειλε τὸν τρόπον·° Πεισίστρατος Σόλωνι [link to English translation] 53 "Οὔτε μόνος Ἑλλήνων τυραννίδι ἐπεθέμην, οὔτε οὐ προσῆκόν μοι, γένους ὄντι τῶν Κοδριδῶν. ἀνέλαβον γὰρ ἐφὼ ἃ ὀμόσαντες Ἀθηναίοι παρέξειν Κόδρῳ τε καὶ τῷ ἐκείνου γένει, ἀφείλοντο. τά τε ἄλλα ἁμαρτάνω οὐδὲν ἢ περὶ θεοὺς ἢ περὶ ἀνθρώπους· ἀλλὰ καθότι σὺ διέθηκας τοὺς θεσμοὺς  p54 Ἀθηναίοις, Ἐπιτρέπω πολιτεύειν. καὶ ἄμεινόν γε πολιτεύουσιν ἢ κατὰ δημοκρατίαν· οὐκ ἕω γὰρ οὐδένα ὑβρίζειν· καὶ ὁ τύραννος ἐγὼ οὐ πλέον τι φέρομαι τἀξιώματος καὶ τῆς τιμῆς· ὁποῖα δὲ καὶ τοῖς πρόσθεν βασιλεῦσιν ἦν τὰ ῥητὰ γέρα. ἀπάγει δὲ ἕκαστος Ἀθηναίων τοῦ αὑτοῦ κλήρου δεκάτην, οὐκ ἐμοί, ἀλλ’ ὁπόθεν ἔσται ἀναλοῦν εἴς τε θυσίας δημοτελεῖς καὶ τί τι ἄλλο τῶν κοινῶν καὶ ἣν πόλεμος ἡμᾶς καταλάβῃ.

[link to English translation] 54 "Σοὶ δ’ ἐγὼ οὔτι μέμφομαι μηνύσαντι τὴν ἐμὴν διάνοιαν. εὐνοίᾳ γὰρ τῆς πόλεως μάλιστα ἢ κατὰ τὸ ἐμὸν ἔχθος ἐμήνυες· ἔτι τε ἀμαθίᾳ τῆς ἀρχῆς. ὁποῖαν τινὰ ἐγὼ καταστήσομαι. ἐπεὶ μαθὼν τάχ’ ἂν ἠνέσχου καθισταμένου, οὐδ’ ἔφυγες. ἐπάνιθι τοίνυν οἴκαδε, πιστεύων μοι καὶ ἀνωμότῳ, ἄχαρι μηδὲν πείσεσθαι Σόλωνα ἐκ Πεισιστράτου. ἴσθι γὰρ μήδ’ ἄλλον τινὰ πεπονθέναι τῶν ἐμοὶ ἐχθρῶν εἰ δὲ ἀξιώσεις τῶν ἐμῶν φίλων εἷς εἶναι, ἔσῃ ἀνὰ πρώτους· οὐ γάρ τι ἐν σοι ἐνορῶ δολερὸν ἢ ἄπιστον· εἴτε ἄλλως Ἀθήνησιν οἰκεῖν, ἐπιτετράψεται. ἡμῶν δὲ οὕνεκα μὴ ἐστέρησο τῆς πατρίδος."

[link to English translation] 55 Ταῦτα μὲν Πεισίστρατος. Σόλων δὲ ὅρον ἀνθρωπίνου βίου φησὶ ἔτη ἑβδομήκοντα.

Δοκεῖ δὲ καὶ κάλλιστα νομοθετῆσαι· ἐάν τις μὴ τρέφῃ τοὺς γονέας, ἄτιμος ἔστω· ἀλλὰ καὶ ὁ τὰ πατρῷα κατεδηδοκὼς ὁμοίως. καὶ ὁ ἀργὸς ὑπεύθυνος  p56 ἔστω παντὶ τῷ βουλομένῳ γράφεσθαι. Λυσίας δ’ ἐν τῷ κατὰ Νικίου Δράκοντά φησι γεγραφέναι τὸν νόμον, Σόλωνα δὲ τὸν ἡταιρηκότα εἴργειν τοῦ βήματος. συνέστειλε δὲ καὶ τὰς τιμὰς τῶν ἐν ἀγῶσιν ἀθλητῶν, Ὀλυμπιονίκῃ μὲν τάξας πεντακοσίας δραχμάς, Ἰσθμιονίκῃ δὲ ἑκατόν, καὶ ἀνὰ λόγον ἐπὶ τῶν ἄλλων. ἀπειρόκαλον γὰρ τὸ ἐξαίρειν τὰς τούτων τιμάς, ἀλλὰ μόνων ἐκείνων τῶν ἐν πολέμοις τελευτησάντων, ὧν καὶ τοὺς υἱοὺς δημοσίᾳ τρέφεσθαι καὶ παιδεύεσθαι.

[link to English translation] 56 ὅθεν καὶ ἐζήλουν πολλοὶ καλοὶ κἀγαθοὶ γίνεσθαι κατὰ πόλεμον· ὡς Πολύζηλος, ὡς Κυνέγειρος, ὡς Καλλίμαχος, ὡς σύμπαντες οἱ Μαραθωνομάχοι· ἔτι τε Ἀρμόδιος καὶ Ἀριστογείτων καὶ Μιλτιάδης καὶ μύριοι ὅσοι. ἀθληταὶ δὲ καὶ ἀσκούμενοι πολυδάπανοι, καὶ νικῶντες ἐπιζήμιοι καὶ στεφανοῦνται κατὰ τῆς πατρίδος μὲν ἢ κατὰ τῶν ἀνταγωνιστῶν· γέροντές τε γενόμενοι κατὰ τὸν Εὐριπίδην

Τρίβωνες ἐκλιπόντες οἴχονται κρόκας.

ὅπερ συνιδὼν ὁ Σόλων μετρίως αὐτοὺς ἀπεδείξατο. κάλλιστον δὲ κἀκεῖνο· τὸν ἐπίτροπον τῇ τῶν ὀρφανῶν μητρὶ μὴ συνοικεῖν, μήδ’ ἐπιτροπεύειν, εἰς ὃν ἡ οὐσία ἔρχεται τῶν ὀρφανῶν τελευτησάντων. [link to English translation] 57 κἀκεῖνο· δακτυλιογλύφῳ μὴ ἐξεῖναι σφραγῖδα φυλάττειν τοῦ πραθέντος δακτυλίου· καὶ ἐὰν ἕνα ὀφθαλμὸν ἔχοντος ἐκκόψῃ τις, ἀντεκκόπτειν τοὺς δύο. ἃ μὴ ἔθου, μὴ ἀνέλῃ· εἰ δὲ μή, θάνατος ἡ ζημία. τῷ ἄρχοντι, ἐὰν μεθύων ληφθῇ, θάνατον εἶναι τὴν ζημίαν.

Τά τε Ὁμήρου ἐξ ὑποβολῆς γέγραφε ῥαψοδεῖσθαι, οἷον ὅπου ὁ πρῶτος ἔληξεν, ἐκεῖθεν ἄρχεσθαι τὸν ἐχόμενον. μὲν οὖν Σόλων Ὅμηρον ἐφώτισεν ἢ Πεισίστρατος, ὥς φησι Διευχίδας ἐν πέμπτῳ Μεγαρικῶν. ἦν δὲ μάλιστα τὰ ἔπη ταυτί· "οἳ δ’ ἄρ’ Ἀθηνᾶς εἶχον" καὶ τὰ ἑξῆς.

[link to English translation] 58 Πρῶτος δὲ Σόλων τὴν τριακάδα ἐνῆν καὶ νέαν ὠνόμασε. καὶ πρῶτος τὴν συναγωγὴν τῶν ἐννέα ἀρχόντων ἐποίησεν εἰς τὸ συνειπεῖν, ὡς Ἀπολλόδωρός φησιν ἐν δευτέρῳ Περὶ νομοθετῶν. ἀλλὰ καὶ τῆς στάσεως γενομένης οὔτε μετὰ τῶν ἐξ ἄστεος, οὔτε μετὰ τῶν Πεδιέων, ἀλλ’ οὐδὲ μετὰ τῶν Παράλων ἐτάχθη.

Ἔλεγε δὲ τὸν μὲν λόγον εἴδωλον εἶναι τῶν ἔργων· βασιλέα δὲ τὸν ἰσχυρότατον τῇ δυνάμει. τοὺς δὲ νόμους τοῖς ἀραχνίοις ὁμοίους· καὶ γὰρ ἐκεῖνα, ἐὰν μὲν ἐμπέσῃ τι κοῦφον καὶ ἀσθενές, στέγειν· ἐὰν δὲ μεῖζον, διακόψαν οἴχεσθαι. ἔφασκέ τε σφραγίζεσθαι τὸν μὲν λόγον σιγῇ, τὴν δὲ σιγὴν καιρῷ. [link to English translation] 59 ἔλεγε δὲ τοὺς παρὰ τοῖς τυράννοις δυναμένους παραπλησίους εἶναι ταῖς ψήφοις ταῖς ἐπὶ τῶν λογισμῶν. καὶ γὰρ ἐκείνων ἑκάστην ποτὲ μὲν πλείω σημαίνειν, ποτὲ δὲ ἥττω· καὶ τούτων τοὺς τυράννους ποτὲ μὲν ἕκαστον μέγαν ἄγειν καὶ λαμπρόν, ποτὲ δὲ ἄτιμον. ἐρωτηθεὶς διὰ τί κατὰ πατροκτόνου νόμον οὐκ ἔθηκε,  p60 "διὰ τὸ ἀπελπίσαι," ἔφη. πῶς τε ἥκιστ’ ἂν ἀδικοῖεν οἱ ἄνθρωποι, "εἰ ὁμοίως," ἔφη, "ἄχθοιντο τοῖς ἀδικουμένοις οἱ μὴ ἀδικούμενοι." καὶ "τὸν μὲν κόρον ὑπὸ τοῦ πλούτου γεννᾶσθαι, τὴν δὲ ὕβριν ὑπὸ τοῦ κόρου." ἠξίωσέ τε Ἀθηναίους τὰς ἡμέρας κατὰ σελήνην ἄγειν. καὶ Θέσπιν ἐκώλυσε τραγῳδίας διδάσκειν, ὡς ἀνωφελῆ τὴν ψευδολογίαν. [link to English translation] 60 ὅτ’ οὖν Πεισίστρατος ἑαυτὸν κατέτρωσεν, ἐκεῖθεν ἔφη ταῦτα φῦναι. τοῖς τε ἀνθρώποις συνεβούλευσεν, ὥς φησιν Ἀπολλόδωρος ἐν τῷ Περὶ τῶν φιλοσόφων αἱρέσεων, τάδε· καλοκἀγαθίαν ὅρκου πιστοτέραν ἔχε. μὴ ψεύδου. τὰ σπουδαῖα μελέτα. φίλους μὴ ταχὺ κτῶ· οὓς δ’ ἂν κτήσῃ μὴ ἀποδοκίμαζε. ἄρχε πρῶτον μαθὼν ἄρχεσθαι. συμβούλευε μὴ τὰ ἥδιστα, ἀλλὰ τὰ ἄριστα. νοῦν ἡγεμόνα ποίου. μὴ κακοῖς ὁμιλεῖ. θεοὺς τίμα, γονέας αἰδοῦ. φασὶ δ’ αὐτῶν καὶ Μιμνέρμου γράψαντος,

αἳ γὰρ ἄτερ νούσων τε καὶ ἀργαλέων μελεδωνέων

Ἐξηκονταέτη μοῖρα κίχοι θανάτου,

[link to English translation] 61  ἐπιτιμῶντα αὐτὸν εἰπεῖν·

ἀλλ’ εἴ μοι κἂν νῦν ἔτι πείσεαι, ἔξελε τοῦτον·

ἥδε μέγαιρ’ ὅτι σεῦ λῷον ἐπεφρασάμην·

καὶ μεταποίησον, Λιγυαστάδη, ὧδε δ’ ἄειδε·

ὀγδωκονταέτη μοῖρα κίχοι θανάτου.

Τῶν δὲ ᾀδομένων αὐτοῦ ἐστι τάδε·

πεφυλαγμένος ἄνδρα ἕκαστον, ὁρᾷ

μὴ κρυπτὸν ἔχθος ἔχων κραδίᾳ,

 p62  φαιδρῷ προσενέπῃ προσώπῳ,

γλῶσσα δέ οἱ διχόμυθος

ἐκ μελανῆς φρενὸς γεγωνῇ.

Γέγραφε δὲ δῆλον μὲν ὅτι τοὺς νόμους, καὶ δημηγορίας καὶ εἰς ἑαυτὸν ὑποθήκας, ἐλεγεῖα, καὶ τὰ περὶ Σαλαμῖνος καὶ τῆς ἀνθρώπων πολιτείας ἔπη πεντακισχίλια, καὶ ἰάμβους καὶ ἐπῳδούς.

[link to English translation] 62 Ἐπὶ δὲ τῆς εἰκόνος αὐτοῦ ἐπιγέγραπται τάδε·

ἡ Μήδων ἄδικον παύσασ’ ὕβριν, ἥδε Σόλωνα

τόνδε τεκνοῖ Σαλαμὶς θεσμοθέτην ἱερόν.

ἤκμαζε μὲν οὖν περὶ τὴν τεσσαρακοστὴν ἕκτην Ὀλυμπιάδα, ἧς τῷ τρίτῳ ἔτει ἦρξεν Ἀθήνησι, καθά φησι Σωσικράτης· ὅτε καὶ τίθησι τοὺς νόμους. ἐτελεύτησε δ’ ἐν Κύπρῳ βίους ἔτην ὀγδοήκοντα, τοῦτον ἐπισκήψας τοῖς ἰδίοις τὸν τρόπον, ἀποκομίσαι αὐτοῦ τὰ ὀστᾶ εἰς Σαλαμῖνα καὶ τεφρώσαντας εἰς τὴν χώραν σπεῖραι. ὅθεν καὶ Κρατῖνος ἐν τοῖς Χείρωσί φησιν, αὐτὸν ποιῶν λέγοντα·

οἴω δὲ νῆσον, ὡς μὲν ἀνθρώπων λόγος,

ἐσπαρμένος κατὰ πᾶσαν Αἴαντος πόλιν.

[link to English translation] 63 Ἔστι δὲ καὶ ἡμέτερον ἐπίγραμμα ἐν τῇ προειρημένῃ Παμμέτρῳ, ἔνθα καὶ περὶ πάντων τῶν τελευτησάντων ἐλλογίμων διείλεγμαι παντὶ μέτρῳ καὶ ῥυθμῷ, ἐπιγράμμασι καὶ μέλεσιν, ἔχον οὕτως·

σῶμα μὲν ἦρε Σόλωνος ἐν ἀλλοδαπῇ Κύπρον πῦρ·

ὀστέ’ ἔχει Σαλαμίς, ὧν κόνις ἀστάχυες.

ψυχὴν δ’ ἄξονες εὐθὺς ἐς οὐρανὸν ἤγαγον· εὖ γὰρ

θῆκε νόμους ἀστοῖς ἄχθεα κουφότατα.

 p64  Ἀπεφθέγξατο δέ, φασί, ᾖδεν ἄγαν. καὶ αὐτόν φησι Διοσκουρίδης ἐν τοῖς Ἀπομνημονεύμασιν, ἐπειδὴ δακρύοι τὸν παῖδα τελευτήσαντα, ὃν ἡμεῖς οὐ παρειλήφαμεν, πρὸς τὸν εἰπόντα, "ἀλλ’ οὐδὲν ἀνύτεις," εἰπεῖν, "δι’ αὐτὸ δὲ τοῦτο δακρύω, ὅτι οὐδὲν ἀνύτω."

Φέρονται δὲ αὐτοῦ καὶ ἐπιστολαί αἵδε·

[link to English translation] 64 Σόλων Περίανδρῳ

" Ἀπαγγέλλεις μοι πολλούς τοι ἐπιβουλεύειν, σὺ δὲ εἰ μὲν μέλλεις ἐκποδὼν ἅπαντας ποιήσεσθαι, οὐκ ἂν φθάνοις. ἐπιβουλεύσειε δ’ ἄν τις καὶ τῶν ἀνυπόπτων, ὁ μὲν δεδιὼς περὶ αὑτῷ, ὁ δὲ σου καταγνούς, οὐκ ἔσθ’ ὅ τι οὐκ ὀρρωδοῦντος· κἂν τῇ πόλει χάριν κατάθοιτο ἐξευρών, ἣν μὴ ὕποπτος εἴης. ἄριστον μὲν οὖν ἀπέχεσθαι, ἵνα τῆς αἰτίας ἀπαλλαγῆς. εἰ δὲ πάντως τυραννητέον, φροντίζειν ὅπως τὴν ἀλλοδαπὴν δύναμιν μείζονα ἕξεις τῶν ἐν τῇ πόλει, καὶ οὐδεὶς ἔτι τοι δεῖνός, μηδὲ σὺ ἐκποδών τινα ποίου."

Σόλων Ἐπιμενίδῃ

"Οὔτε οἱ ἐμοὶ θεσμοὶ ἄρα Ἀθηναίους ἐπιπολὺ ὀνήσειν ἔμελλον, οὔτε σὺ καθήρας τὴν πόλιν ὤνησας. τό τε γὰρ θεῖον καὶ οἱ νομοθέται οὐ καθ’ ἑαυτὰ δύνανται ὀνῆσαι τὰς πόλεις, οἱ δὲ ἀεὶ τὸ πλῆθος ἄγοντες ὅπως ἂν γνώμης ἔχωσιν. οὕτω δὲ καὶ τὸ θεῖον καὶ οἱ νόμοι, εὖ μὲν ἀγόντων, εἰσὶν ὠφέλιμοι· κακῶς δὲ ἀγόντων, οὐδὲν ὠφελοῦσιν.

 p66  [link to English translation] 65 Οὐδ’ οἱ ἐμοὶ ἀμείνους εἰσὶ καὶ ὅσα ἐγὼ ἐνομοθέτησα. οἱ δ’ ἐπιτρέποντες τὸ ξυνὸν ἔβλαπτον, οἷ οὐκ ἐγένοντο ἐμποδὼν Πεισιστράτῳ ἐπιθέσθαι τυραννίδι. οὐδ’ ἐγὼ προλέγων πιστὸς ἦν. ἐκεῖνος δὲ πιστότερος κολακεύων Ἀθηναίους ἐμοῦ ἀληθεύοντος. ἐγὼ δὴ θέμενος πρὸ τοῦ στρατηγείου τὰ ὅπλα εἶπον τῶν μὲν μὴ αἰσθανομένων Πεισίστρατον τυραννησείοντα εἶναι ξυνετώτερος, τῶν δὲ ὀκνούντων ἀμύνεσθαι ἀλκιμώτερος. οἱ δὲ μανίαν Σόλωνος κατεγίγνωσκον. τελευτῶν δὲ ἐμαρτυράμην, "ὦ πατρίς, οὗτος μὲν Σόλων ἕτοιμός τοι καὶ λόγῳ καὶ ἔργῳ ἀμύνειν· τοῖς δ’ αὖ καὶ μαίνεσθαι δοκῶ. ὥστε ἄπειμί τοι ἐκ μέσου ὁ μόνος ἐχθρὸς Πεισίστρατον· οἱ δὲ καὶ δορυφορούντων αὐτόν εἴ τι βούλονται." ἴσθι γὰρ τὸν ἄνδρα, ὦ ἑταῖρε, δεινότατα ἁψάμενον τῆς τυραννίδος. [link to English translation] 66 ἤρξατο μὲν δημαγωγεῖν· εἶτα δὲ ἑαυτῷ τραύματα ποιήσας, παρελθὼν ἐπ’ Ἡλιαίαν ἐβόα φάμενος πεπονθέναι ταῦτα ὑπὸ τῶν ἐχθρῶν· καὶ φύλακας ἠξίου παρασχεῖν οἱ τετρακοσίους τοὺς νεωτάτους. οἱ δὲ ἀνηκουστήσαντές μου παρέσχον τοὺς ἄνδρας. οὗτοι δὲ ἦσαν κορυνηφόροι. καὶ μετὰ τοῦτο τὸν δήμων κατέλυσεν. ἦ μάτην ἔσπευδον ἀπαλλάξαι τοὺς πένητας αὐτῶν τῆς θητείας, οἵ γε δὴ νῦν ξύμπαντες ἑνὶ δουλεύουσι Πεισιστράτῳ."

Σόλων Πεισιστράτῳ

"Πιστεύω μηδὲν κακὸν ἐκ σοῦ πείσεσθαι. καὶ γὰρ πρὸ τῆς τυραννίδος φίλος σοὶ ἦν, καὶ νῦν οὐ  p68 μᾶλλον διάφορος ἢ τῶν ἄλλων τις Ἀθηναίων ὅτῳ μὴ ἀρέσκει τυραννίς. εἴτε δὲ ὑφ’ ἑνὸς ἄρχεσθαι ἄμεινον αὐτοῖς, εἴτε δημοκρατεῖσθαι, πεπείσθω ᾗ ἑκάτερος γιγνώσκει. [link to English translation] 67 καὶ σὲ φημὶ πάντων τυράννων εἰ βέλτιστον. ἐπανήκειν δέ μοι Ἀθήναζε οὐ καλῶς ἔχον ὁρῶ, μή μέ τις μέμψηταί, εἰ διαθεὶς Ἀθηναίοις ἰσοπολιτείαν, καὶ παρὸν τυραννεῖν αὐτὸς οὐκ ἀξιώσας, νῦν ἐπανελθὼν ἀρεσκοίμην οἷς σὺ Πράσσεις."

Σόλων Κροίσῳ

" Ἄγαμαί σε τῆς περὶ ἡμᾶς φιλοφροσύνης· καὶ νὴ τὴν Ἀθηνᾶν, εἰ μὴ περὶ παντός μοι ἦν οἰκεῖν ἐν δημοκρατίᾳ, ἐδεξάμην ἂν μᾶλλον τὴν δίαιταν ἔχειν ἐν τῇ παρὰ σοὶ βασιλείᾳ ἢ Ἀθήνησι, τυραννοῦντος βιαίως Πεισιστράτου. ἀλλὰ καὶ ἡδίων ἡμῖν ἡ βιοτή, ἔνθα πᾶσι τὰ δίκαια καὶ ἴσα. ἀφίξομαι δ’ οὖν παρὰ σέ, σπεύδων τοι ξένος γενέσθαι.


[image ALT: Valid HTML 4.01.]

Page updated: 7 Apr 20

Προσιτότητα