Short URL for this page:
bit.ly/DiogLaertSpeusippus


[image ALT: Much of my site will be useless to you if you've got the images turned off!]
mail:
Bill Thayer

[image ALT: Click here for an English translation of this page.]
English

[image ALT: Faire clic ici pour une page en français.]
Français

[image ALT: Cliccare qui per una pagina di aiuto in Italiano.]
Italiano

[Link to a series of help pages]
Help
[Link to the next level up]
Ἄνω
[Link to my homepage]
Εἴσοδος
πρότερον·

[image ALT: link to previous section]
Βίων

This webpage reproduces one of the
Lives of the Eminent Philosophers

by
Diogenes Laërtius

published in the Loeb Classical Library, 1925

The text is in the public domain.

This page has been carefully proofread
and I believe it to be free of errors.
If you find a mistake though, please
let me know!

ὕστερον·

[image ALT: link to next section]
Καρνεάδης

(Vol. I) Διογένης Λαέρτιος
Βίων τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων

(Βιβλίον δ´)

 p374  Κεφ. α´. Σπεύσιππος

[link to English translation] 1 Τὰ μὲν περὶ Πλάτωνος τοσαῦτα ἦν ἐς τὸ δυνατὸν ἡμῖν συναγαγεῖν, φιλοπόνως διειλήσασι τὰ λεγόμενα περὶ τἀνδρός. διεδέξατο δ’ αὐτὸν Σπεύσιππος Εὐρυμέδοντος Ἀθηναῖος, τῶν μὲν δήμων Μυρρινούσιος, υἱὸς δὲ τῆς ἀδελφῆς αὐτοῦ Πωτώνης. καὶ ἐσχολάρχησεν ἔτη ὀκτὼ, ἀρξάμενος ἀπὸ τῆς ὀγδόης καὶ ἑκατοστῆς Ὀλυμπιάδος· Χαρίτων τ’ ἀγάλματ’ ἀνέθηκεν ἐν τῷ μουσείῳ τῷ ὑπὸ Πλάτωνος ἐν Ἀκαδημείᾳ ἱδρυθέντι. καὶ ἔμεινε μὲν ἐπὶ τῶν αὐτῶν Πλάτωνι δογμάτων· οὐ μὴν τό γ’ ἦθος διέμεινε τοιοῦτος. καὶ γὰρ ὀργίλος καὶ ἡδονῶν ἥττων ἦν. φασὶ γοῦν αὐτὸν θυμοῦ τὸ κυνίδιον εἰς τὸ φρέαρ ῥίψαι καὶ ὑφ’ ἡδονῆς ἐλθεῖν εἰς Μακεδονίαν ἐπὶ τὸν Κασάνδρου γάμον.

[link to English translation] 2 Ἐλέγοντο δὲ αὐτοῦ καὶ αἱ Πλάτωνος ἀκούειν μαθήτριαι, Λασθένειά τε ἡ Μαντινικὴ καὶ Ἀξιοθέα ἡ Φλιασία. ὅτε καὶ Διονύσιος πρὸς αὐτὸν γράφων τωθαστικῶς φησι· "καὶ ἐκ τῆς Ἀρκαδικῆς σου μαθητρίας ἔστι καταμαθεῖν τὴν σοφίαν. καὶ Πλάτων μὲν ἀτελεῖς φόρων τοὺς παρ’ αὐτὸν φοιτῶντας  p376 ἐποίει· σὺ δὲ δασμολογεῖς καὶ παρ’  ἑκόντων καὶ ἀκόντων λαμβάνεις." οὗτος πρῶτος, καθά φησι Διόδωρος ἐν Ἀπομνημονευμάτων πρώτῳ, ἐν τοῖς μαθήμασιν ἐθεάσατο τὸ κοινὸν καὶ συνῳκείωσε καθόσον ἦν δυνατὸν ἀλλήλοις· καὶ πρῶτος παρὰ Ἰσοκράτους τὰ καλούμενα ἀπόρρητα ἐξήνεγκεν, ὥς φησι Καινεύς. [link to English translation] 3 καὶ πρῶτος εὗρεν ᾧ τὰ φορμία τῶν φρυγάνων εὔογκα ποιοῦσιν.

Ἤδη δὲ ὑπὸ παραλύσεως καὶ τὸ σῶμα διέφθαρτο, καὶ πρὸς Ξενοκράτην διεπέμπετο παρακαλῶν αὐτὸν ἐλθεῖν καὶ τὴν σχολὴν διαδέξασθαι. φασὶ δὲ αὐτὸν ἐπ’ ἀμαξίου φερόμενον εἰς τὴν Ἀκαδήμειαν συναντῆσαι Διογένει καὶ Χαῖρε εἰπεῖν· τὸν δὲ φάναι, "ἀλλὰ μὴ σύ γε, ὅστις ὑπομένεις ζῆν τοιοῦτος ὤν." καὶ τέλος ὑπὸ ἀθυμίας ἑκὼν τὸν βίον μετήλλαξε γηραιὸς ὤν. καὶ ἔστιν ἡμῶν εἰς αὐτόν·

ἀλλ’ εἰ μὴ Σπεύσιππον ἐμάνθανον ὧδε θανεῖσθαι,

οὐκ ἂν ἔπεισέ μέ τις τόδε λέξαι·

ὡς ἦν οὐχὶ Πλάτωνι πρὸς αἵματος· οὐ γὰρ ἀθυμῶν

κάτθανεν ἂν διά τι σφόδρα μικρόν.

[link to English translation] 4 Πλούταρχος δέ φησιν ἐν τῷ Λυσάνδρου βίῳ καὶ Σύλλα φθειρσὶν ἐκζέσαι αὐτόν. ἦν δὲ καὶ τὸ σῶμα διακεχυμένος, ὥς φησι Τιμόθεος ἐν τῷ Περὶ βίων. οὗτος, φησί, πρὸς τὸν ἐρῶντα πλούσιον ἀμόρφου ἔφη, "τί δέ σοι δεῖ τούτου; ἐγὼ γάρ σοι δέκα ταλάντων εὐμορφοτέραν​1 εὑρήσω."

 p378  Καταλέλοιπε δὲ πάμπλειστα ὑπομνήματα καὶ διαλόγους πλείονας, ἐν οἷς καὶ

Ἀρίστιππον τὸν Κυρηναῖον.

Περὶ πλούτου α´.

Περὶ ἡδονῆς α´.

Περὶ δικαιοσύνης α´.

Περὶ φιλοσοφίας α´.

Περὶ φιλίας α´.

Περὶ θεῶν α´.

Φιλόσοφος α´.

Πρὸς Κέφαλον α´.

Κέφαλος α´.

Κλεινόμαχος ἢ Λυσίας α´.

Πολίτης α´.

Περὶ ψυχῆς α´.

Πρὸς Γρύλλον α´.

[link to English translation] 5 Ἀρίστιππος α´.

Τεχνῶν ἔλεγχος α´.

Ὑπομνηματικοὶ διάλογοι.

Τεχνικὸν α´.

Διάλογοι τῶν περὶ τὴν πραγματείαν ὁμοίων α´ β´ γ´ δ´ ε´ ϛ´ ζ´ η´ θ´ ι´.

Διαιρέσεις καὶ πρὸς τὰ ὁμοία ὑποθέσεις.

Περὶ γενῶν καὶ εἰδῶν παραδειγμάτων.

Πρὸς τὸν Ἀμάρτυρον.

Πλάτωνος ἐγκώμιον.

Ἐπιστολαὶ πρὸς Δίωνα, Διονύσιον, Φίλιππον.

Περὶ νομοθεσίας.

Μαθηματικός.

Μανδρόβολος.

Λυσίας.

Ὅροι.

Τάξεις ὑπομνημάτων.

 p380  Στίχοι τρεῖς καὶ τετρακισμύριοι τεσσαρακόσιοι ἑβδομήκοντα πέντε. πρὸς τοῦτον γράφει καὶ Τιμωνίδης​2 τὰς ἱστορίας, ἐν αἷς κατέταξε τὰς πράξεις Δίωνός τε καὶ Βίωνος.​3 φησὶ δὲ καὶ Φαβωρῖνος ἐν δευτέρῳ Ἀπομνημονευμάτων ὡς Ἀριστοτέλης αὐτοῦ τὰ βιβλία τριῶν ταλάντων ὠνήσατο.

Γέγονε Σπεύσιππος καὶ ἕτερος, ἰατρὸς Ἡροφίλειος Ἀλεξανδρεύς.


Critical Notes:

1 εὐμορφοτέραν] fort. ἀμορφότερον H. Richards.

2 Τιμωνίδης] Σιμωνίδης vulg.: sed cf. Plut. Vit. Dion. 35 et 31.

3 τε καὶ Βίωνος secl. Mueller, F. H. G. II.83. Βίωνος] fort. Διονυσίου.


[image ALT: Valid HTML 4.01.]

Page updated: 7 Apr 20

Προσιτότητα