Short URL for this page:
bit.ly/DiogLaertCratesThebes


[Much of my site will be useless to you if you've got the images turned off!]
mail:
Bill Thayer

[Click here for an English translation of this page.]
English

[Faire clic ici pour une page en français.]
Français

[Link to a series of help pages]
Help
[Link to the next level up]
Ἄνω
[Link to my homepage]
Εἴσοδος
πρότερον·

[Link to previous section]
Ὀνησίκριτος

This webpage reproduces one of the
Lives of the Eminent Philosophers

by
Diogenes Laërtius

published in the Loeb Classical Library, 1925

The text is in the public domain.

This page has been carefully proofread
and I believe it to be free of errors.
If you find a mistake though, please
let me know!

ὕστερον·

[Link to next section]
Μητροκλῆς

(Vol. II) Διογένης Λαέρτιος
Βίων τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων

(Βιβλίον ϛ´)

 p88  Κεφ. ε´. Κράτης

[link to English translation] 85 Κράτης Ἀσκώνδου Θηβαῖος. καὶ οὗτος τῶν ἐλλογίμων τοῦ κυνὸς μαθητῶν. Ἱππόβοτος δέ φησιν οὐ Διογένους αὐτὸν μαθητὴν γεγονέναι, ἀλλὰ Βρύσωνος τοῦ Ἀχαιοῦ. τούτου Παίγνια φέρεται τάδε·

Πήρη τις πόλις ἐστὶ μέσῳ ἑνὶ οἴνοπι τύφῳ,

καλὴ καὶ πίειρα, περίρρυπος, οὐδὲν ἔχουσα,

εἰς ἣν οὔτε τις εἰσπλεῖ ἀνὴρ μῶρος παράσιτος,

οὔτε λίχνος πόρνης ἐπαγαλλόμενος πυγῇσιν·

ἀλλὰ θυμὸν καὶ σκόρδα φέρει καὶ σῦκα καὶ ἄρτους,

ἐξ ὧν οὐ πολεμοῦσι πρὸς ἀλλήλους περὶ τούτων,

οὐχ ὅπλα κέκτηνται περὶ κέρματος, οὐ περὶ δόξης.

[link to English translation] 86 Ἔστι καὶ ἐφημερὶς ἡ θρυλουμένη οὕτως ἔχουσα·

τίθει μαγείρῳ μνᾶς δέκ’, ἰατρῷ δραχμήν,

κόλακι τάλαντα πέντε, συμβούλῳ καπνόν,

πόρνῃ τάλαντον, φιλοσόφῳ τριώβολον.

Ἐκαλεῖτο δὲ καὶ Θυρεπανοίκτης διὰ τὸ εἰς πᾶσαν ἐσιέναι οἰκίαν καὶ νουθετεῖν· ἔστιν αὐτοῦ καὶ τόδε·

ταῦτ’ ἔχω ὅσσ’ ἔμαθον καὶ ἐφρόντισα καὶ μετὰ Μουσῶν

σέμν’ ἐδάην· τὰ δὲ πολλὰ καὶ ὄλβια τῦφος ἔμαρψεν.

 p90  καὶ ὅτι ἐκ φιλοσοφίας αὐτῷ περιγένοιτο

θερμῶν τε χοῖνιξ καὶ τὸ μηδενὸς μέλειν.

φέρεται δ’ αὐτοῦ κἀκεῖνο·

ἔρωτα παθεῖ λιμός, εἰ δὲ μή, χρόνος·

ἐὰν δὲ τούτοις μὴ δύνῃ χρῆσθαι, βρόχος.

[link to English translation] 87 Ἤκμαζε δὲ κατὰ τὴν τρίτην καὶ δεκάτην καὶ ἑκατοστὴν Ὀλυμπιάδα.

Τοῦτόν φησιν Ἀντισθένης ἐν ταῖς Διαδοχαῖς θεασάμενον ἔν τινι τραγῳδίᾳ Τήλεφον σπυρίδιον ἔχοντα καὶ τἄλλα λυπρὸν ᾆξαι ἐπὶ τὴν κυνικὴν φιλοσοφίαν· ἐξαργυρισάμενόν τε τὴν οὐσίαν — καὶ γὰρ ἦν τῶν ἐπιφανῶν — ἀθροίσαντα πρὸς τὰ [ἑκατὸν] διακόσια τάλαντα, τοῖς πολίταις διανεῖμαι ταῦτα. αὐτὸν δὲ καρτερῶς οὕτω φιλοσοφεῖν ὡς καὶ Φιλήμονα τὸν κωμικὸν αὐτοῦ μεμνῆσθαι. φησὶ γοῦν·

καὶ τοῦ θέρους μὲν εἶχεν ἱμάτιον δασύ,

ἵν’ ὡς Κράτης ᾖ, τοῦ δὲ χειμῶνος ῥάκος.

φησὶ δὲ Διοκλῆς πεῖσαι αὐτὸν Διογένην τὴν οὐσίαν μηλόβοτον ἀνεῖναι καὶ εἴ τι ἀργύριον εἴη, εἰς θάλατταν βαλεῖν.

[link to English translation] 88 Καὶ Κράτητος μέν, φησίν, ὁ οἶκος ὑπ’ Ἀλεξάνδρου * * Ἱππαρχίας δὲ ὑπὸ Φιλίππου. πολλάκις τε τῇ βακτηρίᾳ τῶν συγγενῶν τινας προσιόντας καὶ ἀποτρέποντας ἐδίωκε καὶ ἦν γενναῖος. φησὶ δὲ Δημήτριος ὁ Μάγνης τραπεζίτῃ τινὶ παρακαταθέσθαι τἀργύριον, συνθέμενον, εἰ μὲν οἱ παῖδες ἰδιῶται γένοιντο, αὐτοῖς ἀποδοῦναι· εἰ δὲ  p92 φιλόσοφοι, τῷ δήμῳ διανεῖμαι· μηδενὸς γὰρ ἐκεῖνους δεήσεσθαι φιλοσοφοῦντας. Ἐρατοσθένης δέ φησιν, ἐξ Ἱππαρχίας, περὶ ἧς λέξομεν, γενομένους παιδὸς αὐτῷ ὄνομα Πασικλέους, ὅτ’ ἐξ ἐφήβων ἐγένετο, ἀγαγεῖν αὐτὸν ἐπ’ οἴκημα παιδίσκης καὶ φάναι τοῦτον αὐτῷ πατρῷον εἶναι τὸν γάμον· [link to English translation] 89 τοὺς δὲ τῶν μοιχευόντων τραγικούς, φυγὰς < γὰρ> καὶ φόνους ἔχειν ἔπαθλον· τοὺς δὲ τῶν ἑταίραις προσιόντων κωμικούς· ἐξ ἀσωτίας γὰρ καὶ μέθης μανίαν ἀπεργάζεσθαι.

Τούτου γέγονε Πασικλῆς ἀδελφός, μαθητὴς Εὐκλείδου.

Χάριεν δ’ αὐτοῦ Φαβωρῖνος ἐν δευτέρῳ τῶν Ἀπομνημονευμάτων φέρει. φησὶ γάρ· παρακαλῶν περί τοῦ τὸν γυμνασίαρχον, τῶν ἰσχίων αὐτοῦ ἥπτετο· ἀγανακτοῦντος δέ, ἔφη, "τί γάρ; οὐχὶ καὶ ταῦτα σά ἐστι καθάπερ καὶ τὰ γόνατα;" ἔλεγέ τ’ ἀδύνατον εἶναι ἀδιάπτωτον εὑρεῖν, ἀλλ’ ὥσπερ ἐν ῥοιᾷ καὶ σαπρόν τινα κόκκον εἶναι. Νικόδρομον ἐξερεθίσας τὸν κιθαρῳδὸν ὑπωπιάσθη· προσθεὶς οὖν πιττάκιον τῷ μετώπῳ ἐπέγραψε, "Νικόδρομος ἐποίει." [link to English translation] 90 τὰς πόρνας ἐπίτηδες ἐλοιδόρει, συγγυμνάζων ἑαυτὸν πρὸς τὰς βλασφημίας.

Δημήτριον τὸν Φαληρέα πέμψαντα αὐτῷ ἄρτους καὶ οἶνον ὠνείδισεν εἰπών, "εἴθε γὰρ αἱ κρῆναι καὶ ἄρτους ἔφερον." δῆλον οὖν ὡς ὕδωρ ἔπινεν.  p94 ὑπὸ τῶν Ἀθήνησιν ἀστυνόμων ἐπιτιμηθεὶς ὅτι σινδόνα ἠμφίεστο, ἔφη, "καὶ Θεόφραστον ὑμῖν δείξω σινδόνα περιβεβλημένον·" ἀπιστούντων δέ, ἀπήγαγεν ἐπὶ κουρεῖον καὶ ἔδειξε κειρόμενον. ἐν Θήβαις ὑπὸ τοῦ γυμνασιάρχου μαστιγωθείς — οἱ δέ, ἐν Κορίνθῳ ὑπ’ Εὐθυκράτους — καὶ ἑλκόμενος τοῦ ποδὸς ἐπέλεγεν ἀφροντιστῶν,

ἕλκε ποδὸς τεταγὼν διὰ βήλου θεσπεσίοιο.

[link to English translation] 91 Διοκλῆς δέ φησιν ἑλχθῆναι αὐτὸν ὑπὸ Μενεδήμου τοῦ Ἐρετρικοῦ. ἐπειδὴ γὰρ εὐπρεπὴς ἦν καὶ ἐδόκει χρησιμεύειν Ἀσκληπιάδῃ τῷ Φλιασίῳ, ἁψάμενος αὐτοῦ τῶν μηρῶν ὁ Κράτης ἔφη, "ἔνδον Ἀσκληπιάδης." ἐφ’ ᾧ δυσχεράναντα τὸν Μενέδημον ἔλκειν αὐτόν, τὸν δὲ τοῦτο ἐπιλέγειν.

Ζήνων δ’ αὖ ὁ Κιτιεὺς ἐν ταῖς Χρείαις καὶ κώδιον αὐτόν φησί ποτε προσράψαι τῷ τρίβωνι ἀνεπιστρεπτοῦντα. ἦν δὲ καὶ τὴν ὄψιν αἰσχρὸς καὶ γυμναζόμενος ἐγελᾶτο. εἰώθει δὲ λέγειν ἐπαίρων τὰς χεῖρας, "θαρρεῖ, Κράτης, ὑπὲρ ὀφθαλμῶν καὶ τοῦ λοιποῦ σώματος· [link to English translation] 92 τούτους δ’ ὄψει τοὺς καταγελῶντας, ἤδη καὶ συνεσπασμένους ὑπὸ νόσου καί τοῦ σε μακαρίζοντας, αὑτοὺς δὲ καταμεμφομένους ἐπὶ τῇ ἀργίᾳ." ἔλεγε δὲ μέχρι τούτου δεῖν φιλοσοφεῖν, μέχρι ἂν δόξωσιν οἱ στρατηγοὶ εἶναι ὀνηλάται. ἐρήμους ἔλεγε τοὺς μετὰ κολάκων ὄντας ὥσπερ τοὺς μόσχους ἐπειδὰν μετὰ λύκων ὦσιν· οὔτε γὰρ ἐκείνοις τοὺς προσήκοντας οὔτε τούτοις συνεῖναι, ἀλλὰ τοὺς ἐπιβουλεύοντας. συναισθανόμενος  p96 ὅτι ἀποθνῄσκει, ἐπῇδε πρὸς ἑαυτὸν λέγων,

στείχεις δή, φίλε κυρτών,

βαίνεις τ’ εἰς Ἀΐδαο δόμους κυφὸς διὰ γῆρας.

ἦν γὰρ κυφὸς ὑπὸ χρόνου.

[link to English translation] 93 Πρὸς Ἀλέξανδρον πυθόμενον εἰ βούλεται αὐτοῦ τὴν πατρίδα ἀνορθωθῆναι, ἔφη, "καὶ τί δεῖ; πάλιν γὰρ ἴσως Ἀλέξανδρος ἄλλος αὐτὴν κατασκάψει." ἔχειν δὲ πατρίδα ἀδοξίαν καὶ πενίαν ἀνάλωτα τῇ τύχῃ καὶ Διογένους εἶναι πολίτης ἀνεπιβουλεύτου φθόνῳ. μέμνηται δὲ αὐτοῦ καὶ Μένανδρος ἐν Διδύμαις οὕτως·

συμπεριπατήσεις γὰρ τρίβων’ ἔχουσ’ ἐμοί,

ὥσπερ Κράτητι τῷ κυνικῷ πόθ’ ἡ γυνή,

καὶ θυγατέρ’ ἐξέδωκ’ ἐκεῖνος, ὡς ἔφη

αὐτός, ἐπὶ πείρᾳ δοὺς τριάκονθ’ ἡμέρας.

Μαθηταὶ δ’ αὐτοῦ.


[Valid HTML 4.01.]

Page updated: 7 Apr 20

Προσιτότητα