Short URL for this page:
bit.ly/DiogLaertStilpo
mail:
Bill Thayer |
English |
Français |
Italiano |
Help |
Ἄνω |
Εἴσοδος |
|||
|
113 Στίλπων Μεγαρεὺς τῆς Ἑλλάδος διήκουσε μὲν τῶν ἀπ’ Εὐκλείδου τινῶν· οἱ δὲ καὶ αὐτοῦ Εὐκλείδου ἀκούσαί φασιν αὐτόν, ἀλλὰ καὶ Θρασυμάχου τοῦ Κορινθίου, ὃς ἦν Ἰχθύα γνώριμος, καθά φησιν Ἡρακλείδης. τοσοῦτον δ’ εὑρεσιλογίᾳ καὶ σοφιστείᾳ προῆγε τοὺς ἄλλους, ὥστε μικροῦ δεήσαι p242 πᾶσαν τὴν Ἑλλάδα ἀφορῶσαν εἰς αὐτὸν μεγαρίσαι. περὶ τούτου φησὶ Φίλιππος ὁ Μεγαρικὸς κατὰ λέξιν οὕτω· "παρὰ μὲν γὰρ Θεοφράστου Μητρόδωρον τὸν θεωρητικὸν καὶ Τιμαγόραν τὸν Γελῶον ἀπέσπασε, παρ’ Ἀριστοτέλους δὲ τοῦ Κυρηναϊκοῦ Κλείταρχον καὶ Σιμμίαν· ἀπὸ δὲ τῶν διαλεκτικῶν Παιώνειον μὲν ἀπ’ Ἀριστείδου, Δίφιλον δὲ τὸν Βοσποριανὸν Εὐφάντου καὶ Μύρμηκα τὸν Ἐξαινέτου παραγενομένους ὡς ἐλέγξοντας ἀμφοτέρους ζηλωτὰς ἔσχε." 114 χωρὶς τοίνυν τούτων Φρασίδημον μὲν τὸν περιπατητικὸν καὶ φυσικῶν ἔμπειρον ὄντα προσηγάγετο, καὶ τὸν ῥητορικὸν Ἄλκιμον, ἁπάντων πρωτεύοντα τῶν ἐν τῇ Ἑλλάδι ῥητόρων, Κράτητά τε καὶ ἄλλους πλείστους ὅσους ἐθήρασε· καὶ δὴ καὶ Ζήνωνα τὸν Φοίνικα μετὰ τούτων ἀφείλετο.
Ἦν δὲ καὶ πολιτικώτατος.
Καὶ γυναῖκα ἠγάγετο· καὶ ἑταίρᾳ συνῆν Νικαρέτῃ, ὥς φησί που καὶ Ὀνήτωρ. καὶ θυγατέρα ἀκόλαστον ἐγέννησεν, ἦν ἔγημε γνώριμός τις αὐτοῦ Σιμμίας Συρακόσιος. ταύτης οὐ κατὰ τρόπον βιούσης εἶπέ τις πρὸς τὸν Στίλπωνα, ὡς καταισχύνοι αὐτόν· ὁ δέ, "οὐ μᾶλλον," εἶπεν, "ἢ ἐγὼ ταύτην κοσμῶ."
115 Ἀπεδέχετο δ’ αὐτόν, φασί, καὶ Πτολεμαῖος ὁ Σωτήρ. καὶ ἐγκρατὴς Μεγάρων γενέσθαι ἐδίδου τε ἀργύριον αὐτῷ καὶ παρεκάλει εἰς Αἴγυπτον συμπλεῖν· ὁ δὲ μέτριον μέν τι τἀργυριδίου προσήκατο, ἀρνησάμενος δὲ τὴν ὁδὸν μετῆλθεν εἰς Αἴγιναν, ἕως ἐκεῖνος ἀπέπλευσεν. ἀλλὰ καὶ Δημήτριος ὁ Ἀντιγόνου καταλαβὼν τὰ Μέγαρα τήν τε οἰκίαν αὐτῷ φυλαχθῆναι καὶ πάντα τὰ ἁρπασθέντα προὐνόησεν ἀποδοθῆναι. ὅτε καὶ βουλομένῳ παρ’ αὐτοῦ τῶν ἀπολωλότων ἀναγραφὴν λαβεῖν ἔφη p244 μηδὲν τῶν οἰκείων ἀπολωλεκέναι· παιδείαν γὰρ μηδένα ἐξενηνοχέναι, τόν τε λόγον ἔχειν καὶ τὴν ἐπιστήμην.
116 Καὶ αὐτῷ διαλεχθεὶς περὶ ἀνθρώπων εὐεργεσίας οὕτως εἷλεν ὥστε προσέχειν αὐτῷ. τοῦτόν φασιν περὶ τῆς Ἀθηνᾶς τῆς τοῦ Φειδίου τοιοῦτόν τινα λόγον ἐρωτῆσαι· "ἆρά γε ἡ τοῦ Διὸς Ἀθηνᾷ θεός ἐστι;" φήσαντος δέ, "ναί," "αὕτη δέ γε, ῾εἶπεν, "οὐκ ἐστι Διός, ἀλλὰ Φειδίου·" συγχωρουμένου δέ, "οὐκ ἄρα," εἶπε, "θεός ἐστιν." ἐφ’ ᾧ καὶ εἰς Ἄρειον πάγον προσκληθέντα μὴ ἀρνήσασθαι, φάσκειν δ’ ὀρθῶς διειλέχθαι· μὴ γὰρ εἶναι αὐτὴν θεόν, ἀλλὰ θεάν· θεοὺς δὲ εἶναι τοὺς ἄρρενας. καὶ μέντοι τοὺς Ἀρεοπαγίτας εὐθέως αὐτὸν κελεῦσαι τῆς πόλεως ἐξελθεῖν. ὅτε καὶ Θεόδωρον τὸν ἐπίκλην θεὸν ἐπισκώπτοντα εἰπεῖν, "πόθεν δὲ τοῦτ’ ἡδεῖ Στίλπων; ἢ ἀνασύρας αὐτῆς τὸν κῆπον ἐθεάσατο;" ἦν δ’ ἀληθῶς οὗτος μὲν θρασύτατος· Στίλπων δὲ κομψότατος.
117 Κράτητος τοίνυν αὐτὸν ἐρωτήσαντος εἰ οἱ θεοὶ χαίρουσι ταῖς προσκυνήσεσι καὶ εὐχαῖς, φασὶν εἰπεῖν, "περὶ τούτων μὴ ἔρωτα, ἀνόητε, ἐν ὁδῷ, ἀλλὰ μόνον." τὸ δ’ αὐτὸ καὶ Βίωνα ἐρωτηθέντα εἰ θεοί εἰσιν εἰπεῖν·
οὐκ ἀπ’ ἐμοῦ σκεδάσεις ὄχλον, ταλαπείριε πρέσβυ; |
Ἦν δ’ ὁ Στίλπων καὶ ἀφελὴς καὶ ἀνεπίπλαστος πρός τε τὸν ἰδιώτην εὔθετος. Κράτητος γοῦν ποτε τοῦ κυνικοῦ πρὸς μὲν τὸ ἐρωτηθὲν οὐκ ἀποκριναμένου, p246 ἀποπαρδόντος δέ, "ᾔδειν," ἔφη, "ὡς πάντα μᾶλλον φθέγξῃ ἢ ἃ δεῖ." 118 ἀλλὰ καὶ ἰσχάδα προτείναντος αὐτῷ ποτε καὶ ἐρώτημα, δεξάμενον καταφαγεῖν· τοῦ δέ, "ᾧ Ἡράκλεις," εἰπόντος, "ἀπολώλεκα τὴν ἰσχάδα·" "οὐ μόνον," ἔφην, "ἀλλὰ καὶ τὸ ἐρώτημα, οὗ ἦν ἀρραβὼν ἡ ἰσχάς." πάλιν δὲ ἰδὼν τὸν Κράτητα χειμῶνος συγκεκαυμένον, "ὦ Κράτης," εἶπε, "δοκεῖς μοι χρείαν ἔχειν ἱματίου καινοῦ." ὅπερ ἦν νοῦ καὶ ἱματίου. καὶ τὸν ἀχθεσθέντα παρῳδῆσαι εἰς αὐτὸν οὕτω·
καὶ μὴν Στίλπων’ εἰσεῖδον χαλέπ’ ἄλγε’ ἔχοντα ἐν Μεγάροις, ὅθι φασὶ Τυφωέος ἔμμεναι εὐνάς. ἔνθα τ’ ἐρίζεσκεν, πολλοὶ δ’ ἀμφ’ αὐτὸν ἑταῖροι· τὴν δ’ ἀρετὴν παρὰ γράμμα διώκοντες κατέτριβον. |
119 Λέγεται δ’ οὕτως Ἀθήνησιν ἐπιστρέψαι τοὺς ἀνθρώπους, ὥστ’ ἀπὸ τῶν ἐργαστηρίων συνθεῖν ἵνα αὐτὸν θεάσαιντο. καί τινος εἰπόντος, "Στίλπων, θαυμάζουσί σε ὡς θηρίον," "οὐ μὲν οὖν," εἰπεῖν, "ἀλλ’ ὡς ἄνθρωπον ἀληθινόν." δεῖνος δ’ ἄγαν ὢν ἐν τοῖς ἐριστικοῖς ἀνῄρει καὶ τὰ εἰδῇ· καὶ ἔλεγε τὸν λέγοντα ἄνθρωπον εἶναι μηδένα· οὔτε γὰρ τόνδε εἶναι οὔτε τόνδε· τί γὰρ μᾶλλον τόνδε ἢ τόνδε; οὐδ’ ἄρα τόνδε. καὶ πάλιν· τὸ λάχανον οὐκ ἔστι τὸ δεικνύμενον· λάχανον μὲν γὰρ ἦν πρὸ μυρίων ἐτῶν· οὐκ ἄρα ἐστί τοῦτο λάχανον. φασὶ δ’ αὐτὸν ὁμιλοῦντα Κράτητι μεταξὺ σπεῦσαι ἰχθὺς πρίασθαι· τοῦ δ’ ἐπισπωμένου καὶ φάσκοντος, "καταλείπεις τὸν λόγον;" "οὐκ ἔγωγε," ἔφη, "ἀλλὰ τὸν μὲν p248 λόγον ἔχω, σὲ δὲ καταλείπω· ὁ μὲν γὰρ λόγος περιμένει, τὸ δ’ ὄψον πεπράσεται."
120 Φέρονται δ’ αὐτοῦ διάλογοι ἐννέα ψυχροί· μόσχος, Ἀρίστιππος ἢ Καλλίας, Πτολεμαῖος, Χαιρεκράτης, Μητροκλῆς, Ἀναξιμένης, Ἐπιγένης, Πρὸς τὴν ἑαυτοῦ θυγατέρα, Ἀριστοτέλης. τούτου φησὶν Ἡρακλείδης καὶ τὸν Ζήνωνα ἀκούσαι τὸν τῆς στοὰς κτίστην. γηραιὸν δὲ τελευτῆσαί φησιν Ἕρμιππος, οἶνον προσενεγκάμενον ὅπως θᾶττον ἀποθάνοι.
Ἔστι δὲ καὶ εἰς τοῦτον ἡμῶν·
τὸν Μεγαρέα Στίλπωνα, γιγνώσκεις δ’ ἴσως, γῆρας, ἔπειτα νόσος καθεῖλε, δύσμαχον ζυγόν· ἀλλ’ οἶνον εὗρε τῆς κακῆς συνωρίδος φέρτερον ἡνίοχον· <χανδὸν> πιὼν γὰρ ἤλασεν. |
προσεσκώφθη δὲ ὑπὸ Σωφίλου τοῦ κωμικοῦ ἐν δράματι Γάμῳ·
Στίλπωνός ἐστι βύσμαθ’ ὁ Χαρίνου λόγος. |
Images with borders lead to more information.
|
||||||
ΑΝΩ· |
Διογένης ὁ Λαέρτιος |
Κλασικά Κείμενα |
ΛακουσΚούρτιος |
Εἴσοδος |
||
A page or image on this site is in the public domain ONLY if its URL has a total of one *asterisk. If the URL has two **asterisks, the item is copyright someone else, and used by permission or fair use. If the URL has none the item is © Bill Thayer. See my copyright page for details and contact information. |
Page updated: 7 Apr 20