Short URL for this page:
bit.ly/DiogLaertSimon
mail:
Bill Thayer |
English |
Français |
Italiano |
Help |
Ἄνω |
Εἴσοδος |
|||
|
122 Σίμων Ἀθηναῖος, σκυτοτόμος. οὗτος ἐρχομένου Σωκράτους ἐπὶ τὸ ἐργαστήριον καὶ διαλεγομένου τινά, ὧν ἐμνημόνευεν ὑποσημειώσεις ἐποιεῖτο· ὅθεν σκυτικοὺς αὐτοῦ τοὺς διαλόγους καλοῦσιν. εἰσὶ δὲ τρεῖς καὶ τριάκοντα ἐν ἑνὶ φερόμενοι βιβλίῳ·
Περὶ θεῶν.
Περὶ τοῦ ἀγαθοῦ.
Περὶ τοῦ καλοῦ.
Τί τὸ καλόν.
Περὶ δικαίου πρῶτον, δεύτερον.
Περὶ ἀρετῆς ὅτι οὐ διδακτόν.
Περὶ ἀνδρείας πρῶτον, δεύτερον, τρίτον.
Περὶ νόμου.
Περὶ δημαγωγίας.
Περὶ τιμῆς.
p253 Περὶ ποιήσεως.
Περὶ εὐπαθείας.
Περὶ ἔρωτος.
Περὶ φιλοσοφίας.
Περὶ ἐπιστήμης.
Περὶ μουσικῆς.
Περὶ ποιήσεως.
123 Τί τὸ καλόν.
Περὶ διδασκαλίας.
Περὶ τοῦ διαλέγεσθαι.
Περὶ κρίσεως.
Περὶ τοῦ ὄντος.
Περὶ ἀριθμοῦ.
Περὶ ἐπιμελείας.
Περὶ τοῦ ἐργάζεσθαι.
Περὶ φιλοκερδοῦς.
Περὶ ἀλαζονείας.
Περὶ τοῦ καλοῦ.
οἱ δέ,
Περὶ τοῦ βουλεύεσθαι.
Περὶ λόγου ἢ περὶ ἐπιτηδειότητος.
Περὶ κακουργίας.
Οὗτος, φασί, πρῶτος διελέχθη τοὺς λόγους τοὺς Σωκρατικούς. ἐπαγγειλαμένου δὲ Περικλέους θρέψειν αὐτὸν καὶ κελεύοντος ἀπιέναι πρὸς αὐτόν, οὐκ ἂν ἔφη τὴν παρρησίαν ἀποδόσθαι.
124 Γέγονε δὲ καὶ ἄλλος Σίμων ῥητορικὰς τέχνας γεγραφώς· καὶ ἕτερος ἰατρὸς κατὰ Σέλευκον τὸν Νικάνορα·º καί τις ἀνδριαντοποιός.
Images with borders lead to more information.
|
||||||
ΑΝΩ· |
Διογένης ὁ Λαέρτιος |
Κλασικά Κείμενα |
ΛακουσΚούρτιος |
Εἴσοδος |
||
A page or image on this site is in the public domain ONLY if its URL has a total of one *asterisk. If the URL has two **asterisks, the item is copyright someone else, and used by permission or fair use. If the URL has none the item is © Bill Thayer. See my copyright page for details and contact information. |
Page updated: 7 Apr 20