Short URL for this page:
bit.ly/DiogLaertPhaedo
mail:
Bill Thayer |
English |
Français |
Help |
Ἄνω |
Εἴσοδος |
|||
|
105 Φαίδων Ἠλεῖος, τῶν εὐπατριδῶν, συνεάλω τῇ πατρίδι καὶ ἠναγκάσθη στῆναι ἐπ’ οἰκήματος· ἀλλὰ τὸ θύριον προστιθεὶς μετεῖχε Σωκράτους, ἕως αὐτὸν λυτρώσασθαι τοὺς περὶ Ἀλκιβιάδην ἢ Κρίτωνα προὔτρεψε· καὶ τοὐντεῦθεν ἐλευθερίως ἐφιλοσόφει. Ἱερώνυμος δ’ ἐν τῷ Περὶ ἐποχῆς καθαπτόμενος δοῦλον αὐτὸν εἴρηκε. διαλόγους δὲ συνέγραψε γνησίους μὲν Ζώπυρον, Σίμωνα, καὶ δισταζόμενον Νικίαν, Μήδιον, ὃν φασί τινες p234 Αἰσχίνου, οἱ δὲ Πολυαίνου· Ἀντίμαχον ἢ Πρεσβύτας· καὶ οὗτος διστάζεται· σκυτικοὺς λόγους· καὶ τούτους τινὲς Αἰσχίνου φασί.
Διάδοχος δ’ αὐτοῦ Πλείστανος Ἠλεῖος, καὶ τρίτοι ἀπ’ αὐτοῦ οἱ περὶ Μενέδημον τὸν Ἐρετριέα καὶ Ἀσκληπιάδην τὸν Φλιάσιον, μετάγοντες ἀπὸ Στίλπωνος. καὶ ἕως μὲν τούτων Ἠλιακοὶ προσηγορεύοντο, ἀπὸ δὲ Μενεδήμου Ἐρετρικοί· περὶ οὗ λέξομεν ὕστερον διὰ τὸ καὶ αὐτὸν κατάρχειν αἱρέσεως.
Images with borders lead to more information.
|
||||||
ΑΝΩ· |
Διογένης ὁ Λαέρτιος |
Κλασικά Κείμενα |
ΛακουσΚούρτιος |
Εἴσοδος |
||
A page or image on this site is in the public domain ONLY if its URL has a total of one *asterisk. If the URL has two **asterisks, the item is copyright someone else, and used by permission or fair use. If the URL has none the item is © Bill Thayer. See my copyright page for details and contact information. |
Page updated: 7 Apr 20