Short URL for this page:
bit.ly/DiogLaertAriston
mail:
Bill Thayer |
English |
Français |
Help |
Ἄνω |
Εἴσοδος |
|||
|
(160) Ἀρίστων ὁ Χίος ὁ Φάλανθος, ἐπικαλούμενος Σειρήν, τέλος ἔφησεν εἶναι τὸ ἀδιαφόρως ἔχοντα ζῆν πρὸς τὰ μεταξὺ ἀρετῆς καὶ κακίας μήδ’ ἡντινοῦν ἐν αὐτοῖς παραλλαγὴν ἀπολείποντα, ἀλλ’ p264 ἐπίσης ἐπὶ πάντων ἔχοντα· εἶναι γὰρ ὅμοιον τὸν σοφὸν τῷ ἀγαθῷ ὑποκριτῇ, ὃς ἄν τε Θερσίτου ἄν τε Ἀγαμέμνονος πρόσωπον ἀναλάβῃ, ἑκάτερον ὑποκρινεῖται προσηκόντως. τόν τε φυσικὸν τόπον καὶ τὸν λογικὸν ἀνῄρει, λέγων τὸν μὲν εἶναι ὑπὲρ ἡμᾶς, τὸν δ’ οὐδὲν πρὸς ἡμᾶς, μόνον δὲ τὸν ἠθικὸν εἶναι πρὸς ἡμᾶς.
161 Ἐοικέναι δὲ τοὺς διαλεκτικοὺς λόγους τοῖς ἀραχνίοις, ἃ καίτοι δοκοῦντα τεχνικόν τι ἐμφαίνειν, ἄχρηστά ἐστιν. ἀρετάς τ’ οὔτε πολλὰς εἰσῆγεν, ὡς ὁ Ζήνων, οὔτε μίαν πολλοῖς ὀνόμασι καλουμένην, ὡς οἱ Μεγαρικοί, ἀλλὰ κατὰ τὸ πρός τί πως ἔχειν. οὕτω δὲ φιλοσόφων καὶ ἐν Κυνοσάργει διαλεγόμενος ἴσχυσεν αἱρετιστὴς ἀκούσαι. Μιλτιάδης οὖν καὶ Δίφιλος Ἀριστώνειοι προσηγορεύοντο. ἦν δέ τις πειστικὸς καὶ ὄχλῳ πεποιημένος· ὅθεν ὁ Τίμων φησι περὶ αὐτοῦ,
162 Παραβαλὼν δὲ Πολέμωνι, φησὶ Διοκλῆς ὁ Μάγνης, μετέθετο, Ζήνωνος ἀρρωστίᾳ μακρᾷ περιπεσόντος. μάλιστα δὲ προσεῖχε Στωικῷ δόγματι τῷ τὸν σοφὸν ἀδόξαστον εἶναι. πρὸς ὃ Περσαῖος ἐναντιούμενος διδύμων ἀδελφῶν τὸν ἕτερον ἐποίησεν αὐτῷ παρακαταθήκην δοῦναι, ἔπειτα τὸν ἕτερον ἀπολαβεῖν· καὶ οὕτως ἀπορούμενον διήλεγξεν. ἀπετείνετο δὲ πρὸς Ἀρκεσίλαον· ὅτε θεασάμενος ταῦρον τερατώδη μήτραν ἔχοντα, p266 "οἴμοι," ἔφη, "δέδοται Ἀρκεσιλάῳ ἐπιχείρημα κατὰ τῆς ἐναργείας."
163 Πρὸς δὲ τὸν φάμενον Ἀκαδημαϊκὸν οὐδὲν καταλαμβάνειν, "ἆρ’ οὐδὲ τὸν πλησίον σου καθήμενον ὁρᾷς;" εἶπεν· ἀρνησαμένου δέ,
τίς δέ σ’ ἐτύφλωσεν (ἔφη), τίς ἀφείλετο λαμπάδος αὐγάς; |
Βιβλία δ’ αὐτοῦ φέρεται τάδε·
Προτρεπτικῶν β´.
Περὶ τῶν Ζήνωνος δογμάτων.
Διάλογοι.
Σχολῶν ϛ´.
Περὶ σοφίας διατριβῶν ζ´.
Ἐρωτικαὶ διατριβαί.
Ὑπομνήματα ὑπὲρ κενοδοξίας.
Ὑπομνημάτων κε´.
Ἀπομνημονευμάτων γ´.
Χρειῶν ια´.
Πρὸς τοὺς ῥήτορας.
Πρὸς τὰς Ἀλεξίνου ἀντιγραφάς.
Πρὸς τοὺς διαλεκτικοὺς γ´.
Πρὸς Κλεάνθην, Ἐπιστολῶν δ´.
Παναίτιος δὲ καὶ Σωσικράτης μόνας αὐτοῦ τὰς ἐπιστολάς φασι, τὰ δ’ ἄλλα τοῦ περιπατητικοῦ Ἀρίστωνος.
164 Τοῦτον λόγος φαλακρὸν ὄντα ἐγκαυθῆναι ὑπὸ ἡλίου καὶ ὧδε τελευτῆσαι. προσεπαίξαμεν δ’ αὐτῷ τόνδε τὸν τρόπον τῷ ἰάμβῳ τῷ χωλῷ·
p268 τί δὴ γέρων ὢν καὶ Φάλανθος, ὦ ’ρίστων, τὸ βρέγμ’ ἔδωκας ἡλίῳ κατοπτῆσαι; τοιγὰρ τὸ θερμὸν πλεῖον ἢ δέοι ζητῶν τὸν ψυχρὸν ὄντως εὗρες οὐ θέλων Ἅδην. |
Γέγονε δὲ καὶ ἄλλος Ἀρίστων Ἰουλιήτης περιπατητικός, ὁ δέ τις μουσικὸς Ἀθηναῖος, τέταρτος ποιητὴς τραγῳδίας, πέμπτος Ἁλαιεὺς τέχνας γεγραφὼς ῥητορικάς, ἐκτὸς Ἀλεξανδρεὺς περιπατητικός.
Images with borders lead to more information.
|
||||||
ΑΝΩ· |
Διογένης ὁ Λαέρτιος |
Κλασικά Κείμενα |
ΛακουσΚούρτιος |
Εἴσοδος |
||
A page or image on this site is in the public domain ONLY if its URL has a total of one *asterisk. If the URL has two **asterisks, the item is copyright someone else, and used by permission or fair use. If the URL has none the item is © Bill Thayer. See my copyright page for details and contact information. |
Page updated: 7 Apr 20