Short URL for this page:
bit.ly/DiogLaertCrantor


[image ALT: Much of my site will be useless to you if you've got the images turned off!]
mail:
Bill Thayer

[image ALT: Click here for an English translation of this page.]
English

[image ALT: Faire clic ici pour une page en français.]
Français

[image ALT: Cliccare qui per una pagina di aiuto in Italiano.]
Italiano

[Link to a series of help pages]
Help
[Link to the next level up]
Ἄνω
[Link to my homepage]
Εἴσοδος
πρότερον·

[image ALT: link to previous section]
Κράτης

This webpage reproduces one of the
Lives of the Eminent Philosophers

by
Diogenes Laërtius

published in the Loeb Classical Library, 1925

The text is in the public domain.

This page has been carefully proofread
and I believe it to be free of errors.
If you find a mistake though, please
let me know!

ὕστερον·

[image ALT: link to next section]
Ἀρκεσίλαος

(Vol. I) Διογένης Λαέρτιος
Βίων τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων

(Βιβλίον δ´)

 p400  Κεφ. ε´. Κράντωρ

[link to English translation] 24 Κράντωρ Σολεὺς θαυμαζόμενος ἐν τῇ ἑαυτοῦ πατρίδι ἀπῆρεν εἰς Ἀθηνᾶς καὶ Ξενοκράτης διήκουσε Πολέμωνι συσχολάζων. καὶ κατέλιπεν ὑπομνήματα εἰς μυριάδας στίχων τρεῖς, ὧν τινά τινες Ἀρκεσιλάῳ προσάπτουσι. φασὶ δὲ αὐτὸν ἐρωτηθέντα τίνι θηραθείη ὑπὸ Πολέμωνος, εἰπεῖν  p402 τῷ μήτ’ ὀξύτερον μήτε βαρύτερον ἀκούσαι φθεγγομένου. οὗτος νοσήσας εἰς τὸ Ἀσκληπιεῖον ἀνεχώρησε κἀκεῖ περιεπάτει· οἱ δὲ πανταχόθεν προσῄεσαν αὐτῷ, νομίζοντες οὐ διὰ νόσον, ἀλλὰ βούλεσθαι αὐτόθι σχολὴν συστήσασθαι. ὧν ἦν καὶ Ἀρκεσίλαος θέλων ὑπ’ αὐτοῦ συστῆναι Πολέμωνι, καθάπερ ἐρῶντος, ὡς ἐν τῷ περὶ Ἀρκεσίλαον λέξομεν. [link to English translation] 25 ἀλλὰ καὶ αὐτὸν ὑγιάναντα διακούειν Πολέμωνος, ἐφ’ ὦ καὶ μάλιστα θαυμασθῆναι. λέγεται δὲ καὶ τὴν οὐσίαν καταλιπεῖν Ἀρκεσιλάῳ, ταλάντων οὖσαν δυοκαίδεκα. καὶ ἐρωτηθέντα πρὸς αὐτοῦ ποῦ βούλεται ταφῆναι, εἰπεῖν·

ἐν γῆς φίλης μυχοῖσι κρυφθῆναι καλόν.

λέγεται δὲ καὶ ποιήματα γράψαι καὶ ἐν τῇ πατρίδι ἐν τῷ τῆς Ἀθηνᾶς ἱερῷ σφραγισάμενος αὐτὰ θεῖναι. καί φησι Θεαίτητος ὁ ποιητὴς περὶ αὐτοῦ οὑτωσί·

ἥνδανεν ἀνθρώποις, ὁ δ’ ἐπὶ πλέον ἥνδανε Μούσαις

Κράντωρ, καὶ γήρως ἤλυθεν οὔτι πρόσω.

γῆ, σὺ δὲ τεθνηῶτα τὸν ἱερὸν ἄνδρ’ ὑπόδεξαι·

ἠρέμα καὶ κεῖθι ζῴη ἐν εὐθενίῃ.

[link to English translation] 26 Ἐθαύμαζε δὲ ὁ Κράντωρ πάντων δὴ μᾶλλον Ὅμηρον καὶ Εὐριπίδην, λέγων ἐργῶδες εἶναι ἐν τῷ κυρίῳ τραγικῶς ἅμα καὶ συμπαθῶς γράψαι. καὶ προεφέρετο τὸν στίχον τὸν ἐκ τοῦ Βελλεροφόντου·

οἴμοι· τί δ’ οἴμοι; θνητά τοι πεπόνθαμεν.

λέγεται δὲ καὶ Ἀνταγόρα τοῦ ποιητοῦ ὡς Κράντορος εἰς Ἔρωτα πεποιημένα φέρεσθαι ταυτί·

 p404  ἐν δοίη μοι θυμός, ἐπεὶ γένος ἀμφίσβητον,

ἤ σε θεῶν τὸν πρῶτον ἀειγενέων, Ἔρος, εἴπω,

τῶν ὅσσους Ἔρεβός τε πάλαι βασίλειά τε παῖδας

γείνατο Νύξ πελάγεσσιν ὑπ’ εὐρέος Ὠκεανοῖο·

[link to English translation] 27 ἤ σέ γε Κύπριδος υἷα περίφρονος, ἠέ σε Γαίης,

ἢ Ἀνέμων· τοῖος σὺ κακὰ φρονέων ἀλάλησαι

ἀνθρώποις ἠδ’ ἐσθλά· τὸ καὶ σέο σῶμα δίφυιον.

Ἦν δὲ καὶ δεῖνος ὀνοματοποιῆσαι. τραγῳδὸν γοῦν ἀπελέκητον εἶπεν ἔχειν φωνὴν καὶ φλοιοῦ μεστήν· καί τινος ποιητοῦ σκίφης μεστοὺς εἶναι τοὺς στίχους· καὶ τὰς Θεοφράστου θέσεις ὀστρέῳ γεγράφθαι. θαυμάζεται δὲ αὐτοῦ βιβλίον μάλιστα τὸ Περὶ πένθους. καὶ κατέστρεψε πρὸ Πολέμωνος καὶ Κράτητος, ὑδρωπικῇ διαθέσει νοσήσας. καὶ ἔστιν εἰς αὐτὸν ἡμῶν·

ἐπέκλυσε καὶ σέ, Κράντωρ, ἡ νοσῶν κακίστη,

χοὕτω μέλαν κατῆλθες Πλουτέως ἄβυσσον.

καὶ σὺ μὲν ἐκεῖθι χαίρεις, σῶν λόγων δὲ χήρη

ἕστηκεν Ἀκαδημείᾳ καὶ Σόλοι, πατρίς σευ.


[image ALT: Valid HTML 4.01.]

Page updated: 7 Apr 20