Short URL for this page:
bit.ly/DiogLaertMenippus


[image ALT: Much of my site will be useless to you if you've got the images turned off!]
mail:
Bill Thayer

[image ALT: Click here for an English translation of this page.]
English

[image ALT: Faire clic ici pour une page en français.]
Français

[image ALT: Cliccare qui per una pagina di aiuto in Italiano.]
Italiano

[Link to a series of help pages]
Help
[Link to the next level up]
Ἄνω
[Link to my homepage]
Εἴσοδος
πρότερον·

[image ALT: link to previous section]
Ἱππαρχία

This webpage reproduces one of the
Lives of the Eminent Philosophers

by
Diogenes Laërtius

published in the Loeb Classical Library, 1925

The text is in the public domain.

This page has been carefully proofread
and I believe it to be free of errors.
If you find a mistake though, please
let me know!

ὕστερον·

[image ALT: link to next section]
Μενέδημος

(Vol. II) Διογένης Λαέρτιος
Βίων τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων

(Βιβλίον ϛ´)

 p102  Κεφ. η´. Μένιππος

[link to English translation] 99 Μένιππος, καὶ οὗτος κυνικός, τὸ ἀνέκαθεν ἦν Φοῖνιξ, δοῦλος, ὥς φησιν Ἀχαϊκὸς ἐν Ἠθικοῖς. Διοκλῆς δὲ καὶ τὸν δεσπότην αὐτοῦ Ποντικὸν εἶναι καὶ Βάτωνα καλεῖσθαι. ἀτηρότερον δ’ αἰτῶν ὑπὸ φιλαργυρίας ἴσχυσε Θηβαῖος γενέσθαι.

Φέρει μὲν οὖν σπουδαῖον οὐδέν· τὰ δὲ βιβλία αὐτοῦ πολλοῦ καταγέλωτος γέμει καί τι ἴσον τοῖς Μελεάγρου τοῦ κατ’ αὐτὸν γενομένου.

Φησὶ δ’ Ἕρμιππος ἡμεροδανειστὴν ἂν γεγονέναι καὶ καλεῖσθαι· καὶ γὰρ ναυτικῷ τόκῳ δανείζειν καὶ ἐξενεχυριάζειν, ὥστε πάμπλειστα χρήματα ἀθροίζειν· [link to English translation] 100 τέλος δ’ ἐπιβουλευθέντα πάντων στερηθῆναι καὶ ὑπ’ ἀθυμίας βρόχῳ τὸν βίον μεταλλάξαι. καὶ ἡμεῖς ἐπαίξαμεν εἰς αὐτόν·

 p104 

Φοίνικα τὸ γένος, ἀλλὰ Κρητικὸν κύνα,

ἡμεροδανειστήν — τοῦτο γὰρ ἐπεκλῄζετο —

οἶσθα Μένιππον ἴσως.

Θήβησιν οὗτος ὡς διωρύγη ποτὲ

καὶ πάντ’ ἀπέβαλεν οὐδ’ ἐνόει φύσιν κυνός,

αὑτὸν ἀνεκρέμασεν.

Ἔνιοι δὲ τὰ βιβλί’ αὐτοῦ οὐκ αὐτοῦ εἶναι, ἀλλὰ Διονυσίου καὶ Ζωπύρου τῶν Κολοφωνίων, οἳ τοῦ παίζειν ἕνεκα συγγράφοντες ἐδίδοσαν αὐτῷ ὡς εὖ δυναμένῳ διαθέσθαι.

[link to English translation] 101 Γεγόνασι δὲ Μένιπποι ἕξ· πρῶτος ὁ γράψας τὰ περὶ Λυδῶν καὶ Ξάνθον ἐπιτεμόμενος, δεύτερος αὐτὸς οὗτος, τρίτος Στρατονικεὺς σοφιστής, Κὰρ τὸ ἀνέκαθεν· τέταρτος ἀνδριαντοποιός, πέμπτος καὶ ἐκτὸς ζῳγράφοι· μέμνηται δ’ ἀμφοτέρων Ἀπολλόδωρος.

Τὰ δ’ οὖν τοῦ κυνικοῦ βιβλία ἐστὶ δεκατρία,

Νέκυια.

Διαθῆκαι.

Ἐπιστολαί κεκομψευμέναι ἀπὸ τοῦ τῶν θεῶν προσώπου.

Πρὸς τοὺς φυσικοὺς καὶ μαθηματικοὺς καὶ γραμματικοὺς καὶ

Γονὰς Ἐπικούρου καὶ

Τὰς θρησκευομένας ὑπ’ αὐτῶν εἰκάδας.

καὶ ἄλλα.


[image ALT: Valid HTML 4.01.]

Page updated: 7 Apr 20

Προσιτότητα